Τετάρτη 10 Ιουλίου 2019

10 Ιουλίου, Οσίας Αμαλίας


Στίχοι. 
Θεῶ συγχαίρεις σὺν τετράδι τέκνων σου, 
Ἀμαλία Ὁσία, Βρυξελλῶν κρίνον. 

Συναξάριον. 

Ὁσία καὶ θεοφόρος μήτηρ ἡμῶν Ἀμαλία, διέλαμψεν ὡς ἀστὴρ πολύφωτος ἀκραιφνοῦς ἀσκητικῆς διαγωγῆς ἐν Βρυξέλλαις τοῦ Ὀρθοδόξου Βελγίου τοῦ ἑβδόμου αἰῶνος. Κατήγετο ἐξ εὐγενοῦς ῥίζης τῆς ἐπαρχίας τῆς Βραβάνδης, ἧς πρωτεύουσα ὑπάρχουσιν αἱ Βρυξέλλαι. Κατά τινας ὑπῆρξεν ὅμαιμος τοῦ Ἁγίου Πιπίνου, Δουκὸς τῆς Βραβάνδης, κόμητος τοῦ Λάντεν καὶ αὐλάρχου τῶν Φράγκων βασιλέων τῆς δυναστείας τῶν Καρολιδῶν. Ἐλθοῦσα ἡ Ὁσία Ἀμαλία εἰς γάμου κοινωνίαν μετὰ τοῦ κόμητος Βιτγέρονος ἠξιώθη τυχεῖν εὐτεκνίας καὶ καλλιτεκνίας. Ἡ εὐλογημένη αὐτὴ ῥίζα ἔδωκε καρποὺς εὐχύμους τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ, τὰ τέσσαρα αὐτῆς τέκνα, τὸν Ἅγιον Ἐμβέρτον, Ἐπίσκοπον Καμπραί, τὴν Ὁσίαν Γουδούλην, τὴν Ὁσιομάρτυρα Ῥαϊνέλδαν καὶ τὴν Ὁσίαν Φαραΐλδαν. 

Διακριθεῖσα ἡ Ὁσία Ἀμαλία διὰ τὴν καθαρὰν καὶ ἐνάρετον αὐτῆς πολιτείαν καὶ τὰ ἔργα τῆς ἐνεργοῦ ἀγάπης καὶ φιλανθρωπίας ἀπεσύρθη εἰς τὴν Μονὴν τοῦ Μομπέζ, τοῦ τάγματος τῶν Βενεδικτίνων, ἔνθα Θεῷ εὐηρέστησε τοῖς ἀσκητικοῖς αὐτοῖς κατορθώμασι. Ἐκοιμήθη τὸν ὕπνον τῶν δικαίων τῇ 10ῃ Ἰουλίου τοῦ ἔτους 690 καὶ ἀπῆλθεν ἐκ τῶν προσκαίρων πρὸς τὰ αἰωνίως διαμένοντα Ἀγγέλοις συνευφραίνεσθαι καὶ Θεοῦ ἀπολαύειν τοῦ ἀῤῥήτου τῆς μορφῆς κάλλους. 

Ταῖς αὐτῆς ἁγίαις πρεσβείαις, Χριστέ, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. 
Τὸν συνάναρχον Λόγον. 
σιότητος ἄγαλμα θεοσμίλευτον, 
παιδαγωγίας ἀκρότης 
τετράδος τέκνων τῶν σῶν, 
συγχαιρόντων τῶν Ἁγίων ὁμηγύρεσι, 
σκεῦος σοφίας τοῦ Θεοῦ, 
Ἀμαλία, Βρυξελλῶν 
μονάστρια θεηγόρε, 
ὑπὲρ ἡμῶν ἐκδυσώπει 
Χριστὸν τῶν πίστει εὐφημούντων σε. 

Δεν υπάρχουν σχόλια:

Δημοφιλείς αναρτήσεις