Τῷ Σαββάτῳ τῆς Ἀπόκρεω (Ψυχοσάββατον).
Μνήμην ἐπιτελοῦμεν πάντων τῶν ἀπ᾿ αἰῶνος κεκοιμημένων εὐσεβῶν πατέρων καὶ ἀδελφῶν ἡμῶν.Ἀπολυτίκιον Νεκρώσιμον.
Ἦχος πλ. δ´.Ὁ βάθει σοφίας φιλανθρώπως πάντα οἰκονομῶν, καὶ τὸ συμφέρον πᾶσιν ἀπονέμων μόνε Δημιουργέ, ἀνάπαυσον Κύριε τὰς ψυχὰς τῶν δούλων σου· ἐν σοὶ γὰρ τὴν ἐλπίδα ἀνέθεντο, τῷ ποιητῇ καὶ πλάστῃ καὶ Θεῷ ἡμῶν.Θεοτοκίον.
Ἦχος ὁ αὐτός.Σὲ καὶ τεῖχος, καὶ λιμένα ἔχομεν, καὶ πρέσβιν εὐπρόσδεκτον, πρὸς ὃν ἔτεκες Θεόν, Θεοτόκε ἀνύμφευτε, τῶν πιστῶν ἡ σωτηρία.Κοντάκιον.
Ἦχος πλ. δ´.Μετὰ τῶν Ἁγίων ἀνάπαυσον Χριστέ, τὰς ψυχὰς τῶν δούλων σου, ἔνθα οὐκ ἔστι πόνος, οὐ λύπη, οὐ στεναγμός, ἀλλὰ ζωὴ ἀτελεύτητος.Μεγαλυνάριον.Ταῖς τῶν Ἀποστόλων σου προσευχαῖς, Προφητῶν Μαρτύρων, καὶ ἁγίων Ἱεραρχῶν, καὶ πάντων τῶν Ὁσίων, ψυχὰς ἃς προσελάβου, ἀνάπαυσον Οἰκτίρμον, ὡς ὑπεράγαθος.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου