Σάββατο 25 Σεπτεμβρίου 2021

Παρακλητικός Κανών Ὁσίου ΣΕΡΓΙΟΥ τοῦ Ῥαντονέζ, Ἀντ. Μάρκου


Παρακλητικός Κανών Ὁσίου ΣΕΡΓΙΟΥ τοῦ Ῥαντονέζ, Ἀντ. Μάρκου
25 Σεπτεμβρίου, ενώ η εύρεση των λειψάνων του στις 5 Ιουλίου.

Εὐλογήσαντος τοῦ Ἱερέως ὁ ρμβ΄ (142) Ψαλμός καί τό Θεός Κύριος μετά τῶν στίχων αὐτοῦ. Εἶτα τά Τροπάρια. 
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τῷ τοῦ Κυρίου θεοφόρῳ Ὁσίῳ,* τῷ ἐν Ῥωσίᾳ κηρύξαντι λόγον,* Λόγου τοῦ μόνου ὑπάρχοντος Χριστοῦ τοῦ Θεοῦ,* ἅπαντες βοήσωμεν οἱ πιστοί μετά πόθου·* χαίροις θεῖε Σέργιε,* μοναζόντων τό κλέος* καί τῆς Ἁγίας Ῥωσίας ὁ Πατήρ,* ἀπό κινδύνων* ἡμᾶς ὁ ῥυόμενος.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε,* τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι·* εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα,* τίς ἡμᾶς ἐῤῥύσατο* ἐκ τοσούτων κινδύνων;* Τίς δὲ διεφύλαξεν,* ἕως νῦν ἐλευθέρους;* Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ·* Σοὺς γὰρ δούλους σώζεις ἀεί* ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς· ΧΑΙΡΕ ΣΕΡΓΙΕ ΡΩΣΙΑΣ ΤΟ ΚΛΕΟΣ. Ἐν δέ τοῖς Θεοτοκίοις· ΑΝΤΩΝΙΟΥ.

ᾨδή α΄. Ἦχος πλ. δ΄. Ὑγράν διοδεύσας.
Χάρισαί μοι λόγον, Τριάς σεπτή,* λιταῖς τοῦ Ὁσίου* Σεργίου καί φωτισμόν,* ὅπως δυνηθῶ τοῦ ἀνυμνῆσαι,* τῆς κατ’ ἐχθροῦ αὐτοῦ νίκης τά τρόπαια.

γάπης τόν ἔμπλεον, ἀδελφοί,* ὑμνήσωμεν ὕμνοις* θεαρέστοις καί τήν αὐτοῦ* τιμήσωμεν μνήμην εὐφροσύνως*, ὡς θεαρέστως ἐν κόσμῳ βιώσαντος.

ον τῆς Ῥωσίας πανευκλεές,* κρῖνον ἐκβλαστήσαν* ἐν τῇ Λαύρᾳ τοῦ Ῥαντονέζ,* ῥόδον εὐωδέστατον ἐρήμου,* τῇ Ἐκκλησίᾳ ἐδείχθης, ὦ Σέργιε.

Θεοτοκίον.
νασσα Κόρη, ὑπερφυῶς,* τέτοκας τόν Λόγον* ὁμοούσιον τῷ Πατρί* καὶ Πνεύματι ἅμα· διὸ πάντες,* ὡς Θεοτόκον ἀεὶ μακαρίζομεν.

ᾨδή γ΄. Οὐρανίας ἁψίδος.
ίψας πάντα διά φόβον* τόν τοῦ Θεοῦ, Ὅσιε,* πάσας τῆς σαρκὸς τὰς ὀρέξεις καταπεπάτηκας* καὶ βίον ἔνθεον* ἐπὶ τῆς γῆς διανύσας,* τῆς τρυφῆς ἠξίωσαι* τῆς ὑπὲρ ἔννοιαν.

μπαθείας νικήσας* τούς λογισμούς, Ἅγιε,* πρᾶος καὶ ἀκέραιος ὤφθης* καὶ πλήρης χάριτος,* παιδεύων ἅπαντας* πρὸς ἐπιδόσεις ἁγίας* καί παραμυθῶν ἡμᾶς,* θεόφρον Σέργιε.

Σωτῆρος τῇ κλήσει,* τῇ συνεχεῖ σέσωσαι,* ὅτε ὁ λυττώτων σοι κύων,* Πάτερ, προσήγγισε·* διό με λύτρωσαι,* ἐκ τοῦ κυνὸς διαβόλου, τήν εὐχὴν διδάσκων μοι,* τὴν ἀδιάλειπτον.

Θεοτοκίον.
Νεκρωθέντα με, Μῆτερ,* ταῖς τοῦ Βελίαρ προσκρούσεσι,* ζώωσον δεινῶς νεκρωθεῖσαν τοῖς παραπτώμασι,* Παρθένε Ἄχραντε,* τὴν παναθλίαν ψυχήν μου* καὶ ταύτην συνέτισον* φόβῳ τοῦ Κτίσαντος.

Διάσωσον* ἀπὸ κινδύνων τοὺς δούλους σου, θεῖε Πάτερ,* ὅτι πάντες οἱ ἐν δεινοῖς πρὸς σὲ καταφεύγομεν,* ὡς ἔχοντα πρὸς Θεὸν παῤῥησίαν.

πίβλεψον* ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε,* ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν* καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
ωσίας υἱέ,* Σέργιε μακάριε,* δυσώπει Χριστόν,* λυτροῦσθαι πάσης θλίψεως,* τοὺς πίστει σε γεραίροντας* καὶ πταισμάτων διδόναι συγχώρησιν* καὶ κινδύνων δεινῶν ἀπαλλαγήν,* τοὺς σπεύδοντας, Πάτερ,* τῇ πρεσβείᾳ σου.

ᾨδή δ΄. Εἰσακήκοα Κύριε.
νεκρώθην τοῖς πάθεσι* καί νενεκρωμένος εἰς γῆν κατάκειμαι,* σύ με ὅμως ἐξανάστησον* καί ἐν μετανοίᾳ χειραγώγησον.

ώσων ἰδέ τήν ποίμνην σου,* τὴν ἀνακειμένην τῇ προστασίᾳ σου* καὶ παράσχου ταύτῃ Ὅσιε,* τῶν σῶν ἀντιλήψεων τὰς χάριτας.

Γέρα δίδου μοι, Ὅσιε,* καί μανίας λύτρωσαι, Πάτερ Σέργιε,* τοῦ ἐχθροῦ τοῦ ἀδικοῦντός με,* διαλύων ἅπασαν ἐπίνοιαν.

Θεοτοκίον.
Τῆς Μητρός Σου δεήσεσι,* Σεργίου τε Ὁσίου Κύριε δώρησαι,* τοῖς ἱκέταις Σου τὴν ἄφεσιν,* τῶν πλημμελημάτων, Ὑπεράγαθε.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
δετε λαοί,* Σεργίου τοῦ παμμάκαρος,* τάς ἀσκήσεις καί ἀγάπην τήν θερμήν,* δι’ ὧν πάσαν* οὐρανῶν δόξαν ἐκτήσατο.

λεος εὑρών* τοῦ Κυρίου, Πάτερ Σέργιε,* τοῦτ’ ἐπόμβρισον τοῖς τέκνοις σου,* ὥσπερ πλοῦτον* πατρικὸν καὶ ἀναφαίρετον.

ῦσαι ἀπό παθῶν* τῶν φλεγόντων τήν καρδίαν μου* καί κατάφλεξον σαρκός τάς ἡδονάς,* ὧν με ῥῦσαι* ἐπηρείας, πανσεβάσμιε.

Θεοτοκίον.
ράϊσον, Ἁγνή,* ταῖς ἀκτῖσι τοῦ προσώπου Σου,* τῆς ψυχῆς μου σκότος τό ψηλαφητόν* καὶ ἀτενῆσαι φῶς Υἱοῦ Σου καταξίωσον.

ᾨδή στ΄. Τήν δέησιν ἐκχεῶ.
ράϊσμα* τῆς Ῥωσίας πέλεις* καί ἐκ Θεοῦ σεπτός αὐτῆς πολιοῦχος,* ἔνθα καλῶς ἐπορεύθης καί πάντων* τῶν ἀρετῶν καταγώγιον πέφηνας·* διό καί πᾶσι ἀγωγήν* τήν ἐν Χριστῷ ἐκδιδάσκεις, ὦ Σέργιε.

Σωθῆναι* ἐκ τῆς ἐχθροῦ πανουργίας* καὶ ἀπό πάσης ἀπειλῆς καὶ κακίας* καὶ ἀπό δεινῶν τῶν ἡμῖν συμβαινόντων,* Χριστὸν δυσώπει, θειότατε Σέργιε,* ὅτι ἀρίστην πρὸς Αὐτὸν* παῤῥησίαν κρατεῖς, ὁσιώτατε.

κέτευε* τὰ τοῦ πλάνου τοξεύματα* καὶ ἀνθρώπων δυσσεβῶν ἐπιθέσεις,* ἀφ’ ἡμῶν μακρυνθῆναι σαῖς Πάτερ* πρός τόν Παντάνακτα θείαις δεήσεσιν,* ὅτι κατέχεις, ἀγαθέ, τήν πρός Αὐτόν παῤῥησίαν, ὦ Σέργιε.

Θεοτοκίον.
Νενίκημαι,* ὑπό παθῶν τῶν τοῦ βίου* τῶν ἀκαθάρτων, ἅ μολύνουσι, Μῆτερ,* τήν ἐν ἐμοί τοῦ Κυρίου εἰκόνα·* παρηγορίας πηγή παρηγόρησον,* τόν δάκρυσι καί στεναγμοῖς* κατατρυχόμενον, Κόρη Πανύμνητε.

Διάσωσον* ἀπὸ κινδύνων τοὺς δούλους σου, θεῖε Πάτερ,* ὅτι πάντες οἱ ἐν δεινοῖς πρὸς σὲ καταφεύγομεν,* ὡς ἔχοντα πρὸς Θεὸν παῤῥησίαν.

χραντε,* ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως,* ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον,* ὡς ἔχουσα μητρικήν παῤῥησίαν.

Κοντάκιον. 
Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ. Ἱερομ. Ἀθανασίου Σιμωνοπετρίτου.
ρωτι θείῳ τῷ Χριστῷ τρωθεὶς πανόλβιε,* ἀμετατρέπτῳ λογισμῷ δ’ ἀκολούθησας,* Αὐτῷ τῆς σαρκὸς τὰς ἡδονὰς πάσας κατέπτυσας,* καὶ ὡς ἥλιος πατρίδι σῇ ἐξέλαμψας,* κατεκόσμησε δὲ Χριστὸς σε θαύμασιν·* ὅθεν κράζομεν·* χαίροις Σέργιε ἔνδοξε.

Προκείμενον. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Στ. Τὶ ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδοκέ μοι;

Εὐαγγέλιον 
ἐκ τοῦ κατὰ Ματθαῖον (Κεφ. ια΄ 27-30).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν, εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰ μὴ ὁ Υἱός καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλῦψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ᾿ ὑμᾶς καὶ μάθετε ἀπ᾿ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστός, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.

Δόξα. Ταῖς τοῦ Σοῦ Ὁσίου…
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου…

Προσόμοιον. 
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. 
Στ. Ἐλέησόν με, ὁ Θεός...
Πλάνης τὴν σκοτόμαιναν,* καταλιπὼν θείῳ πόθῳ,* ἀνδρικῶς ἐνήσκησας* θείῳ τῷ Παντάνακτι ἔχων ἔρωτα·* καὶ ζωῆς κρείττονος* κατηξιώμενος,* θεοφόρε Σέργιε,* ἀπαύστως πρέσβευε,* πάσης συμφορᾶς καὶ κακώσεως,* δεινῆς τε περιστάσεως* καὶ ἐπιβουλῆς τοῦ ἀλάστορος,* ἀτρώτους τηρεῖσθαι* τοὺς μέλποντας τὴν ἄσκησιν τὴν σήν,* δι’ ἧς Χριστὸν ἐμεγάλυνας,* τὸν σὲ θαυμαστώσαντα.

ᾨδή ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
ροῦρας τῆς καρδίας* τῷ ἀρότρῳ τοῦ Λόγου σύ ἐγεώργησας·* βλαστάνειν δέ καρδίαις* ἡμῶν τὸν θεῖον φόβον* καταξίωσον, Ἅγιε,* τῇ γεωργίᾳ, σεπτέ,* τῶν θείων διδαχῶν σου.

Σωμάτων ἐνυπάρχουνσι* πηγή ἰαμάτων σά θεῖα λείψανα,* ἅ κατέχει Λαύρα* τῆς Ἁγίας Τριάδος,* θεοφώτιστε Σέργιε·* διό καί πρέσβευε Χριστῷ* ὑπέρ πταιόντων ἐν πᾶσι, ἀοίδημε.

Τόν ῥύπον ἐμοῦ βίου* ἀποκάθαρον, Πάτερ ἡμῶν θεότιμε,* ὁ ὥν κεκαθαρμένος* ἀσκήσει καί ἀγῶνι* διά βίου, εὑράμενος* τήν μένουσαν ἐν οὐρανοῖς* καί αἰωνίζουσαν δόξαν, ἀοίδημε.

Θεοτοκίον.
ασαί μου τάς φρένας* καὶ κατάνυξιν δός μοι* καὶ νοῦν θεόφρονα,* τῷ πίστει ἀφορῶντι* πρὸς τὴν σεπτήν Σου σκέπην,* Θεοτόκε Πανάμωμε,* καὶ τῶν πταισμάτων, Ἁγνή,* τὴν λύσιν ἐμῶν αἴτει.

ᾨδή η΄. Τόν Βασιλέα.
πλον μοί δίδου* κατὰ βελίαρ ἀθλίου,* Πάτερ Σέργιε,* εὐχῶν σου τῇ δυνάμει,* ἵνα σέ γεραίρω,* ὡς θεῖόν μου προστάτην.

Κάρα ὑπάρχει* καί Λειψάνων ἡ θήκη,* ἡ ἀναβλύζουσα τήν θεϊκήν σου χάριν,* ἐν πάσῃ θλίψει* προσφύγιον καί σκέπη.

Λουτρῷ δακρύων* τῶν σῶν ἐνθέρμων, Πάτερ,* ἀποξήρανας βυθόν ἁμαρτίας·* διό χορήγει ῥῶσιν* τοῖς κάμνουσι λιταῖς σου.

Θεοτοκίον.
ρμησον πάντας,* ὧ Βλαδιμήρσκαγια Κόρη,* παρηγορίᾳ τῇ Σῇ,* ἐν ἀσφαλείας ὅρμῳ* θείας γαλήνης,* πρεσβείαις πρός Υἱόν Σου.

ᾨδή θ΄. Κυρίως Θεοτόκον.
Εὐφραίνομαι, τρισμάκαρ,* βίον μελετῶν σου* καὶ τοῦ Κυρίου ὁρῶν μέγα ἔλεος,* Σέργιε, ᾧ σωθῆναι,* κἀμὲ ἀξίωσον.

ρος Ῥαντονεζίας* ἰατρεῖον πέλει* πνευματικόν· διὸ τούτῳ προστρέχοντες,* παθῶν καὶ νόσων παντοίων ἀπολυτρούμεθα.

Σωθείς ἀπό τοῦ κόσμου,* Ὁσίων καί Δικαίων* ἐν τοῖς ὑψίστοις τῆς δόξης πληρούμενος,* ἐκ σκοτασμοῦ ἁμαρτίας ἡμᾶς ἀπάλλαττε.

Θεοτοκίον.
πέρ τῶν Σέ ὑμνούντων* μή παύῃ, Θεοτόκε,* τοῦ ἱκετεύειν ἐλέους τόν Πρύτανην,* τοῦ ἐλεῆσαι καί σῶσαι τούς δούλους Σου.

ξιόν ἐστιν ὡς ἀληθῶς,* μακαρίζειν Σε τὴν Θεοτόκον,* τὴν ἀειμακάριστον καὶ παναμώμητον* καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν.* Τὴν τιμιωτέραν τῶν Χερουβείμ* καὶ ἐνδοξοτέραν* ἀσυγκρίτως τῶν Σεραφείμ,* τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν,* τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Μεγαλυνάρια.
λην πᾶσαν, μάκαρ, ὑπεριδών,* ἰσάγγελον βίον* διελήλυθας ἱερῶς* καὶ φωτοχυσίας ἐπλήσθης οὐρανίου,* τῶν ἀσκητῶν ἡ δόξα,* θεόφρον Σέργιε.

Θρόνῳ παριστάμενος τοῦ Χριστοῦ,* Σέργιε παμμάκαρ,* ἐρημίτης ὡς εὐκλεής,* πρέσβευε ἀπαύστως, πάσης λυτροῦσθαι βλάβης,* τοὺς προσιόντας, Πάτερ,* τῇ ἀντιλήψει σου.

Πάρεσο ὑπέρμαχος κραταιός,* Σέργιε Πάτερ,* καὶ ἀκοίμητος βοηθός,* τοῖς προσερχομένοις τοῖς θείοις σου λειψάνοις* καὶ ἐπικαλουμένοις* τὴν προστασίαν σου.

Τό Μεγαλυνάριον τοῦ Ἁγίου τοῦ Ναοῦ ἤ τοῦ Ἁγίου τῆς ἡμέρας. Καί κλείομεν μετά τοῦ·

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυρίου,* Ἀποστόλων ἡ δωδεκάς,* οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου,* ποιήσατε πρεσβείαν* εἰς τό σωθῆναι ἡμᾶς.

Τό Τρισάγιον καὶ τὰ Τροπάρια ταῦτα. 
Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε,* ἐλέησον ἡμᾶς,* πάσης γὰρ ἀπολογίας ἀποροῦντες,* ταύτην Σοι τὴν ἱκεσίαν,* ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν,* ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς,* ἐπί Σοὶ γὰρ πεποίθαμεν·* μή ὀργισθῆς ἡμῖν σφόδρα,* μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν,* ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος* καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν.* Σὺ γὰρ εἶ Θεός ἡμῶν* καὶ ἡμεῖς λαός Σου,* πάντες ἔργα χειρῶν Σου* καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν,* εὐλογημένη Θεοτόκε,* ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσωμεν,* ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων,* Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα τοῦ Ὁσίου καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα Τροπάρια. 
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας τούς προσφεύγοντας πιστῶς,* πρός τῶν σῶν λειψάνων τήν θήκην,* θεόπτα Σέργιε,* ῥύου πάσης θλίψεως καί περιστάσεως·* τῶν παθῶν δέ διάλυσον* τόν σάλον, πταιόντων,* ἅπασι προχέων νῦν* χάριν σωτήριον·* σύ γάρ τῆς Ῥωσίας ὑπάρχεις* καί Λαύρας Ῥαντονέζ ὁ προστάτης,* πάντων δέ πιστῶν σεπτόν ἐντρύφημα.

Δέσποινα, πρόσδεξαι* τὰς δεήσεις τῶν δούλων Σου* καὶ λύτρωσαι ἡμᾶς,* ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου* εἰς Σὲ ἀνατίθημι,* Μῆτερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Στίχοι·
ωσίας τόν Πατέρα ἐγκαρδίοις ὕμνοις
ἀνύμνησεν Ἀντώνιος, ὁ πολύκλαυστος, πόθῳ,
τυχεῖν δι’ αὐτοῦ ὁδοῦ τῆς μετανοίας
ἀρχήν βαλεῖν καί ἄνω ἀνανεῦσαι.

Δεν υπάρχουν σχόλια:

Δημοφιλείς αναρτήσεις