ΤΟΥ ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΝΥΣΣΗΣ
ΕΓΚΩΜΙΟΝ ΕΙΣ ΤΟΥΣ ΑΓΙΟΥΣ ΤΕΣΣΑΡΑΚΟΝΤΑ ΜΑΡΤΥΡΑΣ.
ΛΟΓΟΣ Β.
Χθὲς οἱ μάρτυρες πρὸς ἑαυτοὺς τὸν λαὸν ἐκάλουν· νῦν τῷ καταγωγίῳ τῆς Ἐκκλησίας ἐπιξενοῦνται αὐτόκλητοι. Νόμος δέ τίς ἐστι συμποτικὸς, τὰς ἐγκυκλίους ταύτας ἑστιάσεις παρὰ τῶν δαιτυμόνων ἀλλήλοις ἐκ περιτροπῆς ἐπιδίδοσθαι. Οὐκοῦν ἀνάγκη καὶ ἡμᾶς τὸν αὐτὸν ἀντιπληρῶσαι τοῦ δείπνου τοῖς μάρτυσιν ἔρανον. Ἀλλ' ἐπειδὴ πένεται ἡμῖν ἡ χορηγία τοῦ λόγου, καλῶς ἔχει τοῖς παρ' αὐτῶν ἐκείνων λειψάνοις ἡμᾶς δεξιοῦσθαι, τοὺς χθὲς μὲν ἑστιάτορας, σήμερον δὲ δαιτυμόνας. Ἀρκεῖ γὰρ καὶ βραχύ τι μέρος ἐκ πλουσίας τραπέζης, μεγάλης εὐωχίας γενέσθαι παρασκευὴν, ὅταν τοιοῦτον λείψανον ᾖ. Τί οὖν τοῦτο τὸ λείψανον; Μέμνησθε πάντως ἐν τίνι ἦμεν τοῦ λόγου, ὅτε ὁ εὐκταῖος ἐκεῖνος καὶ ἡδὺς ἡμῖν ἐκ τοῦ πλήθους τῶν συνειλεγμένων θόρυβος συνέχεε τὴν τῶν λεγομένων ἀκρόασιν, ὅτε ἡ ἔμψυχος ἐκείνη τῆς ἐκκλησίας θάλασσα τῷ πλήθει τῶν ἐπεισρεόντων πλημμυροῦσα, πρὸς τὴν ῥοπὴν τῶν ἀεὶ βιαζομένων ἐκύμαινε, μιμουμένη καὶ τῷ ἤχῳ τὴν ὄντως θάλασσαν, οἷον αὐταῖς ταῖς ἀκοαῖς ἡμῶν προσρηγνῦσα τῶν κυμάτων τὸν ψόφον. Ἐν τίσι τοίνυν κατελίπομεν χειμασθέντα τῷ θορύβῳ τὸν λόγον, μέμνησθε πάντως οἷς μεμελέτηται διὰ μνήμης ἔχειν τοὺς μάρτυρας. Ἦν δὲ, ὡς οἶμαι, ἡ ἀκολουθία τοῦ λόγου αὕτη, ὅτι οὐ τῶν τυχόντων ἦσάν τινες οἱ εἰς τὸν ἀγῶνα τοῦτον ἐξειλεγμένοι, οὐδέ τις σύμμικτος καὶ ἀνώνυμος ὄχλος, ἐκ ταπεινῶν ἐπιτηδευμάτων ὁρμηθέντες, πρὸς τὸ ἀξίωμα τοῦτο ἐπήρθησαν· ἀλλὰ πρῶτον μὲν δι' εὐφυίαν σώματος, κάλλει καὶ δυνάμει καὶ ῥώμης περιουσίᾳ τῶν λοιπῶν διενεγκόντος, τοῖς στρατιωτικοῖς καταλόγοις ἐνηριθμήθησαν· μετὰ ταῦτα δὲ τῷ κατ' ἀρετὴν βίῳ καὶ πολιτείᾳ σώφρονι διαπρέψαντες, ὥσπερ τι γέρας καὶ ἀριστεῖον τὴν χάριν τῆς μαρτυρίας τελειωθέντες ἐδέξαντο. Καὶ εἰ δοκεῖ ὡς ἂν ἡδίους γενοίμεθα, πάντα τὰ τῶν μαρτύρων ἐφεξῆς ἀναλάβωμεν, οἷον ὑπ' ὄψιν ἄγοντες τῷ παρόντι θεάτρῳ τὴν ἄθλησιν.
Ἦν τι τάγμα στρατιωτικὸν παλαιὸν κατὰ τὴν γείτονα πόλιν παντὸς τοῦ ἔθνους πρὸς τὰς τῶν βαρβάρων ὁρμὰς προκαθήμενον· ἐκείνοις ἔκ τινος προυπαρχούσης θεόθεν ἐπιφανείας, πλεῖον ἡ πίστις τῶν τακτικῶν ἐσπουδάζετο. Καὶ ἴσως οὐκ ἄκαιρον ἕν τι κατόρθωμα τῆς πίστεως τῶν ἀνδρῶν ἐκείνων ἐν παραδρομῇ διηγήσασθαι. Συστάντος γὰρ αὐτοῖς ποτε τοῦ πρὸς τοὺς βαρβάρους πολέμου, καὶ τῶν ἐπικαίρων πάντων προκαταληφθέντων ὑπὸ τῆς τῶν ἐναντίων στρατιᾶς, καὶ τῶν ὑδάτων ἐν τῇ τῶν ἐχθρῶν ἐξουσίᾳ γεγενημένων, εἰς ἔσχατον ἐλθόντες κίνδυνον, εἴτε δι' ἀπειρίαν τῶν τὰ ἡμέτερα στρατηγούντων, εἴτε διά τινα κρείττονα καὶ θειοτέραν οἰκονομίαν, ὡς ἂν μάλιστα καὶ διὰ τούτου φανείη τῶν Χριστιανῶν τὸ πρὸς τοὺς ἀλλοφύλους διάφορον· ἐπειδὴ οὐκ εἶχον ὅ τι χρήσονται τοῖς παροῦσι, καὶ πολλή τις ἦν ἡ ἀμηχανία, οὐδεμιᾶς αὐτοῖς πίδακος ἢ ἀποῤῥοίας ὑδάτων ἐμφαινομένης τῷ τόπῳ, καὶ κίνδυνος ἦν ὑποκύψαι τοῖς ἐναντίοις ἐκπολιορκηθέντας τῷ δίψει· τότε καταλιπόντες οἱ γενναῖοι τὴν ἐκ τῶν ὅπλων βοήθειαν, ἔγνωσαν τὴν ἄμαχον καὶ ἀκαταγώνιστον ἐν τοῖς φοβεροῖς ἐπικαλέσασθαι συμμαχίαν. Ἀφέντες γὰρ ἐπὶ τοῦ στρατοπέδου τοὺς μήπω παραδεδεγμένους τὴν πίστιν, καὶ ἐφ' ἑαυτῶν ἰδιάσαντες, μιμοῦνται τὴν ἐπὶ Ἠλίου τοῦ προφήτου γενομένην θαυματουργίαν, κοινῇ τῇ φωνῇ καὶ συντεταγμένῃ λύσιν αὐτοῖς ἐξ ἀμηχάνων γενέσθαι τῆς συμφορᾶς αἰτησάμενοι. Καὶ οἱ μὲν ηὔχοντο· ἡ δὲ εὐχὴ παραχρῆμα ἔργον ἐγίνετο. Ἔτι γὰρ αὐτῶν τῇ γονυκλισίᾳ προσκαρτερούντων, πνεύματι βιαίῳ νεφέλη ποθὲν ἀποληφθεῖσα, μετέωρος ὑπὲρ τὸ τῶν πολεμίων στρατόπεδον ἵστατο· εἶτα βροντὰς ἐξαισίους ἐπικτυπήσασα, καὶ ἀστραπὰς φλογώδεις κατὰ τῶν ὑποκειμένων ἐξάψασα, κατεῤῥήγνυεν ὕδωρ ποταμῶν ἀφθονώτερον· ὥστε τοῖς μὲν ὑπεναντίοις, καὶ τῶν σκηπτῶν τὴν συνέχειαν, καὶ τὸ πλῆθος τῆς ἐπομβρίας αἴτιον γενέσθαι παντελοῦς καταφθορᾶς· τούτοις δὲ τοῖς διὰ τῶν εὐχῶν παραταξαμένοις, ἱκανὸν πρὸς ἀμφότερα γενέσθαι, πρός τε τὴν νίκην τῶν ἀντιτεταγμένων, καὶ πρὸς τὴν παραμυθίαν τῆς δίψης, τῆς τῶν χειμάῤῥων ἀποῤῥοῆς ἀφθόνως αὐτοῖς τὸν πότον χορηγούσης. Τούτοις τοίνυν συνετάχθη ὁ ἡμέτερος τῆς στρατιᾶς χορὸς, ἀπ' ἐκείνων τῶν διηγημάτων καὶ αὐτοὶ περὶ τὴν πίστιν κυρωθέντες, καὶ τοῖς ὁμοίοις ἐντραφέντες ἐπιτηδεύμασιν, εἰς τοσοῦτον μεγαλοφυίας ἐπήρθησαν, ὥστε τῷ περιόντι τῆς ἀρετῆς καθ' ἑαυτῶν ἀναστῆσαι τὸν φθόνον. Καθάπερ γὰρ ἐπὶ τῶν νῦν ὑπαναγνωσθέντων ἡμῖν ἐκ τῆς τοῦ Ἰὼβ ἱστορίας ἐμάθομεν, ὅτι ἀδίκημα ἑαυτοῦ ἐποίει ὁ ἀντίπαλος τῆς ἀνθρωπίνης ζωῆς τὴν τοῦ Ἰὼβ εὐδοκίμησιν, καὶ διὰ τοῦτο ἐξῃτεῖτο πρὸς αἰκισμὸν, ὅτι ἐλύπει αὐτὸν ὁ Ἰὼβ, ἀληθινὸς καὶ δίκαιος καὶ ἄμεμπτος ὤν· τὸν αὐτὸν τρόπον εἶδε πονηρῷ τῷ ὀφθαλμῷ ὁ τοῖς ἀγαθοῖς ἐπιφυόμενος τοὺς μεγάλους τούτους ἀγωνιστὰς, καὶ οὐκ ἤνεγκε πολιὰν ἠθῶν ἐν ἡλικίας νεότητι βλέπων. Εἶδε σωμάτων ἄνθος, ἐν σωφροσύνῃ κοσμούμενον· εἶδεν ἐνόπλιόν τινα χοροστασίαν, διὰ τῆς στρατιᾶς αὐτοὺς τῷ Θεῷ χορεύοντας, καλοὺς προσιδεῖν, βλοσυροὺς τὸ ὄμμα, γαύρους τὸ φρόνημα, τάχος ποδῶν, περιουσίαν δυνάμεως, συμμετρίαν μελῶν, ἐν πᾶσι τοῖς προσοῦσιν αὐτοῖς προτερήμασι τὴν τῆς ψυχῆς ἀρετὴν τῆς σωματικῆς εὐκληρίας ὑπεραστράπτουσαν. Ἐμπεριπατεῖ καὶ δι' ἐκείνων τῷ φθόνῳ, ὁ ἐμπεριπατῶν τὴν οἰκουμένην. Εἶδεν οὐχ ἕνα ἄνθρωπον ἀληθινὸν, ἀλλὰ σύστημα θεῖον τοσούτων ἀνθρώπων, πάντων ἀληθινῶν, δικαίων, θεοσεβῶν· ἐξαιτεῖται κἀκείνους εἰς τὸ ἴδιον βούλημα. Καὶ πρῶτον μὲν εἰδωλομανοῦντι τῷ τῆς στρατιᾶς ἄρχοντι σύμβουλος γίνεται, μὴ ἂν ἄλλως ὑπερσχεῖν τῆς κατὰ τῶν βαρβάρων νίκης, εἰ μὴ τοὺς τὸ ὄνομα τοῦ Χριστοῦ προσκυνοῦντας προθύσαιτο.
Ἀναδειχθέντων δὲ τούτων ὡς τάχιστα διὰ τῆς ἀγαθῆς ὁμολογίας, καὶ αὐτομολούντων πρὸς τὴν διὰ τοῦ πάθους τελείωσιν, τὸ μὲν εὐθὺς ἐπαγαγεῖν τὸν διὰ τοῦ ξίφους θάνατον (ὥς τι φιλάνθρωπον) ὁ Ἐχθρὸς παρῃτήσατο, δεσμοῖς δὲ τοῖς ἐκ σιδήρου καταπιέσας, ταύτην ἐποιεῖτο τὴν τῆς τιμωρίας ἀρχήν. Τοῖς δὲ ἦν ἄρα καὶ ὁ δεσμὸς ἐγκαλλώπισμα, καὶ θέαμα γλαφυρὸν καὶ ἡδὺ Χριστιανῶν ὀφθαλμοῖς, νεότης ἐξειλεγμένη ἀριθμῷ τοσούτῳ, κάλλει διαπρεπὴς, ἡλικίᾳ ὑπὲρ τοὺς ἄλλους, πάντες κατὰ ταὐτὸν μετ' ἀλλήλων τῷ δεσμῷ συνηρμόζοντο, ὥσπερ τις στέφανος ἢ ὅρμος περιαυχένιος ἰσομεγέθεις μαργαρίτας ἐν κύκλῳ διειλημμένους ἔχων· τοιοῦτοι ἦσαν οἱ ἅγιοι, καὶ διὰ πίστεως ἡνωμένοι, καὶ διὰ τῶν δεσμῶν πρὸς ἀλλήλους σφιγγόμενοι. Ὄντες γὰρ καὶ καθ' ἑαυτὸν ἕκαστος καλοί, προσθήκη τοῦ κάλλους ἀλλήλοις ἐγίνοντο. Οἷον ἐπὶ τῶν οὐρανίων συμβαίνει θαυμάτων, ὅταν δι' αἰθρίας καὶ καθαρᾶς ἡ τῶν ἀστέρων χάρις δι' ἀλλήλων ποικίλληται, ἑκάστου τὴν οἰκείαν αἴγλην εἰς τὸν κοινὸν κόσμον τοῦ οὐρανοῦ συνεισφέροντος. Τοιοῦτον ἦν τῶν ἁγίων τὸ θέαμα, ὄντως, καθώς φησί που Ἰεζεκιὴλ ὁ προφήτης, ὅρασις λαμπάδων συστρεφομένων. Ἐμφιλοχωρεῖ ὁ λόγος τῷ κάλλει τῆς ὥρας. Οἶδεν γὰρ, καθὼς ἡ Σοφία φησὶν, ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων καὶ τὸ ἐν κρυπτῷ κάλλος ἀναλογίζεσθαι, ἐπειδὴ καὶ ἡ τῆς ψυχῆς καθαρότης διὰ τοῦ φαινομένου διέλαμπε, καὶ ὁ φαινόμενος ἄνθρωπος ἄξιον ἦν τοῦ ἀφανοῦς οἰκητήριον. Ὡς καλὸν τοίνυν ἦν τότε τοῖς ὁρῶσι τὸ θέαμα καλὸν λέγω τοῖς τὰ καλὰ βλέπειν ἐθέλουσι, καλὸν ἀγγέλοις, καλὸν ταῖς ὑπερκοσμίαις δυνάμεσι· πικρὸν δὲ τοῖς δαίμοσι, καὶ ὅσοι τὰ τῶν δαιμόνων ἠσπάζοντο, ἄνθρωποι (εἴπερ ἄνθρωποι, οἱ τοσοῦτον ἀνεστηκότες τῷ μεγαλείῳ τῆς φύσεως) στρατιῶται τοῦ Χριστοῦ, τοῦ ἁγίου Πνεύματος ὁπλῖται, τῆς πίστεως πρόμαχοι, πύργοι τῆς θείας πόλεως· οἳ πᾶσαν αἰκισμῶν τιμωρίαν, πᾶσαν φόβων ἐπανάστασιν, πᾶσαν ἀπειλῆς προσβολὴν, ὥς τινα παιδίων ἄνοιαν κατεχλεύαζον· καθάπερ οὐχὶ τὰ σώματα ταῖς αἰκίαις ἐκδόντες, ἀλλὰ τὰς τῶν σωμάτων σκιάς· οἳ σαρκὶ τὴν σάρκα καταπαλαίσαντες, καὶ τῇ πρὸς τὸν θάνατον ὑπεροψίᾳ πάντων τῶν τυραννικῶν φόβων ὑπερφρονήσαντες, ὑψηλότεροι τῶν ἀνθρωπίνων μέτρων ἐδείχθησαν. Ὢ καλῶς τοῖς σωματικοῖς τροπαίοις ἐμμελετήσαντεσ Ὢ καλῶς μετενεγκόντες τὴν τοῦ πολεμεῖν ἐμπειρίαν εἰς τὴν κατὰ τοῦ διαβόλου παράταξιν· οὐ ξίφει τὰς χεῖρας ὁπλίσαντες, οὐδὲ τὸν ἐκ τοῦ ξύλου θυρεὸν προβαλλόμενοι, οὐδὲ χαλκῇ περικεφαλαίᾳ, καὶ κνήμεσι περιφραξάμενοι, ἀλλὰ τὴν τοῦ Θεοῦ πανοπλίαν ἀναλαβόντες, ἣν διαγράφει ὁ στρατηγὸς τῆς Ἐκκλησίας, ὁ θεῖος Ἀπόστολος, θυρεὸν, καὶ θώρακα, καὶ περικεφαλαίαν, καὶ μάχαιραν· οὕτως ἐχώρουν κατὰ τῆς ἐναντίας δυνάμεως. Ἐστρατήγει δὲ τούτων μὲν ἡ οὐρανία χάρις· τῆς δὲ τοῦ διαβόλου παρατάξεως, ὁ ἔχων τοῦ θανάτου τὸ κράτος. Τόπος δὲ τῆς παρατάξεως αὐτοῖς, τὸ τῶν μιαιφόνων δικαστήριον ἦν· ἐν ἐκείνῳ συστάντες διηγωνίζοντο, οἱ μὲν ἀπειλαῖς ἀκροβολιζόμενοι, οἱ δὲ διὰ τῆς ὑπομονῆς ἀμυνόμενοι.
Πρότασις ἦν παρὰ τῶν ὑπεναντίων, ἐξόμνυσθαι τὴν εἰς τὸν Κύριον πίστιν, ἢ ζημιοῦσθαι θανάτῳ. Ἀπόκρισις παρὰ τῶν ἀριστέων, μέχρι θανάτου παραμένειν τῷ λόγῳ. Πῦρ ἐπὶ τούτοις ἠπείλητο, καὶ ξίφος, καὶ βάραθρον, καὶ ὅσα ἄλλα τῶν κολαστηρίων ὀνόματα. Μία φωνὴ πρὸς ταῦτα πάντα ἠκούετο, Χριστὸς ἐν τοῖς στόμασι τῶν ἁγίων ὁμολογούμενος. Αὕτη ἦν ἡ τῶν ἐναντίων πληγή. Ταύτην προέτεινον κατὰ τοῦ ἐχθροῦ τὴν αἰχμήν. Διὰ ταύτης τῆς φωνῆς μέσην ἐτρώθη τὴν καρδίαν ὁ Ἀντικείμενος. Οὗτος ὁ λίθος ἐστὶν ὁ ἐν τῇ χειρὶ τοῦ Δαβὶδ σφενδονούμενος, ὁ τυχὼν τῆς περικεφαλαίας τοῦ Ἀντικειμένου. Ἡ γὰρ τοῦ Χριστοῦ ὁμολογία, σφενδόνη γίνεται τοῦ καλοῦ στρατιώτου. Πίπτει ὁ Ἐχθρὸς, καὶ ἀκέφαλος γίνεται. Ἀλλὰ παρηνέχθη ἀφηνιάσας ὁ λόγος, καὶ ὑπὲρ τοὺς ὅρους ἐξάλλεται, καὶ τῶν ἀῤῥήτων κατατολμᾶ, καὶ λέγειν προάγεται, ὡς παρείθεα τῆς τῶν ἀοράτων γενόμενος, ὅτι ἐπὶ τῇ τοιαύτῃ φωνῇ τῇ τὸν Χριστὸν ἐν παῤῥησίᾳ ὁμολογούσῃ, κρότος μὲν ἦν ἄνω καὶ ἔπαινος παρὰ τῶν ἁγίων ἀγγέλων, εὐφημία δὲ τῶν πολιτῶν τῆς οὐρανίας πόλεως ἐπικροτούντων τῷ κατορθώματι, χαρὰ δὲ πάσης τῆς ἐν οὐρανῷ πανηγύρεως. Οἷον γὰρ συνέστη τότε τοῖς ἀγγέλοις ἐν τῷ κόσμῳ τῶν ἀνθρώπων τὸ θέατρον οἵαν εἶδον συμπλοκὴν τοῦ διαβόλου καὶ τῶν ἀνθρώπων, οἱ θεαταὶ τῆς ἡμετέρας ζωῆσ Ὡς ἀπεναντίον τῇ πρώτῃ πάλῃ τὴν σύστασιν ἔσχεν, ὅτε ὁ ὄφις τὸν Ἀδὰμ κατεπάλαισεν Οὐκ ἤνεγκε τότε ἄνθρωπος μίαν τοῦ Πονηροῦ προσβολὴν, διά τινος εὐχροίας καὶ δελεάσματος αὐτῷ προσαχθεῖσαν· ἀλλ' ὁμοῦ τε προσέπεσε, καὶ ἀνετράπη τῷ πτώματι. Ἐπὶ τούτων δὲ πάντων ἦν ἀργὰ καὶ ἄπρακτα τοῦ Ἐχθροῦ τὰ παλαίσματα. Ἐλπίδας προέτεινεν, οἱ δὲ κατεπάτουν· φόβους ἠπείλει, οἱ δὲ κατεγέλων. Ἓν φοβερὸν ἦν μόνον αὐτοῖς, τὸ τοῦ Χριστοῦ χωρισθῆναι· ἓν ἀγαθὸν, τὸ μετὰ Χριστοῦ εἶναι μόνου· τὰ δὲ ἄλλα πάντα, γέλως καὶ σκιὰ, καὶ φλυαρία καὶ ὀνειρώδη φαντάσματα. Διὰ ταῦτα κατατολμᾶ τῶν ἀθεάτων ὁ λόγος, καί φησιν ἐπαγάλλεσθαι πᾶσαν τὴν ὑπερκόσμιον δύναμιν τῷ τῶν ἀθλητῶν κατορθώματι. Ἔτι ὁ λόγος κατὰ τῶν ἀτολμήτων θρασύνεται· ἔτι τολμᾷ διηγεῖσθαι τὰ ὑπερκόσμια, ὅτι τούτων ἐνταῦθα κατορθουμένων, ἐν τῇ πρὸς τοὺς ἐναντίους συμπλοκῇ ὁ δίκαιος ἀγωνοθέτης τοὺς ἐπὶ τῇ νίκῃ στεφάνους προέτεινεν, καὶ ὁ ἀρχιστράτηγος τῆς θείας δυνάμεως τὰ ἀριστεῖα τοῖς νικηταῖς παρεσκεύαζεν, καὶ τὸ Πνεῦμα τὸ ἅγιον τοῖς παντοδαποῖς ἐδεξιοῦτο χαρίσμασιν. Ἐπειδὴ γὰρ εἰς τὴν Τριάδα ἡ πίστις ὡμολογεῖτο, διὰ τοῦτο καὶ ἡ χάρις αὐτοῖς παρὰ τῆς Τριάδος ἀντεμετρεῖτο. Τίς δὲ ἡ χάρις ἦν; Αὐτὸ τοῦτο τὸ ὑψηλοτέρους ἐπιδειχθῆναι τῶν πρώτων ἀγωνιστῶν, τοῦ Ἀδὰμ λέγω, καὶ τῆς Εὔας. Ἐκεῖνοι ἑστῶσαν τὴν ἀνθρωπίνην φύσιν διὰ τῆς ἁμαρτίας κατήνεγκαν· οὗτοι κειμένην ἐν τῷ πτώματι τῶν προλαβόντων διὰ τῆς ὑπομονῆς πάλιν ἀνώρθωσαν. Ἐκεῖνοι ἐκ τοῦ παραδείσου ἐπὶ τὴν γῆν ἀπώσθησαν· οὗτοι ἐντεῦθεν ἐπὶ τὸν παράδεισον ἀνῳκίσθησαν· ἐκεῖνοι καθ' ἑαυτῶν τὸν θάνατον ὥπλισαν (ὅπλον γὰρ θανάτου ἡ ἁμαρτία, φησίν)· οὗτοι καθωπλισμένον τῇ ἁμαρτίᾳ τὸν θάνατον διὰ τῆς ἑαυτῶν ἀνδρείας ἠχρείωσαν, τῇ ὑπομονῇ τῶν παθημάτων τοῦ κέντρου τὴν ἀκμὴν ἀπαμβλύναντες· ὥστε εἰπεῖν καλῶς, Ποῦ σου, θάνατε, τὸ κέντρον; Ποῦ σου, ᾅδη, τὸ νῖκος; Καρποῦ ξύλου τί ἀθλιώτερον; Τί εὐτελέστερον ξύλου; Καρπὸς εὐχροίᾳ τινὶ καὶ ἡδονῇ γεύσεως ἐπικεχρωσμένος, ἀτιμασθῆναι τοῦ παραδείσου τὴν χάριν ἐποίησεν.
Τοῖς δὲ μεγάλοις τούτοις ἀγωνισταῖς οὐδὲ αὐτὸς ὁ ἥλιος ἐφάνη γλυκύς· ἀλλὰ καὶ τούτου ἐκουσίως ἠλλοτριοῦντο, ἵνα μὴ τοῦ ἀληθινοῦ φωτὸς ἀποπέσωσι. Τί λέγει περὶ τῆς Εὔας ὁ λόγος (προάγομαι γὰρ καὶ πέρα τοῦ δέοντος καταδραμεῖν τῶν πρωτογόνων); Εἶδεν, φησὶν, ὅτι ἀρεστὸν τοῖς ὀφθαλμοῖς καὶ ὡραῖον εἰς γεῦσιν. Εἶτα τὴν ἐν τούτοις χάριν ἀντὶ τοῦ παραδείσου ἠλλάξαντο. Τούτοις δὲ ἄρα καταγεύσεως ἡδονὴν τὰ ὁρώμενα ἦν· οὐρανὸς, ἥλιος, γῆ, ἄνθρωποι· πατρὶς, μητέρες, ἀδελφοὶ, φίλοι, συγγενεῖς, ἡλικιῶται· ὧν τί μὲν ὀφθῆναι γλυκύτερον; τί δὲ εἰς γεῦσιν ἐλθεῖν τιμιώτερον; Οἴδατε, οἱ παῖδες, τὴν εἰς τοὺς γονέας στοργήν. Οἴδατε, οἱ πατέρες, τὴν πρὸς τὰ τέκνα διάθεσιν. Οἶδας, ὁ βλέπων τὸ ἐν ἡλίῳ γλυκύ· οὐκ ἀγνοεῖς, ὁ φιλάδελφος, τὴν φυσικὴν πρὸς τὴν ἀδελφότητα σχέσιν· ἐπίστασαι, ὁ νέος, τὴν ἐκ τῶν ἡλικιωτῶν χάριν, ὅσον σοι τὸν βίον ἡδύνουσιν. Ἀλλ' ἐκείνοις πάντα ἐχθρὰ, πάντα ἀλλότρια ἦν. Ἓν μόνον ἀγαθὸν, ὁ Χριστός. Πάντα ἠρνήσαντο, ἵνα τοῦτον κερδήσωσιν. Χρόνος ἦν τῶν δεσμῶν οὐκ ὀλίγος, καὶ τοῖς ἁγίοις τῇ παρατάσει τῆς τιμωρίας ἡ πρὸς τὴν τελείωσιν ἐπιθυμία συνήκμαζεν. Καὶ ὥσπερ οἱ τὴν σωματικὴν εὐεξίαν μελετῶντες, ἐπειδὰν ἱκανὴν ἐν παιδοτρίβου τὴν δύναμιν κτήσωνται, οὕτω θαῤῥοῦντες ἐπὶ τοὺς ἀγῶνας χωροῦσιν· τὸν αὐτὸν τρόπον καὶ οὗτοι διὰ τῶν δεσμῶν καὶ τῆς φυλακῆς ἱκανῶς παιδοτριβηθέντες πρὸς τὴν εὐσέβειαν, οὕτως ἐπὶ τὸν στέφανον τῶν ἀγώνων προήχθησαν. Ἦλθεν ἡ ἀκολουθία τοῦ λόγου ἐπὶ τὴν τελευτὴν, μᾶλλον δὲ ἐπὶ τὴν κορυφὴν ὅλου τοῦ κατορθώματος. Οὗτος ἦν ὁ καιρός· αὗται τοῦ ἀγῶνος αἱ ἡμέραι· τοῦτο τὸ τοῦ Πάσχα προοίμιον, τὸ τῆς ἁγίας τεσσαρακοντάδος μυστήριον. Τεσσαράκοντα ἐξιλασμοῦ ἡμῖν αἱ ἡμέραι, ἰσάριθμοι καὶ τῶν ἁγίων οἱ στέφανοι. Ἦ που περιττὸς ὑμῖν εἶναι δοκῶ καὶ ἀδόλεσχος, τὰ ὑμέτερα θαύματα ἐν ὑμῖν διηγούμενος, καὶ τοῖς ὑμετέροις τὴν ἀκοὴν δεξιούμενος; Πλὴν ὡς ἂν μὴ ἀτελεῖς ὑμᾶς παραδράμοι ὁ λόγος, πρὸς τὸ πέρας τῶν ἀγώνων τοῖς ἁγίοις καὶ ἡμεῖς συνδραμούμεθα. Κρυμὸς ἦν κατὰ τὴν ἡμέραν ἐκείνην. Πάντως δὲ οὐδὲν δεῖ μαθεῖν ὑμᾶς οἷος ὁ κρυμὸς, ἐκ τῆς παρούσης ἡμέρας στοχαζομένους, κρυμὸς καὶ αὐτῶν τῶν τριχῶν διαδυόμενος. Ἴστε τὴν ὑπερβολὴν, οἵ τε ἐπήλυδες τῶν τόπων καὶ οἱ αὐτόχθονες, καὶ οὐδὲν δεῖσθε λόγῳ μαθεῖν· ἀλλὰ κἂν ἕτερος εἴποι τὴν θαυματοποιίαν τῶν ὑμετέρων χειμώνων· ὅπως ποταμοὶ μὲν ἀένναα ῥέοντες ἵστανται, ἀντιβαινούσης τῷ ῥείθρῳ τῆς πήξεως, καὶ ἀπολιθοποιούσης τὰ κύματα· ἡ δὲ γείτων λίμνη σημείων τινῶν πρὸς τὸ ἐπιγνωσθῆναι λίμνη οὖσα προσδέεται, χερσω θεῖσα διὰ τῆς πήξεως, ἐφ' ἧς σύνηθές ἐστι τοῖς βουλομένοις ἄνω τῶν κυμάτων αὐτῆς καθιππάζεσθαι. Οἶδα πολλάκις καὶ ἐκ πυρὸς ὕδωρ τοῖς ἐγχωρίοις ἐπινοούμενον, ὅταν τι τρύφος τοῦ ὕδατος ἀποκλάσαντες ὥσπερ τινὰ χαλκὸν ἢ σίδηρον τῷ πυρὶ διατήξαντες, ὕδωρ τὸν λίθον ποιήσωσιν. Τοιοῦτος ἦν ὁ καιρὸς κατὰ τὸν τῆς ἀθλήσεως χρόνον, ἐπίτασιν τοῦ κακοῦ παρὰ φύσιν ἐκ βορείων πνευματικῶν λαβόντος, καθὼς ἔστιν ἀκούειν τῶν διηγουμένων τὰ θαύματα. Ἐπειδὴ τοίνυν λαμπρῶς τὸ ὄνομα τοῦ Κυρίου δημοσίᾳ κηρύξαντες, καὶ ἤδη στεφανίτας ἑαυτοὺς διὰ τῆς τοιαύτης ἀναῤῥήσεως δείξαντες, ἐχώρουν ἐπὶ τὴν διὰ τοῦ θανάτου τελείωσιν, οὗτος αὐτοῖς ἐπενοήθη τῆς ἀθλήσεως ὁ τρόπος· Πρόσταγμα γίνεται τοῦ τυράννου, κρυμῷ τοὺς ἀθλητὰς τιμωρήσασθαι. Ὢ τῆς ἀσθενείας καὶ τῶν ῥημάτων καὶ τῶν νοημάτων Ὅσον ἀπολείπεται τῆς ἀξίας ὁ λόγοσ Θανάτου πρόσταγμα, καὶ κρυμὸς, καὶ τιμωρία, καὶ προσδοκία τῆς τοιαύτης κολάσεως· καὶ ἡ μακαρία νεότης ἐν γέλωτι καὶ παιδιᾷ καὶ φαιδρότητι τὸν τῆς τιμωρίας κατελάμβανε τόπον· δρόμος ἦν ἀθλητῶν ἐπὶ τὸ πάθος, δρόμος ἱερός τε καὶ σύντονος· καὶ φιλονεικία τοῦ προαρπάσαι τῆς ὁμολογίας τὸν στέφανον· ἴση πρὸς τὴν νίκην ἦν αὐτοῖς ἡ σπουδή· οὐδεὶς ὕστερος ὤφθη τῇ προθυμίᾳ· ἀλλ' ὁμοθυμαδὸν ἅπαντες τουτονὶ καταλαβόντες τὸν τόπον, ὡσεὶ δημοσίοις τότε λουτροῖς σχολάζοντα, ὡς καὶ αὐτοὶ μέλλοντες τῷ λουτρῷ καταφαιδρύνειν τὰ σώματα, ἑτοίμως τὴν τῶν χιτώνων περιβολὴν ἀπετίθεντο, τὸ τοῦ Ἰὼβ πάντες ἐπιφθεγγόμενοι, ὅτι Γυμνοὶ εἰσήλθομεν εἰς τὸν κόσμον, γυμνοὶ πρὸς τὸν εἰσαγαγόντα ἀπελευσόμεθα· οὐδὲν εἰσηνέγκαμεν εἰς τὸν κόσμον, οὐδὲν ἐξενεγκεῖν τι ὀφείλομεν· μᾶλλον δὲ γυμνοὶ εἰσελθόντες, πλήρεις θησαυρῶν τῶν ἐκ τῆς ἀγαθῆς ὁμολογίας ἀπελευσόμεθα. Ταῦτα λέγοντες, καὶ τοιούτοις ἑαυτοὺς λόγοις παραθαρσύνοντες, ἐδίδοσαν τῇ πήξει τὸ σῶμα· καὶ ἡ μὲν τῶν στοιχείων φύσις κατεκρατεῖτο τῇ πήξει· ἡ δὲ τῶν μαρτύρων φύσις, ὡς ἀδούλωτος ἦν· μᾶλλον δὲ ἡ μὲν φύσις τὸ οἰκεῖον ἔπασχε, καὶ τὰ ἀλγεινὰ παρεδέχετο· ἡ δὲ μεγαλοφυία τῶν ἀθλητῶν, καὶ πρὸς αὐτὴν τὴν φύσιν διηγωνίζετο. Ἡ μὲν γὰρ δύναμις κατὰ μικρὸν διελύετο, μαραινομένη καὶ δαπανωμένη διὰ τῆς πήξεως· ὁ δὲ τῆς ψυχῆς τόνος, μείζων ἐγίνετο· ἐμελαίνετο μὲν ἡ ὥρα τοῦ σώματος, καὶ ἀπήνθει τὸ κάλλος, καὶ τὸ τῆς σαρκὸς εὔχρουν κατεμαραίνετο· ἀπέῤῥεον δάκτυλοι, τῷ κρυμῷ κατ' ὀλίγον περικοπτόμενοι, μέλη τε πάντα καὶ αἰσθητήρια τῇ πικρίᾳ τοῦ κρύους περιεθρύφετο. Πελιδνουμένη γὰρ κατ' ὀλίγον ἡ σὰρξ, καὶ διοιδοῦσα καὶ περιλακιζουμένη τοῖς μέλεσι, τῶν ὀστέων ἀπέῤῥεε, καὶ τὰ τῆς νεκρότητος πάθη ἐν αἰσθήσει ἐδέχετο. Καὶ οὕτως αὐτοῖς κατὰ μικρὸν ὁ θάνατος προιὼν ἐμηκύνετο τρισὶν ἡμέραις παρατεινόμενος. Μέχρι γὰρ τοσούτου τῆς αἰσθήσεως αὐτοῖς διαρκούσης, ἔμειναν ἐφ' ἧς ἐξ ἀρχῆς ἐτάχθησαν τάξεως, διὰ πάντων νικηταὶ κατὰ τοῦ ἐναντίου γινόμενοι. Ἀλλὰ τίς ἄν μοι τὰ ἐπὶ τούτοις πρὸς ἀξίαν ἐκδιηγήσαιτο; Τίς ὑπογράψει λόγος τὴν θείαν ἐκείνην πομπὴν, ὅτε τὰ ἅγια σώματα δι' ἁμαξῶν ἐπὶ τὸ πῦρ ἐπομπεύετο; Πῶς ἀντὶ τοῦ κλαπέντος ὑπὸ τοῦ διαβόλου ἀντεισήχθη τῷ ἀριθμῷ ὁ δεσμοφύλαξ ὑπὸ τῆς χάριτος; Τίς μοι διηγήσεται τὴν μητέρα ἐκείνην τὴν ἀξίαν τοῦ μάρτυρος ῥίζαν, ἣ καταλειφθέντα ὑπὸ τοῦ δημίου τὸν ἐξ αὐτῆς, διότι ἔμπνους ἦν, καὶ διὰ τοῦτο μὴ ἀναληφθέντα μετὰ τῶν ἄλλων ἐπὶ τὴν ἅμαξαν, ἐπειδὴ εἶδε τὴν φιλανθρωπίαν τοῦ δημίου ἐπὶ τὸν ἀριστέα, τὴν ὕβριν οὐκ ἤνεγκεν· ἀλλ' ἐκεῖνον μὲν ἐλοιδόρει, ὅτι τῶν συναγωνιστῶν τὸν ἀθλητὴν ἀπεσχοίνισεν· αὕτη δὲ παραστᾶσα τῷ μάρτυρι, ἤδη νεναρκηκότι καὶ ἀκινήτως ὑπὸ τῆς πήξεως ἔχοντι, καὶ ἰδοῦσα ψυχρῷ καὶ ἀσθενεῖ τῷ ἄσθματι συνεχόμενον, τοσοῦτον ζῶντα μόνον, ὅσον τῶν ἀλγεινῶν ἐπαισθάνεσθαι, ἀμυδρῷ καὶ μεμαρασμένῳ τῷ βλέμματι τὴν μητέρα ἑαυτοῦ ὑποβλέποντα, νεκρᾷ καὶ ἀτονούσῃ τῇ χειρὶ διανεύοντά τε καὶ παραμυθούμενον, ὑποφέρειν γενναίως παρεγγυῶντα; Ἐπειδὴ ταῦτα εἶδεν ἡ μήτηρ, ἆρά τι ἔπαθε μητρικόν; Ἆρα συνεκινήθη τὰ σπλάγχνα, ἢ τὸν χιτῶνα περιεῤῥήξατο, ἢ περιεχύθη τῷ τέκνῳ, θερμαῖς ταῖς ὠλέναις τὸν μαρασμὸν ἐπιθάλπουσα; Ἄπαγε. Καὶ τὸ εἰπεῖν τι τοιοῦτον, τῶν ἀτόπων ἐστίν. Ὄντως ἐκ τοῦ καρποῦ τὸ δένδρον ἐπιγινώσκομεν· οὐ δύναται δένδρον σαπρὸν καρποὺς καλοὺς ποιῆσαι.
Ἐπεὶ οὖν ὁ καρπὸς τῆς μαρτυρίας καλὸς, ἐπαίνεσον τὴν ἀριστοτόκον μητέρα, τὴν διὰ τῆς τεκνογονίας σωζομένην, καθώς φησιν ὁ Ἀπόστολος. Ἐπειδὴ γὰρ τοιοῦτον παρέστησε τῷ Θεῷ τὸν καρπὸν, ὑπὲρ τῆς κοινῆς τῶν γυναικῶν ἀπελογήσατο φύσεως. Οὐκ ἐμὸν, φησὶ, τέκνον σύ· οὐ τῆς ἐμῆς ὠδῖνος βλάστημα· τὸν Θεὸν δεξάμενος, κατὰ Θεὸν ἐγεννήθης. Ἔλαβες ἐξουσίαν τέκνον Θεοῦ γενέσθαι. Δράμε πρὸς τὸν σὸν Πατέρα, μὴ καταλειφθῇς παρὰ τῶν ὁμηλίκων, μὴ δεύτερος ἐπὶ τὸν στέφανον ἔλθῃς, μὴ ἀτελῆ ποιήσῃς μητρῴαν εὐχήν· οὐ λυπήσεις μητέρα, στεφανίτης καὶ νικητὴς καὶ τροπαιοφόρος γενόμενος. Ταῦτα λέγουσα, καὶ ὑπὲρ τὴν φύσιν ἑαυτὴν τονώσασα, μᾶλλον δὲ τονωθεῖσα ὑπὸ τοῦ Πνεύματος, αὐτὴ τὸν ἐξ αὐτῆς μετὰ τῶν λοιπῶν ἐπὶ τὴν ἀπήνην ἀπέθετο, φαιδρῷ τῷ προσώπῳ τοῦ ἀθλητοῦ προπομπεύουσα. Τὰ δὲ ἐπὶ τούτοις οἷα; Ἐνήθλησαν τῷ ἀέρι οἱ ἅγιοι, ἡγίασαν καὶ τὸ πῦρ τῇ ἑαυτῶν προσθήκῃ, ὕλη τῇ φλογὶ γενόμενοι. Ἤνεγκαν καὶ ἐπὶ τὸ ὕδωρ τὴν εὐλογίαν. Διὰ πάντων ἐπληροῦτο τὰ θεῖα λόγια. Οἱ τρεῖς παῖδες συμπαραλαμβάνουσιν εἰς τὴν κοινὴν ὑμνολογίαν ψύχος καὶ καῦμα· τὸ ψῦχος, διὰ τῆς πήξεως· τὸ καῦμα, διὰ τῆς καύσεως· εἶτα διῆλθον διὰ πυρὸς καὶ ὕδατος. Ἀλλ' ἐπιθυμεῖ ταῦτα ὡς γνωσμένα παραδραμεῖν ὁ λόγος, καὶ περί τινος τῶν πρώην ζητουμένων ἐν καιρῷ νῦν ἐξετάσαι· Ὅτε ἐξωρίσθη τοῦ παραδείσου ὁ ἄνθρωπος, ἐτάχθη φρουρεῖν τὴν εἴσοδον φλογίνη ῥομφαία ἡ στρεφομένη. Καὶ ἡ αἰτία τῆς τοιαύτης τοῦ Θεοῦ προμηθείας, τὸ μὴ παρελθεῖν ἐπὶ τὸ τῆς ζωῆς ξύλον τὸν ἄνθρωπον, καὶ ἅψασθαι, καὶ διαμεῖναι ἀθάνατον. Μέμνησθε πάντως τῶν ἐζητημένων· μέμνησθε δὲ, ὡς εἰκὸς καὶ τῶν πρὸς τὸ ζητούμενον ἡμῖν εὑρημένων· ἀλλ' εἰ μέλλοιμεν πάλιν ἀπ' ἀρχῆς ἐπεξιέναι, καὶ ὅλον διαλαμβάνειν τὸν λόγον, ὑπὲρ τὸν παρόντα ἔσται καιρὸν ἡ παράτασις. Τὸ μὲν οὖν ζητούμενον τοῦτο ἦν· Εἰ καὶ τοῖς ἁγίοις ἄβατός ἐστιν ὁ παράδεισος διὰ τῆς στρεφομένης ῥομφαίας· καὶ εἰ τοῦ παραδείσου οἱ ἀθληταὶ ἀποκλείονται· τίς ἡ ἐπαγγελία λοιπὸν ὑπὲρ ἧς ἀναδέχονται τοὺς τῆς εὐσεβείας ἀγῶνας, καὶ εἰ τοῦ λῃστοῦ ἔλαττον ἔξουσι, πρὸς ὃν εἶπεν ὁ Κύριος, ὅτι Σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ; Καίτοι γε οὐχ ἑκουσίως ὁ λῃστὴς τῷ σταυρῷ προσῆλθεν· ἀλλ' ἐπειδὴ ἐγγὺς τῆς σωτηρίας ἐγένετο, εἶδεν ὁ ὀξὺς καὶ εὐφυὴς κλέπτης τὸν θησαυρὸν, καὶ ἐπιτυχὼν καιροῦ τὴν ζωὴν ἐληίσατο, καλῶς τῇ κλεπτικῇ καὶ εὐστόχως ἀποχρησάμενος, Κύριε μνήσθητί μου, εἰπὼν, ἐν τῇ βασιλείᾳ σου. Εἶτα ἐκεῖνος μὲν ἀξιοῦται τοῦ παραδείσου· ἐπὶ δὲ τῶν ἁγίων ἡ φλογίνη ῥομφαία διακωλύει τὴν εἴσοδον; Ἦ αὐτόθεν ἔχει τὴν λύσιν τὸ ζήτημα Διὰ τοῦτο γὰρ οὐκ ἀεὶ ἑστῶσαν ἀντιπρόσωπον τοῖς εἰσιοῦσι τὴν ῥομφαίαν ὁ λόγος ἔδειξεν, ἀλλὰ καὶ στρεφομένην ἐποίησεν, ἵνα τοῖς μὲν ἀναξίοις κατὰ στόμα προφαίνηται, τοῖς δὲ ἀξίοις στρεφομένη κατὰ νώτου γίνηται, ἀκώλυτον αὐτοῖς τὴν εἴσοδον ἐπὶ τὴν ζωὴν ὑπανοίγουσα· ἧς ἐντὸς ἐκεῖνοι γεγόνασι, τῇ παῤῥησίᾳ τῶν ἀγώνων ἀπαθῶς τὴν φλόγα περάσαντες· ἣν καὶ ἡμεῖς ἀδεῶς περάσαντες, τοῦ παραδείσου ἐντὸς γενοίμεθα, διὰ τῆς πρεσβείας αὐτῶν δυναμωθέντες πρὸς τὴν ἀγαθὴν ὁμολογίαν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου