Τρίτη 3 Ιανουαρίου 2023

Ἐν τοῖς Ἀποδείπνοις ὁ Κανὼν οὗ ἡ ἀκροστιχίς. Τῌ Δ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ

Τῌ Δ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ 
Προεόρτια τῶν Φώτων
καὶ ἡ Σύναξις τῶν Ἁγίων Ἑβδομήκοντα Ἀποστόλων
Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοκτίστου. 

 

Ἐν τοῖς Ἀποδείπνοις ὁ Κανὼν οὗ ἡ ἀκροστιχίς.

Τῇ μακρᾷ πέμπτῃ μακρὸν ὕμνον ἐξᾴδω.

ᾨδὴ α'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς 
«Τμηθείσῃ τμᾶται, πόντος ἐρυθρός, κυματοτρόφος δὲ ξηραίνεται βυθός, ὁ αὐτὸς ὁμοῦ ἀόπλοις γεγονὼς βατός, καὶ πανοπλίταις τάφος· ᾠδὴ δὲ θεοτερπὴς ἀναμέλπετο· Ἐνδόξως δεδόξασται, Χριστὸς ὁ Θεὸς ἡμῶν». 
Ἡ πανταιτία, καὶ παρεκτικὴ ζωῆς, ἡ ἄπειρος Σοφία τοῦ Θεοῦ, ᾠκοδόμησε τὸν οἶκον ἑαυτῆς, Ἁγνῆς ἐξ ἀπειράνδρου Μητρός, πρός, Ἰορδάνου δὲ νῦν ῥοὰς ἔρχεται, αἰτοῦσα τὸ Βάπτισμα, βροτῶν εἰς ἀνάπλασιν. 
Μυσταγωγοῦσα, πάντας συγκαλεῖ, τοὺς ἐξ Ἐθνῶν ἡ τοῦ Θεοῦ Σοφία, πρὸς τὸ φῶς, τοὺς ἐν σκότει πρὶν ἀγνοίας ἀφεγγοῦς, κειμένους εἰς ἐπίγνωσιν ἀληθείας, ἀνάγουσα μυστικῶς τῷ Βαπτίσματι, καρδίας καθαίροντι, καὶ κτίζοντι Πνεύματι. 
Ἀκουτισθῶμεν, νῦν προφητικῶν, ἐκπληρουμένων διὰ Πνεύματος φωνῶν· ὁ βαπτίζων γὰρ ἐν Πνεύματι καὶ πυρί, ἐπείγεται Χριστὸς πρὸς Ἰορδάνην. Προσέλθετε πρὸς αὐτὸν καὶ φωτίσθητε· ὑμῶν γὰρ τὰ πρόσωπα, οὐ καταισχυνθήσονται. 
ᾨδὴ γ'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς 
«Κύριος ὢν πάντων, καὶ κτίστης Θεός, τὸ κτιστὸν ὁ ἀπαθής, πτωχεύσας σεαυτῷ ἣνωσας, καὶ τοῖς ρείθροις ἔμελλες ἐλθεῖν, αὐτὸς ὢν τοῖς λαοῖς προσεφώνεις· Ὕδωρ τῆς ζωῆς ἀντλήσατε, καὶ πίστει στερεωθήσεσθε». 
Ῥύσιον ψυχῶν, καὶ σωμάτων ἅμα, τοῦ Βαπτίσματος τὴν χάριν, Σῶτερ ἔρχῃ χαρίσασθαι· διὰ τοῦτο βραβεύεις νῦν ἡμῖν, καὶ χάριν ἀντὶ χάριτος κράζων· Ὕδωρ τῆς ζωῆς ἀντλήσατε, καὶ πίστει στερεωθήσεσθε. 
Ἄφρων ἀνήρ, ὁ μὴ γινώσκων Θεόν· διαφθείρεται καὶ γάρ, ἀτόποις ἐπιτηδευμασιν, ἐλαττοῦται παντὸς ἐξ ἀγαθοῦ, καὶ πάσης ἐκπίπτει σωτηρίας, οὗπερ τῆς μερίδος ἅπαντες, οἱ Χριστὸν γνόντες ῥυσθείημεν. 
ᾨδὴ δ'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς 
«Προκατιδὼν ὁ Προφήτης, τοῦ μυστηρίου σου τὸ ἀπόρρητον, Χριστὲ προανεφώνησεν· Ἔθου κραταιάν, Βαπτίσματος τὴν χάριν τοῖς πίστει, τοῦτο δεχομένοις ἅπασιν, εἰς λύτρωσιν τῶν ἀμπλακημάτων ἡμῶν». 
Ἐπὶ τὸ Βάπτισμα σπεύδεις, τὸ τοῖς θνητοῖς πηγάζον τὴν ἄφεσιν, πεφορτισμένοις ἅπασι, πταίσμασι κακοῖς, κακῶς ἐν μοχθηρίᾳ βιοῦσι, τὴν κατὰ ψυχὴν ἀνάπαυσιν αὐτοῖς, ὡς οἰκτίρμων παρέξειν ἐπαγγειλάμενος. 
Μεταλαβὼν τῆς σαρκός μου, τῆς σῆς θεότητος μεταδίδως μοι· εἰκὼν γὰρ ἀπαράλλακτος, ὢν τοῦ σοῦ Πατρός, χωρεῖς ἐπὶ χειρῶν σου Σῶτερ τὸ πλάσμα, πλὴν τῆς ἁμαρτίας, ἄνθρωπος φανείς, τῷ ὁμοίῳ καθαίρων, Λόγε τὸ ὅμοιον. 
Πόμα καὶ χρῖσμα καὶ Πνεῦμα, τῆς σῆς σφραγῖδος Σῶτερ γνωρίσματα, καὶ μυστικὰ χαρίσματα, καὶ τῶν δωρεῶν τῶν θείων, ἀξιέραστα γέρα· τὸν Μονογενῆ καὶ γὰρ σε ἱλασμόν, ὁ Πατὴρ εἰς τὸν κόσμον ἀπέστειλεν. 
ᾨδὴ ε'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς 
«Τῷ συνδέσμῳ τῆς δειλίας, συνεχόμενος νῦν ὁ Πρόδρομος, παραιτεῖται τὸ βαπτίζειν, εὐλαβῶς Χριστὸν θεασάμενος, γυμνὸν ἑστῶτα ἐπὶ τοῦ ὕδατος, ὕδατι στεγάζοντα τὰ ὑπερῷα». 
Ἡ τὸ ἄσχετον κρατοῦσα, καὶ ὑπερῷον ἐν αἰθέρι ὕδωρ, ἡ ἀβύσσους χαλινοῦσα, καὶ θαλάσσας ἀναχαιτίζουσα, Θεοῦ Σοφία, μολεῖ πρὸς Ἰορδάνην· Βάπτισμα δὲ δέχεται, χειρὸς ἐκ δούλου. 
Μορφωθεὶς Ἀδὰμ τὸν πρῶτον, Βαπτισμῷ ἥκει καθᾶραι Χριστός, ὁ νεφέλαις δὲ τὸν πόλον, περιβάλλων καὶ ἀναβαλλόμενος φῶς, γυμνὸς ὁρᾶται, ἐν Ἰορδάνου ῥείθροις· καὶ χειρὶ κατέχεται, ὁ πάντα φέρων. 
ᾨδὴ ς'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς 
«Ἄβυσσος ἐσχάτη, ἁμαρτημάτων ἐκύκλωσέ με, καὶ τὸν κλύδωνα μηκέτι φέρων, ὡς Ἰωνᾶς τῷ Δεσπότῃ βοῶ σοι· Ἐκ φθορᾶς με ἀνάγαγε». 
Κύριόν σε γνόντες, οὐρανοὶ διηγοῦνται τὴν σήν, Σῶτερ δόξαν ἐν τῇ σῇ γεννήσει, νῦν δὲ Πατὴρ σε κηρύττει, Υἱὸν ἀγαπητὸν βαπτιζόμενον. 
Ῥύπον πᾶς ὁ φέρων, ἀπορρυφθήτω δακρύων κρουνοῖς, καὶ Χριστῷ ἐν τρόμῳ προσερχέσθω, πυρὶ καὶ Πνεύματι θείῳ, καθᾶραι προϊόντι τὴν φύσιν ἡμῶν. 
ᾨδὴ ζ'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς 
«Οἱ Παῖδες ἐν Βαβυλῶνι, καμίνου φλόγα οὐκ ἔπτηξαν, ἀλλ' ἐν μέσῳ φλογὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν». 
Νευστάζων κάραν πρὸς ἔχθραν, μηδεὶς δολίως κινήσειε, τῷ πλησίον κακῶς ἀποδοῦναι, κακὸν ἀντὶ κακοῦ μελετῶν, ἀλλ' ἐν ἀγάπῃ Κύριον, τὸν φανέντα τιμήσωμεν. 
Ὑμῶν Χριστοῦ ὅσοι φίλοι, μικρὸν προσκακοπαθὴσατε, τούτῳ μορφωθέντι καὶ φανέντι, καθ' ἡμᾶς καὶ τὸ Βάπτισμα, ἐπειγομένῳ δέξασθαι, τῆς εἰκόνος εἰς κάθαρσιν. 
Μεθ' ὅστις ἐμοῦ κατέλθῃ, καὶ συνταφῇ τῷ Βαπτίσματι, μετ' ἐμοῦ τῆς δόξης ἀπολαύσει, καὶ τῆς ἀναστάσεως, Χριστὸς νῦν ἐπαγγέλλεται· ᾧ πιστῶς ὑπαντήσωμεν. 
ᾨδὴ η'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς 
«Νόμων πατρῴων οἱ μακαριστοί, ἐν Βαβυλῶνι Νέοι προκινδυνεύοντες, βασιλεύοντος κατέπτυσαν, προσταγῆς ἀλογίστου, καὶ συνημμένοι, ᾧ οὐκ ἐχωνεύθησαν πυρί, τοῦ κρατοῦντος ἐπάξιον, ἀνέμελπον τὸν ὕμνον· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας». 
Οἱ δαιτυμόνες τῆς Θεοῦ τροφῆς, τῆς Βηθλεὲμ τῷ λόγῳ κατατρυφήσαντες, σὺν Ἀγγέλοις τε δοξάσαντες, καὶ Ποιμέσι καὶ Μάγοις, τὸν σαρκωθέντα, νῦν πρὸς Ἰορδάνην μυστικῶς, πορευθῶμεν ὀψόμενοι, μυστήριον τὸ μέγα, ὅπερ ἥκει Χριστὸς ἐκτελέσων, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας. 
Νόμου τηροῦντες τὸ κεφάλαιον, καὶ προφητῶν ἀγάπην ἐνστερνισάμενοι, μιμηταὶ Χριστοῦ γενώμεθα, δι' ἀγάπησιν ἄκραν σάρκα λαβόντος, καὶ διὰ Βαπτίσματος ἡμᾶς τῷ Πατρὶ καταλλάξαντος, καὶ διδάξαντος μέλπειν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. 
Ἐδεξιοῦτο τὸν ἐρχόμενον, τάς ἁμαρτίας πάντων καθᾶραι νάμασιν, ἀλλὰ τοῦτον διεκώλυε, συστελλόμενος φόβῳ· Ἐγὼ γὰρ χρείαν ἔχω βαπτισθῆναι ὑπὸ σοῦ, τῷ Νυμφίῳ ἀντέφησεν, ὁ φίλος ἡ φωνή τε τῷ Λόγῳ, καὶ Ἡλίῳ ὁ λύχνος, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας. 
ᾨδὴ θ'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς 
«Ξενίας Δεσποτικῆς, καὶ ἀθανάτου τραπέζης, ἐν πενιχρῷ σπηλαίῳ πρίν, ἀπολαύσαντες, νῦν πρὸς Ἰορδάνην δράμωμεν, μυστήριον ὀψόμενοι ξένον, τὸ τῆς ἄνω λαμπρότητος πρόξενον». 
Ἄπιτε τῆς Βηθλεέμ, οἱ τρυφηταὶ τῶν θαυμάτων, πρὸς χώραν Ἰορδάνου, κἀκεῖ ὀψόμενοι, ἔργα μυστικῶς τελούμενα, Βαπτίσματί τε τὸν Χριστὸν προσελθόντα· τὸν Ἀδὰμ ἀναπλάσαι, καὶ γὰρ σεσάρκωται. 
Δημιουργὸς γεννηθείς, ἐκ τοῦ Πατρὸς πρὸ αἰώνων, ἐτέχθη ἐπ' ἐσχάτων, ἀτρέπτως σαρκωθείς, Κόρης ἐξ ἁγνῆς θεόπαιδος, διπλοῦς Θεὸς καὶ ἄνθρωπος θέλων, τὸν Ἀδὰμ ἀναπλάσαι διὰ Βαπτίσματος. 
Ὡς ἄνθρωπος ἐπέστης, οὐσίᾳ οὐ φαντασίᾳ, ὡς εἷς ἐν μέσῳ πάντων, ζητῶν τὸ Βάπτισμα, ὁ μόνος φύσει ἀνεύθυνος· ἐνθάψαι γὰρ εὐθύνας ἦλθες, τῶν ἀνθρώπων, ἐν ὕδασι βαπτιζόμενος.



Δεν υπάρχουν σχόλια:

Δημοφιλείς αναρτήσεις