Παρακλητικός Κανών εις την Αγίαν Οσιομάρτυρα Ελέσα Προστάτιδα και Έφορον της Νήσου Κυθήρων
Ποίημα Σοφοκλέους Δ. Καλούτση
†Εορτάζεται στις 1 Αυγούστου
Εὐλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον
ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὰ παρόντα Τροπάρια˙
Ἦχος δ’. Ο ὑψωθείς ἐν τῶ Σταυρῶ.
Τήν τοῦ Σωτῆρος Καλλιπάρθενον Νύμφην, τήν παρθενίας ἀπαστράπτουσαν αἴγλη, Ἀθλητριῶν τό καύχημα ἐν ὕμνοις οἱ πιστοῖ, ἅπαντες τιμήσωμεν, ἐκβοῶντες θερμῶς αὑτῇ, χαίροις χαρμονῇ ἡμῶν, καί τῆς νήσου Κυθήρων, ἡ θερμοτάτῃ πρέσβυς πρός Θεόν, Μάρτυς Ὁσία, Ελέσα ἀοίδιμε.
Δόξα. Ἀπολυτίκιον τοῦ ἀγίου τοῦ Ναοῦ.
Καί νῦν. Ὅμοιον.
Τήν πατρικήν βδελυξαμένη θρησκείαν, τῷ σωτηρίῳ προσωρμίσθης λιμένι, τῆς Χριστωνύμου πίστεως Ελέσα σεμνῇ, Θεοτόκον ἔχουσα, καί Μητέρα ἁγνήν Χριστοῦ, θείαν ἀρωγόν ἀεί, μεθ’ ἦς νῦν ἐν ὑψίστοις, κατατρυφῶσα μέμνησο ἡμῶν, τῶν εὐφημούντων σε Κόρη ἐκ πίστεως.
Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Ο Κανών.
Οὐ ἡ ἀκροστιχίς «Κυθηρίων μέλπω σε εὖχος κλεινόν Ελέσα». Εἰς τά δύο τροπάρια τά πρό τῶν αἰτήσεων τοῦ ἱερέως ἀπό τρίτης καί ἕκτης ᾠδῆς τά ἀρχικά τοῦ ὀνόματος τοῦ Ὑμνογράφου «Σ.Κ.», εἰς δε τά Μεγαλυνάρια ὁλόκληρον τό ὄνομα αὑτοῦ «Σοφοκλῆς»
Ἦχος πλ. δ’ ᾨδή ἀ’. Ἁρματηλάτην Φαραώ.
Κατατολμῶντι σε τήν ὄντως ἔνδοξον, ἀνευφημεῖν ὡς ᾠδαῖς, ἐκδυσωπῶ χάριν, ἐν ἀνοίξει στόματος, τήν τοῦ ἀγίου Πνεύματος, σαῖς εὐχαῖς μοι δοθῆναι. Ελέσα Μάρτυς ἀοίδιμε, ὅπως ἐπαξίως ὑμνήσω σε.
Ὑμνολογεῖ σε θεαρέστοις ἄσμασιν, ὁ Κυθηρίων λαός, πανευλαβῶς μέλπων, τήν πολλήν σου εὔνοιαν, καί κραταιάν ἀντίληψιν, καί βοᾶ σοι παρθένε, Ελέσα Μάρτυς πανένδοξε, σου μου εἰ χαρά καί κραταίωμα.
Δόξα.
Θαυματουργοῦσα παραδόξως ἤγειρας, ἐν τῆ δυνάμει Χριστοῦ, φθοροποιόν δῆγμα, ἰοβόλου ὄφεως, τόν ὑποστάντα δοῦλον σου, καί παρέστησας ζῶντα, Ελέσα Μάρτυς πανθαύμαστε, ὅθεν εὐχαρίστως ὑμνοῦμεν σε.
Καί νῦν. Τῆς Μυρτιδιωτίσσης.
Η τῶν χαρίτων σύ πηγῇ Πανύμνητε, καί Κυθηρίων πιστῶν, ἡ χαρμονή πέλεις, καί θερμή ἀντίληψις, καί τεῖχος ἀπροσμάχητον, Σήν Εἰκόνα γάρ τούτοις, δωρησαμένη τήν πάνσεπτον, Νῆσον Κυθηρίων ἐδόξασας.
ᾨδή γ’. Οὐρανίας ἁψῖδος.
Ῥωννυμένη δυνάμει, τῆ τοῦ Σταυροῦ πάνσεμνε, τήν τοῦ σου πατρός ἀθεΐαν, Μάρτυς κατῄσχυνας, καί νικηφόρος σεμνῇ, ἀναδειχθεῖσα Ελέσα, οὐρανῶν ἀπείληφας, θεῖα βασίλεια.
Ἰσχυράν σε προστάτιν, καί ἰατρόν ἄμισθον, οἱ ἐν τοῖς κινδύνοις τελοῦντες, νόσοις τε ἔγνωμεν, Παρθενομάρτυς Χριστοῦ, ὅθεν τῷ θείω Ναῶ σου, προσφοιτῶντες ἄσμασι, πάντες ὑμνοῦμεν σε.
Δόξα.
Ὡς ἀνέσπερον σέλας, ὡς φωταυγής ἥλιος, τῆ τῶν Κυθηρίων νησῖδι, ὄντως ἀνέτειλας, ἤν καταυγάζεις ἀεί, μαρμαρυγαῖς ἀκηράτοις, καί θαυμάτων λάμψεσι, Μάρτυς ἀοίδιμε.
Καί νῦν. Τῆς Μυρτιδιωτίσσης.
Νοσημάτων παντοίων, σε ἰατρόν Δέσποινα, οἱ τῷ σῶ Ναῶ προσιόντες, πίστει εὑρίσκουσι, καί τήν Εἰκόνα τήν σήν, κατασπαζόμενοι πόθῳ, ἐν μυρσίναις Ἄχραντε, θείως ἐκλάμψασαν.
Σε καύχημα, καί τιμαλφέστατον δῶρον τοῖς Κυθηρίοις, ὁ ἀνάσσων ἐν Οὐρανοῖς Ελέσα δεδώρηται, ἐλπίδα ἀσάλευτον καί προστάτιν.
Καυχώμενοι, τῆ πανισχύρῳ Ελέσα σή προστασίᾳ, δυσχερειῶν καί δεινῶν τε τοῦ βίου λυτρούμεθα, ἐνθέρμοις σου πρός τόν Κτίστην πρεσβείαις.
Αἴτησις καί τό Κάθισμα.
Ἦχος β’. Πρεσβεῖα θερμῇ.
Ἐλέους πηγή, τῆ νήσω σου δεδώρησαι, Ελέσα Θεοῦ, ἐλέους ἡ ἐπώνυμος, ἐλεοῦσα πάντοτε ἱλαρῶς τούς εἰς σε καταφεύγοντας, ταῖς σαῖς πρεσβείαις Μάρτυς πρός Θεόν, ἡμῶν ἁπάντων, ἀεί σύ μνημόνευε.
ᾨδή δ’. Σύ μου ἰσχύς Κύριε.
Μέλπει φαιδρώς, Μάρτυς τά σά κατορθώματα, εὐφημοῦσα, νῆσος Κυθηρίων σε, καί γάρ ἐν ταύτῃ ενήθλησας, ἀγωνισαμένη κατά δαιμόνων πολύαθλε, Ελέσα τῶν Μαρτύρων, καί Ὁσίων ἀκρότης, καί τῶν Κυθήρων τό θεῖον ὡράισμα.
Ἔσχες Χριστόν, Μάρτυς ἐν σοι Καλλιπάρθενε, ἐνοικοῦντα, ὅθεν καί ἀνέκραζες, μετά τοῦ Παύλου οὐκέτι ζῶ, ἀλλ’ ὁ βασιλεύων τῶν ὅλων ὡς παντοδύναμος, διόπερ νῦν χορεύεις, τῶν ἐσόπτρων λυθέντων, εἰς τά ἄνω Ελέσα βασίλεια.
Δόξα.
Λύεις μητρός, Ἀγία λύπην στειρότητος, γεννηθεῖσα, ἔλεος γάρ Ὕψιστος, ἐπιβραβεύων τήν προσευχήν, τῆς σε κυησάσης, φερώνυμον τιμαλφέστατον, δεδώρηται Ελέσα, προσημαίνων τήν δόξαν, τῆς ἐνδόξου σου Μάρτυς ἀθλήσεως.
Καί νῦν. Τῆς Μυρτιδιωτίσσης.
Πλοῦτον Ἀγνῇ, κέκτηται ὄντως ἀδάπανον, Κυθηρίων νῆσος καί διάσωσμα, τήν σήν Εἰκόνα τήν ἱεράν, ἤν ἐν Μυρτιδίοις Θεόνυμφε ἀπεκάλυψας, κινδύνων λυτρουμένη, δυσχερῶν τε καί νόσων, καί τήν χάριν σου ταύτῃ παρέχουσα.
ᾨδή ε’.Ίνα τι με ἀπώσω.
Ὡς φρονίμη Παρθένος, ἐλεημοσύναις σου τόν πλοῦτον τέθηκας, ἐν χερσί πενήτων, καί τάς χρείας αὑτῶν ἐθεράπευσας, ὁ Νυμφίος ὅθεν, ὁ ἐπουράνιος Ελέσα, εἰς νυμφῶνα σε θεῖον εἰσῴκισε.
Σωστικάς ὑποθήκας, ἡ ἁγιωτάτη σου Ελέσα δέδωκεν, ἐκδημοῦσα μήτηρ, ἐκ τῶν τῆδε ζωήν πρός τήν ἄληκτον, ἆς θερμῇ καρδία, ενστερνισθείσα νῦν ἀγάλλῃ, μετ’ αὑτῆς εἰς τά ἄνω βασίλεια.
Δόξα.
Ἐν τῷ ὄρει ὁσία, τήν τοῦ σου γεννήτορος μανίαν φεύγουσα, ἠξιώθης ξένης, προστασίας Ελέσα αοίδιμε˙ ὁ σχισθείς γάρ βράχος, περιλαβών σε παραδόξως, ἀβλαβῆ θαυμαστῶς διεφύλαξε.
Καί νῦν. Τῆς Μυρτιδιωτίσσης.
Ἐν μυρσίναις Παρθένε, Κεχαριτωμένη τήν σεπτήν Εἰκόνα σου, ἀγαθῶ ποιμένι, θαυμαστώς ὑπέρ νοῦν ἐφανέρωσας, καί Κυθήρων νῆσον, καθαγιάσασα ἐν ταύτῃ, Πολιοῦχος αὑτῆς ἀναδέδειξαι.
ᾨδή στ’.Τήν δέησιν ἐκχεῶ.
Ὑπέταξας, τῆς σαρκός τό φρόνημα, τῷ νοῖ σου Ἀθληφόρε Ελέσα, καί πρός ζωήν, τήν μονήρη μετέστης, καταφρονήσασα κόσμου τερπνότητας, καί εὗρες νῦν ἐν Οὐρανοῖς, τήν τρυφήν ἐν Χριστῷ τήν αἰώνιον.
Χαρίτων σε, τῆς ψυχῆς καί σώματος, ὑπερπλήρη θεασάμενος Μάρτυς, ὁ σός πατήρ, ἠβουλήθη νυμφίῳ, σε συναρμόσαι θνητῷ ἀλλ’ ὁ ἔνθεος, Ελέσα σου πρός τόν Χριτόν, τόν νυμφίον σου ἔρως κατίσχυσε.
Δόξα.
Ο βράχος νῦν, σου σκληροῦ γεννήτορος, μαλακώτερος Ε λέσα ἐδείχθη, καταφυγήν, παρασχών σοι τούς κόλπους, καί φιλοστόργως διώκτου ῥυσάμενος, καυχᾶται δε ἁγιασθείς, τῆ ῥοή τοῦ τιμίου σου αἵματος.
Καί νῦν. Τῆς Μυρτιδιωτίσσης.
Στεφάνωμα, τήν Εἰκόνα Δέσποινα, θησαυρόν τε Κυθηρίων ἡ νῆσος, πολυτελῆ, κεκτημένῃ καυχᾶται, καί ἀνυμνεῖ σου τήν ἄμετρον εὔνοιαν, κινδύνων τε καί συμφορῶν, λυτρουμένη ταῖς θείαις πρεσβείαις σου.
Στερέωμα, τῆς Ἐκκλησίας λαμπρύνεις Ὁσιομάρτυς, καταυγάζουσα ψυχάς τῶν πίστει τιμώντων σε, Ελέσα τό τεῖχος τῶν Κυθηρίων.
Κλεῖσμα, τῶν Ὀρθοδόξων Ελέσα Παρθενομάρτυς, σαῖς ἁγίαις προσευχαῖς, αἰτήσεις ἐκπλήρωσον, τῶν πίστει καταφευγόντων σή σκέπη.
Αἴτησις καί τό Κοντάκιον.
Ἦχος δ’.
Προστασίᾳ τῶν Χριστιανῶν ἀκαταίσχυντε.
Τήν προστάτιν σε τῶν Κυθηρίων ἐν ἄσμασι, τῶν ἐν νήσω καί τῶν ἐν τῆ ξένη γεραίρομεν, αἰτούμενοι διηνεκῶς πρεσβεύειν τῷ Θεῶ, τοῦ δωρήσασθαι τόν ἱλασμόν, καί τά ἐλέη τοῦ Χριστοῦ, ἐν εἰρήνη τοῖς μέλπουσι, Χαίροις τῶν Κυθηρίων, καί πάντων τῶν Ὀρθοδόξων, ἡ ἀκαταίσχυντος ἐλπίς, Αθληρόφε Μεγαλώνυμε.
Προκείμενον.
Ἦχος β’.
Ὑπομένων ὑπέμεινα τόν Κύριον καί προσέσχε μοι, καί εἰσήκουσε τῆς δεήσεως μου.
Στίχος. Καί ἔστησεν ἐπί πέτραν τούς πόδας μου, καί κατηύθυνε τά διαβήματα μου.
Εὐαγγέλιον. Ἐκ τοῦ κατά Ματθαίον.(Των 10 Παρθένων).
Ζήτει τῷ Σαββάτῳ τῆς 17ης Εβδ. Ματθαίου.
Τότε ὁμοιωθήσεται ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τάς λαμπάδας αὐτῶν ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου. πέντε δέ ἦσαν ἐξ αὐτῶν φρόνιμοι καί αἱ πέντε μωραί. αἵτινες μωραί λαβοῦσαι τάς λαμπάδας ἑαυτῶν οὑκ ἔλαβον μεθ᾿ ἑαυτῶν ἔλαιον• αἱ δέ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις αὐτῶν μετά τῶν λαμπάδων αὐτῶν. χρονίζοντος δέ τοῦ νυμφίου ἐνύσταξαν πᾶσαι καί ἐκάθευδον. μέσης δέ νυκτός κραυγή γέγονεν• ἰδού ὁ νυμφίος ἔρχεται, ἐξέρχεσθε εἰς ἀπάντησιν αὐτοῦ. τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι καί ἐκόσμησαν τάς λαμπάδας αὐτῶν. αἱ δέ μωραί ταῖς φρονίμοις εἶπον• δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. ἀπεκρίθησαν δέ αἱ φρόνιμοι λέγουσαι• μήποτε οὑκ ἀρκέσει ἡμῖν καί ὑμῖν• πορεύεσθε δέ μᾶλλον πρός τούς πωλοῦντας καί ἀγοράσατε ἑαυταῖς. ἀπερχομένων δέ αὐτῶν ἀγοράσαι ἦλθεν ὁ νυμφίος καί αἱ ἕτοιμοι εἰσῆλθον μετ᾿ αὐτοῦ εἰς τούς γάμους, καί ἐκλείσθη ἡ θύρα. ὕστερον δέ ἔρχονται καί αἱ λοιπαί παρθένοι λέγουσαι• κύριε κύριε, ἄνοιξον ἡμῖν. ὁ δέ ἀποκριθείς εἶπεν• ἀμήν λέγω ὑμῖν, οὑκ οἶδα ὑμᾶς. 13 γρηγορεῖτε οὖν, ὅτι οὑκ οἴδατε τήν ἡμέραν οὐδέ τήν ὥραν ἐν ᾗ ὁ υἱός τοῦ ἀνθρώπου ἔρχεται.
Δόξα.
Ταῖς τῆς Ἀθληφόρου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τά πλήθηκ, τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τά πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Εἶτα: Ελέησόν με ὁ Θεός κατά τό μέγα έλεός σου, καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου, ἐξάλειψον τό ἀνόμημα μου.
Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι.
Χάριν τῶν ἰάσεων, παρά Θεοῦ δεξαμένη, ἐφαπλοῖς τοῖς κάμνουσι, καί ναῶ προστρέχουσι, τῷ ἁγίῳ σου, δαψιλώς πάνσεμνε, τῶν θαυμάτων ῥεῖθρα, σύ γάρ ὄντως ἀναδέδειξαι, πηγῇ χαρίτων τε, καί τῶν ἰαμάτων ἀκένωτος, διόπερ κατά χρέος σε, ανυμνολογούντες κραυγάζομεν. Χαίροις τῶν Κυθήρων, ὡράισμα καί καύχημα τερπνόν, Παρθενομάρτυς πολύαθλε, Ελέσα πανθαύμαστε.
Σῶσον ὁ Θεός τόν λαόν σου.
Κύριε ἐλέησον (12).
ᾨδή ζ’. Παῖδες Ἑβραίων ἐν καμίνῳ.
Κάλλει ἀστράπτουσα χαρίτων, ὡς φιλέρημος τρυγών ὡραιοτάτη, ἐπί ὄρους σεμνῇ, μονάσαι ηρετίσω, εὐλογητός εἰ κράζουσα, ὁ Θεός εἰς τούς αἰῶνας.
Λῦσον Ελέσα νοσημάτων, τά συμπτώματα ὑγείαν δωρουμένη, τῷ πιστῶ σου λαῷ, καί τοῦτον ὁμοφρόνως, Ὁσιομάρτυς πρόσδεξαι, σε ὑμνοῦντα εἰς αἰῶνας.
Δόξα.
Ἔπιδε Μάρτυς ἐξ ἀγίου, καί ἐλέησον ἡμᾶς τούς τῷ Ναῶ σου, προσιόντας πιστῶς, καί μέλποντας συμφώνως, εὐλογητός εἰ Κύριε, ὁ Θεός εἰς τούς αἰῶνας.
Καί νῦν. Τῆς Μυρτιδιωτίσσης.
Ἴθυνον Κόρη πρός τάς τρίβους, τοῦ Υἱοῦ σου λαόν τῶν Κυθηρίων, ὦ Εἰκόνα τήν σήν, αρρήτως ἐδωρήσω, εὐλογημένῃ κράζοντι, σύ ὑπάρχεις εἰς αἰῶνας.
Ὠδή ἡ’. Τόν ἐν ὄρει ἁγίῳ δοξασθέντα.
Νεκρωθέντας ἰώ τῆς ἁμαρτίας, ζωοποίησον σύ, ἡ τόν νενεκρωμένον, τῷ ἰοβόλῳ δήγματι τοῦ ὄφεως, ζῶντα στησαμένη, ἶνα σε ὑμνῶμεν, Ελέσα εἰς αἰῶνας.
Ο ἀλάστωρ τοκεύς ἀποτεμών σου, τήν σεπτήν κεφαλήν πρός τήν ἐπουράνιον, καί αἰωνίαν δόξαν σε προέπεμπε, ὅθεν σε ὑμνοῦμεν, καί ὑπερυψοῦμεν, Ελέσα εἰς αἰῶνας.
Νοεραί σε δυνάμεις ἀνυμνοῦσι, τόν Υἱόν σύν Πατρί, μετά τοῦ Παρακλήτου, τήν ἐν Τριάδι ἄτμητον Θεότητα, χείλεσιν ἀΰλοις, καί ὑπερυψοῦμεν, εἰς πάντας τούς αἰῶνας.
Καί νῦν. Τῆς Μυρτιδιωτίσσης.
Ἐν μυρσίναις ἁῤῤήτως τήν Εἰκόνα, ὁ ποιμήν ἀνευρών, τῆς Κεχαριτωμένης, τοῖς Κυθηρίων δήμοις εὐαγγέλια, ἤνεγκε δοξάζων, ἀνυμνολογῶν τε, Αὑτήν εἰς τούς αἰῶνας.
ᾨδή θ’. Ἐξέστη ἐπί τούτῳ.
Λαμπρύνεις τῶν χαρίτων σου ταῖς αὐγαῖς, καί θαυμάτων τῆ αἴγλη τήν νῆσον σου ὑπερφυῶς, νόσους ἀπελαύνουσα ψυχικάς, σωματικάς πένσεμνε, νῦν προσερχομένων τῷ σῶ Ναῶ, Ελέσα τῶν Μαρτύρων, ὁσίων τε ἀκρότης, διό σε πάντες μεγαλύνομεν.
Ἐν ὕψει τῶν ἐνθέων σου ἀρετῶν, τούς τιμῶντας σε πόθῳ ἀνύψωσον ταῖς σαῖς λιταῖς, ἔνδοξε Ελέσα καί ὑμνητῇ, τῷ ταπεινῶ σου δώρησαι, τήν διαιωνίζουσαν ἐν Χριστῷ, τρυφήν ἐν Παραδείσῳ, ποθῶν γάρ οὐ καμπάζων, σοι τό ἐγκώμιον ἐξύφανε.
Δόξα.
Σκιρτῶσι τῶν ἁγίων ἐν Οὐρανοῖς, αἱ ψυχαί συμπολίτην σε ἔχουσαι καί σύν αὑταῖς, νῆσος Κυθηρίων ἡ εὐσεβής, ὡς θησαυρόν κατέχουσα, τόν περικαλλέστατον σου Ναόν, προστάτιν σε κηρύττει, καί ἔφορον κλεινήν σε, ολοκαρδίως μεγαλύνουσα.
Καί νῦν.
Ασπόρως τῆς τεκούσης σε ταῖς λιταῖς, καί Ελέσης τῆς σής Καλλιμάρτυρος καί τοῦ κλεινοῦ, θείου Θεοδώρου ἄναξ Χριστέ, τοῖς Κυθηρίοις δώρησαι, τοῖς τε ἐν τῆ Νήσω καί ἀλλαχοῦ, ὑγείαν εὐφροσύνην, συγχώρησιν πταισμάτων, ἶνα σε πάντες μεγαλύνωσι.
Ἄξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Καὶ τὰ παρόντα μεγαλυνάρια,
Σε τήν λευκοφόρον περιστεράν, τήν ηγλαϊσμένην, τήν χαρίτων καί ἀρετῶν, καί τοῦ μαρτυρίου, στολή Μάρτυς Ελέσα, ἐκ πόθου ἀνυμνοῦντες, σε μεγαλύνομεν.
Ὁσιομαρτύρων τήν καλλονήν, καί τῶν Κυθηρίων, τήν προστάτιν καί βοηθόν, τήν παρισταμένην, Χριστοῦ Θρόνῳ ἐν δόξῃ, Ελέσαν τήν ἀγίαν, ὕμνοις τιμήσωμεν.
Φωταγωγουμένη ὑπερφυῶς, ταῖς τοῦ Παρακλήτου, ὑπερφώτοις μαρμαρυγαῖς, τήν ἐν ταῖς ἐρήμοις, ζωήν εἵλου Ελέσα, προκρίνουσα τῶν τῆδε, ὄλβον οὐράνιον.
Ο περικαλλέστατος σου Ναός, ἀνεγηγερμένος, ἐν τῷ ὄρει τῷ ἱερῶ, τοῦ σου μαρτυρίου, σεμνῇ Μάρτυς Ελέσα, θαυμάτων ἐγνωρίσθη, κρήνῃ ἀείροος.
Καθοδηγουμένη τῆ μητρικῇ, σύ θεοσεβείᾳ ἠκολούθησας τῷ Χριστῷ, καί ανεπιστρόφως, ὀδόν ὥδευσας Μάρτυς, τήν ἄγουσαν εἰς δόξαν, ὄντως τήν ἄφθιτον.
Λαμπαδηφοροῦσα ἐν ταῖς αὐλαῖς, ταῖς τοῦ παραδείσου κατεσκήνωσας ἐν χαρά, καί ἀγαλλιάσει, σεμνῇ Μάρτυς Ελέσα, ἀντάξια λαβοῦσα, πόνων τά ἔπαθλα.
Ηλιοφωτόμορφε καλλονῇ, ἡ μεμνηστευμένῃ, τῷ Ἡλίῳ τῷ νοητῷ, ἐν ἐπουρανίοις, Χριστοῦ νύμφῃ Ελέσα, διάσῳζε τούς πόθῳ σε μεγαλύνοντας.
Σύν τῆ Βασιλίδι τῶν Οὐρανῶν, καί τῷ Θεοδώρῳ τῷ Ὁσίῳ καί θαυμαστῶ, νῆσον Κυθηρίων, Χριστοῦ Μάρτυς Ελέσα, κινδύνων τε καί νόσων, σῴζετε πάντοτε.
Ἕτερα Μεγαλυνάρια.
Ποιηθέντα χάριτι Θεοῦ καί εὐδοκία τῆς Ἀγίας Οσιοπαρθενομάρτυρος Ελέσης παρά τοῦ Σεβ. Μητροπολίτου Κυθήρων καί Αντικυθήρων Σεραφείμ (Μάϊος 2008). Ελέσα ἐλέησον Ἀρχιερέα Κυθήρων Σεραφείμ.
Ελέσα ἐλέους θείου βλαστός, καί δώρημα ὄντως, ἱερώτατον καί σεπτόν, τῆ νήσω Κυθήρων, καί πάσῃ οἰκουμένη, τῶν μοναζόντων κλέος, ὑπάρχεις πάνσεμνε.
Ελέσα σεισμῶν τε καί συμφορῶν, ἐμπρησμῶν καί νόσων, πλάνης βλάβης αἱρετικῶν, δεινῶν καί κινδύνων, καί πάσης καχεξίας, διάσῳζε τήν νῆσον σου, θεοτίμητε.
Ελέσα προστάτιν σε καί φρορόν, βρεφῶν καί παιδίων, νεολαίας νέων βλαστῶν, γονέων συζύγων, οἰκογενείας πάσης, καί κοινωνίας ὅλης, πάντες κεκτήμεθα.
Ελέσα ἁγνότητος κιβωτός, ἅγνιζε τούς νέους, ἁγνοῦς λόγους πράξεις ἁγνάς, ἁγνῶς βιοτεύειν, καί τά ἁγνά φυλάσσειν, ἁγνήν τε τήν παράδοσιν, διασῴζοντας.
Ελέσα θεόφρων καί θαυμαστῇ, προστάτευε οἴκους, συζυγίας τέκνα γονεῖς, καί ῥῦσαι κινδύνων οἰνοποσίας μέθης, ναρκωτικῶν μανίας, καί διαζεύξεως.
Ελέσα πανθαύμαστε καί σεμνῇ, Κυθήρων τό κλέος, καί μαρτύρων ἡ καλλονῇ, προστάτευε σκέπε, τό θεῖον τέμενος σου, καί δούλους τοῦ Κυρίου, τούς σοι προστρέχοντας.
Ελέσα θαυμάτων ἡ χορηγός, σύν τῷ Θεοδώρῳ, συμπροστάτῃ καί ἀρωγῷ, καί σεπτῇ εἰκόνι, Μονῆς τῶν Μυρτιδίων, ποιμένας καί τήν ποίμνην, Κυθήρων φύλαττε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καί τά Τροπάρια ταῦτα.
Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐξαποστειλάρια.
Ἦχος γ’. Ἀπόστολοι ἐκ περάτων.
Ἀθλήσεως ἀνεδείχθης, καί ὁσιότητος τύπος, Παρθενομάρτυς Ελέσα, Χριστοῦ καλλίμορφε Νύμφη, διό αἰτοῦμεν σε σῴζειν, Κυθήρων νῆσον κινδύνων.
Ο γλυκασμός τῶν Ἀγγέλων.
Ὁσιομάρτυς Ελέσα, τῶν Κυθηρίων ἡ χαρά, καί θεοδώρητον εὖχος, ἐλπίς καί τεῖχος καί σκέπη, ὑπέρ ἡμῶν τῷ Σωτῆρι, μή διαλείπῃς πρεσβεύειν.
Καί σε μεσίτριαν ἔχω.
Καταυγασθείσα Ελέσα, τοῦ Παρακλήτου ταῖς αὐγαῖς, πένησιν ἔνειμας πλοῦτον, τόν σόν αντικτησαμένη, τόν ἀδαπάνητον ὄντως, Χριστῷ ἐν δόξῃ συνοῦσα.
Χρυσοπλοκώτατε πύργε.
Χαρμονικῶς σοι τόν ὕμνον, τῷ ἐξυφάναντι Κόρη, καί τοῖς τιμῶσι σε πᾶσι, παράσχου Μάρτυς Ελέσα, ἁμαρτημάτων τήν λύσιν, καί Οὐρανῶν Βασιλείαν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς
Ἀπολυτίκιον.
Ἦχος ἀ’. Τοῦ λίθου σφραγισθέντος.
Πατρικήν ἐβδελύξω σύ Ελέσα ἀσέβειαν, μητρική στηριχθεῖσα εὐσεβείᾳ πανεύφημε˙ μετέστης εἰς γῆν ἀλλοδαπήν, φυγοῦσα κακόνοιαν πατρός˙ ἀλλ’ αὑτός σου καί ἀλάστωρ καί φονεύς καί τύραννος ἐγεγόνει. Δόξα τῷ σε δοξάσαντι Χριστώ˙ δόξα τῷ σε ενισχύσαντι˙ δόξα τῷ δωρησαμένῳ σε ἡμῖν, προστάτιν ἀκοίμητον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς. Ἀμήν.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου