Σάββατο 1 Φεβρουαρίου 2025

ΜΗΝ ΦΕΒΡΟΥΑΡΙΟΣ

 


ΜΗΝ ΦΕΒΡΟΥΑΡΙΟΣ 

Ἔ­χων ἡ­μέ­ρας 28· εἰ δέ ἐ­στι βί­σε­κτον τὸ ἔ­τος, 29. 

Ἡ ἡ­μέρα ἔ­χει ὥ­ρας 11 καὶ ἡ νὺξ ὥ­ρας 13.  

1. Προ­ε­όρ­τια τῆς Ὑ­πα­παν­τῆς τοῦ Κυ­ρίου καὶ Θεοῦ καὶ Σω­τῆ­ρος ἡ­μῶν Ἰ­η­σοῦ Χρι­στοῦ­ καὶ μνήμη τοῦ Ἁ­γίου Μάρ­τυ­ρος Τρύ­φω­νος. 

Ἀ­πο­λυ­τί­κιον προ­ε­όρ­τιον. Ἦ­χος α´. Χο­ρὸς Ἀγ­γε­λι­κός.

Οὐ­ρά­νιος χο­ρός, οὐ­ρα­νίων ἁ­ψί­δων, προ­κύ­ψας ἐπὶ γῆς, καὶ φε­ρό­με­νον βλέ­πων, ὡς βρέ­φος ὑ­πο­μά­ζιον, πρὸς ναὸν τὸν πρω­τό­το­κον, πά­σης κτί­σεως, ὑπὸ Μη­τρὸς ἀ­πει­ράν­δρου, προ­ε­όρ­τιον, νῦν σὺν ἡ­μῖν με­λῳ­δοῦσι, φρι­κτῶς ἐ­ξι­στά­με­νοι. 

 Ἀ­πο­λυ­τί­κιον τοῦ Μάρ­τυ­ρος.
Ἦ­χος δ´. Ταχὺ προ­κα­τά­λαβε.

Τρυ­φὴν τὴν ἀ­κή­ρα­τον, ἰ­χνη­λα­τῶν ἐκ παι­δός, βα­σά­νους ὑ­πή­νεγ­κας ὑ­πὲρ Χρι­στοῦ τοῦ Θεοῦ, καὶ ἤ­θλη­σας ἄ­ρι­στα· ὅ­θεν τὴν τῶν θαυ­μά­των, κο­μι­σά­με­νος χά­ριν, λύ­τρω­σαι πά­σης βλά­βης, καὶ παν­τοίας ἀ­νάγ­κης, Τρύ­φων Με­γα­λο­μάρ­τυς, τοὺς σὲ μα­κα­ρί­ζον­τας. 

Κον­τά­κιον προ­ε­όρ­τιον. 

Ἦ­χος δ´. Ἐ­πε­φά­νης σή­με­ρον.

ν ἀγ­κά­λαις δέ­ξα­σθαι κα­θά­περ βρέ­φος, Συ­μεὼν ἐ­πεί­γε­ται, τὸν νο­μο­δό­την καὶ Θεόν· ᾧ καὶ βο­ή­σει γη­θό­με­νος· ἀ­πό­λυ­σόν με· σὲ γὰρ εἶ­δον, Δέ­σποτα. 

Κον­τά­κιον τοῦ Μάρ­τυ­ρος. 

Ἦ­χος πλ. δ´. Ὡς ἀ­παρ­χάς.

Τρι­α­δικῇ στεῤ­ῥό­τητι, πο­λυ­θε­ΐαν ἔ­λυ­σας ἐκ τῶν πε­ρά­των Ἀ­οί­διμε, τί­μιος ἐν Κυ­ρίῳ γε­νό­με­νος· καὶ νι­κή­σας τυ­ράν­νους ἐν Χρι­στῷ τῷ Σω­τῆρι, τὸ στέ­φος εἴ­λη­φας τῆς μαρ­τυ­ρίας σου, καὶ χα­ρί­σματα θείων ἰ­ά­σεων, ὡς ἀ­ήτ­τη­τος. 

Με­γα­λυ­νά­ριον προ­ε­όρ­τιον.

Χαί­ρει ὁ πρε­σβύ­τα­τος Συ­μεών, ἐγ­γί­ζοντα βλέ­πων, τὸν Δε­σπό­την ἐν τῷ Ναῷ· ὅ­θεν ἐ­πι­σπεύ­δει, αὐ­τὸν ὑ­πο­δε­χθῆ­ναι, προ­­­εορ­τίως ᾄ­δων ὕ­μνον ἐ­πά­ξιον. 

Με­γα­λυ­νά­ριον τοῦ Μάρ­τυ­ρος.

Ἴ­χνε­σιν ἑ­πό­με­νος ἀ­κλι­νῶς, Τρύ­φων ἀ­θλο­φόρε, τοῦ γνω­σθέν­τος ἐπὶ τῆς γῆς, τῶν αὐ­τοῦ χα­ρί­των, δο­χεῖον ἀ­νε­δεί­χθης, καὶ ἱ­ε­ροῖς ἀ­γῶσι, Μάρ­τυς δι­έ­πρε­ψας. 

2. Ἡ Ὑ­πα­παντὴ τοῦ Κυ­ρίου καὶ Θεοῦ καὶ Σω­τῆ­ρος ἡ­μῶν Ἰ­η­σοῦ Χρι­στοῦ.

Ἀργία καὶ κατάλυσις ἰχθύος. 

Ἀ­πο­λυ­τί­κιον. Ἦ­χος α´.

Χαῖρε, κε­χα­ρι­τω­μένη Θε­ο­τόκε Παρ­θένε· ἐκ σοῦ γὰρ ἀ­νέ­τει­λεν ὁ Ἥ­λιος τῆς δι­και­ο­σύ­νης, Χρι­στὸς ὁ Θεὸς ἡ­μῶν, φω­τί­ζων τοὺς ἐν σκό­τει. Εὐ­φραί­νου καὶ σύ, Πρε­σβῦτα δί­καιε, δε­ξά­με­νος ἐν ἀγ­κά­λαις, τὸν ἐ­λευ­θε­ρω­τὴν τῶν ψυ­χῶν ἡ­μῶν, χα­ρι­ζό­με­νον ἡ­μῖν καὶ τὴν Ἀ­νά­στα­σιν. 

Κον­τά­κιον. Ἦ­χος α´.

μή­τραν παρ­θε­νι­κὴν ἁ­γι­ά­σας τῷ τόκῳ σου, καὶ χεῖ­ρας τοῦ Συ­μεὼν εὐ­λο­γή­σας ὡς ἔ­πρεπε, προ­φθά­σας καὶ νῦν ἔ­σω­σας ἡ­μᾶς Χρι­στὲ ὁ Θεός· ἀλλ᾿ εἰ­ρή­νευ­σον ἐν πο­λέ­μοις τὸ πο­λί­τευμα, καὶ κρα­ταί­ω­σον βα­σι­λεῖς οὓς ἠ­γά­πη­σας, ὁ μό­νος φι­λάν­θρω­πος. 

Με­γα­λυ­νά­ριον.

Σή­με­ρον ἡ πά­να­γνος Μα­ριάμ, τῷ ναῷ προ­σά­γει, ὥ­σπερ βρέ­φος τὸν Ποι­η­τήν, ὅν ἐν ταῖς ἀγ­κά­λαις, ὁ Πρέ­σβυς δε­δε­γμέ­νος, Θεὸν αὐ­τὸν κη­ρύτ­τει, κἂν σάρκα εἴ­ληφε. 

3. Τοῦ Ἁ­γίου καὶ Δι­καίου Συ­μεὼν, τοῦ Θε­ο­δό­χου, καὶ Ἄν­νης, τῆς Προ­φή­τι­δος. 

Ἀ­πο­λυ­τί­κιον τῶν Δικαίων Συ­μεὼν καὶ Ἄν­νης.
Ἦ­χος πλ. α´. Τὸν συ­νά­ναρ­χον Λό­γον.

Τὸν Ὑ­πέρ­θεον Λό­γον σάρκα γε­νό­με­νον, ἐ­νηγ­κα­λίσω ὡς βρέ­φος ἐν τῷ Ναῷ τοῦ Θεοῦ, Θε­ο­δόχε Συ­μεών, Πρε­σβῦτα ἔν­δοξε· ὅ­θεν καὶ Ἄννα ἡ σε­πτή, ἀν­θο­μο­λό­γη­σιν αὐτῷ, προ­σ­ήγα­γεν ὡς Προ­φῆ­τις· ὅ­θεν ὑ­μᾶς εὐ­φη­μοῦ­μεν, οἷα Χρι­στοῦ θεί­ους θε­ρά­πον­τας. 

Κον­τά­κιον τῶν Δικαίων Συ­μεὼν καὶ Ἄν­νης.

Ἦ­χος γ´. Ἡ Παρ­θέ­νος σή­με­ρον.

Ξυ­νω­ρὶς ἡ ἔν­θεος, χαρ­μο­νι­κῶς εὐ­φη­μεί­σθω, Συ­μεὼν ὁ δί­καιος, σὺν τῇ Προ­φή­τίδι Ἄννῃ· οὗ­τοι γάρ, εὐ­α­ρε­στή­σαν­τες τῷ Κυ­ρίῳ, ὤ­φθη­σαν, τοῦ σαρ­κω­θέν­τος Λό­γου αὐ­τό­πται· τοῦ­τον γὰρ κα­θά­περ βρέ­φος, εἶ­δον ἀ­ξίως καὶ προ­σε­κύ­νη­σαν. 

Με­γα­λυ­νά­ριον τῶν Δικαίων Συ­μεὼν καὶ Ἄν­νης.

Δί­καιοι ἐν νόμῳ καὶ εὐ­βλα­βεῖς, Συ­μεὼν ὁ πρέ­σβυς, καὶ ἡ Ἄννα ἡ Φα­νουήλ, ὤ­φθη­σαν Κυ­ρίῳ, τῷ σε­σω­μα­τω­μένῳ, καὶ ὕ­μνη­σαν τὴν τού­του ἄῤ­ῥη­τον κέ­νω­σιν. 

4. Τοῦ Ὁ­σίου Πα­τρὸς ἡ­μῶν Ἰ­σι­δώ­ρου τοῦ Πη­λου­σι­ώ­του. 

 Ἀ­πο­λυ­τί­κιον. 

Ἧ­χος δ´. Ταχὺ προ­κα­τά­λαβε.

Σο­φίᾳ κο­σμού­με­νος, παν­το­δα­πεῖ εὐ­κλεῶς, τοῖς λό­γοις ἐ­κό­σμη­σας, τὴν Ἐκ­κλη­σίαν Χρι­στοῦ, Ἰ­σί­δωρε, Ὅ­σιε· σὺ γὰρ δι᾿ ἐγ­κρα­τείας, σε­αυ­τὸν ἐκ­κα­θά­ρας, πρά­ξει καὶ θε­ω­ρίᾳ, δι­α­λάμ­πεις ἐν κό­σμῳ· δι᾿ ὧν μυ­στα­γω­γού­μεθα, Πά­τερ τὰ κρείτ­τονα. 

Κον­τά­κιον. Ἦ­χος δ´. Ἐ­πε­φά­νης σή­με­ρον.

­ω­σφό­ρον ἄλ­λον σε, ἡ Ἐκ­κλη­σία, εὑ­ρα­μένη ἔν­δοξε, ταῖς τῶν σῶν λό­γων ἀ­στρα­παῖς, λαμ­πρυ­νο­μένη κραυ­γά­ζει σοι· χαί­ροις παμ­μά­καρ, θε­ό­φρον Ἰ­σί­δωρε. 

Με­γα­λυ­νά­ριον.

­ρωτι σο­φίας δι­α­πρε­πής, ἀ­πο­δε­δει­γμέ­νος, κα­τα­λάμ­πεις πᾶ­σαν τὴν γῆν, ἐκ τοῦ Πη­λου­σίου, τῶν λό­γων τὰς ἀ­κτῖ­νας, ὥ­σπερ πυρ­σὸς ἐκ­πέμ­πων, Πά­τερ Ἰ­σί­δωρε. 

5. Τῆς Ἁ­γίας Μάρ­τυ­ρος Ἀ­γά­θης. 

 Ἀ­πο­λυ­τί­κιον. 

Ἦ­χος γ´. Θείας πί­στεως.

ό­δον εὔ­ο­σμον, τῆς παρ­θε­νίας, νύμφη ἄ­φθο­ρος, τοῦ Ζω­ο­δό­του ἀ­νε­δέ­δει­ξαι Ἀ­γάθη πα­νεύ­φημε· τῶν ἀ­γα­θῶν τὴν πη­γὴν γὰρ πο­θή­σασα, μαρ­τυ­ρι­κῶς ἐν τῷ κό­σμῳ δι­έ­πρε­ψας· μάρ­τυς ἔν­δοξε, λι­ταῖς σου θεί­αις ἀ­γά­θυ­νον, τοὺς πόθῳ με­γα­λύ­νον­τας τοὺς ἄ­θλους σου. 

Κον­τά­κιον. 

Ἦ­χος δ´. Ἐ­πε­φά­νης σή­με­ρον.

Στο­λι­ζέ­σθω σή­με­ρον, ἡ Ἐκ­κλη­σία, πορ­φυ­ρίδα ἔν­δο­ξον, κα­τα­βα­φεῖ­σαν ἐξ ἁ­γνῶν, λύ­θρων Ἀ­γά­θης τῆς Μάρ­τυ­ρος, Χαῖ­ρε, βο­ῶσα, Κα­τά­νης τὸ καύ­χημα. 

Με­γα­λυ­νά­ριον.

Εἰς ὀ­σμὴν τῶν μύ­ρων σου τῶν τερ­πνῶν, ἔ­δρα­μον Σω­τήρ μου, ἀ­νε­βόας τῷ Ἰ­η­σοῦ, νο­μί­μως ἐνα­θλοῦσα, Ἀ­γάθη Ἀ­θλη­φόρε· διὸ τοῦ σοῦ νυμ­φίου, τρυ­φᾷς ταῖς κάλ­λεσι. 

6. Τοῦ Ὁ­σίου Πα­τρὸς ἡ­μῶν Βου­κό­λου, Ἐ­πι­σκό­που Σμύρ­­νης.  

 Ἀ­πο­λυ­τί­κιον. 

Ἧ­χος δ´. Ὁ ὑ­ψω­θεὶς ἐν τῷ Σταυρῷ.

ς δι­α­λάμ­πων ἀ­ρε­τῶν ταῖς ἀ­κτῖσι, τοῦ ἐν τῷ στή­θει τοῦ Δε­σπό­του πε­σόν­τος, ἐκ πό­θου προ­σε­πέ­λα­σας τῷ θείῳ φωτί· ὅ­θεν ὡς θε­ό­πνευ­στος, Ἱ­ε­ράρ­χης ἐμ­πρέ­ψας, ἴ­θυ­νας τὴν ποί­μνην σου, πρὸς νο­μὰς ἀ­λη­θείας· καὶ νῦν δυ­σώ­πει πάν­τοτε Χρι­στόν, Πά­τερ Βου­κόλε, ὑ­πὲρ τῶν τι­μών­των σε. 

Κον­τά­κιον.
Ἦ­χος β´. Τοὺς ἀ­σφα­λεῖς.

Τὸ κα­θα­ρὸν καὶ δι­αυ­γὲς τοῦ βίου σου, ὁ μα­θη­τὴς ὁ τῷ Χρι­στῷ ἐ­ρά­σμιος, ἀ­τε­χνῶς ὡς θε­α­σά­με­νος, Βου­κόλε Πά­τερ ἱ­ε­ρώ­τατε, ποι­μένα Ἐκ­κλη­σίας σε κα­θί­στησι, καὶ λύ­χνον εὐ­σε­βείας φα­ει­νό­τα­τον· τῶν τρό­πων αὐτῷ γὰρ ἐ­κοι­νώ­νη­σας. 

Με­γα­λυ­νά­ριον.

Τῷ ἠ­γα­πη­μένῳ μύ­στῃ Χρι­στοῦ, Βου­κόλε θε­ό­φρον, μα­θη­τεύ­σας ὡς κα­θα­ρός, ὤ­φθης Ἐκ­κλη­σίας, ποι­μὴν τῆς ἐν τῇ Σμύρνῃ, καὶ τῷ καλῷ ποι­μένι, ταύ­την ὡ­δή­γη­σας. 

7. Τοῦ Ὁ­σίου Πα­τρὸς ἡ­μῶν Παρ­θε­νίου, Ἐ­πι­σκό­που Λαμ­ψά­κου, καὶ τοῦ Ὁ­σίου Πα­τρὸς ἡ­μῶν Λουκᾶ, τοῦ ἐν τῷ Στει­ρίῳ τῆς Ἑλ­λά­δος. 

 Ἀ­πο­λυ­τί­κιον τοῦ Ἁγίου Παρ­θε­νίου.

Ἦ­χος δ´. Ταχὺ προ­κα­τά­λαβε.

Τῷ μύρῳ τοῦ Πνεύ­μα­τος, ποι­μὴν Λαμ­ψά­κου ὀ­φθείς, τὴν θείαν ἐ­νέρ­γειαν, παρὰ Θεοῦ δα­ψι­λῶς, θαυ­μά­των ἐ­πλού­τη­σας, δαί­μο­νας ἀ­πε­λαύ­νειν, ἀ­σθε­νοῦν­τας ἰ­ᾶ­σθαι, νό­σους ἀ­πο­δι­ώ­κειν, καὶ πλη­ροῦν τὰς αἰ­τή­σεις· Παρ­θέ­νιε Ἱ­ε­ράρχα, τῶν προ­σι­όν­των σοι. 

Ἀ­πο­λυ­τί­κιον τοῦ Ὁ­σίου Λουκᾶ.

Ἦ­χος α´. Τῆς ἐ­ρή­μου πο­λί­της.

Τῆς Ἑλ­λά­δος τὸ κλέος καὶ Ὁ­σίων τὸ καύ­χημα, καὶ τὸν τοῦ Στει­ρίου φω­στῆρα, καὶ οἰ­κή­τορα ὅ­σιον, τι­μή­σω­μεν ᾀ­σμά­των ἐν ᾠ­δαῖς, Λου­κᾶν τὸν θε­ο­φό­ρον εὐ­σε­βῶς· τῷ Χρι­στῷ γὰρ οἰ­κει­οῦ­ται διὰ παν­τός, τοὺς πί­στει ἀ­να­κρά­ζον­τας· δόξα τῷ δε­δω­κότι σοι ἰ­σχύν, δόξα τῷ σὲ στε­φα­νώ­σαντι, δόξα τῷ ἐ­νερ­γοῦντι διὰ σοῦ, πᾶ­σιν ἰ­ά­ματα. 

Κον­τά­κιον τοῦ Ἁγίου Παρ­θε­νίου.

Ἦ­χος γ´. Ἡ Παρ­θέ­νος σή­με­ρον.

Τῶν θαυ­μά­των εἴ­λη­φας, τὴν θείαν χά­ριν θέ­ο­φρον, ἱ­ερὲ Παρ­θέ­νιε, θαυ­μα­τουργὲ θε­ο­φόρε, ἅ­παντα τὰ τῶν πι­στῶν πάθη ἀ­πο­κα­θαί­ρων, πνεύ­ματα τῆς πο­νη­ρίας Πά­τερ ἐ­λαύ­νων· διὰ τοῦτό σε ὑ­μνοῦ­μεν, ὡς μέ­γαν μύ­στην Θεοῦ τῆς χά­ρι­τος. 

Κον­τά­κιον τοῦ Ὁ­σίου Λουκᾶ. 

Ἦ­χος πλ. δ´. Τῇ ὑ­περ­μάχῳ.

ἐ­κλε­ξά­με­νος Θεὸς πρὸ τοῦ πλα­σθῆ­ναί σε, εἰς εὐ­α­ρέ­στη­σιν αὐ­τοῦ οἷς οἶδε κρί­μασι, προσ­λα­βό­με­νος ἐκ μή­τρας κα­θα­γι­ά­ζει, καὶ οἰ­κεῖον ἑ­αυ­τοῦ δοῦ­λον δει­κνύει σε, κα­τευ­θύ­νων σου Λουκᾶ τὰ δι­α­βή­ματα, ὁ φι­λάν­θρω­πος· ᾧ νῦν χαί­ρων πα­ρί­στα­σαι. 

Με­γα­λυ­νά­ριον Ἁγίου Παρ­θε­νίου.

Τὴν πη­γὴν τῆς χά­ρι­τος ἐκ­πιών, πέ­λα­γος θαυ­μά­των, ἀ­να­βλύ­ζεις ὑ­περ­φυῶν, καὶ κα­τα­πι­αί­νεις Χρι­στοῦ τὴν Ἐκ­κλη­σίαν, ῥο­αῖς ταῖς ζω­ηῤῥύ­τοις, Πά­τερ Παρ­θέ­νιε. 

Με­γα­λυ­νά­ριον τοῦ Ὁ­σίου Λουκᾶ.

Χαί­ροις ἡ­συ­χίας λύ­χνος λαμ­πρός, καὶ τῆς ποι­μαν­σίας, ὁ ἀ­κοί­μη­τος ὀ­φθαλ­μός· χαί­ροις μο­να­ζόν­των, ὑ­πο­γραμ­μὸς καὶ τύ­πος, Λουκᾶ θαυ­μα­το­φόρε, Ἑλ­λά­δος καύ­χημα. 

8. Τοῦ Ἁ­γίου Με­γα­λο­μάρ­τυ­ρος Θε­ο­δώ­ρου, τοῦ Στρα­τη­λά­του, καὶ τοῦ Ἁγίου Προφήτου Ζαχαρίου. 

Κα­τά­λυ­σις οἴ­νου καὶ ἐ­λαίου. 

Ἀ­πο­λυ­τί­κιον τοῦ Μεγαλομάρτυρος.

 Ἦ­χος δ´. Ὁ ὑ­ψω­θεὶς ἐν τῷ Σταυρῷ.

Στρα­το­λο­γίᾳ ἀ­λη­θεῖ Ἀ­θλο­φόρε, τοῦ οὐ­ρα­νίου στρα­τη­γὸς Βα­σι­λέως, πε­ρι­καλ­λὴς γε­γέ­νη­σαι Θε­ό­δωρε· ὅ­πλοις γὰρ τῆς πί­στεως, πα­ρε­τάξω ἐμ­φρό­νως, καὶ κα­τε­ξω­λό­θρευ­σας, τῶν δαι­μό­νων τὰ στίφη, καὶ νι­κη­φό­ρος ὤ­φθης ἀ­θλη­τής· ὅ­θεν σε πί­στει ἀεὶ μα­κα­ρί­ζο­μεν. 

 Ἀ­πο­λυ­τί­κιον τοῦ Προ­φή­του.

Ἦ­χος δ´. Ταχὺ προ­κα­τά­λαβε.

Τὴν κλῆ­σιν κα­τάλ­λη­λον, δεί­ξας τοῖς ἔρ­γοις σοφέ, τα­μεῖον ἐ­πά­ξιον, τῆς ἐ­πι­πνοίας Θεοῦ, Ζα­χα­ρία γε­γέ­νη­σαι· ἔ­χων γὰρ ἐν τῷ βίῳ, συλ­λα­λοῦν­τας Ἀγ­γέ­λους, ὤ­φθης τῶν ἐ­σο­μέ­νων, θε­η­γό­ρος Προ­φή­της· καὶ νῦν ἡ­μῶν τὰς αἰ­τή­σεις, ἄ­νω­θεν πλή­ρω­σον. 

Κον­τά­κιον τοῦ Μεγαλομάρτυρος. 

Ἦ­χος β´. Τὰ ἄνω ζη­τῶν.

ν­δρείᾳ ψυ­χῆς, τὴν πί­στιν ὁ­πλι­σά­με­νος, καὶ ῥῆμα Θεοῦ, ὡς λόγ­χην χει­ρι­σά­με­νος, τὸν ἐ­χθρὸν κα­τέ­τρω­σας, τῶν Μαρ­τύ­ρων κλέος Θε­ό­δωρε· σὺν αὐ­τοῖς Χρι­στῷ τῷ Θεῷ, πρε­σβεύων μὴ παύσῃ ὑ­πὲρ πάν­των ἡ­μῶν.

  

Κον­τά­κιον τοῦ Προ­φή­του. 

Ἦ­χος δ´. Ἐ­πε­φά­νης σή­με­ρον.

μ­πνευ­σθεὶς τοῦ Πνεύ­μα­τος τῇ ἐ­πι­λάμ­ψει, Ζα­χα­ρία ἔν­δοξε, τρα­νῶς προ­έ­γρα­ψας ἡ­μῖν, ὥ­σπερ λαμ­πάδα πο­λύ­φω­τον, τὴν τοῦ Σω­τῆ­ρος ἀ­πόῤ­ῥη­τον κέ­νω­σιν. 

Με­γα­λυ­νά­ριον τοῦ Μεγαλομάρτυρος.

Χαί­ροις τῶν Μαρ­τύ­ρων ἡ καλ­λονή, καὶ τῆς Ἐκ­κλη­σίας, ἀ­προ­σμά­χη­τος βο­η­θός. Χαί­ροις δω­ρη­μά­των, θη­σαύ­ρι­σμα τῶν θείων, Θε­ό­δωρε τρι­σμά­καρ, ἡ­μῶν ἀν­τί­λη­ψις. 

Με­γα­λυ­νά­ριον τοῦ Προ­φή­του.

Χά­ρι­τος ἀ­ΰ­λου ἐμ­φο­ρη­θείς, ὤ­φθης τῶν μελ­λόν­των, θε­η­γό­ρος προ­μη­νυ­τής· σὺ γὰρ Ζα­χα­ρία, συμ­βο­λι­κῶς προ­λέ­γεις, τὴν πρὸς ἡ­μᾶς τοῦ Λό­γου, ἄῤ­ῥη­τον κέ­νω­σιν. 

9. Τοῦ Ἁ­γίου Μάρ­τυ­ρος Νι­κη­φό­ρου. 

Σή­με­ρον ἀ­πο­δί­δο­ται ἡ Ἑ­ορτὴ τῆς Ὑ­πα­παν­τῆς τοῦ Κυ­ρίου. 

Ἀ­πο­λυ­τί­κιον. 

Ἦ­χος δ´. Ταχὺ προ­κα­τά­λαβε.

Ἀ­γάπη τοῦ Κτί­σαν­τος, κα­ταυ­γα­σθεὶς τὴν ψυ­χήν, τοῦ νό­μου τῆς χά­ρι­τος, ἐκ­πλη­ρω­τὴς ἀ­κρι­βής, ἐμ­φρό­νως γε­γέ­νη­σαι· ὅ­θεν καὶ τὸν πλη­σίον, ὡς σαυ­τὸν ἀ­γα­πή­σας, ἤ­θλη­σας Νι­κη­φόρε, καὶ τὸν ὄ­φιν κα­θεῖ­λες· ἐν­τεῦ­θεν ἐν ὁ­μο­νοίᾳ, ἡ­μᾶς δι­α­τή­ρη­σον. 

Κον­τά­κιον. 

Ἦ­χος α´. Χο­ρός Ἀγ­γε­λι­κός.

­γά­πης τῷ δε­σμῷ, συν­δε­θεὶς Νι­κη­φόρε, δι­έ­λυ­σας τρα­νῶς, τὴν κα­κίαν τοῦ μί­σους· καὶ ξί­φει τὴν κά­ραν σου, ἐ­κτμη­θείς ἐ­χρη­μά­τι­σας, Μάρ­τυς ἔν­θεος, τοῦ σαρ­κω­θέν­τος Σω­τῆ­ρος· ὃν ἱ­κέ­τευε, ὑ­πὲρ ἡ­μῶν τῶν ὑ­μνούν­των, τὴν ἔν­δο­ξον μνή­μην σου. 

Με­γα­λυ­νά­ριον.

Πλή­ρης ὢν ἀ­γά­πης τῆς πρὸς Θεόν, ἠ­γά­πη­σας μά­καρ, τὸν πλη­σίον ὡς σε­αυ­τόν· ὅ­θεν καὶ ἀ­θλή­σας, τοῦ μί­σους τὸν ἐρ­γά­την, κα­θεῖ­λες Νι­κη­φόρε, Χρι­στῷ πει­θό­με­νος. 

10. Τοῦ Ἁ­γίου Ἱ­ε­ρο­μάρ­τυ­ρος Χα­ρα­λάμ­πους, τοῦ Θαυ­μα­τουρ­γοῦ. 

Ἀρ­γία καὶ κα­τά­λυ­σις οἴ­νου καὶ ἐ­λαίου. 

Ἀ­πο­λυ­τί­κιον. 

Ἦ­χος δ´. Ταχὺ προ­κα­τά­λαβε.

ς στῦ­λος ἀ­κλό­νη­τος, τῆς Ἐκ­κλη­σίας Χρι­στοῦ, καὶ λύ­χνος ἀ­εί­φω­τος, τῆς οἰ­κου­μέ­νης σοφέ, ἐ­δεί­χθης Χα­ρά­λαμ­πες· ἔ­λαμ­ψας ἐν τῷ κό­σμῳ διὰ τοῦ μαρ­τυ­ρίου, ἔ­λυ­σας καὶ εἰ­δώ­λων τὴν σκο­τό­μαι­ναν, μά­καρ· διὸ ἐν παῤ­ῥη­σίᾳ Χρι­στῷ, πρέ­σβευε σω­θῆ­ναι ἡ­μᾶς. 

Κον­τά­κιον. 

Ἦ­χος δ´. Ἐ­πε­φά­νης σή­με­ρον.

ς φω­στὴρ ἀ­νέ­τει­λας, ἐκ τῆς Ἑ­ῴας, καὶ πι­στοὺς ἐ­φώ­τι­σας, ταῖς τῶν θαυ­μά­των σου βο­λαῖς, Ἱ­ε­ρο­μάρ­τυς Χα­ρά­λαμ­πες· ὅ­θεν τι­μῶ­μεν τὴν θείαν σου ἄ­θλη­σιν. 

Με­γα­λυ­νά­ριον.

Τὸν ἐν ἀ­θλο­φό­ροις ἱ­ε­ρουρ­γόν, καὶ ἐν ἱ­ε­ρεῦ­σιν ἱ­ε­ρώ­τα­τον ἀ­θλη­τήν, τὸν θαυ­μά­των ῥεῖ­θρα, πη­γά­ζοντα ἐν κό­σμῳ, τὸν μέ­γαν Χα­ρα­λάμ­πην ὕ­μνοις τι­μή­σω­μεν. 

11. Τοῦ Ἁ­γίου Ἱ­ε­ρο­μάρ­τυ­ρος Βλα­σίου, ἐ­πι­σκό­που Σε­βα­στείας.

 

 Ἀ­πο­λυ­τί­κιον. 

Ἦ­χος πλ. α´. Τὸν συ­νά­ναρ­χον λό­γον.

Φε­ρώ­νυ­μως βλα­στή­σας ὡς δέν­δρον εὔ­καρ­πον, Ἱ­ε­ράρχα Κυ­ρίου Βλά­σιε ἔν­δοξε, μαρ­τυ­ρίου τοὺς καρ­ποὺς κό­σμῳ προ­ή­γα­γες, καὶ θαυ­μά­των δω­ρεάς, ἀ­να­βλύ­ζεις δα­ψι­λῶς, ὡς θεῖος Ἱ­ε­ρο­μάρ­τυς, τοῖς κα­τα­φεύ­γουσι Πά­τερ, τῇ ἀν­τι­λή­ψει τῆς πρε­σβείας σου. 

Κον­τά­κιον. 

Ἦ­χος β´. Τὰ ἄνω ζη­τῶν.

θεῖος βλα­στός τὸ ἄν­θος τὸ ἀ­μά­ραν­τον, ἀμ­πέ­λου Χρι­στοῦ τὸ κλῆμα τὸ πο­λύ­φο­ρον, θε­ο­φόρε Βλά­σιε τοὺς ἐν πί­στει τε­λοῦν­τας τὴν μνή­μην σου, εὐ­φρο­σύ­νης πλή­ρω­σον τῆς σῆς, πρε­σβεύων ἀ­παύ­στως ὑ­πὲρ πάν­των ἡ­μῶν. 

Με­γα­λυ­νά­ριον.

Λό­γον ἀ­λη­θείας γε­η­πο­νῶν, τῆς δι­και­ο­σύ­νης, ἀ­νε­βλά­στη­σας τοὺς καρ­πούς, ὧν ἡ Ἐκ­κλη­σία, ὁ­σῶ­ραι γευ­ο­μένη, Βλά­σιε ἱ­ε­ράρχα, τιμᾷ τοὺς ἄ­θλους σου. 

12. Τοῦ ἐν Ἁ­γί­οις Πα­τρὸς ἡ­μῶν Με­λε­τίου, Ἀρ­χι­ε­πι­σκό­που Ἀν­τι­ο­χείας τῆς Με­γά­λης.


 Ἀ­πο­λυ­τί­κιον. 

Ἦ­χος γ´. Θείας πί­στεως.

Νό­μον ἔν­θεον, ἐμ­με­λε­τή­σας, τὴν οὐ­ρά­νιον, γνῶ­σιν ἐ­κλάμ­πεις, τῇ Ἐκ­κλη­σίᾳ Ἱ­ε­ράρχα Με­λέ­τιε· τὴν γὰρ Τρι­άδα κη­ρύτ­των ὁ­μό­τι­μον, αἱ­ρε­τι­κῶν δι­α­λύ­εις τὰς φά­λαγ­γας· Πά­τερ Ὅ­σιε, Χρι­στὸν τὸν Θεὸν ἱ­κέ­τευε, δω­ρή­σα­σθαι ἡ­μῖν τὸ μέγα ἔ­λεος. 

Κον­τά­κιον. 

Ἦ­χος πλ. β´. Τὴν σω­μα­τι­κήν σου πα­ρου­σίαν.

Τὴν πνευ­μα­τι­κήν σου παῤ­ῥη­σίαν, δε­δοι­κὼς ὁ ἀ­πο­στά­της, φεύ­γει Μα­κε­δό­νιος· τὴν πρε­σβευ­τι­κὴν δὲ λει­τουρ­γίαν, ἐκ­πλη­ροῦν­τες σου οἱ δοῦ­λοι, πόθῳ σοι προ­στρέ­χο­μεν, τῶν Ἀγ­γέ­λων ἐ­φά­μιλλε Με­λέ­τιε, ἡ πύ­ρι­νος ῥομ­φαία Χρι­στοῦ τοῦ Θεοῦ ἡ­μῶν, ἡ πάν­τας τοὺς ἀ­θέ­ους κα­τα­σφάτ­τουσα· ἀνυ­μνοῦ­μέν σε τὸν φω­στῆρα, τὸν φω­τί­σαντα τὰ πάντα. 

Με­γα­λυ­νά­ριον.

Με­λέτῃ δο­γμά­των πα­νευ­σε­βῶν, τῆς Ὀρ­θο­δο­ξίας, ἀ­να­βλύ­ζεις τὸν γλυ­κα­σμόν, καὶ τῆς ἀ­νο­μίας ἐ­ξαί­ρεις τὴν πι­κρίαν, Με­λέ­τιε παμ­μά­καρ, Τρι­ά­δος πρό­μαχε.

13. Τοῦ Ὁ­σίου Πα­τρὸς ἡ­μῶν Μαρ­τι­νι­α­νοῦ. 

Ἀ­πο­λυ­τί­κιον. 

Ἦ­χος πλ. δ´.

Τὴν φλόγα τῶν πει­ρα­σμῶν, δα­κρύων τοῖς ὀ­χε­τοῖς, ἐ­να­πέ­σβε­σας Μα­κά­ριε, καὶ τῆς θα­λάσ­σης τὰ κύ­ματα, καὶ τῶν θη­ρῶν τὰ ὁρ­μή­ματα, χα­λι­νώ­σας ἐ­κραύ­γα­ζες· δε­δο­ξα­σμέ­νος εἶ Παν­το­δύ­ναμε, πυ­ρὸς καὶ ζά­λης ὁ σώ­σας με. 

Κον­τά­κιον. 

Ἦ­χος β´. Τοὺς ἀ­σφα­λεῖς.

ς ἀ­σκη­τὴν τῆς εὐ­σε­βείας δό­κι­μον, καὶ ἀ­θλη­τὴν τῇ προ­αι­ρέ­σει τί­μιον, καὶ ἐ­ρή­μου καρ­τε­ρό­ψυ­χον πο­λί­την ἅμα καὶ συ­ν­ίστορα, ἐν ὕ­μνοις ἐ­πα­ξίως εὐ­φη­μή­σω­μεν, Μαρ­τι­νι­α­νὸν τὸν ἀ­ει­σέ­βα­στον, αὐ­τὸς γὰρ τὸν ὄ­φιν κα­τε­πά­τη­σεν. 

Με­γα­λυ­νά­ριον.

διὰ γυ­ναίου ἐ­πι­βα­λών, πά­λαι τῷ Γε­νάρχῃ, καὶ συ­λή­σας αὐ­τὸν οἰ­κτρῶς, οὕτω καὶ σοὶ Πά­τερ, ὑ­πού­λως ἐ­πε­τέθη, ἀλλ᾽ ἥτ­τη­ται εἰς τέ­λος, τῇ καρ­τε­ρίᾳ σου. 

14. Τοῦ Ὁ­σίου Πα­τρὸς ἡ­μῶν Αὐ­ξεν­τίου, τοῦ ἐν τῷ Βουνῷ.  

Ἀ­πο­λυ­τί­κιον. 

Ἦ­χος πλ. α´. Τὸν συ­νά­ναρ­χον λό­γον.

­σπερ φοῖ­νιξ ηὐ­ξή­θης Πά­τερ ὑ­ψί­κο­μος, δι­και­ο­σύ­νης ἐκ­φέ­ρων τοὺς ψυ­χο­τρό­φους καρ­πούς· σὺ γὰρ βίον ἱ­ε­ρὸν πο­λι­τευ­σά­με­νος, τῆς Ἐκκλησίας στηριγμός, καὶ θαυ­μά­των αὐ­τουρ­γός, Αὐ­ξέν­τιε ἀ­νε­δεί­χθης, διὰ παν­τὸς ἱ­κε­τεύων, ἐ­λε­η­θῆ­ναι τὰς ψυ­χὰς ἡ­μῶν. 

Κον­τά­κιον. Ἦ­χος γ´. Ἡ Παρ­θέ­νος σή­με­ρον.

γ­κρα­τείας ὕ­δασι, πα­νευ­κλεῶς ἐκ­βλα­στή­σας, ὡς ἐ­λαία εὔ­καρ­πος, ἐν τοῖς Ὁ­σί­οις ἐ­φά­νης· κό­σμου γὰρ, ἀ­παρ­νη­σά­με­νος τὴν ἀ­πά­την, γέ­γο­νας, ὑ­περ­κο­σμίου φω­τὸς δο­χεῖον, δι᾿ οὗ λάμ­πρυ­νον ἐν­θέως, τοὺς σὲ τι­μῶ­νας, Πά­τερ Αὐ­ξέν­τιε. 

Με­γα­λυ­νά­ριον.

Κα­τη­γλα­ϊ­σμέ­νος ταῖς ἀ­ρε­ταῖς, ὤ­φθης ἐν τῷ βίῳ, θε­ο­φόρε πε­ρι­φα­νής, αἴ­γλῃ εὐ­σε­βείας, καὶ χά­ριτι θαυ­μά­των, Αὐ­ξέν­τιε ῥυ­­θμί­ζων, τοὺς προ­σι­όν­τας σοι. 

15. Τοῦ Ἁ­γίου Ἀ­πο­στό­λου Ὀ­νη­σί­μου. 

 Ἀ­πο­λυ­τί­κιον. 

Ἦ­χος α´. Τῆς ἐ­ρή­μου πο­λί­της.

Ταῖς ἀ­κτῖσι τοῦ Παύ­λου φω­τι­σθεὶς τὴν δι­ά­νοιαν, ὤ­φθης ὑ­πη­ρέ­της τοῦ Λό­γου καὶ Ἀ­πό­στο­λος ἔν­θεος· καὶ ὄ­νη­σιν ἐ­βρά­βευ­σας ζωῆς, Ὀ­νή­σιμε θε­ρά­πων τοῦ Χρι­στοῦ, διὰ λό­γων καὶ θαυ­μά­των θε­ο­πρε­πῶν, τοῖς πί­στει ἐκ­βο­ῶσί σοι· δόξᾳ τῷ σὲ δο­ξά­σαντι φαι­δρῶς, δόξα τῷ σὲ στε­φα­νώ­σαντι, δόξα τῷ ἐ­νερ­γοῦντι διὰ σοῦ, πᾶ­σιν ἰ­ά­ματα. 

Κον­τά­κιον. Ἦ­χος δ´. Ἐ­πε­φά­νης σή­με­ρον.

ς ἀ­κτὶς ἐ­ξέ­λαμ­ψας, τῇ οἰ­κου­μένῃ, ταῖς βο­λαῖς λαμ­πό­με­νος, ἡ­λίου μά­καρ παμ­φα­οῦς, Παύ­λου τοῦ κό­σμον φω­τί­σαν­τος· διό σε πάν­τες, τι­μῶ­μεν Ὀ­νή­σιμε. 

Με­γα­λυ­νά­ριον.

Παύλῳ τῷ θε­ό­πτῃ μα­θη­τευ­θείς, ὤ­φθης ἀ­λη­θείας, θε­η­γό­ρος μυ­στα­γω­γός· ὑ­πὲρ ἧς προ­θύ­μως Ὀ­νή­σιμε ἀ­θλή­σας, ὀ­νή­σι­μον πη­γά­ζεις χά­ριν τοῖς χρῄ­ζουσι. 

16. Τοῦ Ἁ­γίου Μάρ­τυ­ρος Παμ­φί­λου, καὶ τῶν σὺν αὐτῷ.


 Ἀ­πο­λυ­τί­κιον. 

Ἦ­χος γ´. Τὴν ὡ­ραι­ό­τητα.

Τὴν δω­δε­κά­ρι­θμον, Μαρ­τύ­ρων φά­λαγγα, ἀ­νευ­φη­μή­σω­μεν, ἐν­θέ­οις ᾄ­σμασι· Πάμ­φι­λον, Παῦ­λον, Σα­μουήλ, Οὐ­ά­λεντα καὶ Ἠ­λίαν, Ἱ­ε­ρε­μίαν, Σέ­λευ­κον, Δα­νιὴλ καὶ Πορ­φύ­ριον, Ἰ­ου­λι­α­νὸν ὁ­μοῦ Ἡ­σα­ΐαν, Θε­ό­δου­λον· αὐ­τοὶ γὰρ τὸν Δε­σπό­την τῶν ὅ­λων, πᾶ­σιν ἡ­μῖν ἐ­ξι­λε­οῦν­ται. 

Κον­τά­κιον. 

Ἧ­χος δ´. Ὁ ὑ­ψω­θεὶς ἐν τῷ Σταυρῷ.

Κο­λα­στη­ρίων φο­βε­ρῶν προ­κει­μέ­νων, οἱ τοῦ Κυ­ρίου ἀ­θλη­ταὶ οἱ γεν­ναῖοι, ἐν ἀ­ητ­τήτῳ χαί­ρον­τες φρο­νή­ματι, τού­τοις προ­σ­ωμί­λη­σαν, τῆς σαρ­κὸς ἀ­λο­γοῦν­τες· ὅ­θεν ἐ­κλη­ρώ­σαντο αἰ­ω­νί­ζου­σαν δό­ξαν, ὑ­πὲρ ἡ­μῶν πρε­σβεύ­ον­τες ἀεί, τῶν εὐ­φη­μούν­των, αὐ­τῶν τὰ πα­λαί­σματα. 

Με­γα­λυ­νά­ριον.

Φά­λαγξ δω­δε­κά­ρι­θμε Ἀ­θλη­τῶν, ἡ συν­τε­τα­γμένη, εὐ­σε­βείᾳ τε καὶ σπουδῇ, σύ­να­ψον σπου­δαίως, ἡ­μᾶς ἐν ὀ­μο­νοίᾳ, καὶ λύ­σιν τῶν πται­σμά­των ἡ­μῖν πρυ­τά­νευ­σον. 

17. Τοῦ Ἁ­γίου Με­γα­λο­μάρ­τυ­ρος Θε­ο­δώ­ρου τοῦ Τή­ρω­νος. 

Κα­τά­λυ­σις οἴ­νου καὶ ἐ­λαίου. 

Ἀ­πο­λυ­τί­κιον. Ἦ­χος β´.

Με­γάλα τὰ τῆς πί­στεως κα­τορ­θώ­ματα! ἐν τῇ πηγῇ τῆς φλο­γός, ὡς ἐπὶ ὕ­δα­τος ἀ­να­παύ­σεως, ὁ ἅ­γιος μάρ­τυς Θε­ό­δω­ρος ἠ­γάλ­λετο· πυρὶ γὰρ ὁ­λο­καυ­τω­θείς, ὡς ἄρ­τος ἡ­δύς, τῇ Τρι­άδι προ­σή­νε­κται· ταῖς αὐ­τοῦ ἱ­κε­σί­αις, Χρι­στὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν. 

Κον­τά­κιον. 

Ἦ­χος β´. Αὐ­τό­με­λον.

Πί­στιν Χρι­στοῦ ὡ­σεὶ θώ­ρακα, ἔν­δον λα­βὼν ἐν καρ­δίᾳ σου, τὰς ἐ­ναν­τίας δυ­νά­μεις κα­τε­πά­τη­σας πο­λύ­α­θλε, καὶ στέ­φει οὐ­ρα­νίῳ ἐ­στέ­φθης, αἰ­ω­νίως ὡς ἀ­ήτ­τη­τος. 

Με­γα­λυ­νά­ριον.

Δῶ­ρον πο­λυ­τί­μη­τον καὶ τερ­πνόν, ἀ­θλή­σας προ­σή­χθης, τῷ δο­ξά­σαντί σε λαμ­πρῶς· ὅ­θεν ἐ­δω­ρή­θης, θερ­μό­τα­τος προ­στά­της, τῇ Ἐκ­κλη­σίᾳ πάσῃ, Τή­ρων Θε­ό­δωρε. 

18. Τοῦ Ὁ­σίου Πα­τρὸς ἡ­μῶν Λέ­ον­τος, Πάπα Ῥώ­μης.


 Ἀ­πο­λυ­τί­κιον. 

Ἦ­χος γ´. Θείας πί­στεως.

Θείας πί­στεως, ὀρ­θο­δο­ξία, ὑ­πε­στή­ρι­ξας, τὴν Ἐκ­κλη­σίαν, ὡς πο­λύ­φω­νον τοῦ πνεύ­μα­τος ὄρ­γα­νον, ἐκ γὰρ Δυ­σμῶν ἀ­να­λάμ­ψας ὡς ἥ­λιος, αἱ­ρε­τι­κῶν τὴν ἀ­πά­την ἐ­μεί­ω­σας· Λέων Ὅ­σιε, Χρι­στὸν τὸν Θεὸν ἱ­κέ­τευε, δω­ρή­σα­σθαι ἡ­μῖν τὸ μέγα ἔ­λεος. 

Κον­τά­κιον. 

Ἦ­χος γ´. Ἡ Παρ­θέ­νος σή­με­ρον.

πὶ θρό­νου ἔν­δοξε, ἱ­ε­ρω­σύ­νης κα­θί­σας, καὶ λε­όν­των στό­ματα, τῶν λο­γι­κῶν ἀ­πο­φρά­ξας, δό­γμα­σιν ἐν θε­ο­πνεύ­στοις σε­πτῆς Τρι­ά­δος, ηὔ­γα­σας φῶς τῇ σῇ ποί­μνῃ θε­ο­γνω­σίας· διὰ τοῦτο ἐ­δο­ξά­σθης, ὡς θεῖος μύ­στης Θεοῦ τῆς χά­ρι­τος. 

   Με­γα­λυ­νά­ριον.

Βρυ­χή­ματι Λέον βα­σι­λικῷ, τῶν θε­ο­τυ­πώ­των, καὶ σο­φῶν σου ὑ­πο­θη­κῶν, ὡς θῶας καὶ λύ­κους, αἱ­ρε­τι­κῶν τὰ σμήνη, τῆς θε­ο­λέ­κτου ποί­μνης, σκορ­πί­ζεις πάν­τοτε. 

19. Τοῦ Ἁ­γίου Ἀ­πο­στό­λου Ἀρ­χίπ­που. 

 Ἀ­πο­λυ­τί­κιον. Ἦ­χος δ´. Ὁ ὑ­ψω­θεὶς ἐν τῷ Σταυρῷ.

ς προ­σπε­λά­σας ὁ­λικῇ δι­α­θέ­σει, τῷ τῶν ἀῤῥή­των μυ­ητῇ καὶ ἐ­πό­πτῃ, τῶν Ἀ­πο­στό­λων σύ­σκη­νος ἐ­δεί­χθης σοφέ· ὅ­θεν τὸν τῆς πί­στεως, θεῖον λό­γον κη­ρύ­ξας, ἔ­τε­μες τοῖς τρό­ποις σου, τὰ φυτὰ τῆς κα­κίας, καὶ ἐ­να­θλή­σας Ἄρ­χιππε στεῤῥῶς, δι­και­ο­σύ­νης, ἐ­δέξω τὸν στέ­φα­νον. 

Κον­τά­κιον. Ἦ­χος δ´. Ἐ­πε­φά­νης σή­με­ρον.

ς ἀ­στέρα μέ­γαν σε, ἡ Ἐκ­κλη­σία, κε­κτη­μένη Ἄρ­χιππε, ταῖς τῶν θαυ­μά­των σου βο­λαῖς, φω­τι­ζο­μένη κραυ­γά­ζει σοι· σῶ­σον τοὺς πί­στει, τι­μῶν­τας τὴν μνή­μην σου. 

Με­γα­λυ­νά­ριον.

Χαί­ροις Ἀ­πο­στό­λων ὁ κοι­νω­νός, καὶ τῆς ἀ­λη­θείας, φυ­το­κό­μος ὁ ἱ­ε­ρός· χαί­ροις Πα­ρα­κλή­του, τὸ ἔμ­ψυ­χον τα­μεῖον, Ἀ­πό­στολε καὶ Μάρ­τυς, τοῦ Λό­γου Ἄρ­χιππε. 

20. Τοῦ ἐν Ἁ­γί­οις Πα­τρὸς ἡ­μῶν Λέ­ον­τος, Ἐ­πι­σκό­που Κα­τά­νης.


 Ἀ­πο­λυ­τί­κιον. 

Ἦ­χος α´. Τῆς ἐ­ρή­μου πο­λί­της.

­ε­ρέων ἀ­κρό­της εὐ­σε­βείας δι­δά­σκα­λος, καὶ θαυ­μα­τουρ­γὸς ἀ­νε­δεί­χθης Ἱ­ε­ράρχα πα­νόλ­βιε· ἠ­θῶν γὰρ οὐ­ρα­νίων τῷ φωτί, τοῦ Πνεύ­μα­τος πλου­τή­σας τὴν ἰ­σχύν, θε­ρα­πεύ­εις τοὺς νο­σοῦν­τας καὶ τὰς ψυ­χάς, Λέον τῶν προ­σι­όν­των σοι· δόξα τῷ σὲ δο­ξά­σαντι Χρι­στῷ, δόξα τῷ σὲ στε­φα­νώ­σαντι, δόξα τῷ ἐ­νερ­γοῦντι διὰ σοῦ, πᾶ­σιν ἰ­ά­ματα. 

Κον­τά­κιον. 

Ἦ­χος β´. Τὴν ἐν πρε­σβεί­αις.

Τὸν ἀπὸ βρέ­φους Κυ­ρίῳ ἀ­να­τε­θέντα, καὶ ἐκ σπαρ­γά­νων τὴν χά­ριν ἀ­νει­λη­φότα, πάν­τες τοῖς ᾄ­σμασι στε­φα­νώ­σω­μεν, Λέ­οντα τὸν φω­στῆρα τῆς Ἐκ­κλη­σίας καὶ πρό­μα­χον· αὐ­τῆς γὰρ ὑ­πάρ­χει τὸ στή­ρι­γμα. 

Με­γα­λυ­νά­ριον.

­φρι­ξαν ἰ­δόν­τες σε ἐν φλογί, ἱ­στά­με­νον Πά­τερ, ὡς ἐν κήπῳ ἀ­ει­θα­λεῖ, τὸν δὲ μά­γον ὥ­σπερ, κη­ρὸν δι­α­λυ­θέντα, οἱ εὐ­σε­βεῖς ὦ Λέον, Θεὸν δο­ξά­ζον­τες. 

21. Τοῦ Ὁ­σίου Πα­τρὸς ἡ­μῶν Τι­μο­θέου, τοῦ ἐν Συμ­βό­λοις. 

Ἀ­πο­λυ­τί­κιον.

Ἦ­χος πλ. α´. Τὸν συ­νά­ναρ­χον Λό­γον.

Φε­ρω­νύ­μως τι­μή­σας Θεὸν Τι­μό­θεε, διὰ ζωῆς ἐ­νά­ρε­του ἀπὸ παι­δὸς ὡς σο­φός, ἐ­τι­μή­θης παρ᾿ αὐ­τοῦ ἀ­ξίως Ὅ­σιε· τῶν γὰρ ἐν­θέων δω­ρεῶν, σκεῦος ὤ­φθης ἱ­ε­ρόν, πα­ρέ­χων ἑνὶ ἑκά­στῳ, πο­λυ­τε­λεῖς χο­ρη­γίας, πρὸς σω­τη­ρίαν τῶν ψυ­χῶν ἡ­μῶν. 

Κον­τά­κιον. 

Ἦ­χος δ´. Ἐ­πε­φά­νης σή­με­ρον.

ς ἀ­στὴρ πο­λύ­φω­τος ἐκ τῆς Ἑ­ῴας, ἀ­να­λάμ­ψας ηὔ­γα­σας, ἐν ταῖς καρ­δί­αις τῶν πι­στῶν, τὰς ἀ­ρε­τὰς τῶν θαυ­μά­των σου, θαυ­μα­το­φόρε θέ­ο­φρον Τι­μό­θεε. 

Με­γα­λυ­νά­ριον.

­ρας τὸν σταυ­ρόν σου ἀπὸ παι­δός, ἴ­χνεσι τοῦ Λό­γου ἐ­πο­ρεύ­θης ἀ­σκη­τι­κῶς, καὶ τῆς ἀ­πα­θείας, τὴν ἔλ­λαμ­ψιν πλου­τή­σας, πα­θῶν ἡ­μᾶς ἀ­χλύος, ῥῦ­σαι Τι­μό­θεε. 

22. Ἡ εὕ­ρε­σις τῶν λει­ψά­νων τῶν Ἁ­γίων Μαρ­τύ­ρων, τῶν ἐν τοῖς Εὐ­γε­νίου. 

 Ἀ­πο­λυ­τί­κιον. Ἦ­χος α´. Τὸν τά­φον σου Σω­τήρ.

ς ῥόδα νο­ητά, καὶ χα­ρί­των τα­μεῖα, ἐ­φά­νη­σαν ἐκ γῆς, τὰ σε­πτὰ ὑ­μῶν σκήνη, πα­νέν­δο­ξοι μάρ­τυ­ρες, Ἐκ­κλη­σίας ἑ­δραί­ωμα, δι­α­πνέ­οντα, τῶν ἰ­α­μά­των τὴν χά­ριν, καὶ πα­ρέ­χοντα, ὀ­σμὴν ζωῆς τοῖς ἐκ πό­θου, ὑμᾶς μα­κα­ρί­ζουσι. 

Κον­τά­κιον. Ἦ­χος πλ. β´. Τὴν ὑ­πὲρ ἡ­μῶν.

­θλο­φο­ρι­κήν, ἐκ­φαί­νοντα εὐ­κλη­ρίαν, καὶ πνευ­μα­τι­κήν, ἐκ­πνέ­οντα εὐ­ω­δίαν, ἀ­νε­φά­νη­σαν γῆ­θεν, Ὑ­μῶν νῦν τὰ λεί­ψανα, Ἀ­θλο­φό­ροι πα­να­οί­δι­μοι, τῶν Ἀγ­γέ­λων ὁ­μο­δί­αι­τοι, καὶ Χρι­στοῦ κή­ρυ­κες ἔν­θεοι· ὃν δυ­σω­πεῖτε θερ­μῶς, τοῦ σω­θῆ­ναι ἡ­μᾶς. 

Με­γα­λυ­νά­ριον.

ν­θη­σαν ὡς κρίνα μυ­ρο­βαφῆ, τὰ λεί­ψανα ἤδη, ἐν τῷ κό­σμῳ ὑ­μῶν σε­πτῶς, καὶ τῆς ἀ­φθαρ­σίας, τῇ νο­ητῇ εὐ­πνοίᾳ, Μάρ­τυ­ρες τοῦ Κυ­ρίου, ἡ­μᾶς εὐ­φραί­νουσι. 

23. Τοῦ Ἁ­γίου Ἱ­ε­ρο­μάρ­τυ­ρος Πο­λυ­κάρ­που, Ἐ­πι­σκό­που Σμύρ­νης. 

 Ἀ­πο­λυ­τί­κιον.

Ἦ­χος δ´. Ταχύ προ­κα­τά­λαβε.

Τὴν κλῆ­σιν τοῖς ἔρ­γοις σου, ἐ­πι­σφρα­γί­σας σοφέ, ἐ­λαία κα­τά­καρ­πος, ὤ­φθης ἐν οἴκῳ Θεοῦ, Πο­λύ­καρπε ἔν­δοξε· σὺ γὰρ ὡς Ἱ­ε­ράρ­χης, καὶ στεῤ­ῥὸς Ἀ­θλο­φό­ρος, τρέ­φεις τὴν Ἐκ­κλη­σίαν, λο­γικῇ εὐ­καρ­πίᾳ, πρε­σβεύων Ἱ­ε­ρο­μάρ­τυς, ὑ­πὲρ τῶν ψυ­χῶν ἡ­μῶν. 

Κον­τά­κιον.
Ἦ­χος α´. Χο­ρὸς Ἀγ­γε­λι­κός.

Καρ­ποὺς τοὺς λο­γι­κούς, τῷ Κυ­ρίῳ προ­σφέ­ρων, Πο­λύ­καρπε σοφέ, ἀ­ρε­τῶν δι᾿ ἐν­θέων, ἐ­δεί­χθης ἀ­ξι­ό­θεος, Ἱ­ε­ράρχα μα­κά­ριε· ὅ­θεν σή­με­ρον, οἱ φω­τι­σθέν­τες σοῖς λό­γοις, ἀ­νυ­μνοῦ­μέν σου, τὴν ἀ­ξι­έ­παι­νον μνή­μην, δο­ξά­ζον­τες Κύ­ριον. 

Με­γα­λυ­νά­ριον.

Φοί­νιξ ἀ­νε­δεί­χθης καρ­πο­τε­λής, ὡς καρ­πο­φο­ρίαν, πε­ρι­φέ­ρων θε­ουρ­γι­κήν, τὴν τῶν Ἀ­πο­στό­λων, ἀ­μέ­σως κοι­νω­νίαν, δι᾿ ἧς ἐκ­τρέ­φεις κό­σμον, Πά­τερ Πο­λύ­καρπε. 

24. Ἡ πρώτη καὶ δευ­τέρα εὕ­ρε­σις τῆς Τι­μίας Κε­φα­λῆς τοῦ Ἁ­γίου Προ­φή­του, Προ­δρό­μου καὶ Βα­πτι­στοῦ Ἰ­ω­άν­νου. 

Κα­τά­λυ­σις οἴ­νου καὶ ἐ­λαίου. 

Ἀ­πο­λυ­τί­κιον. 

Ἦ­χος δ´. Ταχὺ προ­κα­τά­λαβε.

κ γῆς ἀ­να­τεί­λασα ἡ τοῦ Προ­δρό­μου Κε­φαλή, ἀ­κτῖ­νας ἀ­φί­ησι τῆς ἀ­φθαρ­σίας, πι­στοῖς τῶν ἰ­ά­σεων, ἄ­νω­θεν συ­να­θροί­ζει, τὴν πλη­θὺν τῶν Ἀγ­γέ­λων· κά­τω­θεν συγ­κα­λεῖ­ται, τῶν ἀν­θρώ­πων τὸ γέ­νος, ὁ­μό­φω­νον ἀ­να­πέμ­ψαι, δό­ξαν Χρι­στῷ τῷ Θεῷ. 

Κον­τά­κιον. 

Ἦ­χος β´. Τὰ ἄνω ζη­τῶν.

Προ­φῆτα Θεοῦ, καὶ Πρό­δρομε τῆς χά­ρι­τος, τὴν Κά­ραν τὴν σήν, ὡς ῥό­δον ἱ­ε­ρώ­τα­τον, ἐκ τῆς γῆς εὑ­ρά­με­νοι, τὰς ἰ­ά­σεις πάν­τοτε λαμ­βά­νο­μεν, καὶ γὰρ πά­λιν ὡς πρό­τε­ρον, ἐν κό­σμῳ κη­ρύτ­τεις τὴν με­τά­νοιαν. 

Με­γα­λυ­νά­ριον.

­σπερ μυ­ρο­θήκη πνευ­μα­τική, ἐκ γῆς ἀ­νε­φάνη, σοῦ ἡ πάν­τι­μος Κε­φαλή, Βα­πτι­στὰ Κυ­ρίου, καὶ κό­σμου κα­τευ­φραί­νει, τῆς ἡ­δυ­πνόου δό­ξης ταῖς δι­α­δό­σεσι. 

25. Τοῦ ἐν Ἁ­γί­οις Πα­τρὸς ἡ­μῶν Τα­ρα­σίου, Ἀρ­χι­ε­πι­σκό­που Κων­σταν­τι­νου­πό­λεως. 

Ἀ­πο­λυ­τί­κιον. 

Ἦ­χος γ´. Τὴν ὡ­ραι­ό­τητα.

Βίου ὀρ­θό­τητι, καλ­λω­πι­ζό­με­νος, φω­στὴρ ὑ­πέρ­λαμ­προς, ὤ­φθης τοῦ Πνεύ­μα­τος, καὶ τὴν Εἰ­κόνα τοῦ Χρι­στοῦ, Συ­νόδῳ ἐν τῇ Ἑ­βδόμῃ, προ­σκυ­νεῖν ἐ­κή­ρυ­ξας, ὀρ­θο­δό­ξως μα­κά­ριε, στῦ­λος καὶ ἑ­δραί­ωμα, Ἐκ­κλη­σίας γε­νό­με­νος· διὸ τοὺς σοὺς ἀ­γῶ­νας γε­ραί­ρει, Πά­τερ Ἱ­ε­ράρχα Τα­ρά­σιε. 

Κον­τά­κιον. 

Ἦ­χος γ´. Ἡ Παρ­θέ­νος σή­με­ρον.

ρ­θο­δο­ξίας δό­γμασι, τὴν Ἐκ­κλη­σίαν φαι­δρύ­νας, καὶ Χρι­στοῦ μα­κά­ριε, τὴν σε­βα­σμίαν Εἰ­κόνα, σέ­βε­σθαι, καὶ προ­σκυ­νεῖ­σθαι πᾶ­σι δι­δά­ξας, ἤ­λεγ­ξας, Εἰ­κο­νο­μά­χων ἄ­θεον δό­γμα· διὰ τοῦτό σοι βο­ῶ­μεν· ὦ Πά­τερ χαί­ροις, σοφὲ Τα­ρά­σιε. 

   Με­γα­λυ­νά­ριον.

Τύ­πον κα­λῶν ἔρ­γων δι᾽ ἀ­ρε­τῆς, ἐν τῇ Ἐκ­κλη­σίᾳ, πα­ρα­στή­σας Πά­τερ σαὐ­τόν, τοῦ Χρι­στοῦ τὸν τύ­πον, ἐν ἱ­ε­ραῖς Εἰ­κό­σιν, ἐ­δί­δα­ξας τι­μᾶ­σθαι, ὀρ­θῶς Τα­ρά­σιε. 

26. Τοῦ ἐν Ἁ­γί­οις Πα­τρὸς ἡ­μῶν Πορ­φυ­ρίου, Ἐ­πι­σκό­που Γά­ζης. 

Ἀ­πο­λυ­τί­κιον. 

Ἦ­χος δ´. Ὁ ὑ­ψω­θεὶς ἐν τῷ Σταυρῷ.

Πορ­φυ­ραυ­γέ­σιν ἀ­ρε­τῶν λαμ­πη­δόσι, κα­τα­λαμ­πρύ­νας σε­αυ­τὸν Ἱ­ε­ράρχα, κα­θά­περ φῶς ἐ­ξέ­λαμ­ψας Πορ­φύ­ριε σοφέ· λό­γοις γὰρ καὶ θαύ­μα­σιν, ἀ­λη­θῶς δι­α­πρέ­ψας, πᾶ­σιν ἐ­βε­βαί­ω­σας, εὐ­σε­βείας τὴν χά­ριν· καὶ νῦν Χρι­στῷ ἀ­ΰ­λως λει­τουρ­γῶν, ὑ­πὲρ τοῦ κό­σμου, μὴ παύσῃ δε­ό­με­νος. 

Κον­τά­κιον. 

Ἦ­χος β´. Τοῖς τῶν αἱ­μά­των σου.

Ἱ­ε­ρω­τά­τοις σου τρό­ποις κο­σμού­με­νος, ἱ­ε­ρω­σύ­νης στο­λαῖς κα­τη­γλά­ϊ­σαι, παμ­μά­καρ θέ­ο­φρον Πορ­φύ­ριε, καὶ ἰ­α­μά­των ἐμ­πρέ­πεις ὑ­ψώ­μασι, πρε­σβεύων ἀ­παύ­στως ὑ­πὲρ πάν­των ἡ­μῶν. 

Με­γα­λυ­νά­ριον.

Τῆς Θεσ­σα­λο­νί­κης σε­πτὸς βλα­στός, καὶ Γα­ζαίων θεῖος, ποι­με­νάρ­χης καὶ ὁ­δη­γός, καὶ τῆς Ἐκ­κλη­σίας, νυμ­φα­γω­γὸς ἐ­δεί­χθης, Πορ­φύ­ριε τρι­σμά­καρ, σῴ­ζων τοὺς δού­λους σου. 

27. Τοῦ Ὁ­σίου Πα­τρὸς ἡ­μῶν Προ­κο­πίου, τοῦ Δε­κα­πο­λί­του, τοῦ Ὁ­μο­λο­γη­τοῦ. 

 Ἀ­πο­λυ­τί­κιον. 

Ἦ­χος α´. Τῆς ἐ­ρή­μου πο­λί­της.

Φε­ρω­νύ­μως προ­κό­πτων ἐν ἀ­σκή­σει Προ­κό­πιε, ἤρ­θης ἐκ δυ­νά­μεως Πά­τερ, πρὸς ἀ­θλή­σεως ἔλ­λαμ­ψιν· Χρι­στοῦ γὰρ τὴν εἰ­κόνα προ­σκυ­νῶν, Μαρ­τύ­ρων ἀ­νε­δεί­χθης κοι­νω­νός· μεθ᾿ ὧν πρέ­σβευε παμ­μά­καρ δι­α­παν­τός, ὑ­πὲρ τῶν ἐκ­βο­ών­των σοι· δόξα τῷ δε­δω­κότι σοι ἰ­σχύν, δόξα τῷ σὲ στε­φα­νώ­σαντι, δόξα τῷ ἐ­νερ­γοῦντι διὰ σοῦ, πᾶ­σιν ἰ­ά­ματα. 

Κον­τά­κιον. 

Ἦ­χος δ´. Ἐ­πε­φά­νης σή­με­ρον.

­ω­σφό­ρον σή­με­ρον, ἡ Ἐκ­κλη­σία, κε­κτη­μένη ἅ­πα­σαν, κα­κο­δο­ξίας τὴν ἀ­χλύν, δι­α­σκε­δά­ζει τι­μῶσά σε, οὐ­ρα­νο­μύ­στα Προ­κό­πιε ἔν­δοξε. 

Με­γα­λυ­νά­ριον.

Θείας ὑ­πα­λεί­πτην σε προ­κο­πῆς, καὶ ὁ­μο­λο­γίας, θε­η­γό­ρου ὑ­φη­γη­τήν, Πά­τερ εὖ εἰ­δό­τες, τοὺς πό­νους σου τι­μῶ­μεν, δι᾽ ὧν κα­τα­πυρ­σεύ­εις, ἡ­μᾶς Προ­κό­πιε. 

28. Τοῦ Ὁ­σίου Πα­τρὸς ἡ­μῶν Βα­σι­λείου τοῦ Ὁ­μο­λο­γη­τοῦ, συ­να­σκη­τοῦ τοῦ Ἁ­γίου Προ­κο­πίου τοῦ Δε­κα­πο­λί­του. 

 Ἀ­πο­λυ­τί­κιον. 

Ἦ­χος δ´. Ταχὺ προ­κα­τά­λαβε.

Βα­σί­λειον δώ­ρημα, τῆς Ἐκ­κλη­σίας Χρι­στοῦ, ἐ­δεί­χθης Βα­σί­λειε, ὡς βα­σι­λεύ­σας πα­θῶν τοῖς θεί­οις σου σκάμ­μασι· σὺ γὰρ ὁ­μο­λο­γίᾳ, τὸν σὸν βίον φαι­δρύ­νας, λάμ­πεις δι᾿ ἀμ­φο­τέ­ρων, ὡς ἀ­στὴρ σε­λα­σφό­ρος· ἐν­τεῦ­θεν τῆς ἀ­σα­λεύ­του, βα­σι­λείας ἠ­ξί­ω­σαι. 

Κον­τά­κιον. 

Ἦ­χος β´. Τὰ ἄνω ζη­τῶν.

ξ ὕ­ψους λα­βών, τὴν θείαν ἀ­πο­κά­λυ­ψιν, ἐ­ξῆλ­θες σοφέ, ἐκ μέ­σου τῶν συγχύσεων· καὶ μο­νά­σας Ὅσιε, τῶν θαυ­μά­των εἴ­λη­φας ἐ­νέρ­γειαν, καὶ τὰς νό­σους ἰ­ᾶ­σθαι τῇ χά­ριτι, Βα­σί­λειε Πάτερ ἱ­ε­ρώ­τατε. 

Με­γα­λυ­νά­ριον.

­φθης Βα­σι­λέως τῶν οὐ­ρα­νῶν, θε­ρά­πων καὶ μύ­στης, διὰ βίου εἰ­λι­κρι­νοῦς· οὗ τὸν χα­ρα­κτῆρα, σε­βό­με­νος αἰ­σχύ­νεις, Βα­σί­λειε παμ­μά­καρ, ἄ­να­κτα τύρα­ννον. 

29. Τοῦ Ὁ­σίου Πα­τρὸς ἡ­μῶν Κασ­σι­α­νοῦ τοῦ Ῥω­μαίου. 

 Ἀ­πο­λυ­τί­κιον. 

Ἦ­χος πλ. α´. Τὸν συ­νά­ναρ­χον Λό­γον.

Τῆς σο­φίας τὸν λό­γον Πά­τερ τοῖς ἔρ­γοις σου, ἀ­σκη­τι­κῶς γε­ωρ­γή­σας ὡς οἰ­κο­νό­μος πι­στός, ἀ­ρε­τῶν μυ­στα­γω­γεῖς τὰ κα­τορ­θώ­ματα· σὺ γὰρ πρά­ξας εὐ­σε­βῶς, ἐκ­δι­δά­σκεις ἀ­κρι­βῶς, Κασ­σι­ανὲ θε­ο­φόρε, καὶ τῷ Σω­τῆρι πρε­σβεύ­εις, ἐ­λε­η­θῆ­ναι τὰς ψυ­χὰς ἡ­μῶν. 

Κον­τά­κιον. 

Ἦ­χος α´. Χο­ρὸς Ἀγ­γε­λι­κός.

Οἱ λό­γοι σου σοφέ, οὐ­ρα­νίου κασ­σίας, ὀ­σμὴν πνευ­μα­τι­κὴν, δια­­πνέ­ουσι κό­σμῳ· φι­ά­λαι γὰρ ὤ­φθη­σαν, ἀ­ρω­μά­των ὡς γέ­γρα­πται, σι­α­γό­νες σου, αἱ ἀ­να­πτύσ­σουσι πᾶσι, τὰς ἐν Πνεύ­ματι, πνευ­μα­τι­κὰς ἀ­να­βά­σεις, Κασ­σι­ανὲ Ὅ­σιε. 

Με­γα­λυ­νά­ριον.

Γνώ­σεως τῆς θύ­ρα­θεν με­τα­σχών, ὤ­φθης κε­κρυμ­μέ­νης, ἐ­πι­στή­μης μυ­στα­γω­γός, ἧς τὰς ἐ­πι­δό­σεις, λό­γοις ἡ­μᾶς παι­δεύ­εις, Κασ­σι­ανὲ θε­ό­φρον, Πνεύ­μα­τος σκή­νωμα.

 


Δεν υπάρχουν σχόλια:

Δημοφιλείς αναρτήσεις