ΤΗ ΚΥΡΙΑΚΗ ΕΣΠΕΡΑΣ.
ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ.
ΠΟΙΗΜΑ ΙΩΑΝΝΟΥ ΕΥΧΑΙΤΩΝ
ᾨδὴ α΄. Ἦχὸς δ΄.
Τριστάτας κραταιούς.
Ὑπέρφωτε λαμπάς, τοῦ ἡλίου τῆς δόξης, τῆς ψυχῆς ς μου τὸν πυρσόν, σβεννύμενον ἀεί, ῥᾳθυμίᾳ ὑπάναψον, θείων ἔργων τῷ ἐλαίῳ, Παναγίᾳ ἐπάρδουσα· ἵνα πίστει καὶ πόθῳ δοξάζω σε.Ῥαντίσασα σεμνῇ, μετανοίας δὑσσώπῳ, τὴν ῥυπῶσαν μοῦ ψυχήν, καϑάρισον ταχύ, καὶ τοῖς δάκρυσι πλύνασα, λεύκανον ὑπὲρ χιόνα, νοητὴν εὐφροσύνην μοι, ἀκουτίσσασα, καὶ ἀγαλλίασιν.
Ἡ πόλις τοῦ Θεοῦ· τὸ τοῦ παμβασιλέως, θεοδόχον εὐαγὲς κειμήλιον σεπτόν, Θεοτόκε Πανάμωμιε, φρούρησον σὴν κληρουχίαν, τὴν ἀεὶ εὐφημοῦσάν σε, καὶ γεραίρουσαν πίστει τὸν τόκον σου.
Μακάριος ἔστιν, ὁ λαὸς Θεοτόκε, ὁ δοξάζων σὲ Θεοῦ, Μητέρα ἀψευδῇ, καὶ ἀεὶ μακαρίζων σε, Ἄχραντε καθὼς προεῖπας, ἱερῶς προφητεύουσα, ὁπηνίκα Χριστὸν ἔνδον ἔφερες.
ᾨδὴ γ΄.
Οὐκ ἐν σοφίᾳ.
Σὲ ἡ σοφία, τοῦ Θεοῦ καθαρώτατον σκήνωμα, εὐραμενη ἐκ τῶν σῶν, ἁγνῶν αἱμάτων σεσάρκωται, καὶ μετὰ τὴν κύησιν ἄφθορον ἔδειξεν.Σὲ ἐν ἡμέρᾳ, τῆς φρικτῆς ἐξετάσεως εὕροιμι, προστασίαν ἀψευδῇ, καὶ ἐν καιρῷ τῆς ἐξόδου μου, ὀξεῖαν ἀντίληψιν Θεογεννήτρια.
Σὲ προστασίαν, Παναγίᾳ παρθένε κεκτήμεθα· μεταποίησον ἡμῶν, εἰς χαρμονὴν τὴν κατήφειαν, καὶ θλίψεως λύτρωσαι γεννώσης θάνατον.
Σὺ Παναγίᾳ, ὑπεράγιον Λόγον κυήσασα, καθαγίασον ἡμῶν, καὶ τὰς ψυχὰς καὶ τὰ σώματα, τῶν μακαριζόντων σε τὴν Παμμακάριστον.
ᾨδὴ δ΄.
Ὁ καθήμενος ἐν δόξῃ.
Στακτὴ θεία καὶ κασσία, ἀπό τῶν ἱματίων σου, Παναγίᾳ Κόρη· χάριτες ἁγνείας ἡδύπνοοι, εὐωδιάζουσαι κόλποις τοῦ Γεννήτορος, τὸν καθήμενον, ἐπὶ τοὺς σοὺς κόλπους ἤγαγον.Ἡ Βασίλισσα παρθένος, ἡ Θεὸν σωματώσασα· ἡ χρυσὴ λυχνίᾳ, λάμψον μετανοίας ἀκτῖνα μοι· ἡ τοῦ ἥλιον νεφέλη φωταγώγησον, τῆς καρδίας μου, τὰ νοητὰ αἰσθητήρια.
Ἡ ἁγία Θεοτόκος, ἣν οἰκῆσαι εὐδόκησεν, ὡς εὐώδη οἶκον, Λόγος τῷ Πατρὶ ὁμοούσιος, οἶκον ὡς δεῖξον Παρθένε θεῖον Πνεύματος, τὸν κραυγάζοντα· Δόξα ἁγνὴ τῇ κυήσει σου.
Ἀπειρόγαμε Μαρίᾳ, τὸ γλυκύτατον ὄνομα· καὶ ὑπὲρ χρυσίον, λίθον τε πολὺ τιμιώτερον· ὁ πολυτίμητος πλοῦτος καὶ ὑπέρτιμον, χρῆμα, σῶσόν με, τὸν ἐπὶ σὲ καταφεύγοντα.
ᾨδὴ ε΄.
Ἀσεβεῖς οὐκ ὄψονται.
Ῥυομένῃ φάνηθι ἐμὲ τῶν δυσχερῶν, καὶ πταισμάτων φθοροποιῶν, καὶ παθῶν καὶ θλίψεων καὶ περιστάσεων, τὸν πιστῶς ὑμνοῦντά σε, Θεοτόκε ἁειπάρθενε.Ἡ τὸν θεῖον ἄνθρακα κυήσασα σαρκί, τῶν παθῶν μου ἡδονῶν, τοὺς φλογώδεις ἄνθρακας δρύσῳ κατάσβεσον, τοῦ ἐλέους Δέσποινα, τῆς ἀφάτου εὐσπλαγχνίας σου.
Τὴν ψυχήν μου φύλαξον ὡς Κόρην ὀφθαλμοῦ, ἐν τῇ σκέπη σου ἀγαθή τῶν πτερύγων Ἄχραντε, καὶ τῶν πνευμάτων μὲ πονηρίας λύτρωσαι, τιμωρίας καὶ κολάσεως.
Ἐν ὅλη καρδίᾳ μου Θεοτόκε Ἀγάθῃ, ἐξομολογεῖσθαι τῷ λυτρωτῇ, τὴν ἐμὴν ἀγάθυνον ψυχὴν ταλαίπωρον, ἐξωϑοῦσα, πώρωσιν, τῆς καρδίας μοῦ Πανάμωμε.
ᾨδὴ ς΄.
Ἐβόησε προτυπῶν.
Ἐμφύτευσον, τῇ ψυχῇ μοῦ ὡς ξύλον πολυφόρον, θεῖον φόθον, καὶ καρπὸν ἐνεγκεῖν καταξίωσον, ἀρετῶν ὁ ἔσω, ἐξ ὧν τρέφεται ἄνθρωπος Δέσποινα.Ἀνάτειλον, μετανοίας ἀκτῖνά μοι Δέσποινα· καὶ τὰ νέφη πονηρῶν λογισμῶν διασκέδασον, ἡλίου νεφέλῃ, τοῦ τῆς δικαιοσύνης Πανάμωμε.
Κατεύνασον, τῶν παθῶν μου τὸν ἄγριον κλύδωνα, καὶ τὴν ζάλην, πονηρῶν ἐννοιῶν ἐξαφάνισον, ἡ βεβαίᾳ πάντων, προστασίᾳ καὶ σκέπη Πανύμνητε.
Ἐπλήθυναν, ὑπὲρ ἄμμον θαλάσσης τὰ πταίσματα, τῆς ψυχῆς μου, καὶ ὡς φόρτος βαρὺς κατατρύχει με· ἀλλὰ σὺ Παρθένε, πρὸ τοῦ τέλους οἰκτείρασα σῶσόν με.
Κάθισμα.
Ταχὺ προκατάλαβε.
Ἁγνὴ ἀπειρόγαμε, χριστιανῶν ἡ ἐλπίς· πτωχῶν ἀντιλήπτρια, τῶν θλιβομένων χαρᾷ· Πενθούντων παράκλησις· ῥῦσαι με συσχεθέντα, πειρασμοῖς ἀδοκήτοις· ἴασαι με νοσοῦντα, κατὰ σάρκα καὶ πνεῦμα· πρὸς σὲ γὰρ κατέφυγον μόνη Πανάχραντε.ᾨδὴ ζ΄.
Ὁ διασώσας ἐν πυρί.
Ἁγιωσύνης ἱερόν· ἐλεημοσύνης χωρίον· δικαιοσύνης ἀληθοῦς, ἐνδιαίτημα Δέσποινα δέομαι, δικαιώσασα, σῶσόν με, δωρεάν τὸν δικαιοῦντα, Χριστὸν τεκοῦσα.Ἔχεις τὸ δύνασθαι Ἁγνή, πάντως ὡς τεκοῦσα Δεσπότην· τῆς Δεσποτείας με διό, ἡδονῶν καὶ παθῶν ἐλευθέρωσον· ἵνα κράζω τῷ τόκῳ σου· ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητὸς εἶ.
Τὴν ἀποῤῥήτως ἐν γαστρί, καὶ ὑπερφυῶς δεξαμένην, τὸν ἀναλλοίωτον Θεόν, εὐσπλαγχνίᾳ βροτοῖς ὁμιλήσαντα, οἱ πιστοὶ προσκυνήσωμεν, ὡς Μητέρα τοῦ Κυρίου εὐλογημένην.
Ῥῆξον πταισμάτων τὰς σειράς, τῇ σῇ Μητρικῇ παῤῥησίᾳ, τῶν εὐσεβῶς τε καὶ πιστῶς, μελῳδούντων τῷ τόκῳ σου Πάναγνε· Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὅ τῶν Πατέρων εὐλογητὸς εἶ.
ᾨδὴ η΄.
Ὁ Χεῖρας ἐκπετάσας.
Ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, Παρθένος πέφηνας ἄνθος βλαστήσασα, τὸν παντοδύναμον Κύριον, τὸν ἡμᾶς εὐωδιάσαντα, καὶ τὴν ὀσμήν τὴν ἑαυτοῦ πᾶσι παρέχοντα τοῖς βοῶσι· πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.Ἀνοίγεται πάλιν διά σου, ὁ πρὶν Παράδεισος, καὶ ἐπεισάγεται, ὁ πρὶν κατάκριτος ἄνϑρωπος, καὶ θεοῦται ἀληθέστατα, Θεοχαρίτωτε Ἁγνή, βροτῶν τὸ φύραμα Ἁγνή τῶν βοώντων· πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Ῥῆξον τὸν κλοιόν μου τὸν βαρύν, τῶν παραπτώσεων, Θεοχαρίτωτε, καὶ τὴν καρδίαν μου σύντριψον· τὴν ψυχήν μου καταλάμπρυνον· καὶ τοῦ νόος μου τὸ σαθρὸν στῆσον καὶ ἄστατον· ἵνα μέλπω, πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Νοσοῦσαν Παρθένε τὴν ἐμήν, ψυχὴν θεράπευσον, καὶ τὸν ἐνόντα μοι, παθῶν ἀπόπλυνον βόρβορον, καὶ τῷ βήματι παράστησον, τοῦ Παντοκράτορος Θεοῦ ὅλον σῳζόμενον· ἵνα μέλπω· πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Ὁ Εἱρμός.
Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε· πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταὶ παῖδες κραυγάζοντες· εὐλογεῖτε πάντα τὰ ἔργα. Κυρίου τὸν Κύριον.ᾨδὴ θ΄.
Λίθος ἀχειρότμητος.
Σύ τὸ ἐγκαλλώπισμα πάντων, τῶν ἐπὶ σοὶ ἐγκαυχωμένων· σὺ ἡ εὐφροσύνη τοῦ κόσμου· καὶ θυμηδίᾳ ἡμῶν τῶν δούλων σου· σὺ γλυκασμὸς καὶ ἔφεσις, τῶν σὲ ὑμνούντων Μητροπάρθενε.Ὑμνοῦμεν τὴν ἄφατον δόξαν, καὶ τὴν ἀνείκαστον σου χάριν· οὗ γὰρ εἶ πηγὴ τῆς σοφίας· ἐξ ἧς ὁ λόγος πᾶσι προέρχεται, τοῖς σὲ τιμῶσιν Ἄχραντε, καὶ μεγαλύνουσι τὸν τόκον σου.
Ὤφθης Χερουβεὶμ ἀνωτέρα· καὶ οὐρανῶν Ὑψηλοτέρᾳ, Ἄχραντε Παρθένε Μαρίᾳ, βουλῆς μεγάλης Ἄγγελον τέξασα, τὸν τῷ Πατρὶ συνάναρχον, καὶ συναΐδιον τῷ Πνεύματι.
Δέσποινα, ἁγία Παρθένε, σὺ δωρεὰν οἰκτείρησόν με· οὐ γὰρ ἔχω ἄλλην ἐλπίδα, τῆς σωτηρίας δἰ ἧς σωθήσομαι, εἰμὴ τὴν σὴν ἀντίληψιν, καὶ τὴν βοήθειαν καὶ σκέπην σου.
Προσόμοια.
Ὁ ἐξ ὑψίστου.
Χαῖρε φωτὸς καθαρώτατον δοχεῖον· Χαῖρε στῦλε πύρινε τὸν νοητὸν Ἰσραήλ, ἔνδον εἰς θείαν κατάπαυσιν, εἰσάγων μόνη· Χαῖρε νεφέλῃ τὸν μέγαν ἥλιον, κόσμῳ διαυγάσασα καὶ πρὸς τὸ ἄδυτον, φῶς τοὺς ἐν σκότει καθεύδοντας, τῆς ἀγνωσίας, μεταβιβάσασα, Θεονύμεὐτε· Χαῖρε Παρθένε· Χαῖρε Πάνσεμνε· Χαῖρε Μήτηρ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν· ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.Χαῖρε φαιδρὸν ἐνδιαίτημα Κυρίου· Χαῖρε θρόνε πάγχρυσε· Χαῖρε λυχνίᾳ χρυσῇ· Χαῖρε κογχύλῃ ἡ βάψασα, ἐκ σῶν αἱμάτων, τῷ βασιλεῖ πορφύραν θεότευκτον· χαίροις πόλις ἔμψυχε· τίμιε στέφανε· καὶ κραταιὸν περιτείχισμα, βασιλευόντων, ἐν εὐσεβείᾳ χαῖρε ἀνίκητον, στρατευομένων θάρσος Πάναγνε· Χαῖρε πύλη Κυρίου Πανύμνητε· ὃν ἱκετεύεις σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.
Χαῖρε ναὲ πανυπέρτιμε Κυρίου· χαῖρε θεία τράπεζα ἄρτον βαστάσασα· Χαῖρε ἀπότιστος ἄμπελε, τὸν γλυκὺν βότρυν, ἡ ἐκβλαστήσασα χαῖρε ἥδιστον, ἄσμα καὶ ἐντρύφημα τῶν οὐρανίων νοῶν· Χαῖρε τὸ ἄνθος τῆς φύσεως, Παρθενομῆτορ, τὸ ὡραιότατον καὶ πανεύοσμον· Χαῖρε τὸ κρῖνον, τὸ κροκόλευκον, καὶ ἡδύπνοον χαῖρε Παράδεισε, τῆς τρυφῆς τῆς ἀφθάρτου· Χαῖρε κόσμε πολυέραστε.
Ἐξαγορεύω ἁγνὴ σοι Θεοτόκε, τὰ δεινά μου πταίσματα· εἰ γὰρ καὶ κρύψω αὐτά, ἐν τῇ ἡμέρᾳ τῇ κρίσεως, ἀνοιγομένων, τῶν βίβλων πάντως φανερωθήσονται· ὄμματα ἐῤῥύπωσα, βλέπων τὰ ἄτοπα· χεῖρας ἀθέσμως ἐμόλυνα,, ταῖς αἰσχρουργίαις· σῶμα ἠχρείωσα ὁ ταλαίπωρος, καὶ τὴν ψυχήν μου ἐτραυμάτισα, ἁμαρτίαις, ἐλέησον οἴκτειρον· καὶ μερίδος με δεῖξον, σῳζομένων ταῖς πρεσβείαις σου.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου