Πέμπτη 5 Αυγούστου 2021

Παρακλητικός Κανών εις τον Όσιο Θεοδόσιο τον Νέο


Παρακλητικός Κανών εις τον Όσιο και Θεοφόρο Πατέρα ημών Θεοδόσιο τον Νέο τον Ιαματικόν
Ποίημα Μητροπολίτου Αργολίδος Χρυσοστόμου Β’


†Εορτάζεται στις 7 Αυγούστου

Εΰλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον 
ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὂτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. Δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὀνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τά εξής Τροπάρια·

Ἦχος δ’’. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῶ.
Θεοδοσίῳ τῷ κλεινῷ νῦν προσδράμωμεν, οἱ ἐν ἀνάγκαις καί δεινοῖς θαλαττούμενοι, ἐν στεναγμοῖς δεόμενοι αυτού˙ πρόφθασον, βοήθησον Ἱερώτατε Πάτερ˙ ῥῦσαι πειρασμῶν ἡμᾶς καί παντοίων κινδύνων. Σαῖς γάρ πρεσβείαις, ταῖς πρός τόν Θεόν, τούς πάντας σῴζεις, ἐκ πάσης περιστάσεως.

Δόξα. Τό αὑτό.Καί νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμεν ποτέ Θεοτόκε, τάς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι ειμή γάρ σύ προΐστασο πρεσβεύουσα, τις ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων, τις δε διεφύλαξεν ἕως νῦν ἐλευθέρους. Οὑκ ἀποστῶμεν Δέσποινα ἐκ σου˙ σούς γάρ δούλους σῴζεις ἀεί ἐκ παντοίων δεινῶν.

Ὁ Ν’ (50) Ψαλμός.
λέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Καὶ ὃ κανὼν

ᾨδῇ ἀ’. Ἦχος πλ. δ’ Ὑγράν διοδεύσας.
Σαρκός ἀπολαύσεις ὑπεριδών πρός τό ὄρος, Μάκαρ, ἀνυψώθης τῶν αρετών˙ δι’ ὁ ἀπό βίου ἠξιώθης θαυματουργεῖν ὦ κλεινέ Θεοδόσιε.

Νόμον τοῦ Κυρίου ἠγαπηκώς, πάντα τά τοῦ κόσμου ἀπηρνήθης ἀνδροπρεπῶς. Θυσία δε γέγονας ἐν πᾶσι, τῷ Κυρίῳ ἁγνή καί εὐπρόσδεκτος.

σμασι καί ὕμνοις νῦν οἱ πιστοί, στέφομεν σήν μνήμην Σου δεόμενοι ευλαβώς˙ διάσωσον πάντας ἐκ κινδύνων ταῖς σαῖς λιταῖς πρός τόν Κύριον Ὅσιε.

Θεοτοκίον.
Νοσοῦντα τό σῶμα καί τήν ψυχήν, ἐπισκοπῆς θείας καί προνοίας τῆς παρά σου, ἀξίωσον μόνη Θεομῆτορ, ὡς ἀγαθή ἀγαθοῦ τε λοχεύτρια.

ᾨδῇ γ’. Οὐρανίας ἁψῖδος.
κετεύομεν Πάτερ ζωήν ἡμῶν φύλαξον, ἐκ παντός κινδύνου καί νόσου καί περιστάσεων˙ Σύ γάρ πρός Κύριον, τῶν ἀγαθῶν τήν αἰτίαν, πάντοτε δεόμενος σῴζεις τούς κάμνοντας.

Προστασίας Σου, Μάκαρ, τῆς ἰσχυράς δέομαι˙ λύτρωσαι κινδύνων παντοίων τούς Σοι προσφεύγοντας˙ Σύ γάρ τό δύνασθαι παρά Κυρίου ἐκτήσω, τοῦ ποιεῖν θαυμάσια τοῖς δεομένοις Σου.

Προστασίαν καί σκέπην ἡ Σή Μονή κέκτηται, ἐκ δεινῶν παντοίων, κινδύνων καί περιστάσεων˙ πάντα γάρ δύναται ὡς δυνατός ἐν ἰσχύϊ, τῷ Χριστῷ δεόμενος ἀεί Μακάριε.

Θεοτοκίον.
Χαλεπαῖς ἀρρωστίαις καί νοσεροῖς πάθεσιν, ἐξεταζομένῳ Παρθένε, Σύ μοι βοήθησον, τῶν ἰαμάτων γάρ, ἀνελλιπῆ Σε γινώσκω θησαυρόν πανάμωμε, τόν ἀδαπάνητον.

Διάσωσον ἀπό κινδύνων σήν ποίμνην Ὅσιε Πάτερ, ὅτι πόθῳ ἁγίῳ εἰς Σε καταφεύγομεν, ὡς σπεύδοντα εἰς πιστῶν σωτηρίαν.

πίβλεψον ἐν εὐμενεία, πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.

Αἲτησις καὶ τὸ Κάθισμα.
Ἦχος β’. Πρεσβεία θερμή.
λέους πηγῇ καί θεῖον καταφύγιον, ὑπάρχεις ἡμῶν Παμμάκαρ Θεοδόσιε καί πιστῶν ἁπάντων προστάτης καί πρόμαχος, διώκων πάντα πειρασμόν, ταῖς πρός Θεόν πρεσβείαις Σου.

ᾨδῇ δ’’. Εἰσακήκοα Κύριε.
Τῶν δεινῶν μου τήν λύτρωσιν, ταῖς λιταῖς Σου δέομαι Θεοδόσιε καί τούς πόνους διασκέδασον καί ἁμαρτημάτων τήν συγχώρησιν.

Εὐσπλαγχνίας τό πέλαγος, ἐπικαλουμένῳ τοῦ Παντοκράτορος, βοηθείας ἤν νῦν δέομαι, τύχοιμι, λιταῖς Σου Θεοδόσιε.

πολαύοντες Ὅσιε τῶν σῶν δωρημάτων εὐχαριστήρια ἀναμέλπομεν πρός Κύριον, ἰαμάτων χάριν Σε πλουτίσαντα.

Θεοτοκίον.
ἐλπίδα καί στήριγμα καί τῆς σωτηρίας τεῖχος ἀκράδαντον, κεκτημένοι Σε Πανύμνητε, δυσχερείας πάσης ἐκλυτρούμεθα.

ᾨδῇ ἕ’ . Φώτισον ἡμᾶς.
μπλησον φωτός εὐσεβείας τήν ζωήν ἡμῶν, ταῖς πρός Θεόν λιταῖς Σου Ὅσιε, ἶνα τό σκότος τῆς γεέννης ἀποφύγωμεν.

Λύτρωσαι ἡμᾶς ἐκ κινδύνων Θεοδόσιε, ὡς παρρησίαν ἔχων πρός τόν Θεόν καί τήν Μονήν σου διαφύλαττε ἀλώβητον.

Πάντων πρός Θεόν μνημονεύεις Ἱερώτατε τῶν αἰτουμένων τήν χάριν σου καί πάντας προφθάνεις ἐκ δεινῶν παντοίων καί θλίψεων.

Θεοτοκίον.
ασαι Ἁγνή τῶν παθών μου τήν ἀσθένειαν, ἐπισκοπῆς σου ἀξιώσασα καί τήν ὑγείαν τῆ πρεσβεία Σου παράσχου μοι.

ᾨδῇ στ’. Τήν δέησιν ἐκχεῶ.
νίσχυσον τήν ἀθλίαν ψυχήν μου, τοῦ εὑρεῖν ἐν τῷ προσώπῳ σου Πάτερ τόν ὁδηγόν, ἐν πορεία τοῦ βίου, τῶν πειρασμῶν εἰς παγίδας ἑλκόντων με καί πρέσβευε διηνεκῶς ἐκ φθοράς τῶν παθών μου ῥυσθῆναι με.

Προστάτιν Σε τῆς ζωῆς ἐπίσταμαι καί φρουρόν θαλαττευόντων ἐν βίῳ καί ἰατρόν, διαλύοντα νόσους, τήν θεραπείαν νοσοῦσι παρέχοντα˙ σήν χάριν οὑν νῦν ἐκζητῶν Θεοδόσιε Μάκαρ σωθήσομαι.

Παρέχεις τοῖς νοσοῦσι τήν χάριν, τοῦ ἰᾶσθαι νοσημάτων παντοίων καί πειρασμῶν διαλύεις παγίδας, ταῖς σαῖς λιταῖς Θεοδόσιε Όσιε˙ ἀπάλλαξον οὑν καί ἡμᾶς τῶν δεινῶν προσβολῶν τοῦ ἀλάστορος.

Θεοτοκίον.
ν κλίνη νῦν ἀσθενῶν κατάκειμαι καί οὑκ ἔστιν ἴασις τῆ σαρκί μου, ἀλλ’ ἡ Θεόν καί Σωτῆρα τοῦ κόσμου καί τόν λυτῆρα τῶν νόσων κυήσασα˙ Σου δέομαι τῆς ἀγαθῆς ἐκ φθοράς νοσημάτων ἀνάστησον.

Διάσωσον ἀπό κινδύνων σήν ποίμνην Ὅσιε Πάτερ, ὅτι πόθῳ ἁγίῳ εἰς Σε καταφεύγομεν, ὡς σπεύδοντα εἰς πιστῶν σωτηρίαν.

χραντε ἡ δία λόγου τόν Λόγον ἀνερμηνεύτως ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.

Αἲτησις καὶ τὸ Κοντάκιον.
Ἦχος δ’’. Ἐπεφάνης σήμερον.
Προστασίαν ἄμαχον τῶν ἐν ἀνάγκαις, ἰατρόν γινώσκομεν ἀσθενειῶν θεραπευτήν, ὦ Θεοδόσιε Ὅσιε, τούς σούς ἱκέτας, περίσῳζε τῆ σκέπη Σου.

Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὑτοῦ.
Στίχ. Μακάριος ἀνήρ ὁ φοβούμενος τόν Κύριον.

Εὐαγγέλιον. 
Ἐκ τοῦ κατά Ματθαῖον. (Ματθ. ἴα’. 27-30).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταίς˙ Πάντα μοι παρεδόθη ὑπό τοῦ Πατρός μου˙ καί οὐδείς επιγινώσκει τόν Υἱόν, εἰ μή ὁ Πατήρ˙ οὐδέ τόν Πατέρα τις επιγινώσκει, εἰ μή ὁ Υἱός, καί ὦ ἐάν βούληται ὁ Υἱός ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καί πεφορτισμένοι, κἀγώ ἀναπαύσω ὑμᾶς. Ἄρατε τόν ζυγόν μου ἐφ’ ὑμᾶς, καί μάθετε ἀπ’ ἐμοῦ ὅτι πρᾶος εἰμί καί ταπεινός τῆ καρδία˙ καί εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γάρ ζυγός μου χρηστός, καί τό φορτίον μου ἐλαφρόν ἐστί.

Δόξα.
Ταῖς τοῦ Σου Ὁσίου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…
Ιδιόμελον. Ήχος πλ. β’.
Θαυματουργέ καί ἰαματικέ Θεοδόσιε, τῶν μοναστῶν ὑπογραμμός καί τῆς μονῆς σου κλέος, μή διαλείπῃς πρεσβεύειν πρός Κύριον ὑπέρ ἡμῶν τῶν τελούντων τήν ἱεράν καί πανσέβαστον μνήμην Σου.

Σῶσον ὁ Θεός τόν λαόν Σου…

ᾨδῇ ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τήν ἡμῶν προστασίαν ἀνευρόντες ἐν Σοι καταφεύγομεν ἅπαντες, νοσοῦσι γάρ παρέχεις, τήν ἴασιν σωμάτων, τοῖς κραυγάζουσιν Ὅσιε. Βοήθει σκέπε ἡμᾶς, σήν χάριν αἰτουμένους.

Τήν βρύσην τῶν θαυμάτων, ἤν κεκτήμεθα Πάτερ ἐν Σοι καυχώμεθα, Ναυπλίου τε τά τέκνα καί πάσης Ἀργολίδος ἐκκλησίας τό ἄθροισμα, νῦν εὐφημοῦντες πιστῶς ῥῦσαι παντός κινδύνου.

μνοῦμεν Σου Τρισμάκαρ, τόν βίον ἐν νηστείαις ὄν διήνυσας καί προσευχαῖς ὁσίαις, ἀσκήσει τε καί πόνῳ, ἆς ὁ Κύριος έστεψεν˙ ὁ τῶν Πατέρων ἡμῶν Θεός τε καί Δεσπότης.

Θεοτοκίον.
Σωμάτων μαλακίας καί ψυχῶν ἀρρωστίας θεογεννήτρια, τῶν πόθῳ προσιόντων, τῆ σκέπη Σου τῆ θεία θεραπεύειν αξίωσον˙ ἡ τόν Σωτῆρα Χριστόν ἡμῖν ἀποτεκοῦσα.

ᾨδῇ ἡ’. Τόν βασιλέα τῶν Οὐρανῶν.
Τούς προσιόντας καί αἰτουμένους σήν χάριν μή παρίδῃς, Θεοδόσιε Πάτερ καί ἀνευφημοῦντας τόν πάναγνον Σου βίον.

Διέλυσας τοῦ ἐχθροῦ τάς ἐνέδρας, καθηλώσας ἐν ἐρήμῳ τό σῶμα, ὅθεν ἐτιμήθης παρά Θεοῦ ἀξίως.
Ἐν θλίψεσι καί ἀνάγκαις ὑπάρχων, σήν αἰτοῦμαι συναντίληψιν Πάτερ καί Σου μεγαλύνω τούς ἱερούς ἀγῶνας.

Θεοτοκίον.
Τῶν πειρασμῶν Σύ τάς προσβολάς ἐκδιώκεις καί παθών τάς ἐφόδους Παρθένε˙ ὅθεν Σε ὑμνοῦμεν εἰς πάντας τούς αἰῶνας.

ᾨδῇ θ’. Κυρίως Θεοτόκον.
Ζωήν τήν τῶν δακρύων ἐζήλωσας Θεόφρον καί σαυτόν τῆ ἀσκήσει υπέταξας˙ τῆ εὐωδία Χριστοῦ τανῦν εὐωδιάζων.

Ταῖς θλίψεσι τοῦ βίου, τρυχόμενος ὁ τάλας σήν αἰτοῦμαι ὀξεῖαν ἀντίληψιν, ἶνα εὐφημῶ Σε σωθείς, τόν εὐεργέτην.

Θεοῦ δόσις ὑπάρχεις, Μονῆς Σου ὁ προστάτης, Θεοδόσιε Πάτερ τρισένδοξε˙ τούς Σε εὐφημοῦντας διάσῳζε λιταῖς σου.

Θεοτοκίον.
Φωτός Σου ταῖς ἀκτῖσι, λάμπρυνον Παρθένε, τό ζοφερόν τῆς ἀγνοίας διώκουσα, τούς εὐσεβῶς Θεοτόκον Σε καταγγέλλοντας.

ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Πάντα τά θελήματα τῆς σαρκός, ὑπέταξας, Πάτερ, ἐν νηστείαις καί προσευχαῖς, τῷ ἠγαπημένῳ Χριστῷ τῷ Σταυρωθέντι, συσταυρωθείς ἐν βίῳ τῷ Σε λυτρώσαντι.

Χαίροις Ἀργολίδος ὁ θησαυρός καί τῶν Ἀθηναίων γόνος τίμιος καί φρουρός χαίροις τῆς Ἑλλάδος ὁ Μέγας ἀντιλήπτωρ, ὁσίων τε τό κλέος, ὦ Θεοδόσιε.

Σῷζε καταφεύγοντας ἐπί Σε, τούς ὑπό πνευμάτων ὀχλουμένους τῶν πονηρῶν καί τούς ἐν ἀνάγκαις καί θλίψεσι τοῦ βίου, ἐνίσχυε λιταῖς σου, ὦ Θεοδόσιε.

Θεῖε Θεοδόσιε τῶν πιστῶν, ῥύστης καί προστάτης, Μοναζόντων υπογραμμός˙ περίσῳζε, σκέπε, σήν ποίμνην ἐκ κινδύνων καί τήν Μονήν σου Μάκαρ φύλαττε ἄτρωτον.

Φρούρει τε καί σκέπε τήν σήν Μονήν, ἐκ παντός κινδύνου προσβολῶν τε τοῦ πονηροῦ, Πατήρ γάρ ὑπάρχεις αὑτῆς καί ὁ προστάτης καί καύχημα καί κλέος, ὦ Θεοδόσιε.

Σκέπε καί περίσῳζε τάς ψυχάς τῶν ἐν τῆ Μονή σου ἀσκουμένων Μοναστριῶν, ἐχουσῶν Σε Μάκαρ ὑπογραμμόν ἐν βίῳ καί θείαν προστασίαν ὦ Θεοδόσιε.

Πάσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
γιος ὁ Θεός, γιος Ἰσχυρός, γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

τι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. 
Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Καὶ τὸ 
Ἀπολυτίκιον. 
Ἦχος πλ. ἀ’. Τόν Συνάναρχον Λόγον.
ργολίδος ἐδείχθης δόξα καί καύχημα, Ἀθηναίων τό κλέος καί θεῖον βλάστημα, Θεοδόσιε Πατήρ ἡμῶν ὅσιε, τῶν ὁσίων καλλονή, καί ἰαμάτων ἡ πηγή, καί Πέτρου τοῦ Ἱεράρχου, συνόμιλος καί προστάτης τῶν αἰτουμένων ἱλασμόν καί μέγα ἔλεος.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·

Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντων, προστατεύεις Ἀγαθή, τῶν καταφευγόντων ἐν πίστει, τῆ κραταιά σου χειρί˙ ἄλλην γάρ ούκ ἔχομεν, ἁμαρτωλοί πρός Θεόν, ἐκ κινδύνοις καί θλίψεσιν, ἀεί μεσιτείαν, οἱ κατακαμπτόμενοι, ὑπό πταισμάτων πολλῶν. Μῆτερ τοῦ Θεοῦ τοῦ Υψίστου˙ ὅθεν σοι προσπίπτομεν˙ ῥῦσαι, πάσης περιστάσεως τούς δούλους σου.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν.

Δεν υπάρχουν σχόλια:

Δημοφιλείς αναρτήσεις