29. Ὕμνος στὸ Θεό
ΠΗΓΗ:ΕΔΩ
Ὢ πέρ’ ἀπ’ ὅλα, πῶς ἀλλιῶς, κάνει γιὰ νὰ Σὲ ψάλλω;Πῶς λόγος ν’ ἀνυμνήσει ἐσέ, ποὺ δὲ σὲ λέει ὁ λόγος κι ὁ νοῦς πῶς νὰ σὲ στοχαστεῖ, ποὺ νοῦς δὲ σὲ χωράει;Μόνος ἐσὺ δὲ λέγεσαι, δικὰ Σοῦ τα ὅσα λέμε, ἄγνωστος μένεις, μόνο Ἐσύ, ποὺ γέννησες τὴ γνώση.Ὅσα μιλοῦν σ’ ὑμνολογοῦν κι ὅσα ἄφωνα σὲ ψάλλουν.Τὰ πάντα λὲν τὴ δόξα σου ἔχουν δὲν ἔχουν σκέψη.Ἕνας ὁ πόθος τοῦ παντός, στὴν πλάση μιὰ ἡ λαχτάρα κι εἶναι γιὰ σένα. Ὅλα σὲ σὲ προσεύχονται, τὰ πάντα γρικώντας τὸ μυστήριο σου ἆσμα βουβὸ σοῦ μέλπουν.Τὰ πάντα ἐντὸς στὸν ἕνα ἐσὲ κι ὅλα σὲ σένα ὁδεύουν, σκοπὸς τῶν ὅλων ἕνας σύ, τὰ πάντα καὶ κανένας οὔτ᾽ ἕνας - Μυριονόματε, πῶς νὰ σὲ πώ; - κι οὔτ’ ὅλα.Τὸ δόξασμά σου ἀδύνατο. Στὸ συγνεφένιο πέπλο ποιὸς νοῦς οὐρανογέννητος θὰ μπεῖ; Συμπάθησέ με…Ὢ πέρ’ ἀπ᾽ ὅλα, πῶς ἀλλιῶς κάνει γιὰ νὰ σὲ ψάλλω;
ΚΘ΄. Ὕμνος εἰς Θεόν.Ὦ πάντων ἐπέκεινα τί γὰρ θέμις ἄλλο σε μέλπειν;Πῶς λόγος ὑμνήσει σε; σὺ γὰρ λόγῳ οὐδενὶ ῥητόν.Πῶς νόος ἀθρήσει σε; σὺ γὰρ νόῳ οὐδενὶ ληπτός.Μοῦνος ἐὼν ἄφραστος· ἐπεὶ τέκες ὅσσα λαλεῖται.Μοῦνος ἐὼν ἄγνωστος· ἐπεὶ τέκες ὅσσα νοεῖται.Πάντα σε καὶ λαλέοντα, καὶ οὐ λαλέοντα λιγαίνει.Πάντα σε καὶ νοέοντα καὶ οὐ νοέοντα γεραίρει.Ξυνοὶ γάρ τε πόθοι, ξυναὶ δ’ ὠδῖνες ἁπάντωνἈμφὶ σέ· σοὶ δὲ τὰ πάντα προσεύχεται· εἰς σὲ δὲ πάνταΣύνθεμα σὸν νοέοντα λαλεῖ σιγώμενον ὕμνον.Σοὶ ἑνὶ πάντα μένει· σοὶ δ’ ἀθρόα πάντα θοάζει.Καὶ πάντων τέλος ἐσσὶ, καὶ εἷς, καὶ πάντα, καὶ οὐδεὶς,Οὐχ ἓν ἐὼν, οὐ πάντα· πανώνυμε, πῶς σε καλέσσω,Τὸν μόνον ἀκλήϊστον; Ὑπερνεφέας δὲ καλύπτραςΤίς νόος οὐρανίδης εἰσδύσεται; Ἵλαος εἴης,Ὦ πάντων ἐπέκεινα· τί γὰρ θέμις ἄλλο σε μέλπειν;
ΑΓΙΟΣ ΓΡΗΓΟΡΙΟΣ Ο ΘΕΟΛΟΓΟΣ
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου