ΤΑ ΚΑΘ᾿ ΗΜΕΡΑΝ ΑΠΟΛΥΤΙΚΙΑ ΚΑΙ ΚΟΝΤΑΚΙΑ
ΤΗΣ ΕΒΔΟΜΑΔΟΣ
Τῇ Κυριακῇ ἑσπέρας καὶ τῇ Δευτέρᾳ πρωΐ.
Ἀπολυτίκιον.
Ἦχος δ´.
Τῶν οὐρανίων στρατιῶν ἀρχιστράτηγοι, δυσωποῦμεν ὑμᾶς ἡμεῖς οἱ ἀνάξιοι, ἵνα ταῖς ὑμῶν δεήσεσι, τειχίσητε ἡμᾶς, σκέπῃ τῶν πτερύγων τῆς ἀΰλου ὑμῶν δόξης, φρουροῦντες ἡμᾶς προσπίπτοντας, ἐκτενῶς καὶ βοῶντας· Ἐκ τῶν κινδύνων λυτρώσασθε ἡμᾶς, ὡς Ταξιάρχαι τῶν ἄνω Δυνάμεων.
Θεοτοκίον.
Τῇ ἀνατραφείσῃ ἐν τῷ ναῷ εἰς τὰ Ἅγια τῶν Ἁγίων, τῇ περιβεβλημένῃ τὴν πίστιν καὶ τὴν σοφίαν καὶ τὴν ἄμεμπτον παρθενίαν, ὁ ἀρχιστράτηγος Γαβριὴλ προσέφερεν οὐρανόθεν τὸν ἀσπασμόν, καὶ τὸ Χαῖρε· Χαῖρε εὐλογημένη, Χαῖρε δεδοξασμένη, ὁ Κύριος μετὰ σοῦ.
Κοντάκιον τῶν Ἀσωμάτων.
Ἦχος β´.
Ἀρχιστράτηγοι Θεοῦ, λειτουργοὶ θείας δόξης, τῶν ἀνθρώπων ὁδηγοί, καὶ ἀρχηγοὶ Ἀσωμάτων, τὸ συμφέρον ἡμῖν πρεσβεύσατε, καὶ τὸ μέγα ἔλεος, ὡς τῶν Ἀσωμάτων Ἀρχιστράτηγοι.
Τῇ Δευτέρᾳ ἑσπέρας καὶ τῇ Τρίτῃ πρωΐ.
Ἀπολυτίκιον.
Ἦχος β´.
Μνήμη δικαίου μετ᾿ ἐγκωμίων· σοὶ δὲ ἀρκέσει ἡ μαρτυρία τοῦ Κυρίου, Πρόδρομε· ἀνεδείχθης γὰρ ὄντως καὶ προφητῶν σεβασμιώτερος, ὅτι καὶ ἐν ῥείθροις βαπτίσαι κατηξιώθης τὸν κηρυττόμενον· Ὅθεν τῆς ἀληθείας ὑπεραθλήσας, χαίρων εὐηγγελίσω καὶ τοῖς ἐν ᾅδῃ, Θεὸν φανερωθέντα ἐν σαρκί, τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ παρέχοντα ἡμῖν τὸ μέγα ἔλεος.
Θεοτοκίον.
Θείας γεγόναμεν κοινωνοὶ φύσεως, διὰ σοῦ, Θεοτόκε ἀειπάρθενε· Θεὸν γὰρ ἡμῖν σεσαρκωμένον τέτοκας· διό σε κατὰ χρέος πάντες, εὐσεβῶς μεγαλύνομεν.
Κοντάκιον τοῦ Προδρόμου.
Ἦχος β´.
Προφῆτα Θεοῦ, καὶ Πρόδρομε τῆς Χάριτος, τὴν κάραν τὴν σήν, ὡς ῥόδον ἱερώτατον, ἐκ τῆς γῆς εὑράμενοι, τὰς ἰάσεις πάντοτε λαμβάνομεν· καὶ γὰρ πάλιν ὡς πρότερον, ἐν κόσμῳ κηρύττεις τὴν μετάνοιαν.
Τῇ Τρίτῃ ἑσπέρας καὶ τῇ Τετάρτῃ πρωΐ.
Ἀπολυτίκιον.
Ἦχος α´.
Σῶσον, Κύριε, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα.
Σταυροθεοτοκίον.
Οἱ τὴν σὴν προστασίαν, κεκτημένοι Ἄχραντε, καὶ ταῖς σαῖς ἱκεσίαις τῶν δεινῶν ἐκλυτρούμενοι, τῷ Σταυρῷ τοῦ Υἱοῦ σου ἐν παντὶ φρουρούμενοι, κατὰ χρέος σε πάντες, εὐσεβῶς μεγαλύνομεν.
Κοντάκιον.
Ἦχος δ´. Αὐτόμελον.
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ ἐπωνύμῳ Σου καινῇ πολιτείᾳ, τοὺς οἰκτιρμούς Σου δώρησαι, Χριστὲ ὁ Θεός· εὔφρανον ἐν τῇ δυνάμει Σου, τοὺς πιστοὺς βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς κατὰ τῶν πολεμίων· τὴν συμμαχίαν ἔχοιεν τὴν Σήν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον.
Τῇ Τετάρτῃ ἑσπέρας, καὶ τῇ Πέμπτῃ πρωΐ.
Ἀπολυτίκιον τῶν Ἁγίων Ἀποστόλων.
Ἦχος γ´.
Ἀπόστολοι ἅγιοι, πρεσβεύσατε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ, ταῖς ψυχαῖς ἡμῶν.
Ἀπολυτίκιον τοῦ Ἁγίου Νικολάου.
Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Κανόνα πίστεως καὶ εἰκόνα πρᾳότητος, ἐγκρατείας διδάσκαλον, ἀνέδειξέ σε τῇ ποίμνῃ σου, ἡ τῶν πραγμάτων ἀλήθεια· διὰ τοῦτο ἐκτήσω τῇ ταπεινώσει τὰ ὑψηλά, τῇ πτωχείᾳ τὰ πλούσια, πάτερ ἱεράρχα Νικόλαε· Πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον.
Τὸν Λόγον τοῦ Πατρός, Χριστὸν τὸν Θεὸν ἡμῶν, ἐκ σοῦ σαρκωθέντα ἔγνωμεν, Θεοτόκε Παρθένε, μόνη ἁγνή, μόνη εὐλογημένη· διὸ ἀπαύστως σὲ ἀνυμνοῦντες μεγαλύνομεν.
Κοντάκιον τῶν Ἁγίων Ἀποστόλων.
Ἦχος β´. Τοὺς ἀσφαλεῖς.
Τοὺς ἀσφαλεῖς καὶ θεοφθόγγους Κήρυκας, τὴν κορυφὴν τῶν Μαθητῶν Σου, Κύριε, προσελάβου εἰς ἀπόλαυσιν τῶν ἀγαθῶν Σου καὶ ἀνάπαυσιν· τοὺς πόνους γὰρ ἐκείνων καὶ τὸν θάνατον, ἐδέξω ὑπὲρ πᾶσαν ὁλοκάρπωσιν, ὁ μόνος γινώσκων τὰ ἐγκάρδια.
Κοντάκιον τοῦ Ἁγίου Νικολάου.
Ἦχος γ´. Ἡ Παρθένος σήμερον.
Ἐν τοῖς Μύροις, Ἅγιε, ἱερουργὸς ἀνεδείχθης τοῦ Χριστοῦ γάρ, Ὅσιε, τὸ Εὐαγγέλιον πληρώσας, ἔθηκας τὴν ψυχήν σου ὑπὲρ λαοῦ σου, ἔσωσας τοὺς ἀθώους ἐκ τοῦ θανάτου· διὰ τοῦτο ἡγιάσθης, ὡς μέγας μύστης Θεοῦ τῆς χάριτος.
Τῇ Πέμπτῃ ἑσπέρας, καὶ τῇ Παρασκευῇ πρωΐ.
Ἀπολυτίκιον.
Ἦχος α´.
Σῶσον, Κύριε, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα.
Σταυροθεοτοκίον.
Οἱ τὴν σὴν προστασίαν, κεκτημένοι Ἄχραντε, καὶ ταῖς σαῖς ἱκεσίαις τῶν δεινῶν ἐκλυτρούμενοι, τῷ Σταυρῷ τοῦ Υἱοῦ σου ἐν παντὶ φρουρούμενοι, κατὰ χρέος σε πάντες, εὐσεβῶς μεγαλύνομεν.
Κοντάκιον.
Ἦχος δ´.
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ ἐπωνύμῳ Σου καινῇ πολιτείᾳ, τοὺς οἰκτιρμούς Σου δώρησαι, Χριστὲ ὁ Θεός· εὔφρανον ἐν τῇ δυνάμει Σου, τοὺς πιστοὺς βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς κατὰ τῶν πολεμίων· τὴν συμμαχίαν ἔχοιεν τὴν Σήν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον.
Τῇ Παρασκευῇ ἑσπέρας, καὶ τῷ Σαββάτῳ πρωΐ.
Ἀπολυτίκιον.
Ἦχος β´.
Ἀπόστολοι, Μάρτυρες, καὶ Προφῆται, Ἱεράρχαι, Ὅσιοι καὶ Δίκαιοι, οἱ καλῶς τὸν ἀγῶνα τελέσαντες καὶ τὴν πίστιν τηρήσαντες, παῤῥησίαν ἔχοντες πρὸς τὸν Σωτῆρα, ὑπὲρ ἡμῶν αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.
Δόξα. Νεκρώσιμον.
Μνήσθητι, Κύριε, ὡς ἀγαθὸς τῶν δούλων σου, καὶ ὅσα ἐν βίῳ ἥμαρτον συγχώρησον· οὐδεὶς γὰρ ἀναμάρτητος, εἰμὴ σύ, ὁ δυνάμενος καὶ τοῖς μεταστᾶσι δοῦναι τὴν ἀνάπαυσιν.
Καὶ νῦν. Θεοτοκίον.
Μήτηρ ἁγία, ἡ τοῦ ἀφράστου φωτός, ἀγγελικοῖς σε ὕμνοις τιμῶντες, εὐσεβῶς μεγαλύνομεν.
Κοντάκιον Νεκρώσιμον.
Ἦχος πλ. δ´.
Μετὰ τῶν Ἁγίων ἀνάπαυσον, Χριστέ, τὰς ψυχὰς τῶν δούλων Σου, ἔνθα οὐκ ἔστι πόνος, οὐ λύπη, οὐ στεναγμός, ἀλλὰ ζωὴ ἀτελεύτητος.
Κοντάκιον Μαρτυρικὸν.
Ἦχος πλ. δ´.
Ὡς ἀπαρχὰς τῆς φύσεως, τῷ Φυτουργῷ τῆς κτίσεως, ἡ οἰκουμένη προσφέρει σοι, Κύριε, τοὺς θεοφόρους Μάρτυρας. Ταῖς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ βαθείᾳ, τὴν Ἐκκλησίαν σου, διὰ τῆς Θεοτόκου συντήρησον Πολυέλεε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου