ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝεἰς τὸν Ὅσιον ΣΩΦΡΟΝΙΟΝ (Σαχάρωφ),τὸν Θεολόγον καὶ Ἡσυχαστήν.
Εὐλογήσαντος τοῦ ἱερέως λέγομεν τὸν
ρμβ΄ Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου. Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ· ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Ἦχος δ´.Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Στίχ. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Ἦχος δ´. Ὁ Ὑψωθείς ἐν τῷ Σταυρῷ.Τῷ Σωφρονίῳ διδασκάλῳ Ὁσίῳ, καὶ θεολόγῳ φιλοσόφῳ τιμίῳ, καὶ Μοναχῶν δεικνύοντι εὐκόλους ἀτραπούς, πάντες προσαιτήσωμεν, ἱκεσίας Σωτῆρι, ἵνα τάχει εὕρωμεν, τῶν παθῶν θεραπείαν, καὶ μὴ δολίοις δαιμόνων κρημνοῖς, καταρριφθῶμεν, Χριστῷ δ’ ἀναστρέψωμεν.
Δόξα... Καὶ νῦν...
Θεοτοκίον ὅμοιον.Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ν΄ ψαλμός.Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ εὐθὺς ὁ Κανὼν τοῦ Ὁσίου.ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὁ Εἱρμός.»Ἁρματηλάτην Φαραὼ ἐβύθισε, τερατουργοῦσα ποτέ, Μωσαϊκὴ ῥάβδος, σταυροτύπως πλήξασα, καὶ διελοῦσα θάλασσαν, Ἰσραὴλ δὲ φυγάδα, πεζὸν ὁδίτην διέσωσεν, ἆσμα τῷ Θεῷ ἀναμέλποντα.
ΤροπάριαΕὐαγγελίου ταῖς ὁδοῖς πεπόρευσαι, ἀπὸ παιδὸς καὶ φωτός, μαρμαρύσσοντός σε, θείου ἤρξω γνώσεσθαι, μυστήρια Παντάνακτος, Οὗ Σωφρόνιε δέου, ἡμᾶς ὡς τέκνα προσδέχεσθαι, καὶ μετανοοῦντας εἰσδέχεσθαι.
Τῆς Ὀρθοδόξου Ἐκκλησίας ἔνδοθεν, ἀναπτυχθεὶς μαθητής, μέσον γῆς Ρωσίας, εὗρες ἀκατάλυτον, εὐλάβειαν ἀνάγουσαν, πρὸς Χριστὸν Ὅν δυσώπει, ἡμᾶς συνάπτειν τοῖς ἔξωθεν, φρόνημα τοῦ Πνεύματος ἔνδοθεν.
Ζωγραφικὴν τὴν τεχνικὴν μετήρχεσο, ἀλλὰ δολίου σατάν, πρὸς ὀλίγον πάγαις, πόδας σου προσέκοψας, ἀλλ’ ὅμως θείᾳ Χάριτι, ἐκφυγὼν ἐκδιδάσκεις, ἡμᾶς πενθεῖν ὦ Σωφρόνιε, κλαίειν τῷ Χριστῷ καὶ συνέχεσθαι.
ΘεοτοκίονΤίς ἱκανὸς τὰς σωτηρίους Πάναγνε, ὁδοὺς ἀπείρους εὑρεῖν, τοῦ Υἱοῦ σου τάχει, καὶ τὴν σὴν βοήθειαν, ἡμῖν παρασκευάσουζαν, τοῦ βαδίζειν εὐκόλως, τοὺς ἀσφαλεῖς δρόμους πάντοθεν, οἷς ἡμᾶς προσβαίνειν εὐόδωσον.
ᾨδὴ γ΄. Ὁ Εἱρμός.»Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας Δομῆτορ, σὺ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε.ΤροπάριαἘκ Ρωσίας εἰς Δύσιν, Γαλατικὴν ἔφθασες, βλέπων τὰς βασάνους πολέμων, πάντοθεν κύκλῳ σου, τρέχεις δὲ Ἄθωνι, ἀλλὰ ἡμᾶς τρέχειν Ἄνω, εὔχου ὦ Σωφρόνιε, τῷ Παντοκράτορι.
Τῇ Μονῇ Ἀθλοφόρου, καὶ ἰατροῦ ἕστηκας, τοῦ Παντελεήμονος μάκαρ, καὶ περιβέβλησαι, ὅπλα ἀσκήσεως, μοναχικὰ ἀλλὰ εὔχου, καὶ ἡμᾶς μετέρχεσθαι, ὅπλα τοῦ Πνεύματος.
Ὑπηκόων ζηλώσας, τὸ καρτερὸν ἔσχατος, Ὅσιε Μονῇ κοινοβίου, πέφανας ἔνδοθεν, καὶ προσευχόμενος, νῦν δὲ ἡμῖν τοῦ Σωτῆρος, ὥσπερ σὺ πολίτευμα, δὸς στοιχειώσασθαι.
ΘεοτοκίονἘξηγόρασε πάντας, ἐν τῷ Αὐτοῦ Αἵματι, πάθει ὁ Υἱός σου Παρθένε, αἴρων τὰ πταίσματα, καὶ ἀδικούμενος, ὑπὲρ ἡμῶν ἵνα στῶμεν, δίκαιοι ἀλλ’ ἔλεος, δὸς ἡμῖν Πάναγνε.
Σωφρόνιζε, ἐσκοτισμένους καὶ ἄφρονας ἐν ταῖς ζάλαις, πειρασμῶν τῶν κυκλοτερῶν, Σωφρόνιε βίβλοις σου, λιταῖς σου Χριστῷ σε ἐκλιπαροῦμεν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ, Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις ὑπὸ τοῦ ἱερέως καὶ εὐθὺς τὸ Κάθισμα.
Ἦχος β΄. Τὰ ἄνω ζητῶν.Μονῇ Ρωσικῇ, ἐν Ἄθῷ κεχαρίτωσαι, ἰδῶν τὸν σεπτόν, θαυμάσιον καὶ γέροντα, ὁδηγόν σου πάτερ Σιλουανὸν Σωφρόνιε Πνεύματι, τελειωθέντα ὅθεν σὺν αὐτῷ, προσδέου, Χριστῷ ἡμᾶς σωθήσεθαι.
ᾨδὴ δ΄. Ὁ Εἱρμός.»Σύ μου ἰσχύς, Κύριε, σύ μου καὶ δύναμις, σὺ Θεός μου, σύ μου ἀγαλλίαμα, ὁ πατρικοὺς κόλπους μὴ λιπών, καὶ τὴν ἡμετέραν, πτωχείαν ἐπισκεψάμενος· διὸ σὺν τῷ Προφήτῃ Ἀββακούμ σοι κραυγάζω· τῇ δυνάμει σου δόξα φιλάνθρωπε.
ΤροπάριαΚραταιωθείς, ὑπακοῇ ὦ Σωφρόνιε, ἐργασίαις, πόνοις καὶ ἀσκήσεσιν, ἐν πειρασμοῖς, ἦσθα νικητής, βίον δὲ προείλου, ἐρημικὸν θείῳ Πνεύματι· Οὗ Χάριν εὔχου δοῦναι, καὶ ἡμῖν χαμερπέσιν, ὁ Χριστὸς καὶ ἀθλίως στενάζουσιν.
Ὡς Μοναχός, ἐπιπροσθέτως κεκόσμησαι, ἱερέων, Χάριτι καὶ ὕστερον, ποιμαντικῇ ἀποστολικῇ, ὅθεν καθωδήγεις, ἐξωμολόγεις μονάζοντας, πολλοὺς καὶ νῦν ὁδήγει, καὶ ἡμᾶς δακρυρρόους, πενθικοὺς εἰς χαρᾶς εὐαγγέλια.
Καίπερ σκληρῶς, ἀγωνισθεὶς ὦ Σωφρόνιε, ὡς ἐχέφρων, βάρους ἀνεκούφιζες, τοὺς Μοναχούς, πλείστων πειρασμῶν· Πνεύματος ὑπείκων, τοῖς μυστικοῖς προσλαλήμασιν· Οὗ Φῶς εὐχαῖς σου δίδου, καὶ ὑμῖν τρυχομένοις, σπαραγμοῖς τοῖς κατ’ ἄμφω ἀλγύνουσιν.
ΘεοτοκίονἩσυχαστῶν, πολεμικὸν τὸ πολίτευμα, ὑπερβαῖνον, μάχας πάσας Δέσποινα, συμβοηθεῖς, ἅμα σὺν Υἱῷ, σῷ παντοδυνάμῳ, καὶ κραταιοῦντι Σωφρόνιον, μεθ’ οὗ ἡμῖν βοήθει, καταπλήττειν ἐκτρίβειν, ἐκγελᾶν δαιμονίων ὠμότητα.
ᾨδὴ ε΄. Ὁ Εἱρμός.»Ἵνα τί με ἀπώσω, ἀπὸ τοῦ προσώπου σου τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον· ἀλλ’ ἐπίστρεψόν με, καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τάς ὁδούς μου κατεύθυνον δέομαι.
ΤροπάριαΓαλατίᾳ διέβης, μένων Ὀρθοδόξοις σοφαῖς παραδόσεσι, ποίμνην τοῦ Σωτῆρος, νηφαλίως ποιμαίνων Σωφρόνιε, ὅμως ταραχώδη, καὶ τὰ μαινόμενα πελάγη, τῶν ἡμῶν λογισμῶν καταπράϋνον.
Βρεττανίᾳ εἰσπλέεις, ἔνθα παλαιὰ τῶν Ἁγίων συστήματα, ἔλλαμπον Σωτῆρι, καὶ ἐπύρσευον κόσμον ἐν Πνεύματι, εἴσοδον βοήθει, ἡμῖν Σωφρόνιε εἰς πόλον, τοῦ Θεοῦ καὶ Ἁγίων σκηνώμασιν.
Μοναχοὺς ὡς ἡ ὄρνις, ἤγαγες ταχέως, πτερύγων σου κάτωθεν, Πνεύματος Ἁγίου, καὶ Μονὴν ξένῃ γῇ ἐγκαθίδρυσας, τοῦ Προδρόμου μείζω, τῶν Μοναχῶν καθηγεμόνος, μεθ’ οὗ εὔχου ἡμᾶς τοῦ σωθήσεσθαι.
ΘεοτοκίονΚαθιδρύματα πλεῖστα, καὶ Μοναὶ πολλάκις πυρὶ παρεδόθησαν, καὶ Ναοὶ ὡσαύτως, ἐκρημνίσθησαν Δέσποινα Πάναγνε, ὅμως δὸς οἰκῆσαι, ἡμῖν Υἱός σου καὶ σὺ Μῆτερ, ἐν τῷ νῦν καὶ τῷ μέλλοντι κράζομεν.
ᾨδὴ ϛ΄. Ὁ Εἱρμός.»Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τάς θλίψεις, ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾍδῃ προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς· Ἐκ φθορᾶς, ὁ Θεός με ἀνάγαγε».
ΤροπάριαΔιέλαμψας, Μοναχῶν πολιτείᾳ, ἐν Μεγάλῃ Βρεττανίᾳ μεγάλως, ταπεινωθεὶς ὦ Σωφρόνιε βάθει, ἕως τοῦ ᾅδου κευθμώνων ἐν Πνεύματι· ἀλλ’ εὔχου κράτει τοῦ κρατεῖν , καὶ ἡμᾶς νοῦν τῷ ᾅδῃ εὐέλπιδα.
Ἀπόφθεγμα, τοῦ σοφοῦ ὁδηγοῦ σου, τὸ ἐκφράζον βιοτὴν τῶν Ἁγίων, Σιλουανοῦ ὦ Σωφρόνιε ἔσχες, ἐν προσευχαῖς τῷ χαράγματι Πνεύματος, καρδίᾳ ἔνδον καὶ ἡμᾶς, τοῦτο χάραξον πίστει καὶ δάκρυσιν.
Κεκράτηκας, ἀκρατήτους κινήσεις, τοῦ νοὸς ἐν προσευχαῖς καὶ τῇ νήψει· κράτει Χριστοῦ κατελθόντος εἰς ᾅδου, νικητικῶς τῇ ἐλπίδι ἐχόμενος· Χριστῷ δ’ ἐλπίζειν καὶ ἡμᾶς, κραταιῶς ταῖς εὐχαῖς σου κραταίωσον.
ΘεοτοκίονΣυνέχεται πᾶσα κτίσις Υἱοῦ σου, ταῖς χερσὶν ὦ Μαριὰμ Παναγία, καὶ ἡ πνοὴ πάντων ὄντων ὡσαύτως, ἀλλὰ ἡμᾶς ἐκ τοῦ φόβου καθήλωσον, Αὐτοῦ καὶ σῶσον τὰς ψυχάς, ἀπωθοῦσα δαιμόνων τὰ φόβητρα.
Σωφρόνιζε, ἐσκοτισμένους καὶ ἄφρονας ἐν ταῖς ζάλαις, πειρασμῶν τῶν κυκλοτερῶν, Σωφρόνιε βίβλοις σου, λιταῖς σου Χριστῷ σε ἐκλιπαροῦμεν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.
Αἴτησις ὑπὸ τοῦ ἱερέως καὶ εὐθὺς τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.Σωφροσύνη καθολικὴ ἐπωνόμασται, ἀρετῶν Θεοῦ ἡ παμπληθὺς ὦ Σωφρόνιε· ὧν μετέσχες μετανοῶν κλαυθμῷ σου γοερῷ, καὶ τοῦ Πνεύματος ἀκολουθῶν, μαρμαρυγὰς καὶ ἀστραπάς, φωτεινὸς ἐναπέφανας· τρόπους δὲ μετανοίας, καὶ δῶρα τῆς σωφροσύνης, ἐν τῷ Φωτὶ Χριστοῦ ἡμῖν, δὸς ὡς πρέσβυς τῶν τιμώντων σε.
Προκείμενον.Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσει ἀγαλλιάσονται. (δίς)
Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.
Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ὅσιοί σου ἀγαλλιάσει ἀγαλλιάσονται.Εὐαγγέλιον. (Μρκ. δ΄ 21- ε΄ 41)Ἔλεγεν ὁ Ἰησοῦς τοῖς μαθηταῖς Αὐτοῦ· μήτι ἔρχεται ὁ λύχνος ἵνα ὑπὸ τὸν μόδιον τεθῇ ἢ ὑπὸ τὴν κλίνην; οὐχ ἵνα ἐπὶ τὴν λυχνίαν ἐπιτεθῇ; οὐ γάρ ἐστι κρυπτὸν ὃ ἐὰν μὴ φανερωθῇ, οὐδὲ ἐγένετο ἀπόκρυφον ἀλλ’ ἵνα ἔλθῃ εἰς φανερόν. εἴ τις ἔχει ὦτα ἀκούειν, ἀκουέτω. Καὶ ἔλεγεν αὐτοῖς· βλέπετε τί ἀκούετε. ἐν ᾧ μέτρῳ μετρεῖτε, μετρηθήσεται ὑμῖν, καὶ προστεθήσεται ὑμῖν τοῖς ἀκούουσιν. ὃς γὰρ ἂν ἔχῃ, δοθήσεται αὐτῷ· καὶ ὃς οὐκ ἔχει, καὶ ὃ ἔχει ἀρθήσεται ἀπ’ αὐτοῦ. Καὶ ἔλεγεν· οὕτως ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ, ὡς ἂν ἄνθρωπος βάλῃ τὸν σπόρον ἐπὶ τῆς γῆς, καὶ καθεύδῃ καὶ ἐγείρηται νύκτα καὶ ἡμέραν, καὶ ὁ σπόρος βλαστάνῃ καὶ μηκύνηται ὡς οὐκ οἶδεν αὐτός. αὐτομάτη γὰρ ἡ γῆ καρποφορεῖ, πρῶτον χόρτον, εἶτα στάχυν, εἶτα πλήρη σῖτον ἐν τῷ στάχυϊ. ὅταν δὲ παραδῷ ὁ καρπός, εὐθέως ἀποστέλλει τὸ δρέπανον, ὅτι παρέστηκεν ὁ θερισμός. Καὶ ἔλεγε· πῶς ὁμοιώσωμεν τὴν βασιλείαν τοῦ Θεοῦ; ἢ ἐν τίνι παραβολῇ παραβάλωμεν αὐτήν; ὡς κόκκον σινάπεως, ὃς ὅταν σπαρῇ ἐπὶ τῆς γῆς, μικρότερος πάντων τῶν σπερμάτων ἐστὶ τῶν ἐπὶ τῆς γῆς· καὶ ὅταν σπαρῇ, ἀναβαίνει καὶ γίνεται μείζων πάντων τῶν λαχάνων, καὶ ποιεῖ κλάδους μεγάλους, ὥστε δύνασθαι ὑπὸ τὴν σκιὰν αὐτοῦ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνοῦν. Καὶ τοιαύταις παραβολαῖς πολλαῖς ἐλάλει αὐτοῖς τὸν λόγον, καθὼς ἠδύναντο ἀκούειν, χωρὶς δὲ παραβολῆς οὐκ ἐλάλει αὐτοῖς τὸν λόγον· κατ’ ἰδίαν δὲ τοῖς μαθηταῖς αὐτοῦ ἐπέλυε πάντα. Καὶ λέγει αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὀψίας γενομένης· διέλθωμεν εἰς τὸ πέραν. καὶ ἀφέντες τὸν ὄχλον παραλαμβάνουσιν αὐτὸν ὡς ἦν ἐν τῷ πλοίῳ· καὶ ἄλλα δὲ πλοῖα ἦν μετ’ αὐτοῦ. καὶ γίνεται λαῖλαψ ἀνέμου μεγάλη, τὰ δὲ κύματα ἐπέβαλλεν εἰς τὸ πλοῖον, ὥστε ἤδη αὐτὸ βυθίζεσθαι. καὶ ἦν αὐτὸς ἐπὶ τῇ πρύμνῃ ἐπὶ τὸ προσκεφάλαιον καθεύδων· καὶ διεγείρουσιν αὐτὸν καὶ λέγουσιν αὐτῷ· διδάσκαλε, οὐ μέλει σοι ὅτι ἀπολλύμεθα; καὶ διεγερθεὶς ἐπετίμησε τῷ ἀνέμῳ καὶ εἶπε τῇ θαλάσσῃ· σιώπα, πεφίμωσο. καὶ ἐκόπασεν ὁ ἄνεμος, καὶ ἐγένετο γαλήνη μεγάλη. καὶ εἶπεν αὐτοῖς· τί δειλοί ἐστε οὕτω; πῶς οὐκ ἔχετε πίστιν; καὶ ἐφοβήθησαν φόβον μέγαν καὶ ἔλεγον πρὸς ἀλλήλους· τίς ἄρα οὗτός ἐστιν, ὅτι καὶ ὁ ἄνεμος καὶ ἡ θάλασσα ὑπακούουσιν αὐτῷ; Καὶ ἦλθον εἰς τὸ πέραν τῆς θαλάσσης εἰς τὴν χώραν τῶν Γεργεσηνῶν. καὶ ἐξελθόντας αὐτοῦ ἐκ τοῦ πλοίου εὐθέως ἀπήντησεν αὐτῷ ἐκ τῶν μνημείων ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ, ὃς τὴν κατοίκησιν εἶχεν ἐν τοῖς μνήμασι, καὶ οὔτε ἁλύσεσιν οὐδεὶς ἠδύνατο αὐτὸν δῆσαι, διὰ τὸ αὐτὸν πολλάκις πέδαις καὶ ἁλύσεσι δεδέσθαι, καὶ διεσπάσθη ὑπ’ αὐτοῦ τὰς ἁλύσεις καὶ τὰς πέδας συντετρῖφθαι, καὶ οὐδεὶς ἴσχυεν αὐτὸν δαμάσαι· καὶ διὰ παντὸς νυκτὸς καὶ ἡμέρας ἐν τοῖς μνήμασι καὶ ἐν τοῖς ὄρεσιν ἦν κράζων καὶ κατακόπτων ἑαυτὸν λίθοις. ἰδὼν δὲ τὸν Ἰησοῦν ἀπὸ μακρόθεν ἔδραμε καὶ προσεκύνησεν αὐτόν, καὶ κράξας φωνῇ μεγάλῃ λέγει· τί ἐμοὶ καὶ σοί, Ἰησοῦ, υἱὲ τοῦ Θεοῦ τοῦ ὑψίστου; ὁρκίζω σε τὸν Θεόν, μή με βασανίσῃς. ἔλεγε γὰρ αὐτῷ· ἔξελθε τὸ πνεῦμα τὸ ἀκάθαρτον ἐκ τοῦ ἀνθρώπου. καὶ ἐπηρώτα αὐτόν· τί ὄνομά σοι; καὶ ἀπεκρίθη λέγων· λεγεὼν ὄνομά μοι, ὅτι πολλοί ἐσμεν. καὶ παρεκάλει αὐτὸν πολλὰ ἵνα μὴ ἀποστείλῃ αὐτοὺς ἔξω τῆς χώρας. ἦν δὲ ἐκεῖ ἀγέλη χοίρων μεγάλη βοσκομένη πρὸς τῷ ὄρει· καὶ παρεκάλεσαν αὐτὸν πάντες οἱ δαίμονες λέγοντες· πέμψον ἡμᾶς εἰς τοὺς χοίρους, ἵνα εἰς αὐτοὺς εἰσέλθωμεν. καὶ ἐπέτρεψεν αὐτοῖς εὐθέως ὁ Ἰησοῦς. καὶ ἐξελθόντα τὰ πνεύματα τὰ ἀκάθαρτα εἰσῆλθον εἰς τοὺς χοίρους· καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν· ἦσαν δὲ ὡς δισχίλιοι· καὶ ἐπνίγοντο ἐν τῇ θαλάσσῃ. καὶ οἱ βόσκοντες τοὺς χοίρους ἔφυγον καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς· καὶ ἐξῆλθον ἰδεῖν τί ἐστι τὸ γεγονός. καὶ ἔρχονται πρὸς τὸν Ἰησοῦν, καὶ θεωροῦσι τὸν δαιμονιζόμενον καθήμενον καὶ ἱματισμένον καὶ σωφρονοῦντα, τὸν ἐσχηκότα τὸν λεγεῶνα, καὶ ἐφοβήθησαν. καὶ διηγήσαντο αὐτοῖς οἱ ἰδόντες πῶς ἐγένετο τῷ δαιμονιζομένῳ καὶ περὶ τῶν χοίρων. καὶ ἤρξαντο παρακαλεῖν αὐτὸν ἀπελθεῖν ἀπὸ τῶν ὁρίων αὐτῶν. καὶ ἐμβαίνοντος αὐτοῦ εἰς τὸ πλοῖον παρεκάλει αὐτὸν ὁ δαιμονισθεὶς ἵνα μετ’ αὐτοῦ ᾖ. καὶ οὐκ ἀφῆκεν αὐτόν, ἀλλὰ λέγει αὐτῷ· ὕπαγε εἰς τὸν οἶκόν σου πρὸς τοὺς σοὺς καὶ ἀνάγγειλον αὐτοῖς ὅσα σοι ὁ Κύριος πεποίηκε καὶ ἠλέησέ σε. καὶ ἀπῆλθε καὶ ἤρξατο κηρύσσειν ἐν τῇ Δεκαπόλει ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ πάντες ἐθαύμαζον. Καὶ διαπεράσαντος τοῦ Ἰησοῦ ἐν τῷ πλοίῳ πάλιν εἰς τὸ πέραν συνήχθη ὄχλος πολὺς ἐπ’ αὐτόν, καὶ ἦν παρὰ τὴν θάλασσαν.
Δόξα...Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις Ἐλεῆμον ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.Καὶ νῦν...Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἦχος πλ. β΄. Ὃλην ἀποθέμενοι.Μίαν Κυριότητα, τριαδικῇ Ὑποστάσει, καὶ τὴν ἀνθρωπότητα, εἰκόνα τοῦ Κτίσαντος, καὶ ὁμοίωσιν, δείκνυς Σωφρόνιε, καὶ ὑποστάσεων, τῶν πολλῶν ἀνθρώπων πρόσωπα, πάντῃ ἐλεύθερα, χωρὶς τῶν ἀθλίων προλήψεων, πλάνης τῆς Ἀσιάτιδος, καὶ δολιωτάτης ἥν ἔγνωκας· νέος ἡλικίᾳ, ἀλλὰ καὶ νῦν βοήθει τοῖς λαοῖς, μετανοεῖν ταπεινώσασθαι, καὶ Χριστῷ σωθήσεσθαι.
Ἕτερον. Οὐδεὶς προστρέχων ἐπὶ σοί.Πυρσὸς Χριστοῦ φωτολαμπής, πνευματοφόρος ἐν ἐσχάτοις Σωφρόνιε, ὑπάρχων εὔχου βιβασθῆναι, καὶ ἡμᾶς τοὺς ἀχρείους, θαλαττεύοντας κύμασι, Χριστοῦ λιμένι Ἀσφαλίζοντι.
Ἄλλο. Μεταβολὴ τῶν θλιβομένων.Ὕψοποιῷ τῇ ταπεινώσει, χαροποιῷ καὶ θρηνῳδοῦντι ὑπάρχοντι, μακαρίῳ τῷ πένθει, δὸς στοιχεῖν ἡμᾶς γοργῶς, πρὸ ψυχῶν ἐξόδου ἐκδημίας, καὶ φωτὶ Χριστοῦ μεθέξει θείᾳ, Χριστῷ προσυπαντᾶν εὔχου ἀεί.
Ὁ ἱερεύς· Σῶσον, ὁ Θεός, τὸν λαόν σου...
ᾨδὴ ζ΄. Ὁ Εἱρμός.»Οἱ ἐκ τῆς Ἰουδαίας, καταντήσαντες Παῖδες, ἐν Βαβυλῶνί ποτε, τῇ πίστει τῆς Τριάδος, τὴν φλόγα τῆς καμίνου, κατεπάτησαν ψάλλοντες· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ».
ΤροπάριαΦιλοσόφως διδάσκεις, ἀμπεχόνην ἐνδύεσθαι θείου Πνεύματος, τὴν Χάριν φωτοφόρον, Σωφρόνιε ταχέως, ἀλλ’ ἡμῖν δὸς ἀπώσασθαι, τὸν σκοτασμόν, τῶν παθῶν εἱρκτὴν ἀσφυκτιῶσαν.
Φιλοσόφως ἠγάπας, τὴν Σοφίαν συνέχουσαν Κόσμον σύμπαντα, Σταυρῷ προσηλωθεῖσαν, Ἧς καὶ δέου λυτρώσασθαι, ἡμᾶς φρικώδους βυθοῦ, ταρτάρων αἰωνίων.
Φιλοσόφους γενέσθαι, ταχινῶς καὶ εὐκόλως ἡμᾶς Σωφρόνιε, προσίεσθαι δὲ χάριν, ἐν θλίψει κεκρυμμένην, αἰφνιδίως ἱκάνωσον, ὥσπερ καὶ σὺ θλιβεροῖς, ὑπέμενες ἀρρήτως.
ΘεοτοκίονΔωρεὰν ἡ Σοφία, θεονύμφευτε Μῆτερ ἡμῖν παρέχεται·εὐγνώμονας γενέσθαι, ἱκάνωσον σοὺς δούλους, καὶ μὴ τρόπους μετέρχεσθαι, τῶν θεοκτόνων μωρῶν, Υἱοῦ σου ἀχαρίστους.
ᾨδὴ η΄. Ὁ Εἱρμός.»Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, τὸν δημιουργὸν καὶ λυτρωτήν ἀνεβόα, οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».
ΤροπάριαΜακαρισμοὺς Σωφρόνιε, τοῦ Σωτῆρος προσδέχεσθαι, εὔχου ἡμᾶς πάντας, τὴν πτωχείαν πνεύματι, καὶ πένθους τὸ δάκρυον, χαροποιὸν καὶ καθαῖρον ψυχάς, τὰς ρερυπωμένας δωρεὰν ἀστραπτούσας, ποιοῦν τῷ ἀκηράτῳ καὶ φωτὶ τοῦ Σωτῆρος· Οὗ δέου τοῦ μετέχειν, ἡμᾶς εἰς τοὺς αἰῶνας.
Τῆς ἀψευδοῦς πραότητος, ταπεινώσεως δ’ εἴχεσο, καὶ δικαίων πείνης, δίψης θείας Χάριτος, καρδία σου πέπλησται θείῳ ἐλέει δὲ ταῦτα λαοῖς, ἔχεες ἀφθόνως, ὦ Σωφρόνιε εὔχου· ἡμᾶς ταλαιπωρίαις τῶν παθῶν τρυχομένους, ἐσχάτως ἀνανήφειν, Χριστῷ ἐν ᾯ σωθῆναι.
Ἐν καθαρᾷ καρδίᾳ σου, ἁγνοτάτῳ δὲ σώματι, πνεῦμα Θεῖον οἶκον, ἔδειμε Σωφρόνιε, εἰρήνην ἐβράβευσε, καὶ πολεμίων δαιμόνων στρατιάς, κέκοφεν οἰκτρῶς, ὥστε ἐξέτριψε τέλος· ἀλλ’ εὔχου τῷ Σωτῆρι, δι’ Αὐτοῦ θείου φόβου, ἡμᾶς κατασυντρίβειν, σατὰν καὶ κατατρίβειν.
ΘεοτοκίονΤῶν προφητῶν Πανάμωμε, νόες πάντων ἑώρων σε, Πνεύματι Μητέρα, τοῦ Θεοῦ γεννήτριαν, καὶ θεῖοι Ἀπόστολοι, μετὰ Χριστὸν ἐπεποίθεισάν σοι, καὶ χοροὶ Μαρτύρων, τῶν Ὁσίων τε πλήθη· Σωφρόνιος δὲ πλεῖον, μετὰ Γέροντος τούτου, σεπτοῦ Σιλουανοῦ σοι, ἡμῶν σε Σκέπην στῶσιν.
ᾨδὴ θ΄. Ὁ Εἱρμός.»Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη τοῖς ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν· διό σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσι».
ΤροπάριαΣωφρόνιε τῶν Ρώσων συναγωγή, καὶ Ἑλλήνων ὑπάρχεις ἐν Ἄθωνι μοναστικῷ, καὶ τῆς Γαλατίας καὶ Βρεττανῶν, πολλοὺς Ἁγίους ἔδειξας, πάλαι διαλάμψαντας ἐν Χριστῷ· αὐτοῖς κατηκολούθεις, μηδόλως ἐνδοιάζων, ὥσπερ καὶ νῦν ἡμᾶς συνάγαγε.
Ἀπόστολοι ἐσπάρησαν πανταχοῦ, τῇ κελεύσει Σωτῆρος καὶ Πνεύματος μαρμαρυγαῖς, ἴχνεσι δὲ τούτων ποίμνη Χριστοῦ, βεβάδικε καὶ ἔφθακε, Χάριτι τῇ θείᾳ ἕως ἡμῶν· καὶ νῦν πανορθοδόξως, συγκάλει ταπεινοῦσθαι, μετανοεῖν λαοὺς Σωφρόνιε.
Ἀρνήσασθαι κελεύει Χριστὸς Σωτήρ, ἑαυτοὺς ἀλαζόνας στοιχοῦντας ταῖς δαιμονικαῖς, μύσους πονηρίας ταῖς προτροπαῖς, φρονίμους δὲ γενήσεσθαι, ὥσπερ ὄφεις κρύπτοντες κεφαλάς· Σωφρόνιε τὴν νῆψιν, εὐχὰς ἐν ἐγρηγορσει, ἡμᾶς κρατεῖν Χριστὸν δυσώπησον.
ΘεοτοκίονΣωφρόνιος Μονάζοντας προσκαλεῖ, Θεομῆτορ ἐξ Ἄθω καὶ πάντοθεν τοῦ συστοιχεῖν, σοὶ τῇ παντανάσσῃ Σιλουανῷ, Πατρὶ ὁμοῦ καὶ ἄγεσθαι, πάλαι θεοφόρων ταῖς διδαχαῖς· ἀλλ’ ἔρχου Παναγία, ἀπείροις σὺν Ὁσίοις, Χριστῷ αὐτοῖς ἡμᾶς συνάγουσα.
Καὶ εὐθὺς τὰ Μεγαλυνάρια.Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Χαίροις ὦ Σωφρόνιε φαεινέ, λάμψεσι τοῦ θείου, ἀνεσπέρου καὶ ἱλαροῦ, πλήρης ἐνυπάρχων, φωτὸς ἐν ἐνεργείαις, ἀκτίστου καὶ ἀπλέτου, θείᾳ τῇ Χάριτι.
Χαίροις ὦ Σωφρόνιε ἐκλεκτέ, γῆς Ρωσίδος ποίμνης, καὶ τοῦ Ἄθω ὁ Μοναχός, τέλειος ὑπάρχων, πολλῇ ἀκτημοσύνῃ, σεπτῇ ὑπακοῇ τε, καὶ τῇ ἁγνότητι.
Χαίροις ὦ Σωφρόνιε ἰσχυρέ, ἤθει μετανοίας, καὶ τοῦ πένθους χαροποιοῦ, κἄν ἐτρώθης δόλῳ, βελίαρ πρὸς ὀλίγον, κατέτρωσας μυριάκις, δαίμονας τρώσαντας.
Χαίροις ὦ Σωφρόνιε φωτεινέ, δείξας γῇ ἁπάσῃ, τὰς ἀπάτας τῶν πονηρῶν, κακεντρεχεστάτων, ἑώας βδελυγμάτων, οἰκτρῶν προσοχθισμάτων, ψευδοθρησκεύματος.
Χαίροις ὦ Σωφρόνιε ἐν σπουδῇ, κλίμακι προσβαίνων, Ἰωάννου τῶν ἀρετῶν, θείου Σιναΐτου, οὗ βάθους ἐπιστήμης, ἐν Πνεύματι ἐγνώκεις, ρήμασι πράξεσιν.
Χαίροις ὦ Σωφρόνιε ἱερεῦ, τοῦ Θεοῦ ὑψίστου, εὐλαβέστατε ἐν παντί, καὶ κεκοσμημένε, τοῦ Πνεύματος δυνάμει, δεσμεῖν καὶ λύειν πταίστας, μετανοήσαντας.
Χαίροις ὦ Σωφρόνιε Μοναχέ, τέλειε ἐν μέσῳ, Κοινοβίου τοῦ Ρωσικοῦ, καὶ ἐν ἐρημίαις, καὶ βράχοις Ὄρους Ἄθω, πολλὰς τὰς ἀναβάσεις, θέμενος Πνεύματι.
Χαίροις ὦ Σωφρόνιε ὁδηγέ, πλείστων ἐν τῷ Ἄθῳ, Μοναζόντων καὶ ἀλλαχοῦ, Πνεύματος ὁ πλήρης, διδάσκαλος καὶ τύπος, Ἁγίων ὑπηκόων, μόνου Παντάνακτος.
Χαίροις ὦ Σωφρόνιε καρτερέ, ἐν βασάνοις πλείσταις, δαιμονίων τῶν μυσαρῶν, πλήγματα καὶ τύψεις, αὐτῶν καθυπομένων, νυκτὶ καὶ μή γογγύζων, ὡς Χριστομίμητος.
Χαίροις ὦ Σωφρόνιε κραταιέ, σὺν κραταιωτάτῳ καὶ σπουδαίῳ Σιλουανῷ, σχόντες ταπεινώσει, βαθείᾳ ἕως ᾅδου τὸν νοῦν, καὶ τῷ Σωτῆρι, πλεῖον ἐλπίζοντες.
Χαίροις ὦ Σωφρόνιε ἀρωγέ, τῶν μετανοούντων, καὶ ἀπείρων ἁμαρτωλῶν, ὥσπερ ἐπεφάνης, Χριστῷ καὶ τοῖς σοῖς βίβλοις, Ποιμένι Σταυρωθέντι, τούτου ἀκόλουθος.
Χαίροις τὴν Εὐρώπην ποδηγετῶν, μέσον ἀντιξόων, ἀνωμάλων τῶν συνθηκῶν, δύο παγκοσμίων, πολέμων τῶν ἀφρόνων, Σωφρόνιε σωφρόνως, ζῶν γράφων Πνεύματι.
Χαίροις Βρεττανίας καὶ Γαλατῶν, χώρας φῶς ὑπάρχων καὶ ποιμνίου μικροῦ ποιμήν, τῆς Ὀρθοδοξίας Χριστοῦ καὶ Ἐκκλησίας, δεικνύων μεγαλεῖα, θεῖα πανίσχυρα.
Χαίροις ὦ Σωφρόνιε διδαχαῖς, θείαις σου ἐμπρέπων καὶ τοῖς ρήμασι καὶ Γραφαῖς, βίβλοις θεοπνεύστοις, μεσταῖς φιλοσοφίας, σεπτῆς θεολογίας καὶ παραδόσεως.
Χαίροις ὦ Σωφρόνιε ἀπλανῶς, πάντας ἐκδιδάσκων, τοῦ συνδέεσθαι ἐν Χριστῷ, Πνεύματι Ἁγίῳ, ἐντὸς τῆς Ἐκκλησίας, πιστῆς Ὀρθοδοξίας, ἔξω αἱρέσεων.
Χαίροις ὦ Σωφρόνιε ποταμέ, θείων νοημάτων, ἐκ τοῦ Πνεύματος θεϊκοῦ, κύκλῳ περιστρέφων, Γραφῶν Ἁγίους λόγους, Χριστοῦ δὲ καὶ Ἁγίων, σχὼν τὸ πολίτευμα.
Χαίροις ὦ Σωφρόνιε πεποιθώς, ζωαρχικοτάτῃ, τῇ Τριάδι μοναδικῇ, βασιλικωτάτῃ, Θεότητι ὑπείκων, πολλῇ ἐν εὐλαβείᾳ, καὶ συνεχόμενος.
Χαίροις ὦ Σωφρόνιε τοῖς χοροῖς, πάντων τῶν Ἁγίων, ὥσπερ ἔσχατος πεποιθώς, ὅμως ἐν τῇ Δύσει, καὶ χώραις ἑσπερίας, ἐνίοτε σαλίζων, ὤφθης τῷ Πνεύματι.
Χαίροις ὦ Σωφρόνιε τῷ σοφῷ, Παύλῳ Ἀποστόλῳ, προσεπόμενος θαυμαστῶς, ὥσπερ Ἰουδαίῳ φανέντι Ἰουδαίοις, καὶ σὺ ὥσπερ ἐν Δύσει, ζῆν ἐδεικνύεσο.
Χαίροις ὁ ἐχόμενος τυπικῶν, τῆς Ὀρθοδοξίας, Βρεττανίᾳ τῇ ξένῃ γῇ, ὅμως ἐν Μονῇ σου, Τιμίου τοῦ Προδρόμου, τὸ φρόνημα Σωτῆρος, ἔσχες τῇ ποίμνῃ σου.
Χαίροις ὁ δεχόμενος πάσης γῆς, τούς σοι ἐρχομένους, καὶ διψῶντας τὸ ὕδωρ ζῶν, Πνεύματος παρέχων ἀφθόνως τοῦτο σπλάγχνα, Σωφρόνιε Σωτῆρος, δείξας καὶ ἔλεος.
Χαίροις ὦ Σωφρόνιε Βρεττανῶν, πάλαι τῶν Ἁγίων, Γαλατίας τε παλαιᾶς, κ αὶ τῶν τῆς Ρωσίας, καὶ Ἄθω τῶν μυρίων, ἐχόμενος σωφρόνως, ποίμνη Σωτῆρος σου.
Χαίροις τῶν ἐσχάτων θεῖε γραφεῦ, Πνεύματος Ἁγίου, φωτοπάροχε γραμματεῦ, πλεῖον καταργήσας, βλασφήμους τὰς αἱρέσεις, καὶ σχίσματα θρησκείας, ψεύδους καλύμματα.
Χαίροις ὦ Σωφρόνιε τὰς βουλάς, δείξας τοῦ Σωτῆρος, ἐλευθέρους ζωοποιούς, πάντων συντηρούσας, θελήσεις προαιρέσεις, καὶ πρόσωπα ἀνθρώπων, σχούσας ἀκέραια.
Χαίροις ὦ Σωφρόνιε ἐλαφρά, κρίματα Σωτῆρος, δικαιώματα τὰ σοφά, καὶ τὰς μαρτυρίας, Αὐτοῦ Ἀληθεστάτας, βιώσας καὶ διδάξας, πάντας τοὺς θέλοντας.
Χαίροις ὦ Σωφρόνιε τῶν κακῶν, βάρος καὶ τὸ πνῖγος, τὰς ἁλύσεις καὶ σκοτασμόν, ἄγχος καὶ μανίαν, εὐκόλως ἰατρεύων, Χριστοῦ τῇ πολιτείᾳ, λόγοις διδάγμασιν.
Χαίροις ἐμφανίζων τὸν ἰατρόν, μόνον κυβερνήτην, πάντων ἕτοιμον βοηθόν, σὺν τῇ Θεοτόκῳ, καὶ πᾶσι τοῖς Ἁγίοις, τὰ φάρμακα διδοῦσι, πᾶσι καὶ ἔλεος.
Χαίροις παντοδύναμον τὸν Θεόν, δείξας ἀντιστρόφως, πλανωμένοις φθοροποιοῖς, ὧν κοιλία πέλει, θεότης ἀσωτία, κρυφίαι καλυφθεῖσαι, ψεύδους θρησκεύμασιν.
Χαίροις ὦ Σωφρόνιε ἀγαπῶν, τὸν Χριστὸν τελείως, καὶ Ἁγίους ὡς ἀδελφούς, καὶ Μητροπρεπέσι, τιμαῖς τὴν Θεοτόκον, γεραίρων Ἐκκλησίᾳ, μόνῃ Παντάνακτος.
Χαίροις ὦ Σωφρόνιε καταργῶν, ἔξω Ἐκκλησίας, τρόπους λόγους καὶ βιοτήν, φίλαυτον δολίαν, κατάγουσαν εἰς ᾃδην, χωρὶς Χριστοῦ Σωτῆρος, μέγα τὸ Ἔλεος.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Εἶτα τὸ Τρισάγιον καὶ εὐθὺς τὰ Ἀπολυτίκια.Ἦχος α´. Τοὺς τρεῖς Μεγίστους Φωστῆρας.Ἐν τοῖς ἐσχάτοις ἐφάνης καὶ χαλεποῖς ὦ Σωφρόνιε, ὡς καὶ εὐδοκοῦντος Σωτῆρος, καροῖς ἡμῶν ἀναδείξαντος, μετανοούντων θεῖον φῶς έπιστρέφων σκοτασμῶν ἐκ πλάνης προσοχθισμάτων μύσους, τοῦ ᾅδου πάντοθεν ἐσὲ κατεωγότα κλοιοὺς ἀνδρικώτατα Πνεύματι, καὶ τοῦ Χριστοῦ πολιτείαν, ἐλευθέραν τὸν κηρύσσοντα· ἔνδον Ἐκκλησίας τῆς μόνης Χριστοῦ, Μοναχοῖς φιλοσόφοις στοιχήσαντι, μεθ’ ὧν Σιλουανῷ τε, δέου Χριστοῦ ἡμᾶς σωθήσεσθαι.
Ἕτερον˙ Ἦχος γ´. Θείας πίστεως.Μέσον ἤστραψας Ὀρθοδοξίας, ἔθνη ἅπαντα ἑνοποιήσας, Ἐκκλησίᾳ τοῦ Χριστοῦ ὦ Σωφρόνιε, Ἄθω μονάζεις ὁσίως καὶ πέρατα, γῆς ἐκδιδάσκεις Ἑώας καὶ Δύσεως· αἴτει Κύριον ὁμοῦ σὺν σεπτῷ σου Γέροντι, ἡμᾶς Σιλουανῷ λαμπρῷ σωθήσεσθαι.Δόξα...Ἄλλο˙
Ἦχος πλ.δ´. Ταῖς τῶν δακρύων σου ροαῖς.Τῇ σωφροσύνῃ ἐκ παιδός, συνεχόμενος Πνεύματι κατηγλάϊσται, καὶ Ρωσικὴν τὴν γῆν ἀφείς, ἐν Μοναχοῖς τοῦ Ἄθω συγκατηρίθμησαι, Ἑώας καὶ Δυσμῶν, φιλοσοφίᾳ πλήθη ἐδίδαξας, Χριστοειδεῖ Ἐκκλησίας Σωφρόνιε˙ φαίνων μετανοίᾳ Χριστῷ, ᾯ νῦν ἡμᾶς προσάγαγε.
Καὶ νῦν... Θεοτοκίον Ἦχος πλ.β´.Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σέ, μὴ ἀστοχήσωμεν, ρυσθείημεν διὰ σοῦ τῶν περιστάσεων· σὺ γὰρ εἶ ἡ σωτηρία τοῦ γένους τῶν χριστιανῶν.
Ἐκτενὴς ὑπὸ τοῦ ἱερέως καὶ Ἀπόλυσις, ἄνευ τοῦ Δι’ εὐχῶνκαὶ εὐθὺς τὰ Τροπάρια.
Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου σε νεκρόν.Ἔρχου ὦ Σωφρόνιε ἡμῖν, γῆς ἐκ τῶν περάτων κηρύσσων, ἑνοποιόν κραταιόν, Πνεῦμα φαεινότατον, ἐν τῷ ἀκτίστῳ Φωτί, οὗ μετέχειν κραταίωσον, ἡμᾶς ἐν ἀσκήσει, νήψει καὶ κακώσεσι, καρτερικῶς προσδοκᾶν, καὶ δακρυρροοῦντας ἐν πένθει, δὸς ἡμῖν μὴ στρέφειν ὀπίσω, ἔνθα ἁμαρτάδων ᾅδης ἤνοικται.
Ἔρχου ὦ Σωφρόνιε ἡμῖν, τοῖς ἀπεγνωκόσιν ἐν θλίψει, καὶ πειρασμοῖς ἀλγεινοῖς, πόνοις νόσοις πάντοθεν, πολλαῖς συγχύσεσι νῦν, δαιμονίων σκοτώσεσι, κλεινόντων τὴν θύραν, Ἄνω τῶν Δυνάμεων καὶ εὐσπλαγχίας Χριστοῦ˙ ἥν Αὐτῷ προσδέου ἀνοίγειν, καὶ ἡμῖν ἀθλίως βιοῦσι, πταίσμασι πολλοῖς δεσμοῖς καὶ πάθεσιν.
Ἔρχου ὦ Σωφρόνιε λαοῖς, Δύσεως Ἑώας φωτίζων, σοφοῖς διδάγμασι, βίβλων τῶν πανσόφων σου, συνδεδεμένων Γραφαῖς, θεοπνεύστοις καὶ κήρυξι, κλεινοῖς Ἀποστόλοις, Μάρτυσι Ὁσίοις τε, Μονῶν πολλῶν ἐν παντί, κόσμῳ καὶ τοῦ Ἄθω δεικνύων, καὶ Μονῆς Προδρόμου ταμεῖον, σοῦ Βρεττανικαῖς ταῖς νήσοις λάμποντι.
Κράτει τὸν ἀκράτητον ἡμῶν, νοῦν ἐν προσευχαῖς καὶ τῷ ᾅδῃ, ταπεινούμενοις Χριστῷ, δάκρυσι Σωφρόνιε, καὶ ταῖς νηστείαις σαρκός, κόποις θείας ἀσκήσεως, Χριστοῦ Θεανθρώπου, Ὅς ποιμὴν ὁ πρώτιστος ὑπογραμμὸς ἦν παντί, καὶ παραβολαῖς ὡς ἀμπέλου, τούτου πολιτείαν μιμεῖσθαι, πᾶσι δὸς λαοῖς σαρκὶ καὶ πνεύματι.
Λέγων ὦ Σωφρόνιε ἀρχὴν, ὑποστατικὴν διευρύνεις τὸν νοῦν ἡμῶν ἐν Χριστῷ, Παύλου λόγους σήμερον, ἀνακυκλῶν καὶ ἀρχήν, ὑποστάσεως λέγοντος, τὴν πίστιν Σωτῆρι, Ὧ ἡμεῖς ὑπέστημεν καὶ οὐσιώθημεν, νῦν Θείῳ τῷ Βαπτίσματι λόγοις, καὶ Χριστοειδέσι τοῖς ἔργοις, οἷς ἡμῖν Χριστῷ στοιχεῖν βοήθησον.
Πρόσωπον ὑπόστασιν ἀρχήν, ὕπαρξιν δοθεῖσαν ἰδίως, ὑπὸ Θεοῦ τοῖς βροτοῖς, φύσει ἐν ὁμοίᾳ τε, πανανθρωπίνῃ σαρκί, καὶ ψυχὴν εἰκονίζουσαν, Τριάδα Ἁγίαν, Νοῦν καὶ Λόγον Πνεῦμα δὲ, κατὰ εἰκόνα Αὐτῶν, μόνου τοῦ Θεοῦ ὡς εἰρήκεις, ἅμα καθ’ ὁμοίωσιν εὔχου, καὶ ἡμᾶς Σωφρόνιε σωθήσεσθαι.
Ἦχος πλ.δ´.Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.Ἦχος β´.Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.Δι’ εὐχῶν...***
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου