Η παραβολή του ασώτου.
«Ἄνθρωπός τις εἶχε δύο υἱοὺς καὶ εἶπεν ὁ νεώτερος» καὶ τὰ ἑξῆς (Λουκ. ιε΄, 11-32). Ἱστορίζεται οὕτως. Ναὸς καὶ θυσιαστήριον καὶ πλησίον τοῦ ναοῦ ὁ πρεσβύτερος υἱὸς τρώγων καὶ πίνων μετὰ πορνῶν, καὶ πάλιν μέσα εἰς τὸν ναὸν ὁ Χριστὸς κοινωνεῖ τὸν ἄσωτον καὶ οἱ ἀπόστολοι τὸν μυρώνουν, δίδοντες αὐτῷ καὶ σταυρόν.
Κύκλῳ τοῦ θυσιαστηρίου τὰ τάγματα τῶν ἀγγέλων μὲ κιθάρας καὶ ὄργανα καὶ σάλπιγγας χαίροντα, καὶ ἔξω τοῦ ναοῦ πάλιν ὁ Χριστὸς ἀγκαλιζόμενος τὸν ἄσωτον καὶ φιλῶν αὐτόν· καὶ πάλιν ὁ Χριστὸς εἰς ἄλλο μέρος παρακαλῶν τὸν πρεσβύτερον, λέγων εἰς χαρτί: «Τέκνον, σὺ πάντοτε μετ’ ἐμοῦ εἶ καὶ πάντα τὰ ἐμὰ σά ἐστι», καὶ ἐκεῖνος βλέπων αὐτὸν στρέφει εἰς τὰ ὀπίσω.
ΔΙΟΝΥΣΙΟΥ ΤΟΥ ΕΚ ΦΟΥΡΝΑ ΕΡΜΗΝΕΙΑ ΤΗΣ ΖΩΓΡΑΦΙΚΗΣ ΤΕΧΝΗΣ
σελ.171-172

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου