Sermo compunctoriusΛόγος κατανυκτικόςἘν μιᾷ τῶν ἡμερῶν ὄρθρου λίαν ἀναστάς, ἐπορευόμην ἐγὼ σὺν τοῖς δύο ἀδελφοῖς ἔξωθεν τῆς εὐλογημένης πόλεως Ἐδεσσῶν· καὶ ἦρα τοὺς ὀφθαλμούς μου εἰς τὸν οὐρανόν, ὡς ἔσοπτρον καθαρὸν λάμποντα σὺν τοῖς ἄστροις μετὰ δόξης ἐπὶ γῆς, καὶ θαυμάσας ἔλεγον, ἂν ἄρα ταῦτα οὕτω λάμπωσι μετὰ δόξης, δίκαιοι καὶ ἅγιοι, ποιήσαντες τὸ θέλημα τοῦ ἁγίου Θεοῦ, ἐν τῇ ὥρᾳ ἐκείνῃ, ὅταν ἔλθῃ ὁ Κύριος, πόσῳ μᾶλλον λάμψουσι φωτὶ ἀνεκλαλήτῳ τῆς δόξης τοῦ Σωτῆρος; Παραχρῆμα δὲ μνησθεὶς τῆς φοβερᾶς ἐκείνης ἐλεύσεως τοῦ Χριστοῦ, ἐτρόμασαν ὀστᾶ μου, καὶ τὸ σῶμα σὺν ψυχῇ κατατμηθεὶς ἔκλαυσα μετ' ὀδύνης καρδίας, καὶ εἶπον ἐν στεναγμῷ· πῶς ἐγὼ ὁ ἁμαρτωλὸς εὑρεθῶ ἐν τῇ ὥρᾳ ἐκείνῃ τῇ φοβερᾷ; Πῶς ἔχω παραστῆναι ἔμπροσθεν τοῦ βήματος τοῦ φοβεροῦ ∆ικαστοῦ; Πῶς ἐγὼ ὁ μετέωρος σὺν τελείοις εὑρεθῶ; Ἢ πῶς ἐγὼ ἔριφος σταθῶ μετὰ προβάτων ἐκ δεξιῶν τοῦ Χριστοῦ; Ἢ πῶς ἐγὼ ὁ ἄκαρπος εὑρεθῶ μετὰ Ἁγίων ποιησάντων ὧδε καρπὸν δικαιοσύνης; Ἢ ὅταν γνωρίζωσιν οἱ Ἅγιοι ἀλλήλους ἐν παστῷ οὐρανίῳ, τί ἂν ἐγὼ ποιήσω; Τίς ἄρα γνωρίσει με; ∆ίκαιοι ἐν τῷ παστῷ ἢ ἀσεβεῖς ἐν τῷ πυρί; Πάλιν δείξουσι μάρτυρες τὰς βασάνους, ἀσκηταὶ τὰς ἀρετάς. Ἐγὼ δὲ τί ἂν ἐπιδείξαιμι, εἰ μὴ τὴν χαυνότητα τῆς ἐμῆς ῥᾳθυμίας; Ὦ ψυχὴ μετέωρε· ὦ ψυχὴ ἁμαρτωλέ· ὧ ψυχὴ ἀναίσχυντε· ὦ ψυχὴ μισήσασα τὴν ζωὴν αὑτῆς ἀεί! Ἕως πότε περισπασμοὶ σύρουσί σε ἐπὶ γῆς; Ἕως πότε ἕλκει σε ἡ κακὴ συνήθεια τῶν πονηρῶν λογισμῶν; Οὐκ οἶδας ὅτι οἱ κακοὶ λογισμοὶ καθ' ὥραν, ὥσπερ νέφος σκοτεινόν, γίνονται ἔμπροσθέν σου τοῦ μὴ νήφειν πρὸς Θεόν; Τί λοιπὸν σὺ προσδοκᾷς ἐν τῇ σῇ ἀμελείᾳ· ὅτι βραδύνει ἐλθεῖν ὁ οὐράνιος Νυμφίος; Οὐ βραδύνει, ἄθλιε, ἀλλ' ὡς ἀστραπὴ φρικτὴ οὐρανόθεν γίνεται ἡ αὐτοῦ παρουσία. Σπούδασον εὑρεθῆναι ἕτοιμος εἰς τὴν ὥραν ἐκείνην τὴν φοβεράν, ἵνα μὴ κλαύσῃς ἐκεῖ εἰς αἰῶνα αἰῶνος. Μὴ πρόσεχε παντελῶς εἰς ἑτέρων πταίσματα· τὰ σὰ κακὰ θρήνησον. Μήποτε πρόσχῃς τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ καὶ πλησίον, ἀλλ' εἰς τὴν σὴν δοκὸν κατανόει συνεχῶς. Ἐὰν δύνῃ ἐκβαλεῖν πρότερον τὴν σὴν δοκὸν ἀπὸ τοῦ σοῦ ὀφθαλμοῦ, ἔκβαλε καὶ τὸ κάρφος τοῦ ἀδελφοῦ καὶ πλησίον· εἰ δὲ μή γε, θρήνησον τὴν σὴν δεινὴν τύφλωσιν. Πῶς σὺ φῶς νομίζεις παρέχειν τῷ πλησίον! Γενοῦ σεαυτῆς, ψυχή, ἰατρὸς καθ' ὥραν, εἶθ' οὕτω θεραπεύσεις ἀδελφόν σου ἄρρωστον. Οὐδὲ ἔχεις πρόφασιν περὶ σῶν ἀμελειῶν. Πάντα γάρ σοι δέδωκεν ὁ Θεὸς ὁ ἅγιος, διάκρισιν, σύνεσιν καὶ γνῶσιν πνευματικήν. Γνώριζε τὸ συμφέρον. Οἱ δὲ δύο ἀδελφοὶ δακρύοντες ἔλεγον· διατί οὕτω, πάτερ, κλαίεις μετὰ ὀδυρμῶν; Κἀγὼ εἶπον πρὸς αὐτούς· τέκνα μου ἀγαπητά, δι' ἐμὴν ἀμέλειαν θρηνῶ ἐγὼ ἐμαυτόν. Θεὸς γὰρ ἀγαθὸς ἐδωρήσατο ἡμῖν φωτισμὸν τῆς γνώσεως, κἀγὼ αὐτὸν ἀθετῶ ἡμέραν καθ' ἡμέραν. Εἰ γὰρ ἀπετέλεσα Κυρίου θελήματα, μακάριος ἂν ἤμην ἐν τῇ ὥρᾳ ἐκείνῃ· καὶ οὐκ ἐγὼ δὲ μόνος, ἀλλὰ καὶ οἱ ποιήσαντες τὰ αὑτοῦ θελήματα. Χάριν τούτου, ἀδελφοί, οὐκ ἔχομεν παντελῶς ἐκεῖ ἀπολογίαν, ὅτι ἐν γνώσει ἡμεῖς πάντες ἁμαρτάνομεν. Καταμάθωμεν πάντες τοῦ θεοῦ τὴν πρόνοιαν, μετὰ πασῶν δωρεῶν, ὧν ἡμῖν ὁ ἀγαθὸς Θεὸς ἐδωρήσατο. Ἡ χάρις αὐτοῦ ἀεὶ ἐπισκέπτεται ἡμῶν τὰς καρδίας συνεχῶς· ἂν εὕρῃ ἀνάπαυσιν, εἰσιοῦσα κατοικεῖ πάντοτε ἐν τῇ ψυχῇ· ἐὰν δὲ μὴ εὕρῃ καθαρὰν τὴν καρδίαν, εὐθέως ἀφίσταται. Πάλιν δὲ οἱ οἰκτιρμοὶ ἀναγκάζουσιν αὐτὴν ἐλθεῖν ἐπισκέψασθαι ἡμᾶς τοὺς ἁμαρτωλούς, ἐπειδή ἐσμεν πάντες τρεπτοὶ τῇ προαιρέσει, οὐχὶ δὲ κατὰ φύσιν· εὑρισκόμεθα ἀεὶ μετέωροι καὶ χαῦνοι, φθονεροὶ καὶ πονηροί, λογιζόμεθα κακὰ κατ' ἀλλήλων συνεχῶς, ἐνθυμούμεθα πάλιν ἐνθυμήσεις πονηράς, εὑρισκόμεθα ἀεὶ ὡς ἐν βορβόρῳ δεινῷ κείμενοι ἐν λογισμοῖς. Καὶ ἐλθούσης χάριτος ἐπισκέψασθαι ἡμᾶς, εὑρίσκει δυσωδίαν τῶν ῥυπαρῶν λογισμῶν ἐν ταῖς καρδίαις ἡμῶν, καὶ εὐθέως ἀφίσταται μὴ εὑροῦσα εἴσοδον εἰσελθεῖν καὶ κατοικεῖν εἰς ἡμᾶς καθὼς θέλει. Πλὴν νύσσει τὴν καρδίαν ἐν γλυκασμῷ φωτεινῷ, ἵνα ἔλθῃ εἰς αἴσθησιν, ὅτι ἐπεσκέψατο καὶ οὐχ εὗρεν εἴσοδον, ἵνα οὕτω γλυκανθεὶς ἄνθρωπος τῷ φωτισμῷ ἐπιζητήσῃ αὐτήν. Ὅμως αὕτη ἡ χάρις οὐ δύναται παντελῶς ἀποστῆναι ἀφ' ἡμῶν, διότι βιάζεται ἰδίᾳ εὐσπλαγχνίᾳ ἐλεῆσαι ἅπαντας. Εἶδες πρόνοιαν Θεοῦ; Εἶδες σπλάγχνα τοῦ Χριστοῦ; Πῶς ἡμᾶς ποθεῖ ἀεὶ ὁ Θεὸς ὁ ἅγιος, καὶ θέλει ἡμᾶς σωθῆναι; Μακάριος ἄνθρωπος ὁ σπουδάζων πάντοτε ἑτοιμάσαι καθαρὰν τὴν καρδίαν χάριτι, ἵνα ἐλθοῦσα εὕρῃ εὐωδίαν ἀρετῶν καὶ ψυχῆς ἁγίασμα, καὶ κατοικήσῃ ἐν αὐτῷ εἰς αἰῶνα αἰῶνος. Τί οὖν ἀποδώσομεν τῷ Θεῷ τῷ εὐσπλάγχνῳ περὶ τῶν ἀγαθῶν τούτων ἁπάντων καὶ δωρεῶν, ὅτι ἐκ τῶν οὐρανῶν κατῆλθεν ἀπὸ Πατρὸς ἢ ὅτι ἐν τῇ μήτρᾳ ἐσαρκώθη δι' ἡμᾶς ἢ ὅτι ὑπὲρ ἡμῶν ἐρραπίσθη; Περὶ τοῦ ῥαπίσματος μόνον τοῦ ἀποδοῦναι, χίλια ἔτη ἡμεῖς ἂν ζῶμεν ἐπὶ τῆς γῆς, οὐ δυνάμεθα ἀποδοῦναι τῷ Θεῷ ἀμοιβὰς τῆς χάριτος. Ἐγὼ τοῦτο φοβοῦμαι, τέκνα μου ἀγαπητά, γινώσκω γὰρ ἀκριβῶς τὴν ἐμὴν ἀμέλειαν, μὴ πάντες οἱ θεαταὶ καὶ οἱ μακαρίζοντες τὴν ψευδῆ μου εὐλάβειαν, ἐκεῖ μοι ἐμπτύσωσιν, ὅταν με θεάσωνται ἐν πυρὶ καιόμενον. Φεῖσαι, φεῖσαι, Κύριε, εὔσπλαγχνε Χριστέ, Σῶτερ καὶ Υἱὲ μονογενές, τοῦ ἀχρείου τοῦ δούλου σου, ἵνα μὴ ἐκεῖ εὑρεθῶ ἔμπροσθεν τοῦ βήματος παρεστηκὼς ἐν φόβῳ καὶ αἰσχύνῃ μεγάλῃ καὶ ὄνειδος θεαταῖς Ἀγγέλοις καὶ ἀνθρώποις. Ἀλλ' ἐνταῦθα, Σωτήρ μου, παίδευσόν με ὡς πατὴρ εὔσπλαγχνος <καὶ> φιλότεκνος, καὶ ἐκεῖ συγχώρησον ὡς Θεὸς οὐράνιος μόνος ἀναμάρτητος. Εἰ μὴ γὰρ ὧδε, Σωτήρ, συνετίσῃς ἄθλιον καὶ δῷς αὐτῷ φωτισμὸν καρδίας καθ' ἑκάστην μετανοεῖν ἀναιδῶς τὰς αὑτοῦ ἁμαρτίας, ἐκεῖ τί ἂν ποιήσῃ ἀναπολόγητος ὤν; Οὐκ ἤμην ἐγώ ποτε ὑπάρχων ἐπὶ τῆς γῆς, ἔδοξέ σοι, ∆έσποτα, ἐν πολλοῖς σου οἰκτιρμοῖς πλάσαι με ἐν κοιλίᾳ μητρός μου ἁμαρτωλοῦ. Καὶ τεχθεὶς ἐν ἐλέει ἐγὼ ὁ ἀνάξιος ἠξιώθην γενέσθαι σκεῦος τῇ σῇ χάριτι, καὶ κινύρα ἀγαθὴ μελῳδίζουσα ἀεὶ ῥήματα σωτηρίας ἅπασιν ἀκροαταῖς. Λαβὼν ταῦτα ὁ χαῦνος ἐγὼ καὶ ἁμαρτωλὸς ἠθέτησα ῥᾳθυμῶν χάριτος τὰς ἀμοιβάς. Χάριζε, μελῴδιζε ἐν στόματι ῥᾳθύμου μελῳδίας ὁσίας. Καθὼς καὶ ἐβούλετο, ἡ χάρις ἐφώτισεν ἔννοιαν ἐσκοτισμένην φθέγξασθαι καὶ τὰς φθογγὰς τῆς αὑτοῦ μελῳδίας. Χάριν τούτου προσπίπτω πάλιν τῇ σῇ χάριτι, Υἱὲ μονογενές, Σῶτερ τῶν ψυχῶν ἡμῶν, ἵνα καθὼς γέγονεν ἐμοὶ τῷ ἀναξίῳ ἐνταῦθα ἡ χάρις σου κατὰ πᾶσαν ὥραν φωτισμός, σκέπη καὶ ἀντίληψις, καταφυγὴ καὶ χαρά, ἵνα καὶ ἐκεῖ, Σῶτερ, ὑπὸ πτέρυγας αὐτῆς σκεπασθήσομαι ἐγὼ ἐκ τῆς φοβερᾶς δίκης· καὶ σταθῶ ἐν δεξιᾷ ἐν τῇ βασιλείᾳ σου, οἰκτιρηθεὶς χάριτι, σωθεὶς δὲ ἐν ἐλέει, ἀνυμνῶν καὶ δοξάζων τὴν σὴν μακροθυμίαν, ∆ημιουργὲ ἄχραντε, ὅτι οὐχ ὑπερεῖδες δάκρυα τοῦ ἀχρείου καὶ ἁμαρτωλοῦ δούλου σου.
Δευτέρα 15 Μαρτίου 2021
Λόγος κατανυκτικός- Αγίου Εφραίμ του Σύρου
Εγγραφή σε:
Σχόλια ανάρτησης (Atom)
Δημοφιλείς αναρτήσεις
-
ΤΟ ΣΠΛΑΓΧΝΙΚΟ ΜΕΤΡΟ ΤΗΣ ΑΓΑΠΗΣ Πηγή: http://www.floga.gr/50/01/01/2010-1/04_201011140101.asp Ἀπομαγνητοφωνημένη ὁμιλία τοῦ πρωτοπρεσβυ...
-
ΤΟ ΜΥΣΤΗΡΙΟ ΤΗΣ ΑΝΟΜΙΑΣ Ἀπομαγνητοφωνημένη ὁμιλία τοῦ πρωτοπρεσβυτέρου Κωνσταντίνου Στρατηγόπουλου, ἀπό τήν ἱστοσελίδα floga.gr , ἐπάνω στ...
-
Άπαντα Έργα [21 Τόμοι] του Αγίου Ιωάννου του Χρυσοστόμου από τις εκδόσεις Έ λληνες Π ατέρες της Ε κκλησίας, Πατερικαί Εκδόσεις «Αγ.Γρηγ...
-
ΠΑΣΧΑ ΜΕ ΤΟΥΣ ΛΕΠΡΟΥΣ ΤΗΣ ΚΑΜΤΣΑΤΚΑΣ Δ εν θα ξεχάσω ποτέ τη μεγάλη γιορτή της Ορθοδοξίας, το Πάσχα, που έκανα ανάμεσα στους λεπρούς, το 19...
-
Λευτέρης Καλλέργης - Έναν άλλο κόσμο θέλω Στίχοι : Π ίσω μου ζυγώνει ο φόβος, Έχω μάτια δίχως φως.. όπου μας πηγαίνουν πάμε κι...
-
Ο άγιος COLMAN (Κόλμαν) του KILMACDUAGH της Ιρλανδίας ο θαυματουργός. 29 Οκτωβρίου/11 Νοεμβρίου Ο άγιος Colman (γέννηση το 550 ή το 560...
-
Τρισάγιο 17 Νοεμβρίου Σ το άσπρο χαρτί με τα ονόματα είχαν πλέον προστεθεί κι άλλα. Το ίδιο χέρι που 'γραφε τα όμορφα γράμματα είχε προ...
-
ΠΡΟΣΟΧΗ στην ΕΙΔΩΛΟΛΑΤΡΙΚΗ και ΣΑΤΑΝΙΚΗ γιορτή Halloween (Χάλοουίν). (Στην φωτογραφία: «Wicker Man» - σκιάχτρο - φτιαγμένο από ανθρώπινα σώ...
-
πηγή : εδώ Μια αγία και θαυματουργή μαία Η πρεσβυτέρα Όλγα Michael της Αλάσκας 8 Νοεμβρίου https://orthodoxcanada.ca/Saint_Matushka_Olga...
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου