Βατοπαιδινοί πατέρες - Φῶς ἐκ φωτός, Τὸ ἀληθινὸν φῶς
Στιχηρά ιδιόμελα των Αινών των Θεοφανείων,
μέλος Ματθαίου Βατοπαιδινού,
Ήχος Α΄
Φῶς ἐκ φωτός, ἔλαμψε τῷ κόσμῳ, Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ ἐπιφανεὶς Θεός, τοῦτον λαοὶ προσκυνήσωμεν. Τὸ ἀληθινὸν φῶς ἐπεφάνη, καὶ πᾶσι τὸν φωτισμὸν δωρεῖται. Βαπτίζεται Χριστὸς μεθ᾽ ἡμῶν, ὁ πάσης ἐπέκεινα καθαρότητος• ἐνίησι τὸν ἁγιασμὸν τῷ ὕδατι, καὶ ψυχῶν τοῦτο καθάρσιον γίνεται• ἐπίγειον τὸ φαινόμενον, καὶ ὑπὲρ τοὺς οὐρανοὺς τὸ νοούμενον• διὰ λουτροῦ σωτηρία, δι᾽ ὕδατος τὸ Πνεῦμα• διὰ καταδύσεως, ἡ πρὸς Θεὸν ἡμῶν ἄνοδος γίνεται• θαυμάσια τὰ ἔργα σου Κύριε! δόξα σοι.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου