ΤΡΙΩΔΙΟΝ
Τῌ ΚΥΡΙΑΚῌ ΤΩΝ ΒΑΪΩΝ ΕΣΠΕΡΑΣ
ΕΙΣ ΤΟ ΑΠΟΔΕΙΠΝΟΝ
Ὁ Κανών, Ποίημα Ἀνδρέου Κρήτης
ᾨδὴ α'
Ἦχος πλ. δ'
Τῷ συντρίψαντιἸωσὴφ τὴν σωφροσύνην, μιμησώμεθα πιστοί, γνῶμεν τὸν τιμήσαντα, τὴν τῶν ἀνθρώπων λογικὴν οὐσίαν, πάσῃ φυλακῇ πολιτευσάμενοι, δι' ἀρετῆς πρακτικῆς.Τῶν καλῶν ἡ ἀπραξία, ὡμοιώθη τῇ συκῇ· ταύτην οὖν ἐκκλίνωμεν, μὴ ξηρανθῶμεν ὡς ἐκείνη τότε, τὴν συναγωγὴν φύλλοις πυκάζουσαν, προϋπογράφουσα.Τὴν εἰκόνα τοῦ Δεσπότου, ὑπογράφων Ἰωσήφ, λάκκῳ κατατίθεται, ἀπεμπολεῖται ὑπὸ τῶν συγγόνων, πάντα ὑπομένει ὁ ἀοίδιμος, εἰς τύπον ὄντως Χριστοῦ.Τῆς συκῆς τὴν ἀκαρπίαν, ἐκφυγόντες ἀδελφοί, γνῶμεν τὸ ὑπόδειγμα, μὴ ξηρανθῶμεν ὡς ἐκείνη τότε, ὅτε ἐπανάγων ὁ φιλάνθρωπος, ἦλθε πεινῶν ἐπ' αὐτήν.Ἰησοῦς ὑπὲρ τοῦ Κόσμου, ἐπειγόμενος παθεῖν, θέλων συνανέρχεται, τοῖς Μαθηταῖς αὐτοῦ, ἐπὶ τὴν πόλιν Ἱερουσαλήμ, πρὸς τὸ ἑκούσιον, Πάθος, ὃ ἦλθε παθεῖν.Κολληθέντες τῷ Κυρίῳ, πάντα σπεύδοντι παθεῖν, ἕτοιμοι γενώμεθα, πρὸς ἐμπαιγμόν, πρὸς ἐμπτυσμούς, πρὸς χλεύην, ὅπως τοῖς ἀχράντοις αὐτοῦ Πάθεσι, συνδοξασθῶμεν πιστοί.Πάθη πάθεσιν ἰᾶται, ὁ παθὼν ὑπὲρ ἡμῶν· θέλων γὰρ προσίεται, τῇ καθ' ἡμᾶς ἀνθρωπίνῃ οὐσίᾳ, τὰ ζωοποιὰ αὐτοῦ Παθήματα, ἵνα σωθῶμεν ἡμεῖς.Δόξα...Τρία ἄναρχα δοξάζω, τρία ἅγια ὑμνῶ, τρία συναΐδια, ἐν οὐσιότητι μιᾷ κηρύττω· εἷς γὰρ ἐν Πατρὶ Υἱῷ καὶ Πνεύματι, δοξολογεῖται Θεός.Καὶ νῦν ... ΘεοτοκίονἩ μὲν ῥάβδος Μωϋσέως, καὶ ἡ ῥάβδος Ἀαρών, ξένην μεταποίησιν, καὶ ὑπὲρ νοῦν οἰκονομίαν ἔσχον, σοῦ δὲ ἡ νηδὺς Θεογεννήτρια, τόκον καινίζει καινόν.
Κάθισμα
Ἦχος δ'
Ἐπεφάνης σήμερονΤῆς συκῆς τὸ ἔγκλημα, μή σε προφθάσῃ, ἀλλ' εὐκάρπους σπούδασον, καρδίας αὔλαξι ψυχή, τῷ ποιητῇ σου Χριστῷ ἀγαγεῖν, ἐν μετανοίᾳ αὐτῷ προσκομίζουσα.
ᾨδὴ η'
Ἦχος πλ. δ'
Τὸν ἐν Ὄρει, ἁγίῳ δοξασθένταΣωφροσύνῃ, κοσμήσαντες τὸν βίον, καὶ φρονήσει, φυλάξαντες τὴν πίστιν, δικαιοσύνης τρόπους πορισώμεθα, ἵνα ἐν ἀνδρείᾳ, συνακολουθοῦντες, Χριστῷ συσταυρωθῶμεν.Ἄλλην Εὔαν, εὑρὼν τὴν Αἰγυπτίαν, οὐκ ἐκλάπη, πρὸς ἀνοσιουργίαν, ὁ Πατριάρχης Ἰωσήφ, ἀλλ' ἕστηκεν, ὥσπερ τις ἀδάμας, ὑπὸ τῶν παθῶν, μὴ ἁλοὺς τῆς ἁμαρτίας.Παροδεύων, τοῦ βίου τὰς πορείας, ὁ Σωτήρ μου, ἐπείνασας βουλήσει, τὴν σωτηρίαν πάντων ἐφιέμενος· τοῦτο γὰρ ἐπείνας, τὴν ἐπιστροφήν, τῶν ἐκ σοῦ ἀποσφαλέντων.Ὁ Προπάτωρ, γευσάμενος τοῦ ξύλου, ὡς ἐγνώσθη, γυμνὸς κατῃσχυμμένος, φύλλα συκῆς λαβὼν περιεζώσατο· τὴν συναγωγὴν γάρ, ἀπογυμνωθεῖσαν, Χριστοῦ προδιετύπου.Ἑτοιμάζου, ψυχὴ πρὸ τῆς ἐξόδου, εὐτρεπίζου, πρὸς τὸν ἐκεῖθεν βίον, καὶ τῷ Χριστῷ παθεῖν διὰ σὲ σπεύδοντι, ἵνα σὲ δοξάσῃ, σπεῦσον συμπαθεῖν, καὶ θανεῖν καὶ σταυρωθῆναι.Πῶς μὴ φρίξῃ, ὁ θάνατος Σωτήρ μου; πῶς μὴ πτήξῃ, ὁ ᾍδης συναντῶν σοι, κατ εὐδοκίαν πρὸς τὸ Πάθος σπεύδοντι, καὶ ὑπὲρ ἀδίκων, δίκαιον ὁρῶν σε, παθεῖν ἐληλυθότα;Τοῦ Λαζάρου, τὴν ἔγερσιν ὁρῶντες, Ἰουδαῖοι, Ἱερεῖς καὶ Λευΐται, συνωμοσίαν φθόνῳ συσκευάσαντες, δόλῳ προδοσίας, τὸν Χριστὸν προδίδουν, εἰς θάνατον Πιλάτῳ.Ἡ Ἀμνάς σου, καὶ δούλη καὶ Παρθένος, πρὸς τὸ Πάθος, ὁρμῶντά σε ὁρῶσα, καὶ τὴν ψυχὴν ὑπὲρ ἡμῶν προθέμενον, τὸν καλὸν Ποιμένα, σπλάγχνοις μητρικοῖς, ἐπὶ σοὶ προσωδυνᾶτο.Δόξα...Ὡς Μονάδα, τῇ οὐσίᾳ ὑμνῶ σε, ὡς Τριάδα, τοῖς προσώποις σε σέβω, Πάτερ Υἱέ, καὶ Πνεῦμα τὸ πανάγιον, ἄναρχον τὸ κράτος, τῆς σῆς Βασιλείας, δοξάζω εἰς αἰῶνας.Καὶ νῦν ... ΘεοτοκίονΔυσωπεῖ σε, Χριστὲ ἡ, Θεοτόκος, ἱκετεύει, τῶν Μαθητῶν ὁ δῆμος. Τὴν σὴν εἰρήνην δώρησαι τῷ Κόσμω σου, καὶ τοὺς οἰκτιρμούς σου, χάρισαι πλουσίως, ἡμῖν εἰς τοὺς αἰῶνας.
ᾨδὴ θ'
Ἦχος πλ. δ'
Ἀλλότριον τῶν μητέρωνἈλλότριον τῶν ἀσέμνων ἡ σωφροσύνη καὶ ξένον τοῖς δικαίοις ἡ παρανομία. Ἰωσὴφ δὲ ὁ μέγας, ἐξέκλινε τὴν ἁμαρτίαν, καὶ σωφροσύνης ἐχρημάτισεν εἰκών, καὶ τύπος ὄντως Χριστοῦ.Ἀλλότριον τῶν ἀνόμων ἡ εὐνομία, καὶ ξένον τοῖς ἀπίστοις ἡ θεογνωσία, Ἰουδαῖοι δὲ ταῦτα, ἀπώσαντο δι' ἀνομίαν· διὸ καὶ μόνοι ἐκληρώσαντο, καθάπερ ἡ συκῆ τὴν ἀράν.Ἐπείνασε τῶν ἀνθρώπων τὴν σωτηρίαν, ζωῆς ὑπάρχων ἄρτος, ὁ Χριστὸς καὶ Θεός, μου, ὡς συκῆν δὲ προφθάσας, τὴν ἄκαρπον συναγωγήν, φύλλοις κομῶσαν νομικοῖς αὐτήν, ὡς εἶδε κατηράσατο.Τὴν νομικὴν ἀκαρπίαν προκατηράσω, ὡς φύλλα ἐξανθοῦσαν, τοῦ γράμματος τὴν γνώμην, τοὺς καρποὺς δὲ τῶν ἔργων οὐκ ἔχουσαν δι' ἀνομίαν, ἡμᾶς δὲ πάντας τούς τῆς χάριτος, υἱοὺς Σωτὴρ εὐλόγησον.Ἡ ῥάβδος μὲν Μωϋσέως τὸ πρὶν εἰς ὄφιν, ἡ Ἀαρὼν δὲ ῥάβδος, εἰς χλωρὸν μετεβλήθη, καὶ ἐξήνθησε φύλλα, ἡ ἄκαρπος καὶ ξηρανθεῖσα, συναγωγὴ δὲ ἡ παράνομος, εἰς ἄκαρπον μετήχθη συκῆν.Ἑτοίμαζε Ἰουδαία τοὺς Ἱερεῖς σου, εὐτρέπιζε τὰς χεῖρας πρὸς θεοκτονίαν. Ἰδοὺ γὰρ ἦλθε πραΰς, καὶ ἥσυχος ἐπὶ τὸ Πάθος, ἀμνὸς ὑπάρχων καὶ ποιμὴν ἡμῶν, Χριστός ὁ Βασιλεὺς Ἰσραήλ.Ὑπόδεξαι Ἰουδαία τὸν Βασιλέα· ἰδοὺ γὰρ πρὸς τὸ Πάθος, ἔρχεται ἑκουσίως, ἵνα πάθῃ καὶ σώσῃ, τοὺς κράζοντας ἀκαταπαύστως· Εὐλογημένος ὁ ἐρχόμενος, Σταυρῷ σῶσαι τὰ σύμπαντα.Μετέστρεψεν Ἰουδαία τὰς ἑορτάς σου, εἰς πένθος ὁ Δεσπότης, κατὰ τὴν προφητείαν· θεοκτόνος γὰρ ὤφθης, τοῦ στρέψαντος ποτὲ τὴν πέτραν, καὶ τὴν ἀκρότομον εἰς ὕδατα, καὶ λίμνας καθὼς ψάλλει Δαυΐδ.Δόξα...Ἀλλότριον τοῖς ἀνόμοις ἐστὶ δοξάζειν, τὴν ἄναρχον Τριάδα, Πατέρα καὶ Υἱόν τε, καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν ἄκτιστον παγκρατορίαν, δι᾿ ἧς ὁ σύμπας κόσμος ἥδρασται, τῷ νεύματι τοῦ κράτους αὐτῆς.Καὶ νῦν ... Θεοτοκίον
Προσάγομεν εἰς πρεσβείαν τὴν Θεοτόκον, αὐτῆς ταὶς ἱκεσίαις καὶ τῶν σῶν Ἀποστόλων, κοινωνοὺς ἡμᾶς ποίησον, Δέσποτα τῶν ἀγαθῶν σου, καὶ τῆς λαμπρότητος ἀξίωσον, Σωτὴρ τῆς Ἀναστάσεώς.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου