Σάββατο 7 Αυγούστου 2021

Παρακλητικός Κανών εις τον Όσιο Αγάθων

Παρακλητικός Κανών εις τον Όσιο και Θεοφόρο Πατέρα ημών Αγάθων του Κτίτορος της Μονής Αγάθωνος

Ποιημα Ιερομονάχου Πορφυρίου Σιμονοπετρίτου

Εορτάζεται στις 7 Αυγούστου

Εὐλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον 

ΡΜΒ’ (142) Ψαλμόν.

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὸ τροπάριον·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
γαθοφρόνως, ἀδελφοί συνελθόντες, πρός τήν Μονήν τῆς Θεομήτορος Κόρης, ὡς πρέσβυν προβαλλόμεθα τόν κτίτορα αὐτῆς, καί Χριστῷ προσφέρομεν ἐκτενῶς καί ἐκ πόθου, Δέσποτα σπλαγχνίσθητι, τάς φωνάς τῶν σῶν δούλων, καί ἱκεσίας δέχου σῆς μητρός, καί τοῦ ὁσίου πατρός ἡμῶν Ἀγάθωνος.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Ο
ὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Εἶτα ὁ Ν’ (50) Ψαλμός.

λέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους..

Καί ὁ Κανών, ἀρχομένων τῶν τροπαρίων εκ τοῦ Α, μέ ἀγαθάς ὡς ἐπί τό πολύ ἐννοίας.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
γάθυνον, πάτερ, ἱκετικῶς, βοῶ σοι, τόν νοῦν μου, ἵνα μέλψω σοι ἀγαθάς, Ἀγάθων θεόφρον, ἱκεσίας, καί σωτηρίαν προσλάβω ὁ ἄθλιος.

γώνων σου, πάτερ, πνευματικῶν, καρπός ἀπεδόθη, τά οὐράνια ἀγαθά, ἀνθ᾽ ὧν καί ὡς τέκνοις σου παράσχου, τοῖς ὑμνταῖς σου Ἀγάθων, ἀντίδοσιν.

σκήσει καί πόνοις καί προσευχαῖς, μονήν ἐδομήσω τῇ θεόπαιδι Μαριάμ, ἐν ἧ ὡς παλλάδιον ὑπάρχει, τό θαυμαστόν ταύτης, πάτερ, εἰκόνισμα.

Θεοτοκίον.
γλάϊσμα πάντων τῶν εὐσεβῶν, ἡ θεία, θεόφρον, τῆς Παρθενου θαυματουργός εἰκών ἐναπόκειται ἐν θρόνῳ, ἐν τῇ Μονῃ σου, Ἀγάθων θεόκλητε.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
γαθώνυμε πάτερ, τῶν ἀγαθῶν πρόξενος, πάντων τῇ σῇ μάνδρᾳ ἐγένου καί τῷ ποιμνίῳ σου, ὧνπερ καί πλήρωσον, ἐξ’ουρανοῦ, θεοφόρε, ὥσπερ θεοδόξαστος, πᾶσαν τήν αἴτησιν.

γαθόκλειαν, πάτερ, προσωνυμῶν εἴληφας, βίου ἐξ ἀγώνων, θεόφρον,͵ καί πολιτείας σου, οὕσπερ προσέφερες, πρός τόν Χριστόν ἰσοβίως, ὅθεν καὶ ἐνίσχυσον σόν κλῆρον, ὅσιε.

γαθόφημος ὄντως ταῖς ἀρεταῖς γέγονας, αἷς διαπεράσας τον βίον, κόσμον κατέλιπες. Ὅθεν ἀπείληφας, παρά Χριστοῦ ἀντιδόσεις, πλοῦτον ἀναφαίρετον, πάτερ τοῖς τέκνοις σου.

Θεοτοκίον.
γαθά προσαιτοῦμαι, ὡς φυτουργός φύτευσον, πάτερ τοῖς σοῖς τέκνοις νοήματα, ἵνα φεύγωμεν, ἐκ τῶν τοῦ κόσμου κακῶν, και τῇ μονῇ σου ἐκ πόθου, κλῆρος τῆς θεόπαιδος πάντες γενώμεθα.

Διάσωσον Ἀγάθων θεόφρον,͵ ἐκ πάσης βλάβης καί νόσου τους ἐν πίστει τῇ σῇ πρεσβείᾳ προστρέχοντας, οἷα θεράπων Κυρίου δεδοξασμένος.

πίβλεψον ἐν εὐμενείᾳ, Πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.

Αἴτησις καί τό Κάθισμα.
Ἤχος β΄. Πρεσβεία θερμή.
σπίς κατ᾽ ἐχθρῶν, καί τεῖχος ἀγαθότευκτον πολλῶν ἀγαθῶν ὑπάρχεις, ἀγαθόκλητε, ἐκτενῶς δεόμενος ὑπέρ ποίμνης πάντοτε, μακάριε, ἐπιρρωνύων πᾶσαν ἀγαθήν πρόθεσιν, πάτερ Ἀγάθων͵ τῶν τιμώντων Σε.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
γαθότροπον βιον δίδαξον τήν ποίμνην σου, μάκαρ πορεύεσθαι, ἵνα χαίρωσιν οἱ ἄγγελοι, ὧν τόν βίον, πάτερ, ἐκμιμούμεθα.

γαθάρχης ἐγένου, πάτερ θεοφόρε, ἡμῖν προνοούμενος, τά συμφέροντα δωρήματα, ἵνα μή μερίμναις ἐμπλεκώμεθα.

γαθαῖς σοὺ πρεσβείαις, πάτερ θεοφόρε, Χριστόν παρακάλεσον, μεταμόρφωσιν δωρίζεσθαι, ἐν φωτί ἀκτίστῳ τοῖς μονάζουσιν.

Θεοτοκίον.
γαθόνοιαν, ὅσιε, δίδαξόν με, πάτερ, νοεῖν τά πρέποντα, ἀγγελόμορφος γενόμενος, νοῦν Χριστοῦ σοφίας ἵνα κτήσωμαι.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
γαθοπρεπῶς πολιτείαν μου διόρθωσον, ἐν τῆ μιμήσει τῆς σῆς ἀρετῆς, ἀγαθωσύνης, ὁ ἐπώνυμος, μακάριε.

γαθοφρονεῖν πρός τόν πέλας καί συνάνθρωπον, πονηρά ἐκφεύγων ἐκζητῶ, ἵνα ἀρέσω τῷ Χριστῷ μου, πάτερ ὅσιε.

γαμαι ποθῶν τήν εὐσέβειαν, μακάριε, καί ἐν φόβω τοῦ πάτερ, βιοῦν, ἵνα σοφίας καθαρόν δοχεῖον γένωμαι.

Θεοτοκίον.
γαμε , ἁγνή Θεοτόκε, ἀειπάρθενε, ἡ γεννήσασα, χαράν, δίδαξον τρόπον ἀγαθότητος καὶ σῷσον με.

ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
γάθυνον προσφορᾶν πρός Κύριον, τῶν τιμώντων τήν σήν μνήμην, θεόφρον, καὶ αγαθῶν, ἀντιδώρησαι τούτοις πλοῦτον χαρίτων, Ἀγάθων, καὶ ἰασιν παθῶν καί νόσων ψυχικῶν, καί πταισμάτων συγχώρησιν, ὅσιε.

γάλλεται ἐν θεσμη ἱκεσία μοναστῶν ἡ χορεία, θεόφρον, περικυκλοῖ τὴν σὴν κάραν δέ πάλιν, ὡς ἐκ πηγῆς ἐκλαμβάνουσα νάματα σοφίας, πάτερ θεϊκῆς, πολλαπλῶς σέ δοξάζουσα πάντοτε.

γώνων σοῦ μιμητάς δεῖξον, πάτερ, μελισσῶνα ἀγαπώντων σου τέκνων,͵ ἵνα γραφαῖς ἐντρυφῶντες, τό μέλι τό νοερόν κατεργάζωνται, Ὂσιε, βασίλισσαν θεοπρεπῶς Θεοτόκον κυκλοῦντες καί τρέφοντες.

Θεοτοκίον.
γλάισμα Φωτεινόμορφον, Κόρη, τῷ Ἀγάθωνι ἐφάνη ὁ βράχος, καί φωταυγῶς φωτισθείς διανοίᾳ, εὑρίσκει τότε τήν θείαν εἰκόνα σου καί κτίζει πόνοις σήν Μονήν, προσφοράν ὡς τιμίαν τῷ τόκῳ σου.

Διάσωσον Ἀγάθων θεόφρον, ἐκ πάσης βλάβης καί νόσου τους ἐν πίστει τῇ σῇ πρεσβείᾳ προστρέχοντας, οἷα θεράπων Κυρίου δεδοξασμένος.

χραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἲτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
γαθότητος ὑπάρχων, πάτερ, πρότυπον, ἀγαθά ἡμᾶς φρονεῖν εὔχου πρός Κύριον, καί ἐν ὥρᾳ τῇ φοβερᾷ τῆς κρίσεως γενοῦ θερμός ἀγαθάρχης γενεᾶς, εὐδρομούντων ἀληθῶς, καί βοώντων ἐκ πίστεως, σπεῦδε, πάτερ Ἀγάθων, καί δίδασκε σοφίᾳ, τήν χριστομίμητον ὁδόν ταπεινώσεως τήν σώζουσαν.

Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Στίχ. Τί ἀνταποδώσομεν τῷ Κυρίῳ.

Εὐαγγέλιον. Ἐκ τοῦ κατά Ματθαῖον.

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς: Πάντα μοι παρεδόθη ὑπό τοῦ Πατρός μου καί οὐδείς ἐπιγινώσκει τόν Υἱόν, εἰμή ὁ Πατήρ οὐδέ τόν Πατέρα τις ἐπιγινώσκει, εἰμή ὁ Υἱός, καί ᾧ ἄν βούληται ὁ Υἱός ἀποκαλύψαι. Δεῦτε πρός μὲ πάντες οἱ κοπιῶντες καί πεφορτισμένοι, κἀγώ ἀναπαύσω ὑμᾶς. Ἄρατε τόν ζυγόν μου ἐφ’ ὑμᾶς, καὶ μάθετε ἀπ’ Ἐμοῦ ὅτι πρᾷός εἰμι καί ταπεινός τῇ καρδίᾳ: καί εὐρῆσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γάρ ζυγός μου χρηστός, καὶ τό φορτίον μου ἐλαφρόν ἐστίν.

Δόξα.
Τ
αῖς τοῦ Σοῦ Ὁσίου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ Νῦν.
Τ
αῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
χων ἀγαθότητος, τῶν θησαυρῶν τό ταμεῖον, τόν ἄλλον Παράκλητον, τῆς Τριάδος σύνοικον Πνεῦμα Ἅγιον, θλίψεις τοῦ βίου μου φέρω θλιβόμενος, ἐκ κακίας τῶν κυκλούντων με, ὅθεν κατέφυγον προς τήν μάνδραν, ὅσιε, τήν ἁγίαν σου, καί πόθῳ νῦν κραυγάζω σοι, πρόφθασον, Ἀγάθων καί λύτρωσαι ἐκ πάσης περιστάσεως τόν μετανοοῦντα οἰκέτην σου, παράκλησιν γλυκεῖαν προς αὐτόν διδούς καί χάριν, τηρεῖν το Εὐαγγέλιον.

Σῶσον ὁ Θεός τόν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
γαθόβουλε πάτερ, ὡς ἠθέλησας μάνδραν τρανήν ἐδόμησας, τοῦ Μεταμορφωθέντος φρικτῶς ἐν Θαβωρίῳ τῷ ὄρει πάλαι διδάσκοντος, ὡς τῶν πατέρων ἡμῶν, Θεός μόνος ὑπάρχων.

γαθότητος χάριν, ὡς ἐβίωσας, πάτερ, ποτέ ἐν Ἄθωνι, καί σύν Ἀθανασίῳ, ἐν Μετεώροις πάλαι μαθητάς σου ἐκδίδαξον, ἵνα ὑμνῶμεν Χριστόν εἰς πάντας τούς αἰῶνας.

γαθός ἐν τοῖς τρόποις, ὡς ἐδίδασκες τότε, ὀρθῶς πορεύεσθαι, ἐν βίῳ μονοτρόπων,͵ τούς νῦν προσκαλουμένους μοναστάς σου διάσωζε, ἵνα ὑμνῶμεν Πατρός τῶν Φώτων θείαν δόξαν.

Θεοτοκίον.
γαθάρχης Παρθένε, μοναστῶν σύ ὑπάρχεις, ὡς ἐκδιδάξασα ὁδόν τῆς παρθενίας καί τῆς ἀκτημοσύνης, ὑπακούουσα πάντοτε πρός τόν Πατέρα Υἱόν καί Πνεῦμα, τήν Τριάδα.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
γαθοτρόπως, μοναστῶν ἡ χορεία, σύν ποιμνιάρχῳ Χριστῷ προσκιρτοῦμεν, καί ὑπερυψοῦμεν αὐτόν εἰς τούς αἰῶνας.

γαθοφόρως πρός ἡμᾶς ἐπινεύεις, θεοφόρε Ἀγάθων, ἀνυμνοῦντας καί ὑπερυψοῦντας Χριστόν εἰς τούς αἰῶνας.

Εὐλογοῦμεν Πατέρα, Υἱόν καί Ἅγιον Πνεῦμα.
Ἀγαθαρχίας τό τρισήλιον φέγγος, μεταμόρφωσον τούς Σέ ἐπιζητοῦντας καί ὑπερυψοῦντας, Θεέ μου, εἰς αἰῶνας.

Θεοτοκίον.
Α
ὕγασον πόθῳ τήν καρδίαν σοῦ δούλου, τοῦ ὑμνοῦντος τόν ἄσπορόν Σου τόκον, καί ὑπερυψοῦντος Χριστόν εἰς τούς αἰῶνας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
γώνων πολυτρόπων εὗρες, θεοφόρε, τάς ἀντιδόσεις, Ἀγάθων, καί ἔκτισας ἐν Παραδείσῳ σοῖς τέκνοις σκήνωμα ἅγιον.

γρός ἀγαθωσύνης ἡ μάνδρα σου, θεόφρον, ὡς χορηγοῦσα τοῖς πάσχουσιν ἄφθονα τά ἀγαθά καί ἰάσεις τοῖς χρήζουσιν.

γάθων θεοφόρε, κράτυνον σόν δοῦλον ἐν τρικυμίαις μή πάθω τί, ὅσιε, ἀλλ᾽ ἀληθῶς ἵνα λάβω γλυκύν Παράδεισον.

Θεοτοκίον.
γάθωνη Παρθένε, Ἀγάθωνος ὁ κλῆρος σοί προσπίπτει προφρόνως καί λέγομεν, σκέπε ἡμᾶς, Θεοτόκε, ἐκ πάσης θλίψεως.

ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα μεγαλυνάρια,
Ἐν αὐτοῖς ἀκροστιχίζει: Π(ο)ρφ(υρίου) χῶμα.
Πρέπει σοί, Ἀγάθων, πᾶσα τιμή. Πᾶσαν εὐλογίαν ὡς δεχόμενοι παρά Σοῦ, ὕμνους ἁρμοδίους προσάδομεν βοῶντες, τά θεῖα μεγαλεῖα Χριστοῦ μανθάνοντες.

Ρήματα πολλά λέγω σιωπῇ͵ ἐκ καρδίας, πάτερ, ἱκετεύων Σε νοερῶς, ἵνα ἐπιτύχω, Ἀγάθων θεοφόρε, φωτός τοῦ τρισηλίου θεῖον ἀπαύγασμα.

Φρούρησον, παμμάκαρ, σαῖς προσευχαῖς, μάνδραν ἥνπερ πόνοις κατεσκεύασας ἐν πολλοῖς, καί τῇ Θεοτόκῳ νῦν παρεστώς ἐν δόξῃ, τοῖς τέκνοις σου χορήγει πλοῦτον τοῦ Πνεύματος.

Χαίροις ὁ ἐπώνυμος ἀγαθῶν, πάτερ θεοφόρε, προσδεχόμενος τάς λιτάς, τῶν σέ εὐφημούντων ἀντίδος τάς δεήσεις ἐν ἀγαθῇ προνοίᾳ, Ἀγάθων ὅσιε.

σπερ ἐν σπηλαίῳ θαυματουργόν εὗρες τήν εἰκόνα, θεοφόρε, τῆς Ἀγαθῆς Μητρός τοῦ Σωτῆρος τάς ἀγαθάς ἐννοίας ἐμφύτευσον, Ἀγάθων, ψυχῇ τοῦ δούλου Σου.

Μεταμορφωθέντος τοῦ Ἰησοῦ, ἄκτιστος ἡ χάρις καταπέμπεται τοῖς πιστῶς τοῦτον προσκυνοῦσι καί ἱκεσίας θρόνῳ αἰτοῦσι τῆς Παρθένου σύν τῷ Ἀγάθωνι.

πᾶντες ἱκέται τῷ σῷ ναῷ, ἴδε πῶς δρομαίως καταφεύγωμεν ἐκτενῶς, κάμπτοντες τό γόνυ τῷ τάφῳ σου Ἀγάθων, καί την σεπτήν σου κάραν κατασπαζόμενοι.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

τι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. 

Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κ
ύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τ
ῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Σ
τέφος ἀγαθόπλεκτον, ἰδού, φέρει ἡ σεπτή κορυφή σου, πάτερ Ἀγάθων, πολλῶν λάμπον τοῖς προστρέχουσι πρός τήν σήν κάραν θερμῶς Ἀρετῶν ὡς ἀνθέων γάρ πλοχμόν ἐκ ποικίλων δρέπει τά χαρίσματα ἡ ἀδελφότης ἡμῶν, ῥίζαν τήν ταπείνωσιν ἔχων, ὢσπερ μιμητάς ἡμᾶς ποίει, τέκνα ὡς πατέρα μιμησόμενα.

Ἕτερον, ὅμοιον.
Σπεῦδε, θεοφόρε, καί πολλῶν ῥύῃ τήν σήν ποίμνην κινδύνων και περιστάσεων λύων τήν ἐνέργειαν τῶν φθονερῶν πειρασμῶν, ἐξ ἐχθρῶν ἀοράτων τε, παθῶν γάρ κακίας, δίδῳς τήν συγχώρησιν πρός τούς τιμῶντάς σε, δῶρον δέ χαράν τοῖς σοῖς τέκνοις τῆς Μεταμορφώσεως πέμπε, ὅσιε Ἀγάθων, ἀξιάγαστε.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν.

Δίστιχον·
Δέ
ησιν δέχου Ἀγάθων θαυματοφόρε
Ἥν σοι Πορφύριος θερμῶς ἀναφέρει.


 

Δεν υπάρχουν σχόλια:

Δημοφιλείς αναρτήσεις