Δευτέρα 2 Αυγούστου 2021

Παρακλητικός Κανών εις τον Άγιο Νεομάρτυρα Θεόδωρο Δαρδανελίων



Παρακλητικός Κανών εις τον Άγιο Νεομάρτυρα Θεόδωρο Δαρδανελίων 
Ποίημα Γερασίμου μοναχού Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

Εορτάζεται στις 2 Αυγούστου
ΠΗΓΉ:ΕΔΩ
Εὐλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον

 

ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὸ τροπάριον·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῶν οὐρανίων δωρεῶν ἀπολαύων, ὡς Ἀθλητὴς περιφανὴς τοῦ Σωτῆρος, ταῖς σαῖς πρεσβείαις λύτρωσαι δεόμεθα, Ἅγιε Θεόδωρε, Νεομάρτυς Κυρίου, πάσης περιστάσεως καὶ παθῶν καὶ κινδύνων, καὶ συνοχῆς παντοίων πειρασμῶν, τοὺς ἀδιστάκτῳ ψυχῇ προσιόντας σοι.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμέν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Εἶτα ὁ Ν’ (50) Ψαλμός.
λέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Θεόδωρε ῥύου με κινδύνων. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Θεοῦ ἐλλαμπόμενος τῷ φωτί, Θεόδωρε Μάρτυς ὡς ἀήττητος Ἀθλητής, παθῶν ἡμᾶς λύτρωσαι ἀχλύος, ταῖς φωταυγέσι πρεσβείαις σου Ἅγιε.

ν πίστει τῇ κάρᾳ σου τῇ σεπτῇ, προσπίπτοντες Μάρτυς, ἐκβοῶμεν ἀπὸ ψυχῆς, πλήρου τὰς αἰτήσεις τῶν ζητούντων, τῆς σῆς πρεσβείας τὴν χάριν Θεόδωρε.

δύνης με λύτρωσαι ψυχικῆς, Θεόδωρε Μάρτυς τῆς θλιβούσης με χαλεπῶς, καὶ ῥῶσίν με δίδου κατὰ σῶμα, ταῖς πρὸς Χριστὸν εὐπροσδέκτοις πρεσβείαις σου.

Θεοτοκίον.
Δυνάμωσον Κόρη τὸ ἀσθενές, τῆς ἐμῆς καρδίας κατὰ πάσης ἐπιβουλῆς, τοῦ τεκτενομένου τὴν κακίαν, καὶ μετανοίας φωτί με καταύγασον.

ᾨδὴ γ΄. Οὐρανίας ἀψίδος
ς συντρίψας τὸ κράτος τοῦ δυσμενοῦς Ἅγιε, οὕτω καὶ ἡμῶν τὴν μανίαν τούτου κατάβαλε, δυνάμει κρείττονι, καὶ ἐν εἰρήνῃ τελείᾳ, τὴν ζωὴν κυβέρνησον ἡμῶν Θεόδωρε.

ῶσιν πᾶσι παρέχει καὶ φωτισμὸν Ἅγιε, καὶ ἁγιασμὸν ἡ σὴ Κάρα, ψυχῆς καὶ σώματος, ἣν καταφεύγοντες, πάσης ἀνάγκης καὶ βλάβης, τάχος ἐκλυτρούμεθα, τῇ ἀντιλήψει σου.

ναθλήσας νομίμως πᾶσαν ἰσχὺν ἤσχυνας, τῶν παρανομούντων ἀνδρείως Μάρτυς Θεόδωρε, διὸ ἀπάλλαξον, πάσης φθορᾶς καὶ αἰσχύνης, τοὺς τῇ προστασίᾳ σου, θερμῶς προστρέχοντας.

Θεοτοκίον.
άβδος ἔφυς ἁγία ἐξ Ἰεσσαὶ ἄχραντε, καὶ ἀγεωργήτως ὡς ἄνθος Χριστὸν ἐβλάστησας, πανευωδέστατον, διὸ παθῶν τὸ δυσῶδες, ἱκετεύω σκέδασον ἐκτῆς καρδίας μου.

Διάσωσον, ὦ Νεομάρτυς Θεόδωρε πάσης βλάβης, τοὺς ἐν πίστει τῇ σῇ πρεσβείᾳ προστρέχοντας, ὡς παῤῥησίαν πρὸς Κύριον κεκτημένος.

πίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἲτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
θλήσεως στεῤῥῶς Θεόδωρε μακάριε, πολλῶν δωρεῶν παρὰ Θεοῦ ἠξίωσαι, ἐξ ὧν μετάδος ἅπασι, τοῖς ὑμνοῦσι τὴν θείαν σου ἄθλησιν, καὶ τῶν πταισμάτων αἴτει ἱλασμόν, διδόναι ἡμῖν καὶ θεῖον ἔλεος.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
περήφανον δράκοντα, Μάρτυς τῇ ἀθλήσει σου ἐταπείνωσας, οὗ τῆς λύπης καὶ κακώσεως, ἀσινεῖς ἡμᾶς ἀεὶ διάσωζε.

Οὐρανίου ὡς βλάστημα, Ἀθλητὰ Θεόδωρε εὐθαλέστατον, ἐκ καρδίας μου πᾶν βλάστημα, πάσης ἁμαρτίας Μάρτυς ἔκτιλλον.

πὲρ πάντων ἱκέτευε, τὸν ἀγαθοδότην καὶ πανοικτίρμονα, τῶν τιμώντων σου Θεόδωρε, τὴν ἁγίαν Κάραν καὶ σεβάσμιον.

Θεοτοκίον.
Μαριὰμ ἀειπάρθενε, Μῆτερ τῆς ζωῆς Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ἐκ θανάτου με ἀπάλλαξον, τοῦ τῆς ἁμαρτίας ὡς φιλάγαθος.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
φερες πληγάς, ὥσπερ ἄσαρκος τῷ σώματι, διὸ ἴασαι πληγῶν καὶ ὀδυνῶν, τοὺς προστρέχοντας τῇ σκέπῃ σου Θεόδωρε.

Κόπασον ταῖς σαῖς, ἀντιλήψεσι Θεόδωρε, τὸ χειμάζον με κλυδώνιον παθῶν, καὶ γαλήνην πρὸς λιμένα με κυβέρνησον.

δε Ἀθλητά, τοὺς προσπίπτοντας τῇ Κάρᾳ σου, καὶ παράσχου τὰ αἰτήματα αὐτῶν, ὡς μεσίτης ἡμῶν μέγας πρὸς τὸν Κύριον.

Θεοτοκίον.
Νέκρωσον Ἁγνή, τῆς σαρκός μου τὰ σκιρτήματα, καὶ κατάνυξιν καὶ θείαν συντριβήν, ἀεὶ δίδου τῇ καρδίᾳ μου καὶ σῶσόν με.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Δυνάμει, τῇ θεϊκῇ ὑπομείνας, ἀπειλὰς καὶ ῥαβδισμοὺς καὶ κακώσεις, καθυπομένειν ἡμᾶς πᾶσαν πεῖραν, ἐπερχομένων δεινῶν ἐνδυνάμωσον, καὶ τῆς μελλούσης ἀπειλῆς, Νεομάρτυς Θεόδωρε λύτρωσαι.

ψώθης, ἀθλητικῶς ἀριστεύσας, ἐν ἐσχάτοις τοῖς καιροῖς Ἀθλοφόρε, ὅθεν ἡμᾶς, ἐκ βυθοῦ ἀπωλείας, πολυειδῶν πειρασμῶν τε καὶ θλίψεων, πρὸς πέτραν Μάρτυς ἀῤῥαγοῦς, καρτερίας Θεόδωρε ὕψωσον.

Νέκρωσας, ἀθλητικῇ σου ἐντάσει, τὸν ἀρχέκακον ἐχθρὸν Νεομάρτυς, νεκροποιῶν ἡμᾶς πόνων καὶ νόσων, καὶ πάσης ἄλλης φθορᾶς ἀπόλυτρωσαι, Θεόδωρε ταῖς πρὸς Χριστόν, τὸν Σωτῆρα θερμαῖς ἱκεσίαις σου.

Θεοτοκίον.
ς Μήτηρ, τοῦ Βασιλέως τῆς δόξης, καὶ Ἀγγέλων Βασιλὶς καὶ ἀνθρώπων, ἐν ἐμοὶ Βασιλεύουσαν Κόρη, καὶ θλίβουσάν με κακίαν ἐκρίζωσον, καὶ φύτευσόν μου τῷ νοΐ, τὸν σωτήριον φόβον τοῦ Κτίσαντος.

Διάσωσον, ὦ Νεομάρτυς Θεόδωρε πάσης βλάβης, τοὺς ἐν πίστει τῇ σῇ πρεσβείᾳ προστρέχοντας, ὡς παῤῥησίαν πρὸς Κύριον κεκτημένος.

χραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἲτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Ταῖς τῶν αἱμάτων Σου.
ς Νεομάρτυς Κυρίου ἀήττητος, καὶ δωρεῶν τῶν ἐνθέων ἐπώνυμος, ἀπαύστως δυσώπει Θεόδωρε, πάσης ἀνάγκης λυτροῦσθαι καὶ θλίψεως, τοὺς πόθῳ τιμῶντας τοὺς ἄθλους σου.

Προκείμενον.
Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ κέρδος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχ. Πεφυτευμένος ἐν οἴκῳ Κυρίου, ἐν ταῖς ἐντολαῖς Αὐτοῦ θελήσει σφόδρα.

Εὐαγγέλιον, 
Ἐκ τοῦ κατὰ Λουκᾶν (Κεφ. 21, 12-19).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς Προσέρχετε ἀπὸ τῶν ἀνθρώπων, ἐπιβαλοῦσι γὰρ ἐφ’ ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγάς, καὶ φυλακὰς ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας, ἔνεκεν τοῦ ὀνόματός μου. Ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον, θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν, μὴ προμελετᾶν ἀπολογηθῆναι, ἐγὼ γὰρ δόσω ὑμῖν στόμα καὶ σοφίαν, ἧ οὐ δυνήσονται ἀντειπεῖν, οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ ἀδελφῶν καὶ συγγενῶν καὶ φίλων, καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου, καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται. Ἐν τῇ ὑπομονῇ ἡμῶν, κτήσασθε τὰς ψυχὰς ὑμῶν.

Δόξα.
Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ Νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Δῶρον ὡς πολύτιμον, καὶ λογικὸν ἰατρεῖον, σὲ αὐτὸν προσήγαγες, τῷ Χριστῷ Θεόδωρε δι’ ἀθλήσεως, ὦ ἀεὶ πρέσβευε, πάσης ἐπηρείας, ἐκλυτροῦσθαι τοῦ ἀλάστορος, καὶ πάσης θλίψεως, καὶ ὀδυνηρῶν περιστάσεων, καὶ νοσημάτων Ἅγιε, τοὺς εἰλικρινῶς προσιόντας σοι, καὶ εἰρήνην αἴτει, ἡμῖν καὶ τὴν χαρὰν τὴν ἀληθῆ, τοῖς προστάτην καὶ ἔφορον, βίου ἐπιγράφουσι.

Σῶσον ὀ Θεός τὸν λαό σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Νέος ὤφθης ὁπλίτης τοῦ Σωτῆρος Θεόδωρε παναοίδιμε, διὸ παλαιωθέντα, καὶ ἐμὲ τοῦ πλάνου, ἀνακαίνισον δέομαι, καὶ χαλεπῶν συμφορῶν, παράσχου μοι τὴν λύσιν.

Γενναιόφρονα γνώμη καταλύσας τοῦ πλάνου τὰ μηχανήματα, αὐτοῦ καταπατεῖν με, βουλὰς καὶ ἐνέδρας Νεομάρτυς ἐνίσχυσον, καὶ θεαρέστως ζωῇ, εὐαρεστεῖν Κυρίῳ.

κ πηγῶν σωτηρίου μυστικῶς ἀρδομένη ἡ θεία Κάρα σου, ἰάματα πηγάζει, καὶ δρόσον εὐφροσύνης, τοῖς ἐν λύπῃ στενάζουσι, καὶ τῶν παθῶν τὴν πυράν, Θεόδωρε σβεννύει.

Θεοτοκίον.
υπωθέντι με Κόρη ἁμαρτίας τοῖς σπίλοις μὴ ὑπερίδης με, ἀλλὰ τῶν οἰκτιρμῶν Σου, ἀπόπλυνον τοῖς ῥύποις καὶ Θεῷ με οἰκείωσαι, ταῖς μητρικαῖς Σου λιταῖς, ἵνα Σὲ μεγαλύνων.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
ῤῥωστημάτων, καὶ χαλεπῶν συμπτωμάτων, διαφύλαξον ἀτρώτους Νεομάρτυς, τοὺς προβαλλομένους, πρὸς τὸν Χριστόν σε πρέσβυν.

Συμπολιτῶν σου, ἀεὶ προΐστασο Μάρτυς, ἐκτελούντων σου Θεόδωρε τὴν μνήμην, καὶ ἐκδεχομένων, θερμῶς τὴν ἀρωγήν σου.

αμα βλύζει, ψυχῶν ὁμοῦ καὶ σωμάτων, ἡ ὑπέρτιμος Κάρα σου Νεομάρτυς, τοῖς ἀνευφημοῦσι, τοὺς ἱερούς σου ἄθλους.

Θεοτοκίον.
Μετὰ Θεόν Σε, σκέπην πλουτῶν Θεοτόκε, τῇ πρεσβείᾳ Σου προστρέχω καθ’ ἑκάστην, πάσης οὖν ῥυσθείην, μανίας τοῦ βελίαρ.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
νέος Ἀθλοφόρος, τῶν Δαρδανελλίων, γέρας τὸ θεῖον Θεόδωρε ἐνδοξε, τὰς ἱκεσίας προσδέχου ἡμῶν ἑκάστοτε.

δάτων ἀπωλείας, ῥῦσαι Νεομάρτυς, τὴν ταπεινήν μου ψυχὴν ἱκετεύω σε, καὶ ταύτην πότισον ὕδατι τῆς ἀφέσεως.

Μὴ παύση ἐποπτεύων, τοὺς σοὶ προσιόντας, ἀλλὰ προστάτης ἀεὶ ἔσο ἅγιε, τοῖς ἀφορῶσι Θεόδωρε πρὸς τὴν χάριν σου.

Θεοτοκίον.
Μαρία Θεοτόκε, Κεχαριτωμένη, ῥυπωθεῖσαν ψυχήν μου ἐκκάθαρον, καὶ καθαρὰν ταύτην Κόρη Θεῷ παράστησον.

ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις Ὀφρυνίου θεῖος βλαστός, καὶ Δαρδανελλίων ἐγκαλλώπισμα ἱερόν, ἐν αὐτῇ γὰρ χαίρων, Θεόδωρε ἀθλήσας, πλουσίων δωρημάτων, θεόθεν ἔτυχες.

νθος τῆς νεότητος παριδών, καὶ τῶν παρανόμων χορηγίας καὶ ἀπειλῆς, Θεόδωρε μάκαρ, μηδόλως δειλιάσας, ὑπῆλθες μαρτυρίου χαίρων τὸ στάδιον.

Χαίροις Νεομάρτυς τοῦ Ἰησοῦ, Θεόδωρε μάκαρ, ὁ ἀθλήσας γνώμῃ στεῤῥᾷ, ἔνθεν ὥσπερ θῦμα, προσενεχθεὶς Κυρίῳ, ἀξίως ἐδοξάσθης, δόξῃ τῇ κρείττονι.

χων παῤῥησίαν πρὸς τὸν Χριστόν, Θεόδωρε Μάρτυς, καθικέτευε ἐκτενῶς, ὑπὲρ τῶν τιμώντων, τὴν πάνσεπτόν σου μνήμην, καὶ πίστει προσκυνούντων, τὴν θείαν κάραν σου.

Χαίρων ἀπετμήθης τὴν κεφαλήν, ἣν ὁ Ἀθλοθέτης ἐστεφάνωσεν Ἀθλητά, ἡμεῖς ὡς θεῖον δῶρον, αὐτὴν πλουτοῦντες θεῖον, Θεόδωρε τιμῶμεν, τὴν θείαν μνήμην σου.

νεγκας ῥαβδίσματα καὶ πληγάς, καὶ πικρὰς ὀδύνας ὡς ἀσώματος Ἀθλητά, καὶ τῆς ἀνομίας, τὸ κράτος κατασχύνας, Θεόδωρε ἐδέξω, νίκης τὸν στέφανον.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
γιος ὁ Θεός, γιος Ἰσχυρός, γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

τι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Θείων, δωρεῶν ἀξιωθείς, Μάρτυς τὸν ἀγῶνα τελέσας, στεῤῥῷ φρονήματι, πρέσβευε δεόμεθα, τῷ Παντοκράτορι, πάσης ῥύεσθαι θλίψεως, καὶ πειρατηρίων, τῶν ἐν βίῳ Ἅγιε, καὶ συνοχῆς θλιβερᾶς, πάντας, τοὺς πιστῶς σὲ τιμῶντας, καὶ τῇ σῇ προστρέχοντες σκέπῃ, Ἀθλητὰ Θεόδωρε μακάριε.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν.

 

Δεν υπάρχουν σχόλια:

Δημοφιλείς αναρτήσεις