ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ
ΕΙΣ ΤΟΝ ΟΣΙΟΝ ΝΙΚΗΦΟΡΟΝ ΤΟΝ ΛΕΠΡΟΝ
Πρωτοπρ. τοῦ Οἰκουµενικοῦ Θρόνου
Στυλιανοῦ Μακρῆ, ∆ρος. Θ
Εὐλογήσαντος
τοῦ ἱερέως, τὸ Κύριε εἰσάκουσον, µεθ’ ὃ τὸ Θεὸς Κύριος ὡς καὶ τὰ ἑξῆς τροπάρια.
Ἧχος δ΄. Ὁ Ὑψωθεὶς
ἐν τῷ Σταυρῷ.
Τῆς
καρτερίας τὸν σεπτὸν ἀθληφόρον, τὸν συννοσήσαντα λεπροῖς Νικηφόρον, πνευµατικαῖς
ὑµνήσωµεν ᾠδαῖς οἱ πιστοί, ὅτι θεῖον ἐγκαλλώπισµα ἐν ἐσχάτοις τοῖς χρόνοις, οὗτος
ἀναδέδεικται, καὶ κλέος µοναζόντων, καὶ τῶν Ὁσίων σύσκηνος ὁµοῦ, καὶ τῶν νοσούντων
ὑπέρµαχος ἄληκτος.
∆όξα.
Ἦχος α´ Ἀπολυτίκιον
Νικηφόρου
Ὁσίου, τοῦ λεπροῦ τὰ παλαίσματα, καὶ τὴν ἐν ἀσκήσει ἀνδρείαν, κατεπλάγησαν Ἄγγελοι
ὡς ἄλλος γὰρ Ἰὼβ τὰ ἀλγεινά, ὑπέμεινε δοξάζων τὸν Θεόν, νῦν δὲ δόξῃ ἐστεφάνωται
παρ᾽ Αὐτοῦ, θαυμάτων διακρίσεσιν. Χαίροις τῶν Μοναστῶν χειραγωγέ, χαίροις φωτὸς
ὁ πρόβολος· χαίροις ὁ εὐωδίας χαρμονήν, προχέων ἐκ λειψάνων σου.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ
σιωπήσωµεν ποτὲ Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ µὴ γὰρ σὺ προΐστασο
πρεσβεύουσα, τίς ὑµᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων, τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους;
οὐκ ἀποστῶµεν ∆έσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους σώζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
Ὁ Ν΄ Ψαλµὸς καὶ ὁ κανών, οὗ ἡ ἀκροστιχίς:
ΝΙΚΗΝ ΦΕΡΕΙΣ, ΟΣΙΕ, ΤΗΝ ΝΙΚΗΣΑΣΑ ΚΟΣΜΟΝ.
Στίχος: Ὅσιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡµῶν.
ᾨδὴ α΄.
Ἦχος
πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Νοσήσας ἐν
σώµατι ἀθλητά, ὑγιὴς εὑρέθης, τὴν καρδίαν ὡς καὶ τὸν νοῦν, ὅτι ἀπὸ λέπρας ἁµαρτίας,
µοναστικοῖς ἐκαθάρθης παλαίσµασιν.
Ἰάσεις µὴ
παύσῃ παντοδαπάς, παρέχειν ἀσµένως, τοῖς προστρέχουσιν εὐλαβῶς, τῇ σορῷ τῶν
θείων σου λειψάνων, καὶ ἀνιάτως νοσοῦσιν πανόλβιε.
Καλλίµορφος
ὤφθης τῇ σῇ ψυχῇ, ὅτι ταύτην κόσµῳ, κατελάµπρυνας ἀρετῶν, ὅθεν ὑπὲρ κόσµου τὸν
Νυµφίον, τὸν ὡραιότατον κάλλει ἱκέτευε.
Θεοτοκίον.
Ἡδύοινος
ἄµπελος Ἀγαθή, ὑπάρχεις καρδίας, ἡ εὐφραίνουσα µυστικῶς, πέπειρον ἡ φέρουσα τὸν
βότρυν, οὗ γλυκασµὸν σοῖς ἱκέταις κατάπεµψον.
ᾨδὴ γ΄. Οὐρανίας
ἀψίδος.
Νικηφόρος
ἐδείχθης, ἐν τῷ σφοδρῷ Ὅσιε, µετὰ τοῦ βελίαρ πολέµῳ, ὅτε ἐπάταξας, τῇ ταπεινώσει
σου, τὰς µηχανὰς τῶν δαιµόνων, καὶ τὸν ἀµαράντινον, εἴληφας στέφανον.
Φθίσει τῶν
ὀφθαλµῶν σου, πνευµατικὰ ἤνοιξας, ὅµµατα πρὸς θέαν ἀκτίστου, φωτὸς τρισόλβιε,
διὸ αἰτοῦµέν σε, φώτισον φέγγει ἀκτίστῳ, τῷ σὲ καταυγάσαντι, τοὺς ἀνυµνοῦντάς
σε.
Εὐµενείας
ἐνθέου, παρὰ Χριστοῦ ἔτυχας, καίπερ ἐν τῷ σώµατι πόνων, πλῆθος ὑπήνεγκας, Θεοῦ
γὰρ δύναµις, ἐτελειώθη παµµάκαρ, Νικηφόρε Ὅσιε, ἐν ἀσθενείᾳ σου.
Θεοτοκίον
Ῥῶσιν
δίδου Παρθένε, ψυχῆς καὶ τοῦ σώµατος, πᾶσι τοῖς πιστοῖς Νικηφόρου, εὐχαῖς δεόµεθα·
οὐδὲν ἀδύνατον, ἐν σοὶ Ἁγνὴ Θεοτόκε, ὅτι ἐν τῷ θέλειν σε, ἅµα τὸ γίγνεσθαι.
∆ιάσωσον, ἀπὸ τῆς λέπρας τρισµάκαρ τῆς ἁµαρτίας, Νικηφόρε καὶ τῶν
ἀλγίστων πόνων τοῦ σώµατος, τοὺς ὕµνον προσάγοντάς σοι θεόφρον.
Ἐπίβλεψον,
ἐν εὐµενείᾳ Πανύµνητε Θεοτόκε, ἐπὶ τὴν ἐµὴν χαλεπὴν τοῦ σώµατος κάκωσιν, καὶ ἴασαι
τῆς ψυχῆς µου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισµα.
Ἦχος β΄. Τὰ ἄνω
ζητῶν.
Φλογµὸν
τῶν παθῶν, πρεσβείᾳ σου ἀπόσβεσον, καὶ νόσους πικράς, θαυµατουργῶς θεράπευσον,
Νικηφόρε Ὅσιε, ὁ πιστὸς λαὸς ἀνακράζει σοι, ὅτι ἐκ σοῦ προσµένει ταχινήν,
βοήθειαν πάτερ καὶ ἀντίληψιν.
ᾨδὴ δ΄. Εἰσακήκοα
Κύριε.
Ἐξαπόστειλον
Ὅσιε, δύναµιν ἐξ ὕψους τοῖς δεοµένοις σου, ὡς ἂν νίκας κατορθώσωµεν, κατὰ τῆς
µανίας τοῦ ἀλάστορος.
Ἰταµὸν ἀντικείµενον,
ἔχθραν καθ’ ἡµῶν πάτερ τὸν φερόµενον, τοὺς τιµῶντάς σε ἀξίωσον, λίθῳ καταλεῦσαι
τῷ τῆς πίστεως.
Σαρκοφθόρα
νοσήµατα, ἀπ’ ἐµοῦ ἀπέλασον πάτερ κλίνης µε, ἐξεγείρων ἀρρωστίας µου, καὶ
στρωµνῆς µου ἅγιε κακώσεως.
Θεοτοκίον.
Ὀφθαλµοὺς
τῆς καρδίας µου, ἄνοιξον φωτὶ τῷ ἐκ σοῦ πηγάσαντι, φαεσφόρε Ἀειπάρθενε, ὅπως
κατοπτεύσω φῶς τὸ ἄϋλον.
ᾨδὴ ε΄. Φώτισον ἡµᾶς.
Σῆψιν τῶν
µελῶν, τῶν ἐν γῇ καὶ τούτων νέκρωσιν, καθὰ κελεύει Παῦλος ὁ τῶν ἐθνῶν, ὦ
Νικηφόρε πρεσβείαις σου κατορθώσαιµεν.
Ἴαµα ψυχῶν,
καὶ σωµάτων τὰ σὰ λείψανα, τὰ ἱερὰ ὑπάρχουσιν ἀληθῶς, δι’ ὧν θεράπευε ἅγιε τοὺς
ἱκέτας σου.
Ἔξω τῶν
θυρῶν, οἰκτιρµῶν Χριστοῦ ἱστάµενος, καὶ καρτερίᾳ κρούων πάτερ ζητῶ, ἵνα ἀνοίξῃς
µοι ταύτας κλείθρῳ πρεσβείας σου.
Θεοτοκίον.
Τέθριππον
Ἁγνή, ὁδηγεῖσαι καταξίωσον, ἐξ ἀρετῶν τεσσάρων τὸν νοῦν πιστῶν, ἐγκρατείας
προσευχῆς ἀγάπης πίστεως.
ᾨδὴ στ΄. Τὴν
δέησιν.
Ἠσθένησα,
ἀνιάτως ὅσιε, ἀπὸ φαύλης ἀρρωστίας καὶ νόσου, φέρων πταισµάτων τὰ στίγµατα ὅλως,
ἐν τῇ σαρκί µου καὶ οὕτως σοῦ δέοµαι, δός µοι ἀντίδοτον ζωῆς, ἐκπηγάζον ἐκ
θείων λειψάνων σου.
Νεόφυτον,
ἐφυτεύθης ἅγιε, ἄνθος πάτερ τὸ µυρίπνοον κήπῳ, τοῦ Παραδείσου ὀσµὴν ὅθεν
πέµψον, καὶ τὴν λεπτὴν εὐωδίαν τοῦ Πνεύµατος, τοῖς ἐν δυσώδει τῶν παθῶν, καθηµένοις
βορβόρῳ, πανόλβιε.
Νηφάλιον,
σεαυτὸν ἐφύλαξας, ὑποµείνας πολυώδυνον νόσον, ἐν ᾧ γὰρ πέπονθας δύνασαι πάτερ, ὡς
συµπαθὴς βοηθῆσαι τοῖς πάσχουσιν, διὸ ἐπάκουσον ἡµῶν, αἰτουµένων ἐκ σοῦ τὴν ἀντίληψιν.
Θεοτοκίον.
Ἱµάτιον,
τῆς ψυχῆς ἐσπίλωσα, ἀπὸ ῥύπου ἁµαρτίας τὸ σῶµα, καὶ σοὶ κραυγάζω ἐκ βάθους
καρδίας, Ἁγνὴ Παρθένε ταχέως µὲ κάθαρον, ὅπως εἰσέλθω οὖν κἀγώ, εἰς Νυµφῶνα Οὐράνιον
∆έσποινα.
∆ιάσωσον, ἀπὸ τῆς λέπρας τρισµάκαρ τῆς ἁµαρτίας, Νικηφόρε καὶ τῶν
ἀλγίστων πόνων τοῦ σώµατος, τοὺς ὕµνον προσάγοντάς σοι θεόφρον.
Ἄχραντε,
ἡ διὰ λόγου τὸν Λόγον ἀνερµηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡµερῶν τεκοῦσα δυσώπησον, ὡς
ἔχουσα µητρικὴν παρρησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος γ΄. Ἐπεφάνης
σήµερον.
Νικηφόρε
Ὅσιε, ὡς ὁ εὐγνώµων, τῶν λεπρῶν ὁ δέκατος, τῷ σὲ τιµήσαντι καλῶς, ἐν παρρησίᾳ
παρίστασαι, διὸ σὲ πάντες ἀξίως γεραίροµεν.
Προκείµενον καὶ στίχος τῶν Ὁσίων.
Εὐαγγέλιον: ΙΒ΄ Λουκᾶ (∆έκα λεπρῶν).
∆όξα.
Ταῖς τοῦ Σοῦ Ὁσίου, πρεσβείαις Ἐλεῆµον,
ἐξάλειψον τὰ πλήθη, τῶν ἐµῶν ἐγκληµάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆµον,
ἐξάλειψον τὰ πλήθη, τῶν ἐµῶν ἐγκληµάτων.
Στίχος. Ἐλέησόν µε ὁ Θεὸς κατὰ τὸ µέγα ἔλεός
Σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρµῶν Σου ἐξάλειψον τὸ ἀνόµηµά µου.
Εἶτα τὸ παρὸν τροπάριον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέµενοι.
Νίκης τὸν
φερώνυµον, ἀνευφηµήσωµεν πάντες, τῶν λεπρῶν τὸ καύχηµα, τούτων δὲ ὑπόδειγµα ὡραιότατον,
προσευχῆς ἀνθρωπον, µοναστῶν τὸν τύπον, ἐραστὴν τῆς ταπεινώσεως, καὶ ἐγκρατείας
τε, καὶ ὑποµονῆς καὶ τῆς πίστεως, τὸν ὡς ἀστέρα λάµποντα, ἀγλαοφανῶς
στερεώµατι, τῷ ἐπουρανίῳ, καὶ οὕτως Νικηφόρον τὸν λεπρόν, καθικετεύσωµεν·
πρέσβευε, ὑπὲρ κόσµου Ὅσιε.
Σῶσον, ὁ Θεός, τὸν λαόν Σου.
Ἐλέει καὶ οἰκτιρµοῖς.
ᾨδὴ ζ ΄. Οἱ ἐκ τῆς
Ἰουδαίας.
Κρυφηδὸν
ἡγιάσθης, λάθρᾳ πάτερ βιώσας ὡς ἀληθὴς ἀσκητῶν, καὶ µοναζόντων τύπος καὶ πλοῦτον
ἀρετῶν σου, εὐλαβῶς σὺ ἀπέκρυψας, ἀλλὰ πιστοῖς εὐκρινῶς, φανέρωσον
σὴν
χάριν.
Ἡδονὰς ἐν
τῷ βίῳ, δυσαλγεῖς δ’ ἀπολαύσεις ἐγκαταλείψας σοφέ, καὶ ἄλγος προτιµήσας, τῆς
λέπρας ἐν ὀδύνῃ, Παραδείσου ἀπήλαυσας, ἐν ᾧ βοήθει ἡµῖν, οἰκῆσαι Νικηφόρε.
Σηρικάρι
καυχᾶται, ἐν Θεῷ οὗπερ γόνος ὑπῆρξας πάτερ λαµπρός, διὸ καὶ τῆς ὑγείας, τῶν
τούτου οἰκητόρων, ἐπιµέλου ἑκάστοτε, ὡς εὐγενὴς ἀληθῶς, ὁσίων συµπολίτης.
Θεοτοκίον.
Ἀνακούφισον
ὅλως, ἀπὸ θλίψεως πάσης ὀδυνοµένην ψυχήν, τοῦ δούλου σου Πάρθένε, καὶ χάρισαί
µοι Κόρη, εὐφροσύνην οὐράνιον, ἵνα Ἁγνὴ εὐσεβῶς, ὕµνοις σὲ µεγαλύνω.
ᾨδὴ η ΄. Τὸν
Βασιλέα.
Σκόλοψ ἐδόθη,
ἐν τῇ σαρκὶ Νικηφόρε, πολυστένακτος λέπρας ἡ νόσος, ἥν γενναιοφρόνως, ὑπήνεγκας
θεόφρον.
Ἀδιαλείπτως,
σὺν τοῖς ἐνδόξοις ἁγίοις, Ζωτικῷ καὶ Ἀνθίµῳ ἐν Χίῳ, πάτερ Νικηφόρε, εὔχου ὑπὲρ
τοῦ κόσµου.
Νίπτρῳ
πταισµάτων, τοῖς σοῖς εὐκάρποις δακρύοις, τὴν ψυχήν σου ἐλεύκανας πάτερ, ὅθεν
µετανοίας, καρποὺς ποιεῖν µε δεῖξον.
Κακοπαθείας,
ἀπάλλαξόν µε ἐν τάχει, καὶ δεινῆς ἀρρωστίας µὲ ῥῦσαι, τῇ συµπαθεστάτῃ, πρεσβείᾳ
σου, Παρθένε.
ᾨδὴ θ ΄. Κυρίως
Θεοτόκον.
Οἰµώγµατος
καὶ θρήνου, τοῦ ἐµοῦ ἀκούσας, ὑπὲρ ἐµοῦ ἱκετεύων µὴ παύσῃ Χριστῷ, ὅτι δειναῖς ἁµαρτίαις,
πάτερ ἀπόλλυµαι.
Σαγήνῃ ἄγρευσόν
µε, τοῦ Χριστοῦ καὶ ῥῦσαι, ἐπαπειλοῦντός µε κήτους ψυχήν µου σεµνέ, εἰς
σωτηρίας ὀλκάδα, ἐπιβιβάσας µε.
Μὴ παύσῃ
Νικηφόρε, τῷ Χριστῷ πρεσβεύων, ὑπὲρ ἡµῶν τῶν ἐπαίνοις τιµώντων τὴν σήν, ἀσκητικὴν
πολιτείαν, τὴν πολυζήλωτον.
∆όξα.
Ὀχλώδη ἀρρωστίαν,
ἴασαι καὶ λέπραν, τῶν ἐφαµάρτων παθῶν µου πρεσβείαις ταῖς σαῖς, καὶ Παραδείσου
τυχεῖν µε, πάτερ ἀξίωσον.
Καὶ νῦν.
Νεφέλη
φαεσφόρε, Μῆτερ τοῦ Σωτῆρος, ἀπὸ σκοταίας ἐρήµου ὁδήγει ἡµᾶς, εἰς τὴν Ἐδὲµ
θεοπτίας, τοὺς σὲ γεραίροντας.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς καὶ τὰ παρόντα µεγαλυνάρια.
Ὕµνοις
µεγαλύνωµεν ἐκτενῶς, θεῖον Νικηφόρον, τὸν συµπάσχοντα τοῖς λεπροῖς, τὸν ἐν ταπεινώσει,
καὶ ὅπλῳ µετανοίας, ἐκσπάσαντα δαιµόνων, τὰ µηχανήµατα.
Λέπραν ὑποµείνας
σωµατικήν, ἐλυτρώθης πάτερ, τῇ ψυχῇ σου καὶ γοερῶς, ἐν ταῖς προσευχαῖς σου,
θρηνήσας ἁµαρτίας, ἐν µετανοίᾳ εὗρες, χαρὰν οὐράνιον.
Νικηφόρε
Ὅσιε ἀσκητά, µὴ ἐπιλανθάνου, παραλύτων πνευµατικῶς, ἀλλ’ ἀπὸ τῆς κλίνης, ἀθλίας
ὀκνηρίας, καὶ φαύλης ἁµαρτίας, τούτους ἀνάστησον.
Πᾶσαι τῶν
ἀγγέλων αἱ στρατιαί, Πρόδροµε Κυρίου Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, µετὰ
τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡµᾶς.
Τρισάγιον καὶ τὸ παρὸν Ἀπολυτίκιον.
Ἀπολυτίκιον: Ἦχος α´
Νικηφόρου
Ὁσίου, τοῦ λεπροῦ τὰ παλαίσματα, καὶ τὴν ἐν ἀσκήσει ἀνδρείαν, κατεπλάγησαν Ἄγγελοι
ὡς ἄλλος γὰρ Ἰὼβ τὰ ἀλγεινά, ὑπέμεινε δοξάζων τὸν Θεόν, νῦν δὲ δόξῃ ἐστεφάνωται
παρ᾽ Αὐτοῦ, θαυμάτων διακρίσεσιν. Χαίροις τῶν Μοναστῶν χειραγωγέ, χαίροις φωτὸς
ὁ πρόβολος· χαίροις ὁ εὐωδίας χαρμονήν, προχέων ἐκ λειψάνων σου.
Εἶτα ἐκτενὴς καὶ ἐν τῇ ἀπολύσει τὸ παρόν.
Ἦχος β΄. Ὅτε ἐκ
τοῦ ξύλου.
∆εῦτε Νικηφόρον τὸν λεπρόν, πάντες οἱ πιστοὶ γηθοσύνως, ἀνευφηµήσωµεν,
οὗτος γὰρ τὸ φρόνηµα ἐγκαταλείψας σαρκός, ὡς ἐπίγειος ἄγγελος, ἐφάνη ἐν κόσµῳ,
πάντοτε δεόµενος ἀδιαλείπτῳ εὐχῇ, τοῦ ἠγαπηµένου Σωτῆρος, καὶ ὑποµονῆς τῷ σταδίῳ,
στέφος ἐκοµίσατο ἀµάραντον.
∆έσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡµᾶς,
ἀπὸ πάσης
ἀνάγκης
καὶ θλίψεως.
Τὴν πᾶσαν
ἐλπίδα µου, εἰς σὲ ἀνατίθηµι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν µε ὑπὸ τὴν σκέπην
σου.
∆ι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡµῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός,
ἐλέησον ἡµᾶς. Αµήν
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου