ΑΓΙΑ ΜΑΡΤΥΣ ΩΡΑΙΟΖΗΛΗ ΠΑΡΑΚΛΗΣΙΣ
Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.Ψαλμός ρμβ’ (142).Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος Αὐτοῦ.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.Εἶτα τὸ τροπάριον.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.Ὡραιοζήλην ἐν ᾠδαῖς εὐφημοῦμεν, καὶ μεγαλύνομεν ὡς Μάρτυρα Λόγου, καὶ ἀληθείας κήρυκα Χριστοῦ τοῦ Θεοῦ· Κύριον γὰρ τὸν Θεάνθρωπον, τοῖς ἐν σκότει ἐκήρυξε, καὶ καθωμολόγησεν ἐναντίον ἀθέων, ἀναδειχθεῖσα Μάρτυς ἀληθής, πιστῶν δὲ πάντων, ὑπόδειγμα τέλειον.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.Ψαλμός ν’ (50).Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Ὁ Κανὼν τῆς Μάρτυρος, οὗ ἡ ἀκροστιχίς: Ὡραιοζήλης ἄθλησιν, ὕμνοις τιμῶ. Νικοδήμου.
ᾨδὴ α’. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.Ὡραίαν ὑπάρχουσαν τῇ ψυχῇ, τὴν Ὡραιοζήλην, ἀνυμνῆσαι πανευλαβῶς, ἀξίωσον Κύριε σὸν δοῦλον, ἐν ταπεινώσει αἰτοῦντα τὴν χάριν σου.
Ῥευστὰ ἀρνηθεῖσα Μάρτυς σεπτή, Χριστῷ ἠκολούθεις, ὡς Νυμφίῳ τῆς σῆς ψυχῆς, Αὐτὸν καθικέτευε ἀπαύστως, ὑπὲρ ἡμῶν τῶν τιμώντων τὴν μνήμην σου.
Ἀξίωσον πάντας σοὺς ὑμνητάς, ὦ Ὡραιοζήλη, μελετῆσαι σὴν βιοτήν, καὶ ἄθλησιν θείαν ὑπὲρ Λόγου, ἵνα ἐν ἔργοις Αὐτὸν ἀγαπήσωμεν.
Θεοτοκίον.Ἰσχύεις πρεσβείαις Σου πρὸς Χριστόν, ἁγνὴ Θεοτόκε, ὡς κυήσασα ἐν γαστρί, Θεὸν τῶν ἁπάντων Ὃν δυσώπει, ὑπὲρ τῶν πίστει τιμώντων Σε ἄχραντε.ᾨδὴ γ’. Οὐρανίας ἁψῖδος.Οὐρανοῦ κτίστην Λόγον τοῖς ἀδελφοῖς ἔδειξας, ὦ Ὡραιοζήλη ἐν λόγοις, καὶ ἐν ἀθλήμασι· τοὺς σὲ τιμῶντας σεπτή, ἐν ἀληθείᾳ καὶ ἔργοις, ἀνυμνεῖν ἀξίωσον, τὸν μόνον Κύριον.
Ζωὴν θείαν ποθοῦσα τῷ Ἰησοῦ δέδωκας, ψυχήν τε καὶ σῶμα Ἁγία, λιποῦσα πρόσκαιρα· διὸ ποθεῖν καὶ ἡμᾶς, τὴν Βασιλείαν τὴν ἄνω, καὶ ζωὴν τὴν κρείττονα, λιταῖς σου δώρησαι.
Ἠξιώθης Ἁγία τῆς τοῦ Χριστοῦ χάριτος, καὶ τοῦ μαρτυρίου τῆς δόξης, καὶ ἁγιότητος· ὅθεν λιταῖς σου ἁγνή, ἡμᾶς ἀξίωσον ἔχειν, ἐν καρδίᾳ Κύριον, καὶ ζῆλον ἔνθεον.
Θεοτοκίον.Λυτρωτὴν τοῖς ἀνθρώποις πᾶσι Χριστὸν τέξασα, πρέσβευε Αὐτῷ Θεοτόκε, ὑπὲρ τῶν δούλων Σου, ὅπως ῥυσθῶμεν ἁγνή, ἐκ τῶν τοῦ κόσμου σκανδάλων, ἀνυμνοῦντες Δέσποινα, τὰ μεγαλεῖά Σου.
Κραταίωσον, ἐν πίστει πάντας λιταῖς σου Ὡραιοζήλη, ὅτι πέλεις πρὸς τὸν Θεὸν ἡμῶν θεία πρέσβειρα, ὡς ἔχουσα πρὸς Χριστὸν παῤῥησίαν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.Χριστὸν τὸν Θεὸν ἠγάπησας Χριστόνυμφε, Ἀνδρέου κλεινοῦ πεισθεῖσα τῷ κηρύγματι· ἐν χαρᾷ ἐκήρυξας, θεοδώρητον πίστιν τοῖς ἔθνεσιν, τῇ ὁμολογίᾳ δὲ Χριστοῦ, ἐστέφθης ὡς Μάρτυς, ἐν τῇ ἄνω Σιών.ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.Ἠνεώχθησαν Μάρτυρι, αἱ τῆς Βασιλείας πύλαι οὐράνιαι, καὶ ὁ Λόγος ὑπεδέξατο, τὴν Ἁγίαν Μάρτυρα ὡς πρέσβειραν.
Σαῖς λιταῖς πρὸς τὸν Κύριον, ὦ Ὡραιοζήλη ἡμᾶς περίσκεπε, καὶ παγίδας τοῦ ἀλάστορος, τῇ σῇ χάριτι ταχὺ διάλυσον.
Ἀπὸ ζάλης καὶ θλίψεως, ὦ Ὡραιοζήλη πιστοὺς διάσωσον, καὶ ἐκ πάσης περιστάσεως, καὶ ἐχθρῶν ψυχῆς ὁμοῦ καὶ σώματος.
Θεοτοκίον.Θεοδόξαστε πάναγνε, Σοῦ Υἱοῦ τὴν χάριν ἡμῖν κατάπεμψον, ἵνα πάντες ἀποφύγωμεν, τοῦ δολίου δράκοντος τὰ ἕνεδρα.ᾨδὴ ε’. Φώτισον ἡμᾶς.Λύτρωσιν ψυχῆς, σαῖς πρεσβείαις ἡμῖν δώρησαι, Ὡραιοζήλη Μάρτυς τοῦ Ἰησοῦ, καὶ τὴν εἰρήνην, τὴν πάντα νοῦν ὑπερέχουσαν.
Ἥδιστον ἡμῖν, ἀνυμνεῖν τὰ σὰ ἀθλήματα, καὶ ἐκζητεῖν λιτάς σου πρὸς τὸν Χριστόν, ἵνα ῥυσθῶμεν, Ἁγία τῆς κατακρίσεως.
Σύνεσιν ψυχῆς, καὶ διάκρισιν παράσχου μοι, καὶ τὴν χαρὰν τὴν θείαν τοῦ οὐρανοῦ, Ὡραιοζήλη, λιταῖς σου πρὸς τὸν Φιλάνθρωπον.
Θεοτοκίον.Ἴασίν μοι δός, Θεοτόκε καὶ κραταίωσιν, καὶ ἐν ἀγῶσι νίκας κατ’ ἐχθρῶν, ἵνα εἰσέλθω, εἰς χώραν τῆς καταπαύσεως.ᾨδὴ στ’. Τὴν δέησιν.Νενίκηκας, τοῦ ἐχθροῦ φρυάγματα, καὶ συνέτριψας αὐτοῦ τὰς παγίδας· ὅτι Χριστός, ἐν ψυχῇ σου κατώκει, καὶ δι’ Αὐτοῦ κατενίκας τὸν δράκοντα· σοῦ δέομαι Μάρτυς Χριστοῦ, ἐκ βελῶν ἀντιδίκου διάσωσον.
Ὑψώσασα, πρὸς Θεὸν τὸ φρόνημα, ἀπηρνήθης τὰ ἐπίκηρα κόσμου· καὶ τελευτήν, τῶν Μαρτύρων ποθοῦσα, καθωμολόγεις Χριστὸν ὡς Θεάνθρωπον· διὸ ἐτύθης θαυμαστῶς, ὡς ἀρνίον Χριστοῦ καλλιπάρθενε.
Μυρίπνοον, τοῦ Χριστοῦ ὀσφράδιον, ἀληθῶς Ὡραιοζήλη ἐδείχθης· ὅτι δεινῶς, ἀσεβούντων τὴν πλάνην, ἐν μαρτυρίῳ καὶ λόγοις κατήσχυνας· καὶ θαύμασι τὸν Ἰησοῦν, λυτρωτὴν τῶν ἀνθρώπων ἐκήρυξας.
Θεοτοκίον.Νεᾶνις, τὸν Ἰησοῦν ἐγέννησας, ὑπὲρ φύσιν τε καὶ λόγον ὡς βρέφος, καὶ ἐν χερσί, τὸν Θεὸν ἠγκαλίσω, καὶ ἐκ μαζῶν Σου Αὐτὸν ἐγαλούχησας· διὸ ὡς Μήτηρ τοῦ Θεοῦ, ὑπὲρ πάντων Αὐτὸν καθικέτευε.
Κραταίωσον, ἐν πίστει πάντας λιταῖς σου Ὡραιοζήλη, ὅτι πέλεις πρὸς τὸν Θεὸν ἡμῶν θεία πρέσβειρα, ὡς ἔχουσα πρὸς Χριστὸν παῤῥησίαν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.Ἀθλήσεως πέλεις θεόσδοτον πρότυπον, καὶ Μαρτύρων Χριστοῦ ὑπερθαύμαστον κλέϊσμα, τῇ ἐκχύσει ὑπὲρ Αὑτοῦ σοῦ αἵματος σεμνή· διὸ ἔλαβες παρὰ Θεοῦ, Ὡραιοζήλη τὴν τιμήν, καὶ τῆς δόξης τὸν στέφανον. Τάχυνον εἰς πρεσβείαν, ὑπὲρ τῶν σὲ ἀνυμνούντων, πρὸς τὸν Νυμφίον Σου Χριστόν, ὅπως λάβωμεν συγχώρησιν.Εἶτα, οἱ Ἀναβαθμοί· τὸ α’ Ἀντίφωνον τοῦ δ’ ἤχου.Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ, ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν. Κεφ. 21: 12-19
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Προσέχετε ἀπό τῶν ἀνθρώπων· ἐπιβαλοῦσι γὰρ ἐφ᾿ ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματός μου· ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν, μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων, καὶ συγγενῶν, καὶ φίλων, καὶ ἀδελφῶν· καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.
Δόξα: Ταῖς τῆς Ἀθληφόρου...Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...Στ.: Ἐλέησόν με ὁ Θεός...
Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.Δεῦτε εὐφημήσωμεν, Ὡραιοζήλην ἐν ὕμνοις, καὶ αὐτῆς σαλπίσωμεν, ἀρετὰς μαρτύριον καὶ τελείωσιν· μαθητοῦ γέγονε, τοῦ Ἀνδρέου τέκνον, καὶ Χριστοῦ πιστὸν ἀντίτυπον, λιποῦσα ἅπασαν, τὴν ἐπὶ τῆς γῆς ματαιότητα, ἀνθρώποις τε ἐκήρυξε, πίστιν εἰς Χριστὸν καὶ ἀλήθειαν· καῖ κατηξιώθη, τυθῆναι ὥσπερ σφάγιον Αὐτῷ, καὶ εἰσελθεῖν εἰς οὐράνιον, παστάδα ἡ ἔνδοξος.ᾨδὴ ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.Οἱ πόθῳ ἐκτελοῦντες σεβασμίαν σου μνήμην Ὡραιοζήλη σεμνή, κηρύττομεν ἐν κόσμῳ, τὰ θαύματά σου Μάρτυς, καὶ βοῶμεν πρὸς Κύριον· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἰσχύεις ἐν Κυρίῳ κατὰ πλάνης ἀθέων Ὡραιοζήλη ἁγνή, στηρίζεις δὲ ἐν πίστει, Ὀρθοδόξων τὰ πλήθη, τῶν βοώντων πρὸς Κύριον· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Στεφθεῖσα ἐπαξίως ὑπὸ τοῦ Θεανθρώπου Ὡραιοζήλη σεπτή, συμψάλλεις μετ’ Ἀγγέλων, καὶ πάντων τῶν Ἁγίων, τῶν βοώντων πρὸς Κύριον· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.Τεκοῦσα Θεὸν Λόγον ἀνεδείχθης Παρθένε ἡ θεοδόχος σκηνή· ἱκέτευε Σὸν Τόκον, ὑπὲρ τῶν Σὲ ὑμνούντων, καὶ φαιδρῶς συμψαλλόντων σοι· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.ᾨδὴ η’. Τὸν Βασιλέα.Ἰσχὺν λαβοῦσα, Ὡραιοζήλη Κυρίου, μαρτυρεῖ ὑπὲρ Τούτου καὶ ψάλλει· τὸν Χριστὸν δοξάζω, εἰς πάντας τοὺς αἰῶνας.
Μιμησαμένη, τῶν Πρωτοτόκων τοὺς ἄθλους, ἡ Ἁγία ὑμνεῖ Θεὸν Λόγον, σὺν Ἁγίοις πᾶσιν, εἰς πάντας τοὺς αἰῶνας.
Ὡραιοζήλη, ὁμολογοῦσα Τριάδα, σὺν Ἁγίοις ἀεὶ σαββατίζει, ἀνυμνολογοῦσα, Αὐτὴν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.Ναὸν τοῦ Λόγου, καὶ οὐρανῶν πλατυτέρα, Σὲ Παρθένε κηρύττομεν ὕμνοις, καὶ δοξολογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.ᾨδὴ θ’. Κυρίως Θεοτόκον.Ἱκέτευε τὸν Λόγον, Ὃν καθωμολόγεις, Ὡραιοζήλη θεόφρον ὡς μόνον Θεόν, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι, τοὺς ἀνυμνοῦντάς σε.
Κραταίωσον τοὺς πόθῳ, σὲ ἐπευφημοῦντας, Ὡραιοζήλη ἐν πίστει καὶ βίῳ σεμνῷ, καὶ ἐν παλαίσμασι θείοις, καὶ ἀγωνίσμασιν.
Ὁμότροπον Μαρτύρων, Σὲ ὁμολογοῦμεν, Ὡραιοζήλη Ἁγία Χριστοῦ Ἀθλητῶν, καὶ βιαστῶν πρωτοτόκων, πιστὸν ἀντίτυπον.
Θεοτοκίον.Δεσπότου τὴν Μητέρα, τιμήσωμεν ἐν ὕμνοις, τὴν τῶν πιστῶν προστασίαν καὶ σκέπην σεπτήν, τῶν Ἀσωμάτων τε δόξαν, καὶ τὸ ἐντρύφημα.Μεγαλυνάρια.Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Δεῦτε καταστέψωμεν ἐν ᾠδαῖς, τὴν Ὡραιοζήλην, τοῦ Ἀνδρέου τέκνον λαμπρόν, τὴν ὑπὲρ τοῦ Λόγου, ὡς σφάγιον τυθεῖσαν, ἐν δόξῃ δὲ στεφθεῖσαν, θείοις ἐν δώμασιν.
Τῆς Ὡραιοζήλης τὰς ἀρετάς, πίστιν εἰς Τριάδα, ἀγρυπνίαν καὶ προσευχήν, νηστείαν καὶ βίαν, θυσίαν ὑπὲρ Λόγου, τιμήσωμεν ἐνθέως, καὶ μεγαλύνωμεν.
Λόγοις καταστέψωμεν καὶ ᾠδαῖς, τὴν Ὡραιοζήλην, ἀρετῆς τὸ ὑπογραμμόν, τῆς ὀρθοπραξίας, ὑπόδειγμα τὸ θεῖον, σεμνότητος τὸ κλέος, πιστῶν μεσίτριαν.
Χαίροις τῶν Μαρτύρων ἡ καλλονή, δόξα Ἀποστόλων, καὶ ἀσκήσεως ὁ κανών· χαίροις τῶν παρθένων, διδάσκαλος ἁγνείας, σεμνὴ Ὡραιοζήλη, πιστῶν ἀντίληψις.
Χαίροις τῶν θαυμάτων μέγας κρουνός, καὶ ὁμολογίας, θεοδώρητος προβολεύς, νήψεως νηστείας, καὶ προσευχῆς ὁ τύπος, Ὡραιοζήλη δόξα, πιστῶν καὶ καύχημα.
Στήριξον ἐν πίστει πάντας ἡμᾶς, καὶ ὀρθοπραξίᾳ, ἵνα λάβωμεν ἐκ Θεοῦ, τῆς ὁμολογίας, τὴν χάριν ἐν τῷ βίῳ, Ὡραιοζήλη εὖχος, ἡμῶν καὶ πρότυπον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα.
Ἦχος πλ. β΄.Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα Πατρί…Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν…Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα
Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.Δεῦτε, ἐν ᾠδαῖς πνευματικαῖς, ἄθλησιν ἁγίαν τιμῶντες, Ὡραιοζήλης σεμνῆς, πέρασι κηρύξωμεν αὐτῆς μαρτύριον· Ἰησοῦν ὡμολόγησεν, ἐν μέσῳ ἀθέων, ὡς σωτῆρα ἅπαντα, τὸν κόσμον σώζοντα· ὅθεν, ὡς ἀρνίον τυθεῖσα, χαίρει ἐν σκηναῖς τῶν Ἁγίων, καθορῶσα Κύριον Τρισάγιον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.Δι’ εὐχῶν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου