Τετάρτη 4 Αυγούστου 2021

ΕΥΧΗ ΤΩΝ ΕΠΤΑ ΠΑΙΔΩΝ εἰς ἀσθενῆ καὶ μὴ ὑπνοῦντα.

ΠΗΓΗ:ΤΟ ΕΙΛΗΤΑΡΙΟΝ 

ΕΥΧΗ ΤΩΝ ΕΠΤΑ ΠΑΙΔΩΝ
εἰς ἀσθενῆ καὶ μὴ ὑπνοῦντα.

Τοῦ Κυρίου δεηθῶμεν. 
Θεὸς ὁ μέγας καὶ αἰνετὸς καὶ ἀκατάληπτος καὶ ἀνεκδιήγητος, ὁ πλάσας τὸν ἄνθρωπον τῇ χειρί σου, χοῦν λαβὼν ἀπὸ τῆς γῆς· καὶ τῇ εἰκόνι τῇ σῇ τιμήσας αὐτόν, Ἰησοῦ Χριστέ, τὸ ἐπιπόθητον ὄνομα, σὺν τῷ ἀνάρχῳ σου Πατρί, καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, ἐπιφάνηθι ἐπὶ τὸν δοῦλον σου (τόνδε) καὶ ἐπίσκεψαι αὐτὸν ψυχῇ καὶ σώματι, δυσωπούμενος ὑπὸ τῆς πανενδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων· τοῦ τιμίου, ἐνδόξου, προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· τῶν ἐν Ἀγίοις Πατέρων ἡμῶν μεγάλων Ἱεραρχῶν καὶ Οἰκουμενικῶν Διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου, καὶ Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καὶ Κυρίλλου, Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος τοῦ θαυματουργοῦ, καὶ πάντων τῶν ἁγίων Ἱεραρχῶν· τοῦ ἁγίου Ἀποστόλου πρωτομάρτυρος καὶ ἀρχιδιακόνου Στεφάνου, τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλύτου, Θεοδώρου τοῦ Τήρωνος καὶ πάντων τῶν ἁγίων Μαρτύρων· τῶν Ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, Ἀντωνίου, Εὐθυμίου, Σάββα τοῦ Ἡγιασμένου, Θεοδοσίου τοῦ Κοινοβιάρχου, Ὀνουφρίου, Ἀρσενίου, Ἀθανασίου τοῦ ἐν Ἄθῳ, καὶ πάντων τῶν Ὁσίων· τῶν ἁγίων καὶ ἰαματικῶν Ἀναργύρων, Κοσμᾶ καὶ Δαμιανοῦ, Κύρου καὶ Ἰωάννου, Παντελεήμονος καὶ Ἑρμολάου, Σαμψὼν καὶ Διομήδους, Θαλελαίου καὶ Τρύφωνος, καὶ τῶν λοιπῶν· τοῦ Ἁγίου (τοῦδε), καὶ πάντων σου τῶν Ἁγίων· καὶ δὸς αὐτῷ ὕπνον ἀνέσεως, ὕπνον σωματικὸν ὑγείας, καὶ σωτηρίας, καὶ ζωῆς, καὶ ῥῶσιν ψυχῆς καὶ σώματος· καὶ ὡς ἐπεσκέψω ποτὲ Ἀβιμέλεχ τὸν θεράποντά σου ἐν τῷ ἀγρῷ τοῦ Ἀγρίππα, καὶ ἔδωκας αὐτῷ ὕπνον παραμυθίας, τοῦ μὴ ἰδεῖν τὴν πτῶσιν Ἰερουσαλήμ, καὶ τοῦτον κοιμήσας ὕπνῳ θρεπτικῷ, καὶ πάλιν τοῦτον ἀναστήσας ἐν μιᾷ καιροῦ ῥοπῇ, εἰς δόξαν τῆς σῆς ἀγαθότητος· ἀλλὰ καὶ τοὺς ἁγίους σου καὶ ἐνδόξους ἑπτὰ Παῖδας, ὁμολογητὰς καὶ μάρτυρας τῆς σῆς ἐπιφανείας ἀναδείξας, ἐν ταῖς ἡμέραις Δεκίου τοῦ βασιλέως καὶ ἀποστάτου, καὶ τούτους κοιμίσας ἐν σπηλαίῳ ἔτη τριακόσια ἑβδομήκοντα δύο, ὡσεὶ βρέφη θάλποντα ἐν τῇ νηδύϊ τῆς αὐτῶν μητρός, καὶ μηδόλως ὑπομείναντας φθοράν, εἰς ἔπαινον καὶ δόξαν τῆς φιλανθρωπίας σου, εἰς ἔνδειξιν καὶ βεβαίωσιν ἡμῶν τῆς παλιγγενεσίας καὶ ἀναστάσεως πάντων. Αὐτὸς οὖν, φιλάνθρωπε Βασιλεῦ, πάρεσο καὶ νῦν διὰ τῆς ἐπιφοιτήσεως τοῦ Ἁγίου σου Πνεύματος, καὶ ἐπίσκεψαι τὸν δοῦλόν σου (τόνδε), καὶ δώρησαι αὐτῷ ὑγείαν, ῥῶσιν καὶ εὐρωστίαν διὰ τῆς σῆς ἀγαθότητος, ὅτι παρὰ σοῦ ἐστι πᾶσα δόσις ἀγαθή, καὶ πᾶν δώρημα τέλειον. Σὺ γὰρ εἶ, ὁ ἰατρὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, Χριστὲ ὁ Θεός, καὶ σοὶ τὴν δόξαν καὶ εὐχαριστίαν καὶ προσκύνησιν ἀναπέμπομεν, σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.


ΕΤΕΡΑ ΕΥΧΗ ΤΩΝ ΕΠΤΑ ΠΑΙΔΩΝ
εἰς ἀσθενῆ καὶ μὴ ὑπνοῦντα.

Τοῦ Κυρίου δεηθῶμεν. 
Εὐλογητὸς εἶ, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ ποιῶν μεγάλα καὶ θαυμάσια, ὁ ποιήσας ἔνδοξα ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ, ὁ τοῖς ἁγίοις σου ἑπτὰ Παισὶ τὸν ὕπνον, πρόξενον σωτηρίας, χαρισάμενος εἰς τὸ ἐκφυγεῖν τοῦ παρανόμου βασιλέως τὴν ἀπειλήν, αὐτὸς καὶ τῷ δούλῳ σου (δεῖνι) δὸς ὕπνον γλυκὺν καὶ ῥῶσιν σώματος· εἰ καὶ ὡς ἄνθρωπός τι τῶν ἐντολῶν σου παρέβη, συγχώρησον, Κύριε, καὶ ἀνάστησον καὶ φώτισον αὐτοῦ τὴν ψυχὴν καὶ καθάρισον αὐτὸν ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος καὶ διαφύλαξον αὐτὸν τῇ σῇ χάριτι, σῶον, ὑγιᾶ, μακροημερεύοντα, ῥυόμενος ἀπὸ παντὸς κακοῦ καὶ πάσης ἐνεργείας σατανικῆς τὸ πλᾶσμά σου, πρεσβείαις τῆς ἀχράντου Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας καὶ πάντων τῶν ἁγίων σου. Ὅτι σὺ εἶ ὁ ἰατρὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

«Μικρόν Ευχολόγιον», 
Μέρος 7ο 
(«Ακολουθίαι και Ευχαί»),
Εκδόσεις
«Αποστολικής Διακονίας»,
 «Ευχολόγιον Α΄»,
Μέρος Β΄, Κεφ. Β΄,
Έκδοσις
Ιεράς Μονής Σίμωνος Πέτρας,
Άγιον Όρος, 

Δεν υπάρχουν σχόλια:

Δημοφιλείς αναρτήσεις