Τρίτη 23 Μαΐου 2023

Όσιος Ευμένιος Σαριδάκης † 23 Μαΐου

 
Όσιος Ευμένιος Σαριδάκης 
† 23 Μαΐου
Τκγ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου καὶ Θεοφόρου Πατρὸς ἡμῶν, Εὐμενίου τοῦ Κρητός, τοῦ ἐν ἐσχάτοις χρόνοις διαλάμψαντος ἐν Ἀθήναις.

Στίχοι.
Λεπρῶν καὶ νοσούντων λοιμικῶς ἀκέστωρ
πιστῶν, Εὐμένιε, ποδηγέτα, ὤφθης.

Συναξάριον. 
Ὅσιος καὶ Θεοφόρος Πατὴρ ἡμῶν Εὐμένιος πατρίδα ἔσχε τὴν Ἐθιὰ τῆς ἐπαρχίας Μονοφατσίου, τοῦ Ἡρακλείου Κρήτης. Ἔρωτι θείῳ τρωθεὶς παιδιόθεν ἠκολούθησε μοναστῶν ταῖς τρίβοις ἐν τῇ Μονῇ τοῦ Μεγαλομάρτυρος Νικήτα, τῇ πλησίον τῆς αὐτοῦ γενετείρας κειμένῃ. Κατὰ τὴν κουρὰν αὐτοῦ ἔλαβε τὴν κλῆσιν Σωφρόνιος καὶ κατὰ τὴν χειροτονίαν αὐτοῦ εἰς ἱερομόναχον ὑπὸ τοῦ Ἀρχιεπισκόπου Κρήτης Τιμοθέου ἐν τῇ Μονῇ Καλυβιανῆς τὴν κλῆσιν Εὐμένιος. Προσβληθεὶς ὑπὸ τῶν βελῶν τοῦ μισοκάλου Βελίαρ ἦλθεν εἰς τὴν τοῦ Κουδουμᾶ περίδοξον Μάνδραν, εἰς ἣν καὶ ἠλευθερώθη τῆς τοῦ παγκάκου ἐπηρείας. Ἀσθενήσας ἐκ νόσου λοιμικῆς ἦλθεν εἰς τὸ Νοσοκομεῖον Λοιμωδῶν Νόσων τῶν Ἀθηνῶν, ὃ ἔδειξε κονίστραν τῶν ἀσκητικῶν αὐτοῦ παλαισμάτων καὶ παλάτιον συμπαθείας τῶν κατατρυχομένων καὶ ἀλγεινῶς νοσούντων. Ἐν τῷ Νοσοκομείῳ τῶν Λοιμωδῶν Νόσων ἐπεράτωσε τὸν Ναὸν τῶν Ἁγίων Ἀναργύρων καὶ ὑπηρέτησε προθύμως τῷ ὁσίῳ Νικηφόρῳ, τοὐπίκλην Τζανακάκη, τῷ τυφλῷ, λεπρῷ καὶ παραλύτῳ. Διηκόνησε πᾶσι τοῖς ἐμπεριστάτοις καὶ κατωδύνως νοσοῦσι καὶ ἀνεδείχθη πνευματικὸς πατὴρ καὶ ἰθυντὴρ πρὸς σωτηρίαν πληθύος Ἀθηναίων χριστωνύμων. Ὑπέμεινεν ἀγογγύστως, τὸν Ἰὼβ μιμούμενος, τὰς τῆς σαρκὸς αὐτοῦ ἀσθενείας καὶ διεκρίθη διὰ τὴν ταπείνωσιν, πραότητα καὶ συμπάθειαν αὐτοῦ πρὸς πάντα κάμνοντα. Ἐκοιμήθη ἐν Ἀθήναις τῇ ΚΓ΄ Μαΐου τοῦ σωτηρίου ἔτους 1999, ἔνθα τὸ χαριτόβρυτον αὐτοῦ σκήνωμα ἐξετέθη πρὸς προσκύνησιν ἐν τῷ Ναῷ τῶν Ἁγίων Ἀναργύρων τοῦ Νοσοκομείου Λοιμωδῶν Νόσων καὶ ἐδέξατο τὸν τελευταῖον ἀσπασμὸν ἀπείρου πενθηφόρου πλήθους. Πανδήμως ἐκηδεύθη ἐν τῇ πατρῴᾳ αὐτοῦ γῇ. 
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστέ, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Δεν υπάρχουν σχόλια:

Δημοφιλείς αναρτήσεις