ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησιν μου ἐν τῆ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῆ δικαιοσύνη σοῦ καί μή εἰσέλθῃς εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσον μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου μή ἀποστρέψῃς τό πρόσωπον σου ἀπ’ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοί ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μοῦ ἐξελοῦ μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. Δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μοῦ τό πνεῦμα σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματος σου, Κύριε, ζήσεις μέ, ἐν τῆ δικαιοσύνη σου ἐξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος σου εἰμι.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἀ’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τά ἔθνη ἐκύκλωσαν με, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὑτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρά Κυρίου ἐγένετο αὕτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἴτα τά παρόντα Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ σταυρῷ.
Ως δεδεγμένος τῶν θαυμάτων τὴν χάριν, θαυματουργεῖς τοῖς εὐλαβῶς προσιοῦσι, τῇ ἱερᾷ πρεσβείᾳ σου ἑκάστοτε. Ὅθεν τοὺς προστρέχοντας, τῷ σεπτῷ σου λειψάνῳ, ρῦσαι πάσης θλίψεως, καὶ παθῶν καὶ κινδύνων, καὶ τῶν πταισμάτων αἴτει ἱλασμόν, ὦ ᾿Ιωάννη, τοῖς σὲ μακαρίζουσι.
Δόξα. Το αυτό. Καἰ νῦν Θεοτοκίον.
Οὐ σιωπήσωμεν ποτέ, Θεοτόκε, τάς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι˙ εἰ μὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων Τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ Σοῦ˙ Σούς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ν΄ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
καὶ ὁ κανὼν οὗ ἣ ἀκροστιχίς.
Χάριν νέμοις ἡμῖν ᾿Ιωάννη. Γερασίμου.
ᾨδὴ α Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Χαρίτων δοχεῖον τῶν θεϊκῶν, Πάτερ δεδειγμένος, χάριν αἴτει καὶ ἱλασμόν, ἡμῖν Ἰωάννη καὶ εἰρήνην, τοῖς εὐλαβῶς προσιοῦσι τῇ σκέπη σου.
Ἀπαύστως παρέχων τὰς δωρεάς, ὡς δεδοξασμένος, Ἰωάννη παρὰ Θεοῦ, σωμάτων θεράπευσον τοὺς πόνους, καὶ χαρμονῆς τὰς ψυχὰς ἡμῶν πλήρωσον.
Ρυσθῆναι κινδύνων ὀδυνηρῶν, καὶ πάσης κακίας, καὶ στενώσεως χαλεπῆς, Χριστὸν ἐκδυσώπει Ἰωάννη, τοῦς τῷ σεπτῷ λειψάνῳ προσπίπτοντας.
Θεοτοκίον.
Ισχὺν οὐρανόθεν δίδου ἡμῖν, πατεῖν τοῦ δολίου, Θεοτόκε τὰς μηχανάς, καὶ βίον ἐνάρετον ἀνύειν, ὡς ἂν ζωῆς αἰωνίου μετάσχωμεν.
ᾨδὴ γ’. Οὐρανίας ἁψῖδος.
Νέον ἄστρον ἐφάνης, τῆς ἀληθοῦς πίστεως ὅθεν τῷ φωτὶ Ἰωάννη, τῶν σῶν δεήσεων, σκότος ἀπέλασον, ἐπηρειῶν ὁλεθρίων, καὶ ὑγείαν βράβευε, τοῖς σὲ γεραίρουσι.
Νοσημάτων παντοίων, καὶ συμφορῶν Ἂγιε, καὶ τῶν ἐν τῷ βίῳ σκανδάλων, ἀτρώτους φύλαττε, τοὺς κεκτημένους σε, πρὸς τὸν Θεὸν μέγαν πρέσβυν, ἰωάννη Ὅσιε, καὶ ἀντιλήπτορα.
Εξεχύθη πλουσίως, παρὰ Θεοῦ Ὅσιε, χάρις τῷ ἁγίῳ σου σκήνει· ὅθεν τοῖς χρήζουσι, βρύει ἑκάστοτε, τοὺς ποταμοὺς τῶν θαυμάτων, πᾶσαν κατακλύζοτας, δαιμόνων κάκωσιν.
Θεοτοκίον.
Μηδαμῶς Κόρη φλέξας, τὴν σὴν νηδὺν Ἂχραντε, ὅλος πῦρ ὑπάρχων ὁ Λόγος, ἐκ σοῦ σεσάρκωται· ὅθεν κατάφλεξον, τὴν ἐν ἐμοὶ ἁμαρτίαν, νοουμένοις ἄνθραξι, τῆς σῆς χρηστότητος
Διάσωσον ταῖς πρὸς Θεὸν ἱκεσίαις σου Ἰωάννη, πάσης βλάδης καὶ χαλεπῶν περιστάσεων, τοὺς τῇ θερμῇ σου προστρέχοντας προστασία.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος δ΄. Πρεσβεία θερμή.
Πρεσβείαν τὴν σήν, ὡς τεῖχος ἀπροσμάχητον, πλουτοῦντες ἀεί, ραδίως ἐκτρεπόμεθα, τὰς καθ᾽ ἡμῶν τοῦ δράκοντος, προσβολὰς Ἰωάννη μακάριε, καὶ γαλήνης πληρούμενοι πολλῆς, τὴν σὴν πρὸς ἡμᾶς χάριν κηρύττομεν.
ᾨδὴ δ’. Εἰσακήκοα, Κύριε.
Ὀδυνῶν καὶ κακώσεων, τοὺς τῷ σῷ λειψάνῳ Πάτερ προστρέχοντα, τῇ σῇ χάριτι ἀπάλλαξον, ὧς Θεοῦ θεράπων γνησιώτατος.
Ἰατρεῖον ἀδάπανον, ἡ σορός ὁρᾶται ἢ τοῦ λειψάνου σου· πᾶσαν νόσον θεραπεύει γάρ, καὶ παρέχει πᾶσι τὰ αἰτήματα.
Συμπαθῶς ἴδε Ἂγιε, τοὺς πιστῶς προσπίπτοντας τῷ λειψάνῳ σου, καὶ τὴν σὴν θερμὴν βοήθειαν, Ἰωάννη δίδου τοῖς αἰτοῦσί σε.
Θεοτοκίον.
Η ἀφράστως κυήσασα, τὸν Δημιουργὸν ἁπάσης τῆς κτίσεως, Θεοτόκε Ἀειπάρθενε, πάσης ἡμᾶς ρῦσαι περιστάσεως.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Μέγας ἀρωγός, ἐκ Θεοῦ ἡμῖν δεδώρησαι· διὰ τοῦτο ἐν καιρῷ τῶν πειρασμῶν, Ἰωάννη τῇ πρεσβείᾳ σου προσφεύγομεν.
Ἰασαι ἡμῶν, ἀλγηδόνας τὰς τοῦ σώματος, Ἰωάννη καὶ τὰς νόσους τῶν ψυχῶν, ἐνεργείᾳ τῆς ἐν σοὶ οἰκούσης χάριτος.
Νέκρωσον ἐχθροῦ, τὰ βουλεύματα μακάριε, καὶ μανίαν καθ᾽ ἡμῶν τὴν χαλεπήν, ἐν εἰρήνῃ διεξάγων τὴν ζωὴν ἡμῶν.
Θεοτοκίον.
Ἲνα σου Ἀγνή, τὴν λαμπρὰν μεγαλοπρέπειαν, ἐν ἡμέρᾳ μεγαλύνω καὶ νυκτὶ τῶν ὑπούλων τοῦ ἐχθροῦ παγίδων ρῦσαί με.
ᾨδὴ στ΄. Τἠν δέησιν ἐκχεῶ.
Ως εἲδον, στῦλον φωτὸς οὐρανόθεν, οἱ πιστοὶ ἐν τῷ ἁγίῳ σου τάφῳ, ἐν εὐλαβείᾳ τὸ θεῖον σου σκῆνος, ἡγιασμένον σοφὲ ἀνεκόμισαν, ἐξ οὒ ἀεὶ ἁγιασμοῦ, δωρεὰς καὶ ἰάσεις καρπούμεθα.
Ἀγγέλων, συνὼν τοῖς δήμοις παμμάκαρ, πανταχοῦ τοὺς σὲ καλοῦντας προφθάνεις, καὶ βοηθείας ὀρέγεις τὴν χεῖρα, τοῖς ἐν κινδύνοις τελοῦσι καὶ θλίψεσι· διό σε πάντες οἱ πιστοί, ὡς προστάτην θερμὸν μακαρίζομεν.
Ναόν σου, τὸν ἱερὸν Ἰωάννη, ὡς ἀχείμαστον πλουτοῦντες λιμένα, ἐν τρικυμίαις καὶ ζάλαις τοῦ βίου, τούτῳ πιστῶς καταφεύγοντες Ὅσιε, ἐπισκοπῇ σου θαυμαστῇ, ποθουμένης γαλήνης πληρούμεθα.
Θεοτοκίον.
Ναμάτων, ζωοπαρόχων Παρθένε, ἀνεδείχθης ἀνεξάντλητος κρήνη, τετοκυῖα τὸν πάντων Δεσπότην· διό μοι βλῦσον ἐλέους καὶ χάριτος, ὕδωρ τὸ θεῖον μυστικῶς, ἵνα σβέσω παθῶν μου τὴν κάμινον.
Διάσωσον ταῖς πρὸς Θεὸν ἱκεσίαις σου ᾿Ιωάννη, πάσης βλάβης καὶ χαλεπῶν περιστάσεων, τοὺς τῇ θερμῇ σου προστρέχοντας προστασίᾳ.
Ἄχραντε ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β’. Τοῖς τῶν αἱμάτων σου.
Τῆν χαριτώνυμον κλῆσίν σου Ὅσιε, ἐπισφραγίζων τοῖς θείοις σου θαύμασι, χαρίτων τῶν θείων ἐνέργειαν, προσεφαπλοῖς τοῖς πιστῶς προσιοῦσι σοι· διὸ Ἰωάννη τιμῶμεν σε.
Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὀσίου αὐτοῦ.
Στίχ. Μακάριος ἀνὴρ ὃ φοβούμενος τὸν Κύριον…
Εὐαγγέλιον. Ἔκ τοῦ κατᾶ Ματθαῖον.
Εἵπεν ὁ Κύριος τοῖς ἑαυτόῦ Μαθηταῖς Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν, εἰμὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰμὴ ὁ Υἱός, καὶ ὦ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἂρατε τὸν ζυγόν μου ἐφ᾽ ὑμᾶς, καὶ μάθετε ἀπ᾿ ἐμοῦ, ὅτι πρᾷός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ᾽ καὶ εὐρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστός, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.
Δόξα.
Ταῖς τοῦ σοῦ Ὅσίου πρεσβείαις, Ελεῆμον, ἐξάλειψον τἀ πλήθη τῶν εμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταις της Θεοτόκου πρεσβείαις, Ελεῆμον, ἐξάλειψον ταἀ πλήθη τῶν εμῶν ἐγκλημάτων.
Στίχ. Ἐλεῆμον, ἐλέησόν με….
Και το προσόμοιον.
Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι.
Χάριν τὴν τοῦ Πνεύματος, τῇ καθαρᾷ πολιτείᾳ, κεκτημένος Ὅσιε, βοηθεῖς ἑκάστοτε τοῖς αἰτοῦσί σε, καὶ παθῶν κύματα, τῇ σῆ ἀντιλήψει, κατευνάζεις καὶ ἐν Πνεύματι, ψυχῆς καὶ σώματα, παύεις χαλεπὰ ἀρρωστῆματα· διὸ θερμῶς βοῶμεν σοι Σκέπε Ἰωάννη καὶ φύλτατε, πάσης ἐπηρείας καὶ λύπης τε καὶ ζάλης ἀσινεῖς, τοῦ πονηροῦ κοσμοκράτορος, τούς σε μακαρίζοντα.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Η ἁγία σορός σου, ὡς ἁγίασμα θεῖον Ἁγίου Πνεύματος, ἀπαύστως ἁγιάζει, τοὺς πίστει προσιόντας, Ἰωάννη καὶ ψάλλοντας. Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εῖ.
Γνόντες Πάτερ τὴν χάριν, ἣν θεόθεν ἐκτήσω οἱ πόνοις στένοντες, προσπίπτουσιν ἐν πίστει, τῇ θείᾳ ἀρωγῇ σου, καὶ ταχέως λαμβάνουσιν, ἀπαλλαγὴν τῶν δεινῶν, θεόφρον Ἰωάννη.
Εξεπλάγησαν σφόδρα, οἱ πικρῶς ἐπελθόντες τῷ θείῳ σκήνει σου, ὡς ζῶν γὰρ τούτοις ὥφθης καὶ νῦν τῇ ζωτικῇ σου, ἀντιλήψει θανάτωσον, τὴν καθ᾽ ἡμῶν τοῦ ἐχθροῦ, μανίαν Ἰωάννη.
Θεοτοκίον.
Ῥάβδος ὥφθης Παρθένε, ὡς φησὶν Ἡσαΐας θεοβλαστούργητος· καὶ νῦν τῆς ἀοράτου, ροπῆς σου θείᾳ ράβδῳ, τοῦ Βελίαρ κατάβαλε, τὰς καθ᾽ ἡμῶν μηχανάς, Ἀγνὴ Θεοκυῆτορ.
ᾨδὴ ζ΄. Τὀν Βασιλέα.
Ἀπὸ ποικίλων, ἀσθενειῶν Ἰωάννη, ἡμᾶς φύλαττε ἀτρώτους δυσωποῦμεν, ὡς ἡμῶν προστάτης, καὶ μέγας ἀντιλήπτωρ.
Σορός σου Πάτερ, ἡ ἱερὰ ἰατρεῖον, πᾶσι πρόκειται τοῖς πίστει προσιοῦσι· πᾶσι γὰρ παρέχει, ἰάσεις Ἰωάννη.
Ἰδε θεόφρον, τοὺς εὐλαβῶς προσιόντας, τῷ λειψάνῳ σου καὶ δίδου τούτοις Πάτερ, περὶ ῶν αἰτοῦνται, ῶς μιμητὴς Κυρίου.
Θεοτοκίον.
Μήτερ Κυρίου, καὶ Ἀειπάρθενε Κόρη, τὴν ταλαίπωρον θεράπευσον ψυχήν μου, τὴν ἀεὶ νοσοῦσαν, παθῶν ἐπικρατείᾳ.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ο μέγας Προκοπέων, ρύστης καὶ προστάτης, καὶ τῆς Εὐβοίας ἁπάσης ἀγλάϊσμα, ρύου ἡμᾶς ἐκ πάσης θλίψεως.
Υψόθεν βλέψον Πάτερ, ἐπὶ τοὺς ἐν πίστει, τῷ ἱερῷ σου λειψάνῳ προστρέχοντας, καὶ τὰ αἰτήματα τούτων πλήρου ἑκάστοτε
Υμνοῦντές σου τὴν χάριν, Πάτερ Ἰωάννη, τὴν σὴν ἀπαύστως αἰτοῦμεν ἀντίληψιν, ἣν ἀεὶ δίδου τοῖς πόθῳ σε μακαρίζουσι.
Θεοτοκίον.
‘Υψώσασα τὸν νοῦν μου, ἐκ τῶν χαμαιζήλων, πτέρωσον τοῦτον ἀγάπη τῇ κρείττονι, ἵνα ὑμνῶ σε ἀπαύστως ῶ Κοσμοσώτειρα.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβίμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν˙ τὴν ὄντως Θεοτόκον Σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Λύχνος εὐσεβείας νεοφανής, ἐκ Καππαδοκίας, ἀνεδείχθης ὡς ἀληθῶς, Πάτερ Ἰωάννη, καὶ πάντας καταυγάζεις, θαυμάτων ταῖς ἀκτῖσιν, Ἀγίῳ Πνεύματι.
Ὂλος ἀνακείμενος τῷ Χριστῷ, ἤνεγκας προθύμως, τὴν δουλείαν τὴν χαλεπήν, καὶ ἐλευθερίᾳ, ζωῆς τῆς μακαρίας, καθεῖλες Ἰωάννη, ἐχθροῦ τὸ φρύαγμα.
Φῶς ἐν εἴδει στύλου ἀπ᾿ οὐρανῶν, λάμψαν τῷ σῷ τάφω, πᾶσιν ἔδειξεν ἐμφανῶς, τὴν ἐν τῷ σεπτῷ σου, λειψάνῳ θείαν χάριν, θεόφρον Ἰωάννη, Ἀγγέλων σύσκηνε.
Ἒχαιρε τὸ πάλαι τῇ σῇ σορῷ, ἡ Καππαδοκία νῦν δὲ χαῖρει πνευματικῶς, τῷ ἡγιασμένῳ λειψάνῳ σου παμμάκαρ, ἡ Εὔβοια τρυφῶσα, τῶν θαυμασίων σου.
Πανταχοῦ ἐξέδραμεν ἀληθῶς, ἡ πλουσία χάρις, τῶν θαυμάτων σου τῶν πολλῶν· ὅθεν δίδου πᾶσι, τοῖς πίστει προσιοῦσι, τῷ θείῳ σου τεμένει, Πάτερ βοήθειαν.
Σκέπε πάσης βλάβης τε καὶ ὀργῆς, τὴν νῆσον Εὐβοίας, Ἰωάννη θαυματουργέ, καὶ τὴν εὐλογίαν, τὴν σὴν δίδου ἀπαύστως, ἁπάσῃ τῇ Ἑλλάδι, ὧς πλήρης χάριτος.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τῷ σωθῆναι ἡμᾶς.
Τό Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί
τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καὶ τὰ Τροπάρια ταῦτα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου