Τετάρτη 25 Ιανουαρίου 2023

Οἱ δρόμοι τῆς ζωῆς - ΑΓΙΟΣ ΓΡΗΓΟΡΙΟΣ Ο ΘΕΟΛΟΓΟΣ

ΙΣΤ΄
Οἱ δρόμοι τῆς ζωῆς

ΠΗΓΗ :ΕΔΩ

Ποιὸς κι ἀπὸ ποῦ ἦρθα στὴ ζωή; Κι ἡ γῆ σὰν μὲ σκεπάσει κι ἀναστηθῶ, ποιὸς θὲ νὰ βγῶ ἀπὸ τὴ σκόνη πάλι;
Ποῦ θὰ μὲ πάει ὁ μέγας Θεός; Θὰ μὲ γλιτώσει τάχα, ἀφοῦ μ᾽ ἀνάστησε ἀπὸ δῶ, σὲ γαληνὸ λιμάνι;
Πολλὲς οἱ στράτες τῆς ζωῆς οἱ πολυπαθιασμένες
καὶ κάθε μιὰ φορτώνεται μὲ τὰ δικά της πάθη.
Καλὸ δὲν ἔχει ὁ ἄνθρωπος κακὸ ποὺ νὰ μὴν κρύβει
καὶ μόνο ἂς ἦταν τὰ πικρὰ νὰ μὴ νικοῦνε τόσο.
Ὁ πλοῦτος φίλος ἄπιστος, κι ὁ θρόνος μάταιη δόξα
βάρος τὸ νὰ σὲ κυβερνοῦν κι εἶναι πεδούκλι ἡ φτώχεια.
Ἡ ὀμορφιὰ μιὰν ἀστραπὴ μὲ λίγη χάρη, ἡ νιότη
τοῦ χρόνου κόχλασμα, πικρὸ τέλος τοῦ βίου τὰ γέρα.
Εἶναι τὰ λόγια φτερωτὰ κι ἡ δόξα ἀέρας, αἷμα
ποὺ πάλιωσ᾽ οἱ εὐγενεῖς, ἡ ὁρμή, καὶ τ᾽ ἄγριου κάπρου.
Τὰ πλούτη προσβολὴ γεννοῦν, δεσμὸς ὁ γάμος κι εἶναι σκληρὴ φροντίδα τὰ παιδιὰ κι ἡ ἀτεκνία ἀρρώστια.
Διδασκαλεῖα οἱ ἀγορὲς κακίας· ἡ ἠρεμία εἶν᾽ ἀπραξία· τῶν ταπεινῶν εἶναι καὶ κάθε τέχνη.
Πικρὸ τὸ ξένο τὸ ψωμί. Μόχθος τὴ γῆ νὰ ὀργώνεις.
Κι οἱ πιὸ πολλοὶ θαλασσινοὶ στὸν ἅδη ταξιδεύουν.
Γκρεμὸς γιὰ σὲ ἡ πατρίδα σου κι ἡ ξενιτιὰ ντροπή σου.
Ὅλα τὰ ἐδῶ γιὰ τοὺς θνητούς, κόπος· κι ὅλα γιὰ γέλια, ἄχνη, ἴσκιος, φαντασία, δροσιά, πνοή, φτερὸ κι ὁμίχλη, ὄνειρο, κύματα, ροή, στὸ πέλαο αὐλάκι, σκόνη.
Κύκλος ποὺ ἀδιάκοπα γυρνᾶ, κυλώντας ὅμοια πάντα· μιὰ στέκεται, μιὰ προχωρεῖ, σπάζει καὶ πάλι σμίγει ὧρες καὶ μέρες καὶ νυχτιές, θάνατοι, πόνοι, λύπες μ᾽ ἀρρώστιες ἀλλὰ καὶ χαρές, κακοτυχιὲς καὶ τύχες.
Κι αὐτὸ ἡ σοφία σου τ᾽ ὅρισε, Πατέρα Λόγε, νά᾽ ναι ὅλα ἄστατα γιὰ νά ᾽χομε τοῦ ἀκίνητου τὸν πόθο.
Πόσα μὲ τὰ φτερὰ τοῦ νοῦ μὲ κύκλωσαν παλιὰ ὅσα κι ὅσα καινούργια· ἀπ᾽ τοὺς θνητοὺς πιὸ ἀδύναμο δὲν ἔχει.

Ἕνα μόνο οἱ ἄνθρωποι καλὸ καὶ σταθερὸ ἔχουν μόνο νὰ ξεκινοῦν πάντ᾽ ἀπ᾽ αὐτὸ σέρνοντας τὸ σταυρό τους.
Τὰ δάκρυα κι οἱ στεναγμοί, νοῦς ποὺ τὰ θεῖα τὸν νοιάζουν, ἡ ἐλπίδα, τῆς οὐρανικῆς ἡ φωταυγὴ Τριάδας ποὺ κατοικεῖ στοὺς καθαρούς, ἀπὸ τὸ ἀνόητο χῶμα ἡ ἀπαλλαγή, κι ἡ φύλαξη ἁγνῆς τῆς θείας εἰκόνας.
Ἡ ζωή μας νά ᾽ναι ἀλλιώτικη κι αὐτὸν τὸν κόσμο μ᾽ ἄλλον κόσμο νὰ τὸν ἀλλάζομε σὲ μιὰ ζωὴ ὅλο πόνο. 


ΙϚ΄. Περὶ τῶν τοῦ βίου ὁδῶν.

Τίς, πόθεν ἐς βίον ἦλθον; ἐπεὶ δέ με γαῖα καθέξει,
Τίς πάλιν ἐκ κόνιος ἔσσομ’ ἀνιστάμενος;
Πῆ δὲ φέρων στήσει με Θεὸς μέγας; ἦ ῥα σαώσει
Ἔνθεν ἀναστήσας εὔδιον ἐς λιμένα;
Πολλαὶ μὲν βιότοιο πολυτλήτοιο κέλευθοι,
Ἄλλη δ’ ἀλλοίοις πήμασι συμφέρεται.
Κοὐδὲν ἐν ἀνθρώποισι καλὸν, κακότητος ἄμικτον.
Αἴθε δὲ μὴ τὰ λυγρὰ πλείονα μοῖραν ἔχεν!
Ὁ πλοῦτος μὲν ἄπιστος ὁ δὲ θρόνος, ὀφρὺς ὀνείρων·
Ἄρχεσθαι δὲ μόγος, ἡ πενίη δὲ πέδη.
Κάλλος δ’ ἀστεροπῆς, τυτθὴ χάρις, ἡ νεότης δὲ,
Βράσμα χρόνου πολιὴ, λυπρὰ λύσις βιότου.
Οἱ δὲ λόγοι πτερόεντες· ἀὴρ, κλέος· αἷμα παλαιὸν
Εὐγενέται, ῥώμη καὶ συὸς ἀγροτέρου.
Ὑβριστὴς δὲ κόρος· δεσμὸς, γάμος· εὐτεκνίη δὲ,
Φροντὶς ἀναγκαίη· δυστεκνίη δὲ, νόσος.
Αἱ δ’ ἀγοραὶ, κακίης μελετήματα· ἠρεμίη δὲ,
Ἀδρανίη· τέχναι, τῶν χαμαὶ ἐρχομένων.
Στεινὴ δ’ ἀλλοτρίη μάζα. Τὸ δὲ γαῖαν ἀρόσσειν,
Μόχθος. Ποντοπόρων τὸ πλέον εἰν ἀΐδῃ.
Ἡ πάτρη δὲ, βέρεθρον ἑόν· ξενίη δέ τ’ ὄνειδος.
Πάντα μόγος θνητοῖς τἀνθάδε· πάντα γέλως,
Χνοῦς, σκιὰ, φάσμα, δρόσος, πνοιὴ, πτερὸν, ἀτμὶς, ὄνειρος,
Οἶδμα, ῥόος, νηὸς ἴχνιον αὖρα, κόνις,
Κύκλος ἀειδίνητος, ὁμοίϊα πάντα κυλίνδων,
Ἑστηὼς, τροχάων, λυόμενος, πάγιος,
Ὥραις, ἤμασι, νυξὶ, πόνοις, θανάτοισιν, ἀνίαις,
Τερπωλῇσι, νόσοις, πτώμασιν, εὐδρομίαις.
Καὶ τόδε σῆς, γενέτορ, σοφίης, Λόγε, ἀστατέοντα
Πάντα πέλειν, στασίμων ὥς κεν ἔχωμεν ἔρον.
Πάντα νόου πτερύγεσσιν ἐπέδραμον, ὅσσα παλαιὰ,
Ὅσσα νέα· θνητῶν δ’ οὐδὲν ἀκιδνότερον.
Ἓν μόνον ἀνθρώποισι καλὸν καὶ ἔμπεδόν ἐστιν,
Ἔνθεν ἀφορμᾶσθαι, σταυρὸν ἀειρομένους·
Δάκρυά τε, στοναχαί τε, νόος θείοισι μεμηλὼς,
Ἐλπὶς, καὶ Τριάδος λάμψις ἐπουρανίης
Μιγνυμένης καθαροῖσι, χοὸς λύσις ἀφραδέοντος,
Εἰκόνος ἀφθορίη, τὴν λάχομεν θεόθεν·
Ζώειν τ’ ἀλλότριον ζωῆς βίον, ἀντὶ δὲ κόσμου
Κόσμον ἀμειβομένους, ἄχθεα πάντα φέρειν.

ΑΓΙΟΣ ΓΡΗΓΟΡΙΟΣ Ο ΘΕΟΛΟΓΟΣ

Δεν υπάρχουν σχόλια:

Δημοφιλείς αναρτήσεις