Απολυτίκιον.
Ήχος δ . Ταχύ προκατάλαβε.
Του Παύλου το κήρυγμα εν τη καρδία δεχθείς, Κυρίω προσέδραμες από ψυχής πανοικεί, Χριστώ τω Θεώ ημών· όθεν και Αχαΐας, απαρχή ανεδείχθης, Απόστολος δε θεόφρων, Στεφανά θεοφόρε, πρεσβεύων υπέρ πάντων, ημών των ευφημούντων σε.
Ὁ Ἅγιος Ἀπόστολος Στεφανᾶς ἐν εἰρήνῃ τελειοῦται.
Ἔργῳ Στεφανᾶν τὸν Στεφανᾶν μοι νόει,
Φοροῦντα τὸν στέφανον οὗ βραβεὺς πόνοι.
Περὶ τοῦ Στεφανᾶ τούτου γράφει ὁ αὐτὸς Παῦλος· «Παρακαλῶ δὲ ὑμᾶς ἀδελφοί, οἴδατε τὴν οἰκίαν Στεφανᾶ, ὅτι ἐστὶν ἀπαρχὴ τῆς Ἀχαΐας, καὶ εἰς διακονίαν τοῖς Ἁγίοις ἔταξαν ἑαυτούς» (Α΄ Κορ. ις΄, 15). Καὶ περὶ τῶν τριῶν ὁμοῦ λέγει ὁ αὐτὸς Παῦλος· «Χαίρω δὲ ἐπὶ τῇ παρουσίᾳ Στεφανᾶ, καὶ Φουρτουνάτου, καὶ Ἀχαϊκοῦ, ὅτι τὸ ὑμῶν ὑστέρημα, οὗτοι ἀνεπλήρωσαν. Ἀνέπαυσαν γὰρ τὸ ἐμὸν πνεῦμα, καὶ τὸ ὑμῶν. Ἐπιγινώσκετε οὖν τοὺς τοιούτους» (Α΄ Κορ. ις΄, 17).
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου