ΤΟΥ ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΝΥΣΣΗΣ
ΕΙΣ ΤΟΥΣ ΤΕΣΣΑΡΑΚΟΝΤΑ ΜΑΡΤΥΡΑΣ ΛΟΓΟΣ ΕΓΚΩΜΙΑΣΤΙΚΟΣ ΡΗΘΕΙΣΕΝ ΤΩ ΜΑΡΤΥΡΙΩ.
Οἱ μὲν ὁπλῖται Ῥωμαίων κατὰ νόμον πάτριον, καὶ συνήθειαν παλαιὰν, ἣν παῖδες παρὰ προγόνων διαδεξάμενοι, καὶ μέχρι τοῦ παρόντος φυλάττουσιν, ἐν τῇ ἀρχῇ τοῦ ἐνεστῶτος μηνὸς τὴν πανοπλίαν ἐνσκευαζόμενοι, καὶ χωροῦντες ἐπί τι πεδίον ἡπλωμένον ἱκανῶς καὶ ὕπτιον, ἔνθαπερ ἔξεστι καὶ δρόμον ἵππων ἐκτεῖναι, καὶ μελετῆσαι τὰ τακτικὰ, καὶ πᾶσαν γυμνασθῆναι τὴν ἐνόπλιον ἄσκησιν, ἀνάμνησίν τε τοῦ ἔτους ποιοῦνται, καὶ τὴν ἡμέραν ἐπίσημον ἄγουσιν. Ἐγὼ δὲ μνήμην μαρτύρων τελῶν, καὶ ταύτην τῇ προτεραίᾳ κηρύξας ὑμῖν, τοὺς τοῦ Χριστοῦ στρατιῶτας τοὺς μ, τοὺς πᾶσαν προθυμίαν ὑπερβαλομένους, ἐν τοῖς ἀγῶσιν ὁπλίσας διὰ τῆς μνήμης σήμερον θαυμαστοὺς τοῖς δυναμένοις βλέπειν προίστημι· κόσμον τῆς Ἐκκλησίας, καὶ λαῶν εὐφροσύνην, καὶ Θεοῦ δόξαν τοῦ ἐνισχύσαντος. Ἄριστον δὲ πάντως, καὶ ἄγαν λυσιτελὲς τοῖς τῆς ἀρετῆς διηγήμασι, τούς τε νέους ἐντρέφεσθαι, καὶ συνακμάζειν τοὺς ἄνδρας. Ἡ ἀκοὴ, μέρος καιριώτατόν ἐστι τῶν αἰσθήσεων, καὶ τῆς ὄψεως οὐχ ἧττον διδακτικόν. Διὰ γὰρ τῶν ὤτων ἐναργῶς ἐπεισάγει τὴν μάθησιν ταῖς ψυχαῖς· καὶ κίνδυνος οὐ μικρὸς καλὰ τυγχάνειν, ἢ φαῦλα τὰ διηγήματα. Οἷα γὰρ ἐκεῖνα λέγεται, τοιαύτην ἐπάναγκες τοῖς λογισμοῖς φαντασίαν ἐγγίνεσθαι· ἔννοια δὲ, καὶ θεωρία τοῦ νοῦ συνεχὴς, εἰς ἐπιθυμίαν ἄγει τὸν ἄνθρωπον τοῦ ποιεῖν ἃ λογίζεται. Διό μοι τὴν ἀκρόασιν γαληνῶσαν καὶ ἀμετεώριστον εὐτρεπίσατε· ἵνα καὶ οἱ μακάριοι μάρτυρες τιμηθῶσι τὰ πρέποντα, καὶ ὑμεῖς διὰ τῆς μνήμης παιδευθῆτε τὸ εὐσεβὲς καὶ φιλόθεον.
Ἐμοὶ δὲ πρόκειται διπλοῦς ἀγὼν, καὶ δέος μὴ καθυβρίσω μὲν τὴν ὑπόθεσιν τῇ ἀσθενεία τῆς ἐξηγήσεως. Εἴτε γὰρ ἐννοήσειέ τις αὐτοῦ τοῦ ἐν χερσὶ πράγματος τὴν μεγαλοπρέπειαν, κατὰ παντὸς λόγου φέρει τὰ νικητήρια· εἴτε τὸν πρὸ ἡμῶν διὰ τῆς ἑαυτοῦ σοφίας στεφανώσαντα τοὺς ἁγίους· ἀνὴρ οὗ τὸ θαῦμα τῆς οἰκουμένης κοινόν· παιδείας τῆς τε παρὰ Χριστιανοῖς, καὶ τῆς ἔξωθεν, κανὼν ἀκριβὴς, φιλοσοφίας ἄγαλμα, ἐπισκόπων τύπος καὶ κίνδυνος, διδάσκαλος ἔργων καὶ λόγων σύμφωνος· παρὰ πᾶσιν ἀνθρώποις ἀνανταγώνιστον ἔχων τὴν εὐδοκίμησιν, πλὴν εἰ μὴ παρ' οἷς οὐδὲ Χριστός ἐστιν ἀβλασφήμητος. Ὡς γὰρ οὐδεὶς ἀντιλέγει φωτίζειν καὶ θερμαίνειν τὸν ἥλιον, οὕτως οὐδὲ τὸν μέγαν Βασίλειον ἀντερεῖ τις, μὴ παντὶ τῷ κάλλει τῆς ἀρετῆς κεκοσμῆσθαι. Ὑψηλὸς μὲν οὖν τῶν ὑψηλῶν ἐπαινέτης, ἅγιος τῶν ἁγίων θεραπευτής· κατὰ τὴν προσοῦσαν δύναμιν ἀποπληρώσας τοῖς ἀριστεῦσι τὸ γέρας. Ἐμοὶ δὲ οὐ διὰ τοῦτο σιωπητέον· ἐπειδήπερ τὰ θαυμαστὰ μεγάλως ὁ προλαβὼν διεκήρυξεν. Οὐ γάρ ἐστι νῦν ὁ σκοπὸς ἅμιλλα πρὸς τὸν εἰρηκότα, ἀλλ' ὑμῶν τῆς τῶν ἀκουόντων ὠφελείας ἐπιμέλεια· ὠφελεῖ δὲ ἕκαστος πάντως ὡς δύναται, τῆς ἀπολαύσεως τῶν μειζόνων παρὰ τῶν πλουσιωτέρων χορηγουμένης.
Στρατιῶται μὲν οὖν οἱ τεσσαράκοντα, τοῦ βίου τὴν τάξιν βασιλεῖ τῶν Ῥωμαίων ὁπλιτεύειν λαχόντες, Χριστιανοὶ δὲ τὴν πίστιν, καὶ εὐσεβεῖς τὴν θρησκείαν. Ἐπειδὴ δὲ ὁ τηνικαῦτα κρατῶν, εἷς ὣν τῶν πολυθέων, δαιμόνων αὐτῷ τὸ πικρὸν ὑποθεμένων ἐκεῖνο βούλευμα, καινῷ νόμῳ καὶ γράμματι Χριστιανοὺς ἤλαυνε, κελεύσας πάντας τοὺς ὑπηκόους, ἢ τὸ λιβανωτὸν ἐναγίζειν τοῖς δαίμοσιν, ἢ τοῦτο μὴ ποιοῦντας θανάτῳ καταδικάζεσθαι, καὶ πρό γε τῆς τελευτῆς, παντὶ τῷ σώματι πολλὰς ὑπομένειν τὰς λώβας· τότε δὴ τότε, τὴν τυραννικὴν ὠμότητα, καὶ τὸν μισόθεον νόμον, ἀνδραγαθίας ἑαυτῶν οἱ μακάριοι ποιησάμενοι, καὶ τῶν ἄλλων μὲν ἀποῤῥαγέντες στρατιωτῶν, φάλαγγα ἐξαίρετον καὶ φιλόχριστον συγκροτήσαντες τῇ δυνάμει στρατηγουμένην τοῦ Πνεύματος, φανερῶς ἑαυτοὺς τοῖς μιαροῖς ἀντικατέστησαν γράμμασι· καὶ σύμφωνον πάντες, ὡς ἐκ μιᾶς γλώττης, τὴν πίστιν ἡμῶν ἐξεβόησαν, μικρὸν φροντίζειν λέγοντες τῆς προσκαίρου ταύτης ζωῆς, καὶ παρέχειν ἔκδοτα τὰ σώματα ποικίλαις κολάσεων ἰδέαις. Ὁ τοίνυν τοῦ βιαίου νόμου τυραννικώτερος ὑπηρέτης, καταμαθὼν τῶν ἁγίων τὴν ἔνστασιν, ἰσόῤῥοπον ἔσπευσε μηχανήσασθαι τῆς προθυμίας τὴν τιμωρίαν, καὶ ψυχαῖς ἀνενδότοις καινὴν καὶ παράδοξον ἐπινοήσας δειλίαν. Ἂν τὸ ξίφος αὐτοῖς ἀπειλήσω, φησὶ, μικρὸς εἰς κατάπληξιν ὁ φόβος, καὶ οὐδαμῶς ὑποκύψουσιν· ἄνδρες γάρ εἰσιν ἐν ὅπλοις ἐκ παίδων ζήσαντες, καὶ σίδηρον φέρειν εἰθισμένοι. Ἐὰν ἄλλας αὐτοῖς προσαγάγω κολάσεις, γενναίως ἐγκαρτερήσουσιν, οὐκ ἀπείρως ἔχοντες πληγῶν, καὶ τραυμάτων· οὐδὲ τὸ πῦρ ἐστι φοβερὸν τοῖς ἐνστατικῶς, ὡς οὗτοι, διακειμένοις. Διὸ προσῆκεν ἐξευρεθῆναι τιμωρίαν, ἢ καὶ τὴν ἐνέργειαν ἕξει τῆς ἀλγηδόνος ὀδυνηρὰν, καὶ τὸν χρόνον μακρὸν, καὶ παρέλκοντα. Τί οὖν ἐπιμελῶς ἐβουλεύσατο κατὰ τῶν ἁγίων ὁ τῶν κακῶν σοφιστής; Καὶ μεριμνήσας, εὗρεν ἐναέριον κίνδυνον, ὃν πρόχειρον αὐτῷ παρεῖχεν ὁ καιρὸς, καὶ ἡ χώρα. Ὁ μὲν γὰρ καιρὸς, ἦν χειμών· ὁ δὲ τόπος, Ἀρμενία, ἡ πρόσοικος χώρα, ὡς ἴστε, δυσχείμερος· οὐδὲ τὴν τοῦ θέρους ὥραν ἀλεεινὴν τοῖς ἐνοικοῦσι παρέχουσα, ἀλλὰ τοσοῦτον ἀγαπητῶς θαλπομένη, ὅσον ἐκθρέψαι τὸν ἄσταχυν· ἀμπέλου δὲ τὸ φυτὸν παρ' αὐτοῖς καὶ ἠγνόηται· καὶ ὁ μὴ μακρὰν ἐκδημήσας, βότρυν οὐκ οἶδεν· ἐρωτᾷ δὲ περὶ σταφυλῆς οὗτος, ὡς ἡμεῖς περὶ τῶν παρ' Ἰνδοῖς γινομένων. Ἐκεῖ χιόνος οὔσης ἀνατέμνει τὴν γῆν ὁ σπείρων, καὶ τὸν ἄμητον καταλαμβάνει νιφάς· καὶ τὸν θεριστὴν ἀποδύουσιν ἄνεμοι, ἂν μὴ σφόδρα καταδήσας ἑαυτὸν τοῖς ἱματίοις, πρὸς τὴν βίαν τῶν πνευμάτων διαγωνίσηται. Μετόπωρον δὲ καὶ ἔαρ σχεδὸν οὐκ εἰσὶν, ὡς παρὰ κακοῦ γείτονος τοῦ χειμῶνος πρὸς τὴν ἐκείνου δυναστείαν παρασυρόμενα.
Ἐπ' ἐκείνης τοίνυν τῆς χώρας καὶ τοῦ ἐνεστῶτος μηνὸς ἀποδύσας τοὺς ἁγίους, ὑπαιθρίους ἔστησεν ἐν ὁλογύμνοις τοῖς σώμασιν ἐξ ἐναντίας τοῦ βασιλέως τῶν Ἀσσυρίων καὶ τῆς Βαβυλωνίας καμίνου, τοὺς τῆς εὐσεβείας μαθητὰς ἀμυνόμενος. Οὐδὲν δὲ παραπλήσιον εἰς ἀλγηδόνα, πῦρ φλέγον, καὶ κρυμὸς συμπηγνὺς καὶ μαραίνων· τὸ μὲν γὰρ τῷ σιδήρῳ προσῆκεν, ὀξέως ἄγον ἐπὶ τὸν θάνατον· τὸ δὲ τὴν ὀδύνην ἔχον ἰσόῤῥοπον, παρατείνει τὴν τελευτήν. Ἀργότερα γὰρ καθόλου τὰ ὑπὸ ψυχροῦ γινόμενα πάθη, οἷον τεταρταῖοι, καὶ καρκῖνοι, καὶ ἄνθρακες, καὶ ὅσα φιλοσοφοῦντες ἰατρικοὶ τὴν ψυχρὰν ὕλην ἀπεφήναντο τοῖς σώμασιν ἐμποιεῖν. Οὕτως οἱ ψυχρότεροι καὶ πιμελώδεις, νωθρότεροι καὶ δύσχρηστον ἔχοντες τὸ σωμάτιον· καὶ τὰ ἄλογα δὲ τῶν ζώων ὁμοίως. Τὰ μὲν θερμότερα, ταχέα καὶ πρὸς τὴν ἐπείγουσαν χρείαν εὐκίνητα· τὰ δὲ ἐναντίως ἔχοντα, βραδέα, καὶ νάρκῃ πεπεδημένα. Οὕτως ἵππος ταχὺς, συριγμῷ πρὸ τῆς μάστιγος διεγειρόμενος πρὸς τὸν δρόμον· βραδὺς ὁ ὄνος, καὶ μόλις διὰ τῶν ῥοπάλων τὴν ὁδοιπορίαν ἀνύων. Ὀξεῖα ἡ πάρδαλις, ξηρῷ καὶ θερμῷ τῷ σώματι διιπταμένη τὰς νάπας· ἡ ἄρκτος, τὸ ἀνάπαλιν παχυτέροις τοῖς μέλεσιν ἐμβραδύνουσα. Ταῦτα δὲ ὑμῖν οὐκ ἀπὸ καιροῦ ἐφυσιολόγησα, ἀλλ' ἵνα τὴν καρτερίαν τῶν ἀνδρῶν καταμάθητε, τὸν τρόπον τῆς τιμωρίας ἐπισκεψάμενοι. Χειμὼν ποιεῖ ποταμοὺς ναυσιπόρους πεζεύεσθαι, καὶ ὕδωρ τὸ ῥέον εἰς τὴν τῶν λίθων μεταβάλλει σκληρότητα· καὶ πέτρας διαλύει, ὅταν τοῦ βάθους καθίκηται· καὶ τοῖς ἐναντίοις σώμασιν ἐξίσης λυμαίνεται, τὰ μὲν ἁπαλὰ λιθοποιῶν, τὰ δὲ σκληρὰ διαλύων. Οὕτως ὁ οἶνος ὅταν παγῇ μορφοῦται πρὸς τὸν περιέχοντα πίθον, καὶ τὸ ἁπαλὸν ἔλαιον ἵσταται στερεὸν πρὸς τὸν τόπον τοῦ ἀγγείου σχηματισθέν· ἡ ὕελος δὲ καὶ ὄστρακον περιῤῥαγέντα τοῖς ὑγροῖς διαθρύπτεται. Ζῶα δὲ τὰ τὴν ὄρειον ζωὴν λαχόντα καὶ ὕπαιθρον, τὰ μὲν διόλλυται, τὰ δὲ τῇ ὑπερβολῇ τοῦ κακοῦ ἐπιλανθάνεται καὶ τῆς ἀγριότητος. Ἔλαφοι γὰρ καὶ δορκάδες ἐν μάνδραις αὐλίζονται· οὔτε κύνας τότε δειλιῶσαι, οὔτε τοὺς ἐγγίζοντας ἀποφεύγουσαι. Τὸ γὰρ μεῖζον ἀεὶ δεινὸν τῶν ὑποδεεστέρων φόβων τὴν δειλίαν ἐκβάλλει. Ὄρνιθες δὲ παρ' ἀνθρώποις εἰσοικίζονται, καὶ μένουσιν ὑπωρόφιοι. Ἄνθρωποι δὲ πόντον ὀρύττουσι, καὶ λιθουργοῖς ὀργάνοις τὸ ὕδωρ κόπτουσι· καὶ οἱ πλησίον ἀλλήλοις οὐκ ἐπιμίγνυνται. Ὁ τοιοῦτος καιρὸς ὅπλον τῷ τυράννῳ κατὰ τῶν μαρτύρων ἐγένετο. Ἔδει γὰρ, ὡς ἔοικε, τὴν μεγάλην καὶ σύμφωνον τῶν μακαρίων φάλαγγα καινῷ τρόπῳ τιμωρίας ἐναγωνίσασθαι, ἵνα πρὸς τοὺς πολλοὺς τῶν μαρτύρων ἀσύγκριτον κτήσωνται τῆς εὐσεβείας τὴν δόξαν. Ἔστησαν οὖν, καὶ ἐπήγνυντο τὰ μέλη τρέμοντες, καὶ τὴν γνώμην ἀκλόνητον ἔχοντες, θέαν παρέχοντες ἐναγώνιον, ἀγγέλοις, ἀνθρώποις καὶ δαίμοσι ... Ἄγγελοι μὲν τὸν χωρισμὸν τῶν ψυχῶν ἀνέμενον, ἵνα παραλαβόντες αὐτὰς πρὸς τὸν ἴδιον ἀναγάγωσι κλῆρον. Ἄνθρωποι δὲ τὸ τέλος ἐκαραδόκουν, τῆς κοινῆς φύσεως τὴν δύναμιν δοκιμάζοντες· εἰ διὰ φόβον καὶ ἐλπίδα τοῦ μέλλοντος τηλικούτων κατευμεγεθεῖν ἀλγηδόνων ἰσχύοιμεν. Δαίμονες δὲ σφόδρα προσεῖχον τοῖς γινομένοις, ἐπιθυμοῦντες ἰδεῖν τὴν πτῶσιν τῶν ἀθλητῶν, καὶ τὴν πρὸς τοὺς κινδύνους ἄνανδρον ἀπαγόρευσιν. Ἡ δὲ ἐλπὶς αὐτῶν κατῃσχύνθη, διὰ τὸν ἐνδυναμοῦντα Θεόν. Ἔβλεπον γὰρ τοὺς ἀκρωτηριασμοὺς, καὶ τοὺς ἰδίους ἕκαστος, καὶ τοὺς ἀλλήλων οἱ πάντες. Ὁ μὲν ἔκειτο ποδὸς ἢ δακτύλων περιῤῥυέντων· ἄλλος ἔκειτο τῆς ἐμφύτου θερμότητος καταψυχθείσης εἰς τέλος. Ὥσπερ δὲ οἱ σφοδρότατοι τῶν ἀνέμων, τόπον ἐπιπνεύσαντες σύμφυτον, εἶτα τὰ ὑψηλὰ τῶν δένδρων κατασείσαντες, εἰς γῆν καταφέρουσι πρόῤῥιζα· οὕτως ἐστορέ[ς]θη παρὰ τοῦ χειμῶνος ἡ τῶν μακαρίων παράταξις· τὰ εὐγενῆ φυτὰ τοῦ παραδείσου, τοῦ γένους τὸ ἐγκαλλώπισμα, αἱ ῥίζαι τῆς ἡμετέρας βλαστήσεως, οἱ Παύλου ὁπλῖται, οἱ Χριστοῦ δορυφόροι, οἱ τῶν βωμῶν καταλυταὶ, οἱ τῶν Ἐκκλησιῶν οἰκοδόμοι, οἱ κατὰ βαρβάρων ὁπλιτεύειν ἀπογραψάμενοι, καὶ πρὸς τὸν κοινὸν ἐχθρὸν τῆς ἀνθρωπότητος τὸν ἀγῶνα τελέσαντες.
Ἐγίνετο δὲ αὐτοῖς οὐ πρὸς βίαν καὶ ἀπαραίτητον ἀνάγκην ὁ θάνατος, ἀλλὰ καὶ μάλα πρόχειρος ἦν καὶ ἐπ' ἐξουσίας ἡ σωτηρία, εἰ καὶ μαλακισθῆναι πρὸς τὴν ἔνστασιν ἠβουλήθησαν. Λουτρὸν γὰρ ἦν ἐκ τοῦ σύνεγγυς, ὅπερ ἐγειτνία κατ' ἐπίνοιαν τῷ τόπῳ τῆς τιμωρίας· καὶ ἡ θύρα ἠνέῳκτο, καὶ παρεστῶτες ἐκάλουν. Σοφιστὴς γὰρ ὢν διωγμοῦ καὶ ποικίλης ῥᾳδιουργίας ὁ τύραννος, ἐγγὺς τὸ δέλεαρ τῆς παραβάσεως τοῖς πηγνυμένοις παρέθηκε, καὶ συνεβούλευε πρὸς τὴν θεραπείαν αὐτομολῆσαι, ὡς ὁ πατὴρ αὐτοῦ τοὺς πρωτοπλάστους εἰς τὴν γεῦσιν τοῦ ξύλου. Οἱ δὲ τότε καὶ μᾶλλον τὴν ἀνδρείαν ἐπέτεινον, εἰδότες ὡς καρτερία τηνικαῦτα παρέχει τὴν βάσανον, ἡνίκα ἂν προκειμένης ἐν ἐξουσίᾳ τῆς ἀπολαύσεως φείσηται· ὅπερ ἐν τοῖς ἀνωτέροις χρόνοις Δανιὴλ ὁ θεσπέσιος πεποιηκὼς ἐπιδέδεικται. Παρακαλούμενος γὰρ ἄφθονα καὶ ἡδέα σῖτα καὶ ποτὰ προσφέρεσθαι, μίσει καὶ ἀποστροφῇ τῶν εἰδωλοθύτων, τὴν σπερμοφαγίαν ἠγά πησε· καὶ νηστεύων ἤνθει, καὶ ἀσιτῶν ὑπὲρ τοὺς τρυφῶντας εὔσαρκος ἦν· Θεοῦ γὰρ τοῦτο δῶρον ἐξαίρετον, τοῖς πιστοῖς δούλοις ἐν ταῖς ἀπορίαις τὰ παρ' ἐλπίδα χαρίζεσθαι.
Πλὴν ἐπειδὴ τοῖς ὑψηλοῖς τῶν πραγμάτων οἱ φθόνοι παραπεπήγασιν, ἐκινδύνευσε λωβηθῆναι τὸ μακάριον σύνταγμα, καὶ μικροῦ δέοντος, ἀπωλέσαμεν τῆς τετάρτης δεκάδος τὸ πλήρωμα. Εἷς γὰρ ἀπαγορεύσας διὰ τὸν κρυμὸν, πρὸς αὐτῷ τῷ τέλει τῆς νίκης, οἴμοι τοὺς μὲν συστρατιώτας ἀφῆκε, τῇ τέχνῃ δὲ τοῦ τυράννου προσεχώρησε τῷ λουτρῷ, ἤδη τῆς σαρκὸς μαρανθείσης φεισάμενος ὁ φιλόζωος· τῆς τε γὰρ ἐλπίδος ἐξέπεσε, καὶ τῆς προσκαίρου ζωῆς οὐκ ἐπέτυχεν, εὐθὺς ἐπιτελευτήσας τῇ παραβάσει· Ἰούδας ἄθλιος ἐν τοῖς μάρτυσιν, οὔτε μαθητὴς, οὔτε πλούσιος, καὶ πρός γε τὸν βρόχον ἐφελκυσάμενος· καὶ μὴ θαυμάσῃ μηδείς. Σύνηθες γὰρ τῷ διαβόλῳ κατὰ τῶν ὑποκυπτόντων αὐτῷ τὸ τοιουτότροπον ῥᾳδιούργημα· ἀπατᾷ καὶ κολακεύει ποικίλως, ἵνα ῥίψῃ· ῥίψας δὲ, εὐθὺς ἐπεμβαίνει, καὶ τοῦ κειμένου καταγελᾷ. Ἐπικωμάζει δὲ τῇ συμφορᾷ τὴν αἰσχύνην, καὶ τῇ αἰσχύνῃ τοῦ δελεασθέντος εὐφραίνεται. Διὸ καὶ ὁ Ψαλμῳδὸς ἐχθρὸν καὶ ἐκδικητὴν προσηγόρευσε, τὸ τοῦ τρόπου παλίμβολον ἐκ τῆς τῶν ὀνομάτων σημαίνων ἐναντιότητος. Ἀνθρώπων γὰρ ἐκεῖνος οὐδέποτε γίνεται ἔνσπονδός τε καὶ φίλιος· ὑποκρίνεται δὲ τότε τὸ φίλιον, ὅταν αὐτῷ θελήσῃ προσωπεῖον ἀπάτης ἐνδύσασθαι. Ἀλλ' ὁ τῆς ἀσθενείας τῆς ἡμετέρας ἐπίκουρος, καὶ τῶν ἀγαθῶν, καὶ λόγων, καὶ πράξεων γεωργὸς, εὗρε κατὰ τὸν Ἀβραὰμ ἑαυτῷ πρόβατον εἰς θυσίαν ἐκ τῶν πολεμούντων οἰκεῖον, ἐκ τῶν βλασφημούντων ὁμολογητὴν, καὶ ἐκ τοῦ συντάγματος τῶν διωκόντων μάρτυρα. Εἷς γὰρ τῶν τῆς τυραννίδος δημίων, ὀπτασίας ἀγγέλων ἀξιωθεὶς τῶν ἐλθόντων ἐπὶ τοὺς μάρτυρας, καὶ περιλαμφθεὶς τῇ ἐπιφανείᾳ τῶν ἁγίων πνευμάτων, ὥς ποτε Παῦλος τῇ δόξῃ Χριστοῦ, ἡνίκα τὴν ἐπὶ Δαμασκὸν ἐπορεύετο, εὐθὺς τὴν γνώμην μετέθετο, καὶ γυμνώσας ἑαυτὸν τῆς ἐσθῆτος, τοῖς πηγνυμένοις συνανεμίχθη. Πάντα δὲ ἐν ὀλίγῃ καιροῦ ῥοπῇ συνάψας ἐγένετο, προσήλυτος, ὁμολογητὴς, μάρτυς, λουσάμενος ἐν τῷ ἰδίῳ αἵματι τὸ τῆς παλιγγενεσίας λουτρὸν, αἵματι τῷ νεκρωθέντι, καὶ μὴ ῥεύσαντι· ἀνὴρ στεφανίτης, ἀνὴρ τοῦ παντὸς ἄξιος· τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ δι' ἐκεῖνον ἔχω τοὺς μ. Διὰ τὸν γενναῖον οὐ κολοβὸς ἡ τῶν μαρτύρων παράταξις. Διὰ τὸν προσήλυτον τελείαν ἄγομεν ἐπ' ἀριθμῷ τελείῳ πανήγυριν. Ὁ δὲ διάβολος χαρίεν ἔπαθεν πρᾶγμα καὶ γέλωτος ἄξιον· ὡς γὰρ ἔκλεπτε τὸν στρατιώτην, ἐσυλήθη τὸν διώκτην καὶ δήμιον.
Εἶτα τί τὰ ἐπὶ τούτοις; Οἱ μὲν τρισμακάριοι ἔφθασαν, ὅπου ἔσπευδον. Ὁ δὲ τῆς τιμωρίας κύριος, οὐκ ἐνεγκὼν ἀνεκτῶς τῶν μαρτύρων τὴν νίκην, τοῖς νεκροῖς ἐπολέμει σώμασι· κελεύσας πυρὶ παραδοθῆναι τὰς οἰκίας τῶν ἁγίων ψυχῶν, καὶ δι' ἑνὸς πράγματος ἐμιμεῖτο ἄγρια θηρία καὶ πικροὺς ἄνδρας. Τὰ μὲν γὰρ τῶν διωκομένων ἀνθρώπων φυγόντων τὴν προσ[ο]ριφθεῖσαν αὐτοῖς ἐσθῆτα σπαράττει· οἱ δὲ τῶν δυσμενῶν ἀναχωρησάντων τὰς οἰκίας ἐμπιπρῶσι καὶ καταλύουσι. Καί τις ἂν τῶν μαρτύρων εἶπεν ἐνδίκως πρὸς αὐτόν· Οὐκέτι σου, μάταιε, δειλιῶ τὴν ὠμότητα. Ἐφοβούμην γὰρ μέχρις αἱ ψυχαὶ συμπαρῆσαν τοῖς πηγνυμένοις, μὴ τὸ ὑπερβάλλον τῆς βασάνου νικήσῃ τὴν ἀνδρείαν τῶν εὐσεβῶν· τούτου δὲ παρελθόντος τοῦ δέους, χρῆσαι τῷ ἀπομείναντι πηλῷ, καθὼς βούλει· κἂν ἀπογεύσῃ τῶν σαρκῶν, οὐ φροντίζω. Ὅσῳ γὰρ λυσσῶσαν δεικνύεις τὴν ὠμότητα, τοσούτῳ πλέον στεφανοῖς τῶν ἀπελθόντων τὴν νίκην. Αἱ γὰρ γενναῖαι προσβολαὶ τῶν ἀντιτεταγμένων, ἀποδείξεις ἀκριβεῖς τῆς ἀνδρείας τῶν κρατησάντων γίνονται.
Ἀλλὰ τί μακρὰ διατρίβομεν; Ἐφλέχθη τὰ σώματα, καὶ τὸ πῦρ αὐτὰ διεδέξατο. Τὴν δὲ κόνιν ἐκείνην, καὶ τῆς καμίνου τὰ λείψανα ὁ κόσμος ἐμερίσθη· καὶ πᾶσα γῆ σχεδὸν τοῖς ἁγιάσμασι τούτοις εὐλογεῖται. Ἔχω κἀγὼ μερίδα τοῦ δώρου, καὶ τῶν ἐμῶν πατέρων τὰ σώματα τοῖς τῶν στρατιωτῶν παρεθέμην λειψάνοις· ἵνα ἐν τῷ καιρῷ τῆς ἀναστάσεως μετὰ τῶν εὐπαῤῥησιαστῶν βοηθῶν ἐγερθῶσιν. Οἶδα γὰρ, ὡς ἰσχύουσι, καὶ τῆς παῤῥησίας αὐτῶν τῆς πρὸς Θεὸν ἐναργεῖς ἐθεασάμην τὰς ἀποδείξεις· καὶ δὴ βούλομαι ἕν τι τῶν εἰς θαῦμα τελούντων τῆς ἐκείνων ἐνεργείας εἰπεῖν· Κώμης τῆς ἐμοὶ προσηκούσης, ἐν ᾗ τὰ τῶν τρισμακαρίων τούτων ἀναπέπαυται λείψανα, ἔστι τις πολίχνη ἡ γείτων, Ἴβωρα καλοῦσιν αὐτήν. Ἐν δὴ ταύτῃ, κατὰ τὸν συνήθη Ῥωμαίοις νόμον, καταλόγου στρατιωτῶν διάγοντος, εἷς τις τῶν ὁπλιτῶν ἐπὶ τὴν κώμην τὴν προλεχθεῖσαν ἀφίκετο, πρὸς φυλακὴν τοῦ χωρίου παρὰ τοῦ ταξιάρχου δοθείς· ἵνα τῶν συστρατιωτῶν ἑαυτοῦ τὰς ὁρμὰς καὶ τὰς ὕβρεις ἀνείργῃ, ἃς εἰώθασιν ἐπάγειν τοῖς ἀγροίκοις ὑπὸ θράσους οἱ ὁπλιτεύοντες. Ἐνόσει δὲ οὗτος τὸν ἕτερον τοῖν ποδοῖν, καὶ ἐχώλευε· καὶ τὸ πάθος αὐτῷ χρόνιον καὶ δυσίατον ἦν. Ἐπεὶ δὲ ἐντὸς ἐγένετο τοῦ μαρτυρίου καὶ τῆς ἀναπαύσεως τῶν ἁγίων, καὶ Θεῷ προσευξάμενος, τὴν τῶν ἁγίων πρεσβείαν ἐπεκαλέσατο· νύκτωρ αὐτῷ φαίνεταί τις ἀνὴρ ἀξιοπρεπὴς, καί τινα ἄλλα διαλεχθεὶς, "Χωλεύεις," ἔφη, "ὦ στρατιῶτα, καὶ δεῖ σοι θεραπείας; ἀλλὰ δός μοι ψηλαφῆσαι τὸν πόδα." Λαβόμενος δὲ ὄναρ αὐτοῦ, σφοδρῶς ἐφειλκύσατο. Τῆς δὲ νυκτερινῆς ὄψεως τοῦτο ποιούσης, ὕπαρ τηλικοῦτος ἐγένετο ψόφος, οἷος ἂν γένοιτο, ὀστέου τῆς φυσικῆς ἁρμονίας ἐξολισθήσαντος, εἶτα βιαίως ἐναρμοσθέντος· ὥστε ἀφυπνίσαι καὶ τοὺς συγκαθεύδοντας καὶ αὐτὸν τὸν στρατιώτην, διεγερθῆναι δὲ τὸν ἄνθρωπον εὐθὺς, καὶ βαδίζειν ὑγιῶς κατὰ φύσιν, ὡς εἴωθεν. Ταύτην τὴν θαυματουργίαν εἶδον ἐγὼ, αὐτῷ τῷ ἀνθρώπῳ περιτυχὼν ἐξαγγέλλοντι πρὸς πάντας, καὶ κηρύττοντι τὴν μαρτύρων εὐεργεσίαν, καὶ τὴν τῶν στρατιωτῶν φιλανθρωπίαν ἀνυμνοῦντι.
Εἰ δέ τι χρὴ προσθεῖναι καὶ τῶν κατ' ἐξαίρετόν μοι προσηκόντων, ἐρῶ. Ἡνίκα γὰρ τὴν ἐπὶ τοῖς λειψάνοις πανήγυριν τὴν πρώτην τελεῖν ἐμέλλομεν, κἀν τῷ ἁγίῳ σηκῷ ἀναπαύειν τὴν λάρνακα, ἡ μήτηρ ἡ ἐμή· αὕτη γὰρ ἦν ἡ τῷ Θεῷ συνάγουσα καὶ κοσμοῦσα τὴν ἑορτήν· ἡ δὲ ἥκειν με πρὸς τὴν μετουσίαν τῶν δρωμένων ἐκέλευσε, πόῤῥω τε διάγοντα, καὶ ἔτι νέον ὄντα, κἀν τοῖς λαικοῖς ἀριθμούμενον. Οἷα δὲ φιλεῖ γίνεσθαι ἐπὶ πράγμασι κατεπείγουσιν, ἄσχολος ὢν, βαρύτερον ὁ ἀνόητος ἐδεξάμην τὴν κλῆσιν, ὑπομεμψάμενος τῇ μητρὶ, ὅτι μὴ εἰς ἄλλον καιρὸν ὑπερέθετο τὴν πανήγυριν, ἀλλά με πολλῶν ἀποκινήσασα φροντίδων, μεθείλκυσε ταύτῃ, καὶ πρὸ μιᾶς τῆς συνόδου. Ἀφικόμην εἰς τὸ χωρίον· παννυχίδος δὲ οὔσης ἐν κήπῳ, ἔνθα καὶ τὰ λείψανα τῶν ἁγίων ἐτύγχανε ψαλμῳδίαις τιμώμενα, ἐμοὶ πλησίον ἐπί τινος δωματίου καθεύδοντι φαίνεται ὄναρ ὄψις τοιαύτη· Ἐδόκουν βούλεσθαι εἰσιέναι ἐν τῷ κήπῳ, ἔνθα ὕπαρ ἡ παννυχὶς ἐτελεῖτο. Γενομένῳ δέ μοι περὶ τὴν θύραν, πλῆθος ὤφθη στρατιωτῶν προσκαθήμενον τῇ εἰσόδῳ· ἀθρόον δὲ οἱ πάντες διαναστάντες, ῥάβδους ἐπανατεινόμενοι, καὶ ἀπειλητικῶς ἐφορμῶντες, οὐ συνεχώρουν τὴν εἴσοδον· ἔλαβον δ' ἂν καὶ πληγὰς, εἰ μή με εἷς, ὡς ἐδόκουν, φιλανθρωπότερος ἐξῃτήσατο. Ὡς δέ με ὁ ὕπνος ἀφῆκε, καὶ ἦλθον εἰς ἀναλογισμὸν τῆς ἐπὶ τῇ κλήσει πλημμελείας, ᾐσθόμην μὲν εἰς τί ἔφερεν ἡ τῶν στρατιωτῶν ἐπίφοβος ὀπτασία· πολλοῖς δὲ θρήνοις ὠδυρόμην τὴν ἐμαυτοῦ ματαιότητα· καὶ αὐτῇ γε τῇ θήκῃ τῶν λειψάνων πικρὸν ἐπέῤῥευσα δάκρυον, ἵνα μοι ὁ Θεός τε εὐμενῶς ἔχῃ, καὶ οἱ ἅγιοι στρατιῶται τὴν ἀμνηστίαν χαρίσωνται.
Ταῦτα εἶπον, ἵνα πεισθῶμεν, ὅτι ζῶσιν οἱ μάρτυρες, καὶ εἰσὶ Θεοῦ δορυφόροι, καὶ πάρεδροι, οἱ σήμερον ἡμῶν τὴν Ἐκκλησίαν ὠφελήσαντες καὶ κοσμήσαντες· λαμπροτέρα δὲ καὶ μείζων αὕτη ἡ τεσσαρακοστὴ τῶν μ μαρτύρων τὴν μνήμην ἔχουσα, καὶ ὁ μὴν ἐπιφανέστερος τῶν μηνῶν, καὶ ὁ μοχθηρὸς χειμὼν οὐκέτι μοι δοκεῖ χαλεπός· οὐδὲ σχετλιάζω κατὰ τῆς ἐνεστῶτος καιροῦ ἀγριότητος. Οὗτος γὰρ ὅπλον τοῦ διώκτου γενόμενος, ταύτην μοι τὴν ἱερὰν ἐτελείωσε φάλαγγα. Καὶ ὥσπερ τῶν ἑπτὰ Μακκαβαίων ἡ μήτηρ, διὰ τὸ ψυχὴν ἔχειν φιλόθεον μᾶλλον ἢ φιλόσαρκον, οὔτε τὴν Ἀντιόχου τοῦ τυράννου Συρίας ὠμότητα κατεμέμψατο, οὔτε πρὸς τὰς κολάσεις καὶ τὰς συμφορὰς τῶν υἱῶν ἐδυσχέρανεν· ἐδέξατο δὲ τὴν ἐρημίαν, ὡς εὐεργεσίαν, καὶ τὴν ἀπαιδίαν, ὡς βοήθειαν· οὔτε μὴν ὁ Στέφανος λιθαζόμενος ἐνόμιζε βλάπτεσθαι, ἀλλὰ μᾶλλον ζωοποιεῖσθαι· οὕτως καὶ ἡμεῖς τοῖς θεομάχοις ὀφείλομεν χάριν ἐκ τῆς ἀγαθῆς ἀποβάσεως, ἀνθ' ὧν ἡμῖν τοσούτων ἀγαθῶν κατέστησαν αἴτιοι, εἰ καὶ μὴ σκοπῷ εὐεργετούντων, ἀλλὰ πολεμούντων ἐνήργουν. Εὐεργετοῦσι γὰρ καὶ ἐχθροὶ μὴ θέλοντες, τῶν γνησίων φίλων οὐκ ἀτιμότερα. Ὠφέλησεν ὁ διάβολος τὸν Ἰὼβ μᾶλλον, ἢ ἔβλαψεν, Εὐεργέτης ὁ βασιλεὺς τῶν Ἀσσυρίων τοῦ Δανιὴλ ἐγένετο. Καὶ οἱ τρεῖς παῖδες τῇ καμίνῳ χάριν ὁμολογείτωσαν· καὶ πρισθεὶς ὁ Ἡσαίας τοὺς Ἑβραίους ὑμνείτω. Καὶ Ζαχαρίας μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου σφαγεὶς τιμάτω τοὺς αὐτόχειρας· καὶ Ἰωάννης τὴν κεφαλὴν ἀποτμηθεὶς, εὐεργέτην κηρυττέτω Ἡρώδην· καὶ οἱ ἀπόστολοι τοὺς δήσαντας καὶ μαστίξαντας· καὶ πάντες μάρτυρες ἀγαπάτωσαν τοὺς διώκοντας· εἰ μὴ γὰρ ἐκεῖνοι τὸ στάδιον ἤνοιξαν, οὐκ ἂν οἱ ἀθληταὶ τὴν ἀνδρείαν ἐδημοσίευσαν. Τί δ' ἄν τις πλέον ἀγασθείη τῶν προκειμένων ἡμῖν εἰς εὐφημίαν ἀνδρῶν; τὸ πλῆθος, ἢ τὴν ἀνδρείαν, ἢ τὴν ἀψευδῆ συμφωνίαν; Καὶ μὴ παρέλθωμεν ἀναισθήτως, μηδὲ ἀχαρίστως πρῶτον τὸν ἀριθμόν. Ὁ γὰρ τοσούτους ἔχων πρεσβευτὰς, οὔποτ' ἂν ἄπρακτος ἀπέλθοι προσευχῆς καὶ δεήσεως, κἂν σφόδρα βεβαρημένος ὑπάρχῃ τοῖς ἁμαρτήμασι. Καὶ ταύτης τῆς διανοίας καὶ ἐλπίδος, μάρτυς ἐστὶν ὁ Θεὸς, ἐν τῇ πρὸς Ἀβραὰμ διαλέξει, ἡνίκα τὴν ὑπὲρ Σοδομιτῶν ἱκετείαν ἐδέχετο, οὐ τεσσαράκοντα δικαίους, ἀλλὰ δέκα ζητήσας εἰς παραίτησιν πόλεως μελλούσης ἐξαφανίζεσθαι. Ἡμεῖς δὲ, κατὰ τὸν Ἀπόστολον, τοσοῦτον ἔχοντες περικείμενον ἡμῖν νέφος μαρτύρων, μακαρίσωμεν ἑαυτοὺς τῇ ἐλπίδι χαίροντες, τῇ προσευχῇ προσκαρτεροῦντες, ταῖς μνήμαις τῶν ἁγίων κοινωνοῦντες. Τεσσαράκοντα γὰρ μάρτυρες, ἰσχυροὶ μὲν κατὰ τῶν ἐχθρῶν ὑπασπισταὶ, ἀξιόπιστοι δὲ τῆς πρὸς τὸν Δεσπότην ἱκεσίας παράκλητοι· μετὰ τῆς τούτων ἐλπίδος καταθαῤῥείτω Χριστιανὸς, καὶ τοῦ διαβόλου πειρασμοὺς ῥάπτοντος, καὶ ἀνθρώπων πονηρῶν ἐπανισταμένων, καὶ τυράννων τῷ θυμῷ ζεόντων, καὶ θαλάσσης ἀγριαινούσης, καὶ γῆς μὴ φερούσης, ἃ γεννᾷν ἀνθρώποις τέτακται, καὶ οὐρανοῦ συμφορὰς ἀπειλοῦντος. Πρὸς πᾶσαν γὰρ χρείαν, καὶ περίστασιν ἡ τούτων δύναμις ἐξαρκεῖ, καὶ πλουσίαν παρὰ Χριστοῦ λαμβάνει τὴν χάριν· ᾧ πρέπει πᾶσα δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου