Κυριακή 1 Σεπτεμβρίου 2024

Αγίες Τεσσαράκοντα Παρθένες και Ασκήτριες και Αμμούν ο διδάσκαλος αυτών - 1 ΣΕΠΤΕΜΒΡΙΟΥ

 



Αγίες Τεσσαράκοντα Παρθένες και Ασκήτριες και Αμμούν ο διδάσκαλος αυτών

Eις τας Παρθένους.
Δισεικαρίθμοις παρθένοις πῦρ καὶ ξίφος,
Θεοῦ προεξένησαν Υἱὸν νυμφίον.

Eις τον Aμμούν.
Ἀμμοῦν καλύπτραν ἔμπυρον δεδεγμένος,
Τὸ σαρκικὸν κάλυμμα χαίρων ἐξέδυ.

Ἀπολυτίκιον
θλητῶν αἱ χορείαι, δεῦτε συνδράμετε καὶ τεσσαράκοντα κόρας μετὰ Ἀμμοὺν εὐσεβοῦς μεγαλύνατε, λαμπρῶς πανηγυρίζουσι ὅτι ἐνήθλησαν στερρῶς τῇ ἀσκήσει ἐν Χριστῷ, ῥωσθεῖσαι καὶ λαμπρυνθῆσαι πρεσβεύουσαι τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Κάθισμα
Ἦχος α’. Τὸν τάφον σου Σωτὴρ.
Τῶν ἁγίων Γυναικῶν Ἀμνάδες λογικαί, τῷ ἀμνῷ καὶ ποιμένι, προσήχθητε πιστῶς, διὰ τοῦ μαρτυρίου, τὸν δρόμον τελέσασαι, καὶ τὴν πίστιν τηρήσασαι· ὅθεν σήμερον, περιχαρῶς εὐφημοῦμεν, Ἀξιάγαστοι, τὴν ἱερὰν ὑμῶν μνήμην, Χριστὸν μεγαλύνοντες.

Δεν υπάρχουν σχόλια:

Δημοφιλείς αναρτήσεις