Τετάρτη 7 Ιουνίου 2023

Παρακλητικός Κανών εις τον εν Αγίοις Πατρός ημών Παναγή Μπασιά


Παρακλητικός Κανών εις τον εν Αγίοις Πατρός ημών Παναγή Μπασιά Προστάτου καὶ πολυεύκτου τῆς πόλεως Ληξουρίου τῆς νήσου Κεφαλληνίας

Συνταχϑέντος ὑπὸ ἐλαχίστου Ἀρχιμ. Γαβριὴλ Σταματελάτου

Εορτάζεται στις 7 Ιουνίου

Εὐλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον 

ΡΜΒ’ (142) Ψαλμόν.

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὰ παρόντα τροπάρια.

Ἦχος δ΄, Ταχὺ προκατάλαβε.

Ταχὺ προχατάλαβε, πάτερ Παναγῆ Παΐσιε, καὶ σῶσον τοὺς δούλους σοῦ τῶν ἐνεστώτων δεινῶν, καὶ θλίψεων᾽ ἔχεις γὰρ πρὸς τὸν κτίστην, καὶ Θεὸν παρρησίαν, πάρεσο οὖν ἐν τάχει, τοῖς πιστῶς σὲ καλοῦσι, τὴν σὴν νῦν προστασίαν, καὶ σκέπην δωρούμενος,

Δόξα. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τοὔ ἱερέως τῇ πανσέπτῳ Εἰκόνι, πιστοὶ προσπέσωμεν αὐτῷ ἐχβοῶντες, οἱ ἁμαρτίαις πολλαῖς ἐγκυλινδούμενοι, σπεῦσον ᾧ Παναγῆ Παΐσιε, ἱερέα Κυρίου͵ σαῖς πρὸς τὸν φιλάνθρωπον, ἱεραῖς ἱκεσίαις, παντὸς χινδύνου, λύπης χαὶ φθορᾶς, καὶ δεινῶν νόσων
ἀπάλλαξον ἅπαντας.

Καὶ νῦν. Θεοτοκίον.

Τἣν χαριτόβρυτον πιστοὶ τῆς Παρθένου, τῆς Διωτίσσης θείαν Εἰκόνα προσκυνοῦντες ἐν πίστει, χαρμονικῶς ὐμνήσωμεν βοῶντες αὐτῇ· χαίροις ὃ ἀένναος ποταμὸς τῶν θαυμάτων, πίστει τοὺς προστρέχοντας ἅπαντας καταρδεύων, τὴν προστασίαν ἔχομεν τὴν σήν, θλίψεσι πάσαις Διώτισσα πανάχραντε.

Ν΄ (50) Ψαλμός.

λέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Καὶ ἀρχόμεϑα τοῦ Κανόνος τοῦ ὁσίου

ᾨδή α΄, Ἦχος πλ. δ΄, Ὑγρὰν διοδεύσας.

Ρἡμάτων ψυχῆς μου τῆς ταπεινῆς, ἐπάκουσον μάκαρ, καὶ παράσχου μοι συμπαθῶς, τῆς σῆς ἀντιλήψεως τὴν χάριν, ὅσιε θεόφρον Παναγῆ Παΐσιε.

ς δῶρον πλουτήσαντες ἱερόν, Παναγῆ Παΐσιε ὅσιε, τὸν σὸν τάφον προσφεύγομεν, τούτῳ πάσῃ ὥρᾳ, καὶ παντὸς πόνου ταχέως λυτρούμεθα,

Νοσοῦσάν μου ἴασαι τὴν ψυχήν, Παναγῆ Παΐσιε τρισμάκαρ, τῶν νοσούντων ὃ ἰατρός, καὶ βαίνειν τὰς τρίβους τοῦ Κυρίου, σῇ μεσιτείᾳ παμμάκαρ ἐνίσχυσον,

Θεοτοκίον.

Κυρίως σε οἴδαμεν ἀληθῶς, πάντες Θεοτόκον, τὰς ἐλπίδας μετὰ Θεόν, ἐπὶ σοὶ σαλεύομεν σωθῆναι, τοῦ σοῦ Παϊσίου λιταῖς τοῦ θεόφρονος.

ᾨδή γ΄. Οὐρανίας ἁψίδος,

χοντές σε προστάτην πρὸς τὸν Θεὸν ἅγιε, Ληξουρέοι τιμῶμέν τε καὶ γεραίρομεν, πάτερ Παναγῆ Παΐσιε, τοὺς δὲ πιστῶς εὐφημοῦντας πειρασμῶν ἀπάλλαξον τῇ μεσιτείᾳ σου.

Δαιμονίων ἐνέδρας τῶν ἀπηνῶν ὅσιε, πάσας ὕπεξῆλθες πανσόφως πάτερ Παναγῆ Παΐσιε, σὺ τὸ πολίτευμα, ἐν οὐρανοῖς κεκτημένος, ὅθεν ἱκετεύω σε σύ μοι προΐστασο.

κετεύω σε μάκαρ, τὴν φυχικὴν σκότωσιν, καὶ τὴν τῆς σαρκὸς ἀρρωστίαν μου τάχος ἴασαι, σὺ γὰρ τοῦ αἴροντος τὰς ἀσθενείας τοῦ κόσμου, τὴν πτωχείαν ἔστερξας πάτερ Παναγῆ Παΐσιε.

Παρρησίαν ὡς ἔχων, πρὸς τὸν Θεὸν ἅγιε, ἐπὶ γῆς ὁσίως ᾧ σὺ ἐλάτρευσας, πάτερ μὴ παύσῃ ὑπὲρ ἡμῶν ἱκετεύειν, τῶν μακαριζόντων σε, θεῖε Παναγῆ Παΐσιε.

Θεοτοκίον.

Τοὺς ἰδὲ ἐν τῇ ποίμνῃ, τῇ σῇ ἁγνὴ Δέσποινα, πάσῆς ἐπηρείας τοῦ βίου καὶ περιστάσεως, τήρει ἀπήμονας, ἀλλὰ καὶ ταύτην συντήρει, σῇ δυνάμει ἄτρωτον, θεία Διώτισσα.

Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σου θεοφόρε, ὧν ἐκ Θεοῦ προστάτης γεγένησαι, καὶ φύλαξ καὶ ρύστης τούτων Παναγῆ Παΐσιε.

πάκουσον, Διώτισσα κόρη, θεογεννῆτορ τὰς ἵκεσίας Παρθένε, τῶν δούλων σου, καὶ λύτρωσαι ἐκ παντοίων κινδύνων.

Αἴτησις καί τό Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Προστάτης θερμὸς ὑπάρχεις ὦ Παΐσιε, τοῖς πόθῳ τῷ τάφῳ σου προστρέχουσι, καὶ πίστει γεραίρουσι καὶ βοῶσί σοι μακάριε, ἐκ τῶν κινδύνων λύτρωσαι ἡμᾶς ὡς φύλαξ ἄγρυπνος καὶ μέγας πρόμαχος.

ᾨδή δ΄. Εἰσακήκοα Κύριε.

Νέος σὺ ὡς ἀνέτειλας, ἀληθῶς καὶ λαμπρὸς ἀστὴρ τῇ ᾿Εκκλησίᾳ ἅγιε, τοὺς πάντας καταυγάζων καὶ φωτίζων τοὺς εὐσεβεῖς Παναγῆ Παΐσιε.

Θεοφόρε Παναγῆ Παΐσιε, πάντας σοῦ ὃ βίος βροτοὺς ἐξέπληξε͵ καὶ οὐράνια στρατεύματα, σοῖς ἀγῶσι, πάτερ ὑπερηύφρανας.

Τοὺς θορύβους τοῦ βίου μου, Ὄσιε κόπασον ταῖς πρεσβείαις σου, καὶ τὸν κλύδωνα κατεύνασον, τῶν παθῶν ψυχῆς καὶ τοῦ σαρκίου μου.

Τὧν Κεφαλληνέων ἀγλάϊσμα, δόξα οἰκουμένης, Ληξουραίων καύχημα, ἀνεδείχθης ὦ Παναγῆ Παΐσιε, ᾿Ἔκκλησίας κλέος καὶ ἑδραίωμα.

Θεοτοκίον
δυνῶν ἐλευθέρωσον, τῶν κατὰ ψυχὴν καὶ σῶμα πανάμωμε, ὡς ἡμῶν θεία Διώτισσα, τοὺς τὰ μεγαλεῖα σου δοξάζοντας.

ᾨδή ε΄. Ἵνα τί με ἀπώσω.

ν νυκτὶ καὶ ἡμέρᾳ, σὲ ἐπικαλοῦμαι τὸν μέγαν προστάτην μου, ἐν παντί με τόπῳ καὶ καιρῷ διαφύλαξον ἄτρωτον, ἀπὸ πάσης βλάθης, καὶ ἐπηρείας ἐναντίων, τὸν εἰς σὲ τὴν ἐλπίδα μου θέμενον.

ναιμάκτους θυσίας, λειτουργῶν προσέφερες Θεῷ τρισόλβιε, ἱερεὺς ὑπάρχων, τοῦ Ὑψίστου Παναγῆ Παΐσιε ἀοίδιμε, ἀλλὰ τοῦτον πάτερ, ἐκδυσωπῶν μὴ διαλείπῃς, ὑπὲρ πάντων τῶν πίστει τιμώντων σε.

ς τὸ βάρος βαστάσας, τῆς ἡμέρας οἷα ἐργάτης δόκιμος, καὶ τὸ δεδομένον τάλαντον αὐξήσας ἀκήκοας, τῆς φωνῆς τῆς θείας, δεῦρο δὴ ὦ πιστέ μοι δοῦλε, εἰς τὴν χαρὰν τοῦ Κυρίου σου,

Θεοτοκίον

Κόσμου οὖσα προστάτις, Μῆτερ Διώτισσα ἀειπάρθενε, σύ με κυβέρνησον, ὁδήγησόν με εἷς εὐθεῖαν ὁδὸν καὶ κατεύθυνον, πρὸς δικαιοσύνης, τρίδους ὀρθὰς τὸν λογισμόν μου, τῆς ψυχῆς τὰς πορείας ἰθύνουσα.

ᾨδή ς΄. Τὴν δέησιν ἐχκεῶ.

Θανάτου φθοροποιοῦ ἀπάλλαξον, τὴν ψυχήν μου ὦ Παναγῆ Παΐσιε πάτερ, τοῦ τῷ τάφῳ σου ἐν πίστει, προσπεφευγότος καὶ ρῦσαι πρεσβείαις σου, ἐκ πάσης νόσου χαλεπῆς, καὶ δεινῶν συνεχῶν περιστάσεων.

ς ἄλλον σε Σαμουὴλ ὃ Κύριος, ἐγνωκὼς τὸ εὖγενὲς τῆς ψυχῆς σου, ἱερουργόν, ὦ τρισμάχαρ προκρίνει, τῆς ᾿Εκκλησίας Ληξουραίων Παναγῆ Παΐσιε, ἣν ὥσπερ πάγκαλος ποιμήν, πρὸς νομὰς παραδείσου ὡδήγησας,

ς τεῖχος καταφυγῆς κεκτήμεθα, καὶ ψυχῶν ἀσφαλῆ σωτηρίαν, καὶ γλυκασμὸν ἐν ταῖς θλίφψεσι μάκαρ, καὶ τῇ μορφῇ σου ἀεὶ καυχώμεθα, Παναγῆ Παΐσιε καὶ νῦν ἡμᾶς, ἐκ παντοίων κινδύνων διάσωσον.

Θεοτοκίον

άτρευσον τὴν ψυχήν μου νοσοῦσαν, δραστικῷ σου Θεοτόκε φαρμάκῳ, καὶ τὸν Υἱὸν καὶ Θεόν σου δυσώπει, μετὰ τοῦ θείου σου Παϊσίου ρυσθῆναί με, γεέννης ἐκείνης τοῦ πυρός, καὶ τυχεῖν τῆς ἐκεῖ ἀπολαύσεως.

Διάσωσον, ἀπὸ κινδύνων καὶ θλίψεων τοὺς σοὺς δούλους, σὲ γὰρ πάντες φρουρὸν καὶ τεῖχος κεκτήμεθα, ὡς ἄρρηκτον, Παναγῆ Παΐσιε ὦ τρισμάκαρ.

᾿Απέλασον, τῆς ἀθυμίας τὰ νέφη ἐκ τῆς ψυχῆς μου, καὶ χαρὰν ἁγνὴ τῷ σῷ ἱκέτῃ παράσχου μοι, ὡς τῆς χαρᾶς τὸ δοχεῖον ὑπάρχουσα.

Αἴτησις καί τό Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Τἢ προστασίᾳ σου σπεύδοντες Ἄγιε, τῶν πατρικῶν δωρεῶν σου πληρούμεθα, Χριστὸν μεγαλύνοντες ὅσιε͵ τὸν σὲ προστάτην ἡμῖν ἀναδείξαντα, Παναγῆ Παΐσιε Ληξουρίου ἀγλάϊσμα,

Καὶ εὐϑὺς τὸ Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ. (δίς)
Στίχ. Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκεν ἣμῖν;
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ,

Εὐαγγέλιον.Ἔκ τοῦ κατὰ Ματθαῖον.

Εἵπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς᾽ πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου, καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν, εἰμὴ ὃ Πατήρ, οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει εἰμὴ ὁ Υἱός, καὶ ᾧ ἐὰν δούληται ὁ Υιὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι κἀγὼ ἀναπαύσω ἡμᾶς. Ἀρατε τὸν ζυγόν μου ἐφ᾽ ὑμᾶς καὶ μάθετε ἀπ᾽ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσητε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν, Ὃ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστι.

Δόξα.

Ταἷς τοῦ σοῦ ὁσίου πρεσβείαις ἐλεήμων, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.

Ταἷς τῆς Θεοτόκου πρεσβείαις ἐλεήμων, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος: Ἐλεῆμον, ἐλέησον μέ ὁ Θεός
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

λην ἀποθέμενος͵ ἐν οὐρανοῖς τὴν ἐλπίδα, τὸ θεῖον μελέτημα ταμιεύσας ἔνδοθεν ἐχαλίνωσας, τὸν δεινὸν δράκοντα, τὸν πολλοὺς τρώσαντα, καὶ σταυροῦ δυνάμει ὅσιε, νεκρώσας τέλεον βίον ἐβιώσω ἰσάγγέλου, πατέρων τε γενόμενος πάντων ἀκροθίνιον ἔξοχον, ὅθεν ἐντυγχάνων, μεγίστης παρρησίας πρὸς Χριστόν, ὑπὲρ ἡμῶν καθικέτευε, μέγιστε Παναγῆ Παΐσιε,

Σῶσον ὃ Θεὸς τὸν λαόν σου…

ᾨδή ζ΄. Οἱ ἐκ τῆς ᾿Ιουδαίας.

Διανοίᾳ εὐθείᾳ, καὶ ἀγάπῃ τελείᾳ καὶ σεμνοῖς ἤθεσι, καὶ πάσῃ ἐπιδόσει, ἀμέμπτου πολιτείας, ζῆν ἡμᾶς καταξίωσον, τῇ σῇ θερμῇ πρὸς Χριστὸν Παΐσιε πρεσβείᾳ.

Πεἰρασμῶν καὶ κινδύνων καὶ ἀνάγκης καὶ θλίψεὡς ἐλευθέρωσον, καὶ βλάθης τῶν δαιμόνων τοὺς σῇ σκέπῃ θαρροῦντας καὶ ἐν πίστει κραυγάζοντας· ὅ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ,

Τὧν ἀγγέλων ὑπάρχων, ἰσοστάσιος ὄντως πάτερ τρισόλβιε, Παναγῆ Παΐσιε θεόφρον, ἐκλύτρωσαι. κινδύνων, τοὺς ἐν πίστει κραυγάζοντας· ὅ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον

Μἡτρός σου ἱκεσίαις, ἀνεξίκακε Λόγε κινδύνων ρῦσαι ἡμᾶς, τοὺς πόθῳ σε τιμῶντας, καὶ ταῖς τοῦ Παϊσίου ἰσχυραῖς παρακλήσεσιν· ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ᾨδή η΄. Τὸν Βασιλέα.
Τοὺς ἐν ἐπίστει, καὶ πόθῳ ζητοῦντας, εἰς ἴασιν τὸ σῷ τάφῳ θεόφρον, φύλαττε καὶ σκέπε εἰς πάντας τοὺς αἰῶνας.

γίων βίον, ἐν ταῖς ἐσχάταις ἡμέραις, μιμησάμενος Παΐσιε παμμάκαρ, ὀλύζεις τοῖς σοῖς δούλοις, ἁγιασμὸν καὶ χάριν.

Τοὺς δεομένους, ἐκτενῶς θεοφόρε, καὶ τὴν χάριν αἰτοῦντας προσδέχου, καὶ δοξολογοῦντας Θεὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον

Ταἷς ἱκεσίαις, Χριστὲ Σωτὴρ τῆς Μητρός σου, καὶ Παϊσίου σῶσον πάντας, τοὺς ὑπερυψοῦντας σὸν κράτος εἰς αἰῶνας.

ᾨδή θ΄. Κυρίως Θεοτόκον,

Βοᾶ σοι εὐχαρίστως, Παναγῆ Παΐσιε ἣ σὴ πόλις, τῶν Ληξουραίων χαριστηρίους ὠδὰς καὶ ἐγκαυχωμένη ἐν σοί, ὡς σωζομένη κινδύνων καὶ θλίψεων ταῖς ἱκεσίαις σου.

Μονῆς τῆς Θεοτόκου Κορωνιωτίσσης, θεοπρεπὲς ἀγαλλίαμα πέφηνας· ὅθεν ἡμᾶς πάσης λύπης ῤῦσαι Παναγῆ Παΐσιε,

Λὑτρούμενος ὡς ὥφθης, πρότερον Παΐσιε, τοὺς ἐν Ληξουρίῳ καὶ Κεφαλληνίᾳ πιστῶς σοι προστρέξαντας· οὕτω καὶ νῦν πάσης ρῦσαί με περιστάσεως.

Χαρᾶς μοὺ τὴν καρδίαν πλήρωσον τρισμάκαρ, τῇ θείᾳ εἰκόνι σου προστρέχοντι, καὶ τὸν Δεσπότην “Χριστὸν μεγαλύνοντι.

Θεοτοκίον.
Η πάναγνός σου Μήτηρ, σὺν τῷ Παϊσίῳ ἐκδυσώπει σε τὸν μόνον μακρόθυμον, κινδύνων σῶσαι τοὺς πίστει σὲ μεγαλύνοντας.

ξιον ἐστίν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἠμῶν. Τήν τιμιωτέραν τῶν Χερουβίμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

Καί τά παρόντα Μεγαλυνάρια,

Πρόφθασον καὶ σῶσον πάντας ἡμᾶς, καταιγίδος τῆς ἀπειλούσης Παναγῆ Παΐσιε, τοὺς σὲ καταφεύγοντας καὶ μνήμην σου τὴν θείαν γεραίροντας.

Τὃν φωστῆρα πάντες τὸν παμφαῆ, τὸν ἐκ Ληξουρίου ἀπαστράψαντα φαεινῶς, τῶν ὁσίων δόξα καὶ κλέος ἱερέων, Παναγῆν Παΐσιον τὸν θεῖον πάντες ὑμνήσωμεν.

Χαίροις Κεφαλλήνων ὅ φωστήρ, καὶ τῶν δεομένων  ἀπροσμάχητος βοηθός, χαίροις ἐκκλησίας κλέος, Παναγῆ Παΐσιε παμμάκαρ σκχέπε τοὺς δούλους σου.

Δεῦτε εὐφημήσωμεν οἱ πιστοί, Παναγῆν Παΐσιον τὸν θεῖον ἱερέα τε τοῦ Χριστοῦ͵ ὅπως ἡμᾶς σώζῃ, καὶ νῦν ἀπειλουμένους, νόσου παντοίας πάντας καὶ βλάθης τοῦ ἐχθροῦ.

Υψωσον τὰς χεῖράς σου πρὸς Θεόν, ὑπὲρ τῶν σῶν δούλων, ὅσιε Παναγῆ Παΐσιε ὡς πατὴρ ἡμῶν, γαὶ τοῦτον δυσώπει, πολλῶν ἀμπλακημάτων, ρυσθῆναι τῆς μελλούσης ὀργῆς καὶ θλίψεως.

Χαίροις Ληξουρίου θεῖος βλαστός, καὶ τῆς νήσου Κεφαλληνίας, ἀντιλήπτωρ καὶ ἀρωγός, χαίροις μοναζόντων, Παναγῆ Παΐσιε τὸ κλέος, καὶ πάντων τῶν ὁσίων ὃ ἰσοστάσιος.

Φὕλαττε τοὺς δούλους σοὺ ἐν παντί, κλήσει σοῦ ἁγίᾳ, τοὺς ζητοῦντάς σε βοηθόν, ἔν τε τῷ παρόντι καὶ μέλλοντι αἰῶνι, ταῖς πρὸς Θεὸν λιταῖς σου θεῖε Παΐσιε.

Τὃν ἀστέρα πάντες τὸν φαεινόν, τὸν ἐκ Ληξουρίου ἀπαστράψαντα νοητῶς, ὁσίων τὸ κλέος καὶ Κεφαλληνίας δόξαν, τὸν θεῖον Παναγῆν Παΐσιον ὕμνοις τιμήσωμεν.

ξέπληξεν οὕτως βίος ὃ σός, Παΐσιος πάτερ τῶν ᾿Αγγέλων τὰς στρατιάς, ἔζης γὰρ παμμάχαρ, ὡς ἄσαρκος ἐν κόσμῳ, νηστείᾳ καὶ δεήσει διὸ τεθαύμασαι.

Δἕσποινα Παρθένε Διώτισσα, Μἤτηρ Θεοῦ σὺν Παναγῆ Παϊσίῳ ἐκδυσώπει τὸν σὸν Υἱόν, ἡμᾶς ἀπαλλάξαι κινδύνων πολυτρόπων, καὶ θλίψεων παντοίὧν τοὺς εὐφημοῦντάς σε.

Δεὖτε εὐφημήσωμεν οἱ πιστοί, τοὺς πιστοὺς ἀγῶνας, Παναγῆ Παϊσίου τοῦ ἱεροῦ, τοῦ ἐν τοῖς ἐσχάτοις, χαιροῖς ἀναφανέντος, φαεινοῦ φωστῆρος, τῆς θείας πίστεως.

Δεῦτε εὐφημήσωμεν ἀδελφοί, τοὺς δυὸ μεγάλους καὶ ἀγίους ἀσκητάς, Παΐσιον θεῖον σὺν τῷ Γερασίμῳ, τοὺς δύο προστάτας Κεφαλληνίας ὕμνοις τιμήσωμεν.

λεως γενοῦ μοι τῷ ταπεινῷ, Κύριε Θεέ μου, τῶν ἁγίων σου ταῖς εὐχαῖς, καὶ τῆς Διωτίσσης Μητρός, σου τῆς Κυρίας, ἁπάντων τῶν ἁγίων ἣν μεγαλύνομεν.

Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἠμᾶς.

Τὸ Τρισάγιον

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς.(Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

τι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.

Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.

Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Εἶτα τὸ Ἀπολυτίκιον τοῦ Ἀγίου.
Ἦχος πλ. δ΄. Τὸ προσταχθέν.

Τὧν Ληξουραίων ἀδελφοὶ φρουρὸν καὶ φύλακα, καὶ ἱερέων εὐλαβῶν ἔρεισμα ἄσειστον, Παναγῆν Παΐσιον θαυμαστὸν τὸν ἐν ἁγίοις, προσφώνως νῦν ἕορτάσωμεν ἐν ᾧδαῖς, βοῶντες ἀκαταπαύστως φρούρει ἧμᾶς, καὶ περίσωζε “Αγιε, παντοδαπῶν ἀσθενειῶν καὶ πάσης ἄλλης θλίψεως, καὶ δεινῶν παντοίων ἐλευθέρῶσον.

Ἀναγινώσκουμε τὴν Εὐχὴν τοῦ Ἀγίου.
Η Εύχη.

πάτερ ὁσιώτατε ἱερέα τοῦ Χριστοῦ Παναγῆ Παΐσιε, πρὸς σὲ στρέφομεν καὶ νοῦν καὶ καρδίἂν καὶ παρακαλοῦμέν σε μετ᾽ εὐλαβείας καὶ ἐκ βάθους ταπεινότητος, δέξαι τὰς ἱκεσίας καὶ ὕμνους, τοὺς ὁποίους σοὶ προσφέρομεν, εἰ καὶ ἀπὸ ἀναξίων ἐξέρχονται χειλέων’ γενοῦ προστάτης πρὸς Θεὸν καὶ πρέσβυς θερμότατος εἰς ὅλους, οἵτινες μετ᾽ ἀκραιφνοῦς πίστεως προστρέχουσι εἰς τὴν κραταιάν σου ἀντίληψιν καὶ πανηγυρίζουσιν ἐκ πόθου τὴν πανέορτον μνήμὴν σου, ἐξαιρέτως δὲ ἱκετεύομεν, σκέπε καὶ φρούρει τὴν ἠγαπημένην σοὺ πατρίδα Κεφαλληνίαν, ἣ ὁποία, λαμπροφανῶς καὶ χαρμοσύνως, κατὰ χρέος ἑορτάζουσα, χορεύει, σκιρτᾷ καὶ ἐπαγάλλεται μυστικῶς εἰς ταύτην τὴν ἔνδοξον ἡμέραν τῆς ἀθανάτου σου μεταστάσεως, κοινὴν δὲ χαρὰν ἀπολαμβάνουσιν ὅλοι οἵ συμπολῖται σου, ἀξιωθέντες εἰς τοὺς ἐσχάτους τούτους χρόνους, νὰ ἀποκτήσωσι τοιοῦτον προστάτην καὶ φύλακα. Πρέσβευε καὶ δι᾿ ἐμὲ τὸν ἁμαρτωλὸν καὶ ἀνάἔιον δοῦλον τοῦ Θεοῦ Γαβριὴλ ἱερομόναχον καὶ δός μοι ὑγείαν σώματος καὶ ψυχῆς, γενοῦ προστάτης τῶν διαβημάτων μου. Λύτρωσέ με ἀπὸ τὰς παγίδας τοῦ πονηροῦ δαίμονος, παρακαλῶν τὸν πανοικτίρμονα καὶ παντοδύναμον Θεὸν διὰ τῶν εὐπροσδέκτων σοὺ ἵκεσιὥν, ἐδῶ μὲν νὰ λυτρώσῃ ἡμᾶς ἀπὸ κάθε πονηρὸν συνάντημα ψυχῆς τε καὶ σώματος, μετὰ δὲ τὴν πρόσκαῖρον ταύτην παροικίαν νὰ μᾶς κάμῃ μετόχους τῆς οὐρανίου αὐτοῦ Βασιλείας, ἧς γένοιτο ἐν Χριστῷ τυχεῖν. ᾿Αμήν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β’. Ότε ἐκ τοῦ ξύλου.

Δεῦτε προσκυνήσωμεν πιστοί, καὶ μετ᾽ εὐλαβείας καὶ πόθου κατασπαζόμενοι, τάφῳ τε περίσεπτον καὶ πανυπέρτιμον, Παναγῆ Παϊσίου θεόφρονος, ἁγνίσωμεν ὅπως καὶ ἡμᾶς ἀξιώσῃ, τέλους σωτηρίου καὶ θείου, ταῖς αὐτοῦ πρὸς Κύριον δεήσεσιν.

Ἔτερον ὅμοιον.

Μέγας ὄντως ὥφθης ἀρωγός, πάτερ τῶν εἰς σὲ προστρεχόντων καὶ παραμύθιον, ρῦσαι οὖν τοὺς δούλους σου, ἐκ πάσης θλίψεως, τοὺς ἐκ πόθου βοῶντάς σοι, καὶ προσκαλουμένους, μέγιστε Παναγῆ Παΐσιε, καὶ περιστάσεως, μάκαρ καὶ κολάσεως ὅπως, ἐν αἰνέσει πάντες τιμῶμεν, καὶ ᾧδαῖς τὴν μνήμην σου γεραίρομεν.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

κ παντοίων κινδύνων, τοὺς δούλους σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σε δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Τἢ πρεσβείᾳ Κύριε πάντων τῶν ᾿Αγίων καὶ τῆς Θεοτόκου, τὴν σὴν εἰρήνην δὸς ἡμῖν, καὶ ἐλέησον ἡμᾶς ὡς μόνος οἰκτίρμων.

Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν.

Τέλος, σὺν Θεῷ Ἀγίῳ, τῆς Παρακλήσεως.
Δέξαι, ἱερέα τοῦ Ὑψίστου Παναγῆ Παΐσιε Μπασιᾶ, τὴν δέησίν μου ταύτην ὡς φόρον εὐλαβείας. Βοήθει τοὺς συμπολίτας μου Κεφαλληναίους, Βοήθει, “Αγιε, τοῖς τιμῶσι ἀδελφοῖς εὐλαβῶς, καὶ πᾶσι τοῖς λαοἷς σου. Πρέσβευε τῷ οὐρανίῳ Βασιλεῖ, καὶ διὰ τῆς Παναγίας Μητρός του Διωτίσσης, καὶ ὑπὲρ τοῦ Ἔθνους καὶ τοῦ στρατοῦ καὶ πάντων τῶν ᾿Ορθοδόξων.

Γαβριὴλ ἱερομόναχος

Δεν υπάρχουν σχόλια:

Δημοφιλείς αναρτήσεις