Παρασκευή 17 Δεκεμβρίου 2021

ΥΜΝΟΣ ΤΩΝ ΑΓΙΩΝ ΤΡΙΩΝ ΠΑΙΔΩΝ



Ἦχος α´. 
Τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. 
Εἶτα ὁ μὲν Ἀναγνώστης λέγει τὸν ἑπόμενον Ὕμνον· ἡμεῖς δὲ μεθ᾿ ἕνα ἕκαστον τῶν Στίχων αὐτῶν ψάλλομεν, Τὸν Κύριον ὑμνεῖτε, ὡς ἕπεται. 
ΥΜΝΟΣ ΤΩΝ ΑΓΙΩΝ ΤΡΙΩΝ ΠΑΙΔΩΝ 

 

Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον· ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. 
Τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. 
Εὐλογεῖτε, Ἄγγελοι Κυρίου, οὐρανοὶ Κυρίου, τὸν Κύριον. 
Τὸν Κύριον ὑμνεῖτε... 
Εὐλογεῖτε, ὕδατα πάντα τὰ ὑπεράνω τῶν οὐρανῶν, πᾶσαι αἱ Δυνάμεις Κυρίου, τὸν Κύριον. 
Τὸν Κύριον ὑμνεῖτε... 
Εὐλογεῖτε, ἥλιος καὶ σελήνη, ἄστρα τοῦ οὐρανοῦ, τὸν Κύριον. 
Τὸν Κύριον ὑμνεῖτε... 
Εὐλογεῖτε, φῶς καὶ σκότος, νύκτες καὶ ἡμέραι, τὸν Κύριον. 
Τὸν Κύριον ὑμνεῖτε... 
Εὐλογεῖτε, πᾶς ὄμβρος καὶ δρόσος, πάντα τὰ πνεύματα, τὸν Κύριον. 
Τὸν Κύριον ὑμνεῖτε... 
Εὐλογεῖτε, πῦρ καὶ καῦμα, ψῦχος καὶ καύσων, τὸν Κύριον. 
Τὸν Κύριον ὑμνεῖτε... 
Εὐλογεῖτε, δρόσοι καὶ νιφετοί, πάγοι καὶ ψῦχος, τὸν Κύριον. 
Τὸν Κύριον ὑμνεῖτε... 
Εὐλογεῖτε, πάχναι καὶ χιόνες, ἀστραπαὶ καὶ νεφέλαι, τὸν Κύριον. 
Τὸν Κύριον ὑμνεῖτε... 
Εὐλογεῖτε, γῆ, ὄρη καὶ βουνοί, καὶ πάντα τὰ φυόμενα ἐν αὐτῇ, τὸν Κύριον. 
Τὸν Κύριον ὑμνεῖτε... 
Εὐλογεῖτε, πηγαί, θάλασσα, καὶ ποταμοί, κήτη, καὶ πάντα τὰ κινούμενα ἐν τοῖς ὕδασι, τὸν Κύριον. 
Τὸν Κύριον ὑμνεῖτε... 
Εὐλογεῖτε, πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, τὰ θηρία, καὶ πάντα τὰ κτήνη, τὸν Κύριον. 
Τὸν Κύριον ὑμνεῖτε... 
Εὐλογεῖτε, υἱοὶ τῶν ἀνθρώπων, εὐλογείτω Ἰσραήλ, τὸν Κύριον. 
Τὸν Κύριον ὑμνεῖτε... 
Εὐλογεῖτε, Ἱερεῖς Κυρίου, δοῦλοι Κυρίου, τὸν Κύριον. 
Τὸν Κύριον ὑμνεῖτε... 
Εὐλογεῖτε, πνεύματα καὶ ψυχαὶ Δικαίων, ὅσιοι καὶ ταπεινοὶ τῇ καρδίᾳ, τὸν Κύριον. 
Τὸν Κύριον ὑμνεῖτε... 
Εὐλογεῖτε, Ἀνανία, Ἀζαρία, καὶ Μισαήλ, τὸν Κύριον. 
Τὸν Κύριον ὑμνεῖτε... 
Εὐλογεῖτε, Ἀπόστολοι, Προφῆται, καὶ Μάρτυρες Κυρίου, τὸν Κύριον. 
Τὸν Κύριον ὑμνεῖτε... 
Εὐλογοῦμεν Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα, τὸν Κύριον· ὑμνοῦμεν καὶ ὑπερυψοῦμεν αὐτὸν εἰς τοὺς αἰῶνας. 
Τὸν Κύριον ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας. 
Αἰνοῦμεν, εὐλογοῦμεν, προσκυνοῦμεν τὸν Κύριον· ὑμνοῦντες καὶ ὑπερυψοῦντες αὐτὸν εἰς τοὺς αἰῶνας. 
Τὸν Κύριον ὑμνοῦμεν, καὶ δοξολογοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

 

Δεν υπάρχουν σχόλια:

Δημοφιλείς αναρτήσεις