ΚΣΤ΄Σὲ δύστροπο εὐγενή
Κάποιος, ἐξώλης καὶ προώλης, μ᾽ ἀπὸ καλὴ γενιὰ σὲ κάποιον ποὺ ἡ ρίζα του δὲν ἦταν ἀπὸ εὐγενεῖς, ἀπὸ ἐξαίρετους ὅμως, πρόβαλε τοὺς προγόνους του. Γέλασε αὐτὸς πολὺ ἤρεμα κι εἶπε ἕνα λόγο ἀξιομνημόνευτο: «Ἡ γενιά μου ναί, εἶναι ντροπὴ γιὰ μένα, σὺ ὅμως εἶσαι ντροπὴ τῆς γενιᾶς σου».Φύλαγέ το τοῦτο, γιὰ νὰ μὴ βάλεις τίποτα μπροστὰ ἀπὸ τὴν ἀρετή. Ἂν κορόϊδευε τὴν ἀσχήμια σου ἢ τα χνῶτα σου κάποιος, θὰ τοῦ ἔλεγες «ὁ πάτερας μου ἦταν ὡραῖος ἢ εὐωδιαστός»;Κι ἂν σὲ κορόϊδευαν σὰν δειλὸ καὶ ἄνανδρο θὰ ἔλεγες «οἱ πρόγονοί μου κέρδισαν πολλὰ ὀλυμπιακὰ βραβεῖα»;Ἔτσι κι ἂν σὲ ἀποδεικνύει κάποιος κακὸ κι ἀνόητο,μὴ μοῦ ἀναφέρεις τὸν πατέρα σου οὔτε τοὺς πεθαμένους.Εἶχε κάποιος μιὰ κιθάρα χρυσοκάρφωτη καὶ τὴν ἔπαιζε φριχτὰ κι ἕνας ἄλλος ἀπὸ μιὰ τυχαία ἔβγαζε μελωδία εὐγενική.Ἀπ᾽ αὐτούς, χρυσέ μου, ποιὸς ἦταν καλύτερος κιθαριστής;Ἀσφαλῶς ὅποιος μὲ τεχνικὰ κιθαρίσματα ἀποδίδει τὴν ἁρμονία.Σύ, ὅμως, γεννήθηκες ἀπὸ χρυσοῦς πατέρες, ὅπως λένε, ὁ ἴδιος ὅμως δὲν εἶσαι καλός· κι ἔρχεσαι τώρα καὶ μεγαλοπιάνεσαι.Αὐτὴ εἶναι ἡ λαμπρὴ γενιά σου, παμπάλαιοι νεκροί, φαντασίες παραμυθιῶν καὶ γραΐδια;Ἀστειεύεσαι. Ἐγὼ μόνο ἐσένα βλέπω, ἂν εἶσαι δίκαιος ἢ κακός. Ἡ ἀρχὴ γιὰ ὅλους μας εἶναι ὁ ἴδιος πηλός.Ὅλοι ἔχομε τὸ ἴδιο πετσί, μετεωριζόμαστε φουσκωμένοι ἀπὸ τὰ πλούτη καὶ τὴ δόξα καὶ τὴ μεγάλη πατρίδα μας.Τί τὰ θέλω αὐτὰ τὰ περιττά, πατέρα καὶ γενιά; Οὔτε οἱ μύθοι μ᾽ εὐχαριστοῦν οὔτε οἱ τάφοι. Ἐσένα μόνο βλέπω, ὦ ἀγαθέ.Τὸ ἴδιο χῶμα ὅλοι, ἑνὸς πλάστη πλάσματα. Κι εἶναι ὁ τύραννος ποὺ χώρισε στὰ δυὸ τοὺς θνητούς, ὄχι ἡ φύση.Γιὰ μένα κάθε κακὸς εἶναι δοῦλος, ἐλεύθερος ὁ πιὸ καλός.Ἂν ἐσὺ ἔχεις ἔπαρση, τί σχέση ἔχει ἡ γενιά σου.Γιὰ τοὺς ἠμίονους τί ντροπὴ εἶναι ποὺ πατέρα ἔχουν τὸ γάϊδαρο;Τίποτα. Καὶ τί δόξα κερδίζουν τὰ γαϊδούρια ἀπὸ τοὺς ἠμίονους;Γεννοῦν οἱ ἀετοὶ καὶ τ᾽ ἀετόπουλα ποὺ διώχνουν.Ὥστε τί μοῦ λὲς γιὰ τοὺς πατέρες κι ἀφήνεις τὸν ἑαυτό σου;Καλύτερα νά ᾽σαι ἄριστος μὲ κακὴ γενιά, παρὰ κάκιστος καὶ νά ᾽σαι εὐγενής. Τὸ ρόδο ἀπὸ τραχὺ βλάστησε θάμνο, μὰ εἶναι ρόδο. Μ᾽ ἂν ἀπὸ γῆ ἁπαλὴ βγῆκες ἀγκάθι, ἀξίζεις γιὰ τὴ φωτιά.Πῶς ἐνῶ εἶσαι τρίσκακος, καμαρώνεις τόσο γιὰ προγόνους, ὦ γιά τὸ μύλο γάϊδαρε ποὺ ἔχεις περηφάνεια ἀλόγου;
ΚϚ΄. Εἰς εὐγενῆ δύστροπον.Αἵματος ἐξ ἀγαθοῦ τις, ἅπαν κακὸν, ἀνδρὶ γένος μὲνΟὐ τῶν εὐπατέρων, τἄλλα δὲ θαυμασίων,Προύφερε τοὺς προγόνους. Καὶ ὃς μάλα ἡδὺ γελάσσας,Εἶπε λόγον μνήμης ἄξιον, ὡς «Τὸ γένοςἜστιν ὄνειδος ἔμοιγε, γένει δὲ σύ.» Τοῦτο φύλασσεὩς μὴ τῆς ἀρετῆς ἄλλο τι πρόσθεν ἄγοις.Εἰ σοῦ τις τὸ δυσειδὲς ἐκέρτομεν, ἢ τὸ δυσῶδες,Εἶπες ἂν, ὡς «Ὁ πατὴρ ἦν καλὸς, ἢ μυρίπνους;»Εἰ δέ σέ τις ὡς δειλὸν ἐπέσκωπτεν καὶ ἄνανδρον·«Ὡς πρόγονοι πολλὰς εἷλον ὀλυμπιάδας;»Οὕτω, εἴ σε κακόν τις ἐλέγχει καὶ ἀνόητον.Μή μοι τοὺς πατέρας, μηδὲ τὰ νεκρὰ λέγε.Χρυσόδετον κιθάρην τις ἔχων, ἔκρεξε κάκιστον.Ἄλλος ἀπ’ εἰκαίης εὐγενὲς ἧκε μέλος.Τίς τούτων, ὦ λῷστε, ἀμείνων σοι κιθαριστής;Ὃς σώζει τεχνικοῖς κρούμασιν ἁρμονίας.Ἀλλὰ σὺ χρυσῶν μὲν πατέρων ἔφυς, ὥς σε λέγουσιν,Αὐτὸς δ’ οὐκ ἀγαθός. Εἶτα μέγα φρονέεις;Τοῦτό γέ σοι λαμπρὸν γένος ἐστὶν, οἱ προπάλαιοιΝεκροὶ, καὶ μύθων πλάσματα, καὶ γραΐδες;Παίζεις. Πρὸς σὲ δ’ ἔγωγε βλέπω μόνον, εἰ δίκαιός τιςἫ κακός. Ἡ δ’ ἀρχὴ, πηλὸς ἅπαντες ἴσος.Δέρματα πάντες ὅμοια, φυσώμεθα δ’ οἱ μετέωροι,Πλούτῳ καὶ δόξῃ, καὶ πατρίσι μεγάλαις.Ὥστε τί μοι τὰ περισσὰ, πατὴρ, γένος; Οὔτε με μῦθοιΤέρπουσ’, οὔτε τάφοι. Ἀλλ’, ἀγαθὲ, σὲ βλέπω.Εἷς χοῦς πάντες, ἑνὸς πλάστου γένος. Ἡ δὲ τυραννὶςΕἰς δύο τὰ θνητῶν ἔσχισεν, οὐχὶ φύσις.Δοῦλος ἐμοὶ πᾶς σκαιός· ἐλεύθερος, ὅστις ἄριστος.Εἰ δὲ σὺ τύφον ἔχεις, τοῦτο τί πρὸς τὸ γένος;Ἡμιόνοις τί πατήρ ποθ’ ὁ κάνθων ἐστὶν ὄνειδος;Οὐδέν. Τίς δέ τ’ ὄνοις δόξα παρ’ ἡμιόνων;Οἱ δ’ ἀετοὶ τίκτουσι, καὶ οὓς ῥίπτουσι νεοσσούς.Ὥστε τί μοι πατέρας, σαυτὸν ἀφεὶς, σὺ λέγεις;Κρεῖσσον ἄριστον ἐόντα κακὸν γένος, ἠὲ κάκιστονἜμμεναι εὐγενέτην· καὶ ῥόδον ἐκ τραχέοςἘβλάστησε. φυτοῖο, ῥόδον γε μέν. Εἰ δ’ ἀπὸ γαίηςἮλθες ἄκανθ’ ἁπαλῆς, τοῦ πυρὸς ἄξιος εἶ.Πῶς σὺ κάκιστος ἐὼν, τόσσον φρονέεις προγόνοισιν,Ὦ κάνθων μυλικὲ, ἵππιον ὕψος ἔχων;
ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΘΕΟΛΟΓΟΥ
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου