Τῌ ΑΓΙᾼ ΚΑΙ ΜΕΓΑΛῌ ΔΕΥΤΕΡᾼ
ΕΙΣ ΤΟ ΑΠΟΔΕΙΠΝΟΝ
Εἰς τό Μέγα Ἀπόδειπνον μετά τήν Δοξολογίαν, ψάλλεται τό Τριῴδιον· «Πρόσεχε, οὐρανέ καί λαλήσω...», μετά τῶν Εἱρμῶν αὐτοῦ. Εἰς τό τέλος τῆς θ΄ ᾨδῆς ἐπαναλαμβάνεται ὁ Εἱρμός αὐτῆς· «Τόν προδηλωθέντα...» ἀργῶς καί ἡ λοιπή Ἀκολουθία τοῦ Μεγάλου Ἀποδείπνου. Εἰς τήν συγχώρησιν τό Σταυροθεοτοκίον· «Σφαγήν Σου τήν ἄδικον...».
Ὁ Κανών,
Ποίημα Ἀνδρέου Κρήτης
ᾨδὴ β'Ἦχος πλ. δ'Ὁ Εἱρμὸς«Πρόσεχε, οὐρανὲ καὶ λαλήσω, καὶ ἀνυμνήσω Χριστόν, τὸν ἐκ Παρθένου, τεχθέντα εἰς σωτηρίαν ἡμῶν».(Δίς)Συνέλθωμεν, τῷ Χριστῷ πρὸς τὸ ὄρος, τῶν Ἐλαιῶν μυστικῶς, καὶ μετὰ τῶν Ἀποστόλων, συναυλισθῶμεν αὐτῷ.Ἐννόησον, ταπεινή μου καρδία, τίς ἡ τοῦ μύλωνος παραβολή, ἣν προεῖπε Χριστός, καὶ νῆψον λοιπόν.Ἑτοίμαζε, σεαυτὴν ὦ ψυχή μου, πρὸς τὴν σὴν ἔξοδον, ἡ παρουσία ἐγγίζει, τοῦ ἀδεκάστου Κριτοῦ.
ΘεοτοκίονἌχραντε, Θεοτόκε Παρθένε, μόνη Πανύμνητε, τὸν Υἱόν σου δυσώπει, ὑπὲρ τῶν δούλων σου.Εἱρμὸς ἄλλος«Ἴδετε ἴδετε, ὅτι ἐγώ εἰμι Θεός, ὁ πρὶν γενέσθαι τὸ πᾶν, καὶ πρὸ τοῦ στῆναι τὴν γῆν καὶ τὸν οὐρανόν, γινώσκων τὰ πάντα, ὡς ὅλος ὢν ἐν Πατρί, καὶ ὅλον φέρων ἐν ἐμοί».Λόγῳ συνέστησα, τὸν οὐρανὸν ἅμα τῇ γῇ· συνήμην γὰρ τῷ Πατρί, καὶ διὰ λόγου φέρω, τόδε τὸ πᾶν, ὡς Λόγος σοφία καὶ δύναμις καὶ εἰκών, καὶ συνεργὸς καὶ ἰσουργός.Τίς χρόνους ἔθετο; τίς ὁ αἰῶνας συντηρῶν (τίς μέτρα ἔπηξε γῆς); τίς ὁ τὸ πᾶν ὁρίζων καὶ συγκινῶν; εἰμὴ ὁ ἀνάρχως συνὼν ἀεὶ τῷ Πατρί, ὥσπερ ἀκτὶς ἐν τῷ φωτὶ;Ὢ τῆς ἀμέτρου σου, φιλανθρωπίας Ἰησοῦ! ἐγνώρισας γὰρ ἡμῖν, τῆς συντελείας ἄνωθεν τὸν καιρόν, καλύψας τὴν ὥραν, τρανώσας δὲ τηλαυγῶς, τὰ ὑποδείγματα αὐτῆς.Πάντα ἐπίστασαι, πάντα γινώσκεις Ἰησοῦ, ὡς ἔχων ὅλον ἐν σοί, τὸ πατρικὸν ἀξίωμα θεϊκῶς, καὶ ὅλον τὸ Πνεῦμα, ἐμφύτως φέρων ἐν σοί, τὸ συναΐδιον Πατρί.Δέσποτα Κύριε, ὁ τῶν αἰώνων ποιητής, ἀξίωσον καὶ ἡμᾶς, τῆς ἱερᾶς ἐκείνης τότε φωνῆς, ἀκοῦσαι καλούσης, τοὺς ἐκλεκτοὺς τοῦ Πατρός, εἰς Βασιλείαν οὐρανῶν.Δόξα...Ἄναρχε ἄκτιστε, Τριάς, ἀμέριστε Μονὰς ἡ τρία οὖσα καὶ ἕν, Πατὴρ Υἱὸς καὶ Πνεῦμα, εἷς ὁ Θεός, προσδέχου τὸν ὕμνον, ἐκ τῶν πηλίνων γλωσσῶν, ὡς ἐκ στομάτων φλογερῶν.
Καὶ νῦν... ΘεοτοκίονΣκήνωμα ἅγιον, ὤφθης Παρθένε τοῦ Θεοῦ· ἐν σοὶ γὰρ τῶν οὐρανῶν ὁ Βασιλεύς, οἰκήσας σωματικῶς, προῆλθεν ὡραῖος, τὸν ἄνθρωπον ἐν αὐτῷ, ἀναμορφώσας θεϊκῶς.ΚάθισμαἮχος β'ΕὐσπλαγχνίαςΕὐσπλαγχνίᾳ κινούμενος Χριστέ, ἑκουσίως προέρχῃ τοῦ παθεῖν εὐεργέτα, θέλων τῶν παθῶν ἡμᾶς λυτρώσασθαι, καὶ τῆς ἐν τῷ ᾍδῃ κατακρίσεως· διό σου τὰ τίμια ὑμνοῦμεν Παθήματα, καὶ δοξάζομεν Σωτήρ, τὴν ἄκραν σου πάντες συγκατάβασιν.ᾨδὴ η'Ἦχος πλ. δ'Ὁ Εἱρμὸς«Ἄγγελοι καὶ οὐρανοί, τὸν ἐπὶ θρόνου δόξης ἐποχούμενον, καὶ ὡς Θεὸν ἀπαύστως δοξαζόμενον, εὐλογεῖτε, ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».(Δίς)Πάντων ἤκουσας ψυχή, πῶς ὁ Χριστὸς τοῖς θείοις Μαθηταῖς αὐτοῦ, προανεφώνει λέγων τὴν συντέλειαν· σὺ δὲ γνοῦσα τὸ τέλος ἑτοιμάζου λοιπόν· καιρὸς ἐξόδου ἥκει.Ἔγνως ἄγονε ψυχή, τοῦ πονηροῦ οἰκέτου τὸ ὑπόδειγμα, φοβοῦ καὶ μὴ ἀμέλει τοῦ χαρίσματος, οὗ ἐδέξω, οὐχ ἵνα κατακρύψῃς εἰς γῆν, ἀλλ' ἵνα ἐμπορεύσῃ.Φαιδρυνέσθω ἡ λαμπάς, ὑπερεκχείσθω ταύτης καὶ τὸ ἔλαιον, ὡς ταῖς Παρθένοις τότε ἡ συμπάθεια, ἵνα εὕρῃς ψυχή μου, τὸν νυμφῶνα τότε, Χριστοῦ ἀνεῳγμένον.Ἐν Σαββάτῳ τὴν φυγήν, καὶ ἐν χειμῶνι λέγων ὁ Διδάσκαλος, τὴν τῆς ἑβδόμης ζάλην προαινίττεται, τοῦ παρόντος αἰῶνος, ἐν ᾧ ὥσπερ χειμών, τὸ τέλος ἐπανήξει.Ὥσπερ τάχος ἀστραπῆς διερχομένης, οὕτω τότε ἔσεσθαι, τὴν φοβερὰν ἐκείνην τοῦ Δεσπότου σου παρουσίαν ψυχή μου, ἤκουσας· ἑτοίμη, λοιπὸν γενέσθαι σπεῦσον.Ὅταν ἔλθῃ ὁ Κριτής, ἐν χιλιάσι τότε, μυριάσι τε Ἀγγελικῶν ταγμάτων καὶ Δυνάμεων, ποῖος φόβος ψυχή μου; ποῖος τρόμος οἴμοι! γυμνῶν ἑστώτων πάντων;Δόξα...Εἷς Θεὸς οὖν ἡ Τριάς, οὐ τοῦ Πατρὸς ἐκ στάντος εἰς υἱότητα, οὐδὲ Υἱοῦ τραπέντος εἰς ἐκπόρευσιν, ἀλλ' ἰδίᾳ καὶ ἄμφω, φῶς Θεὸν τὰ τρία, δοξάζω εἰς αἰῶνας.Καὶ νῦν... ΘεοτοκίονΤαῖς πρεσβείαις ὁ Θεός, τῆς Θεοτόκου δέχου τὴν εὐχὴν ἡμῶν, ἀντικατάπεμψον δὲ τὰ ἐλέη σου, ἐπὶ πάντας πλουσίως, καὶ τὴν σὴν παράσχου, εἰρήνην τῷ λαῷ σου.ᾨδὴ θ'Ἦχος πλ. δ'Ὁ Εἱρμὸς«Τὸν προδηλωθέντα, ἐν ὄρει τῷ Νομοθέτῃ, ἐν πυρὶ καὶ βάτῳ, τόκον τὸν τῆς Ἀειπαρθένου, εἰς ἡμῶν τῶν πιστῶν σωτηρίαν, ὕμνοις ἀσιγήτοις μεγαλύνωμεν».Ἤκουσας ψυχή, τοῦ Κριτοῦ προαναφωνοῦντος, καὶ διδάσκοντός τε, τῆς συντελείας τὸν χρόνον, ἑτοίμαζε τὰ πρὸς τὴν ἔξοδον ἔργα, μήπως ὡς ἀδόκιμος, Θεοῦ ἐκριφῇς.Ἀπὸ τῆς συκῆς, ὦ ψυχή, διδάσκου τὸ τέλος, ὅταν ἁπαλώσῃ τούς κλάδους καὶ ἐκφύη τούς φύλλα, θέρους ὥρα λοιπόν, καὶ σὺ ὅταν ταῦτα ἴδῃς, γνῶθι ὅτι ἐπὶ θύραις ἐστίν.Τίς ἐκτός σου ἄλλος, τὸν σὸν γινώσκει Πατέρα; ἢ τίς πλήν σου οἶδε, τὴν ὥραν ἢ τὴν ἡμέραν; παρὰ σοὶ γὰρ οἱ θησαυροὶ τῆς σοφίας πάντες ἐνυπάρχουσι Χριστὲ ὁ Θεός.Βίβλοι ἀνοιγήσονται, τῶν τε θρόνων τεθέντων, πράξεις διελέγχονται, γυμνῶν ἑστώτων πάντων, οὐ μαρτύρων οὐ κατηγόρων παρόντων· τετραχηλισμένα γὰρ τὰ πάντα Θεῷ.Ἔρχεται ὁ πάντων Κριτής, ἀχθῆναι εἰς κρίσιν, ὁ ἐπὶ τοῦ θρόνου, τῶν Χερουβὶμ ἐφεδρεύων, ὡς ὑπεύθυνος παραστῆναι Πιλάτῳ, καὶ πάντα παθεῖν, ἵνα σωθῇ ὁ Ἀδάμ.Ἤγγικε τὸ Πάσχα, ἡμῶν τὸ μέγα καὶ θεῖον· μετὰ δύο γὰρ ὁ Χριστός, προδιδάσκει ἡμέρας, τὴν τοῦ Πάθους προδιαγράφων ἡμέραν, ἐν ᾗ τῷ Πατρὶ θῦμα προσάγεται.Παρὰ τῷ Σταυρῷ σου, Σωτὴρ ἑστῶσα ἡ Μήτηρ, καὶ τὴν ἄδικόν σου σφαγήν, καθορῶσα ἐβόα· Οἴμοι Τέκνον ἐμόν, τὸ ἄδυτον φέγγος, λάμψον πᾶσιν Ἥλιε τῆς δόξης τὸ φῶς.Δόξα...Ὦ Μονὰς ἁγία, Τριὰς ἡ μία Θεότης, καὶ τριὰς Μονὰς ὁ Θεός, τρισυπόστατε φύσις, ἡ ὁμότιμος καὶ ἀμέριστος δόξα, ῥῦσαι τῶν κινδύνων τὰς ψυχὰς ἡμῶν.Καὶ νῦν... ΘεοτοκίονΔέχου τὴν Μητέρα, τὴν σὴν Χριστὲ εἰς πρεσβείαν, ἵνα ταῖς πρεσβείαις αὐτῆς, εἰρηνεύσῃς τὸν Κόσμον, καὶ κρατύνῃς τῆς βασιλείας τὰ σκῆπτρα, καὶ τὰς Ἐκκλησίας σου συνάψῃς εἰς ἕν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου