Παρακλητικός Κανών εις τον Όσιον Ισαάκ τον Σύρο Επίσκοπο Νινευί
Ποίημα Αθανασίου Ιερομονάχου Σιμωνοπετρίτου
†Εορτάζεται στις 28 Σεπτεμβρίου
Εῦλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον
ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σού καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὂτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μού ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. Δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μού τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὀνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἡμυνάμην αὐτοῦς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.καὶ τὰ Τροπάρια·
Ἦχος δ’ . Ὁ ὑψωθείς ἐν τῷ Σταυρῶ.
Τῆς μετανοίας τὴν χριστόῤῥειθρον γλῶτταν, τῆς κατανύξεως καὶ πένθους ἐργάτην, διδάσκαλον θεόπνευστον χοροῦ τῶν μοναστῶν, ᾿Ισαὰκ τὸν πάνσοφον, ἱκετεύσωμεν πόθῳ, ὅπως ἅπερ γέγραφεν ἐν τῇ βίβλῳ εἰς πρᾶξιν, μεταποιήσωμεν προθύμως ἀδελφοί, καὶ αἰωνίαν, ζωὴν ἀπολαύσωμεν.Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμεν ποτὲ Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῥῤύσατο ἐκ τοσούτων κινδύνων, τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους, οὐκ ἀποστῶμεν, Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.Εἶτα ὁ Ν΄ ψαλμός.
Ελέησόν με, ὁ Θεός, κατά τό μέγα έλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημα μου. Ἐπί πλεῖον πλύνόν με ἀπό τῆς ἀνομίας μου καί ἀπό τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιον μου ἐστι διά παντός. Σοι μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιον Σου ἐποίησα, ὅπως ἀν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαι Σε. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις εκίσσησέ με ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας, τά ἄδηλα καί τά κρύφια τῆς σοφίας Σου ἐδήλωσας μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ακουτιείς μοι ἀγαλλίασιν καί εὐφροσύνην, αγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπον Σου ἀπό τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα ευθές εγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή ἀπορρίψῃς με ἀπό τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μή αντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὀδούς Σου καί ἀσεβεῖς ἐπί σε ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, αγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τά χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσιν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἀν, ὁλοκαυτώματα οὑκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὑκ ἐξουδενώσει. Αγάθυνον, Κύριε, ἐν τῆ εὐδοκία Σου τήν Σίων καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριον Σου μόσχους.εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Ἀββᾶ ᾿Ισαάκ, δὸς ἡμῖν εὐχὴν ἐν μετανοίᾳ.Ἀ(θανάσιος).ᾨδὴ α΄. ῏Ηχος πλ.δ΄. ῾Υγρὰν διοδεύσας.
Ἀγγέλων πολίτευμα διελθών, διδάσκεις πανσόφως, τὸν ἀγῶνα κατὰ παθῶν, Ἀββᾶ ᾿Ισαὰκ τοῖς μελετῶσι, ἐν προσοχῇ θεοχάρακτον βίβλον σου.Βαρύνει ἀμέλεια τὴν ψυχήν, Ἀββᾶ ἑκουσίως, καὶ σκοτίζει τὸν λογισμόν, ταῖς σαῖς ἱκεσίαις ἔγειρόν με, πρὸς ἐργασίαν σωτήριον δέομαι.
Βασίλισσα πέλει τῶν ἀρετῶν, ἡ θεία ἀγάπη, καὶ ὁ ἔρως πρὸς τὸν Θεόν, ὧν Πάτερ στερούμενος αἰτοῦμαι, ταῦτά μοι δοῦναι ἁγίαις πρεσβείαις σου.
Θεοτοκίον.
Ἀθάνατον ἔχων μου τὴν ψυχήν, οὐδόλως μοι μέλει, Θεοτόκε περὶ αὐτῆς, παρόντων φροντίζων οὐ μενόντων, ὅθεν βοῶ σοι ἀνάνηψιν δίδου μοι.ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἰσαὰκ θεοφόρε καταγελῶν ἔλιπες, πάντα τὰ ἡδέα τοῦ κόσμου, κατὰ τὴν κλῆσίν σου, Θεὸν θηρώμενος, ῞Ον σχὼν ἐν μέσῃ καρδίᾳ, πάντοτε ἱκέτευε, ὑπὲρ τῶν δούλων σου.Συνεχῶς ἁμαρτάνων, τὸν ᾿Ιησοῦν Ὂσιε, τὸν γλυκὺν λυπῶ ἀναισθήτως ἐπιδεικνύμενος, θέλημα ὅπερ μου, εὐχαῖς σου σύντριψον πάτερ, καὶ πραῢν ἀνάδειξον, τὸν ἀνυπότακτον.
Ἀδεῶς μου τὸν βίον, ἐκδαπανῶ Ὂσιε, καὶ ἐν πρακτικῇ ἀθεΐᾳ διαπορεύομαι, ὅθεν τὴν αἴσθησιν, τῆς πανταχοῦ παρουσίας, τοῦ Δεσπότου δώρησαι, τὴν ἐγερτήριον.
Θεοτοκίον.
Ἀγνοτάτη καθ᾿ ὅλα, τὴν τοῦ Θεοῦ εἵλκυσας, Χάριν Παναγία Παρθένε, ἐγὼ δὲ κάλλος μου, ψυχῆς ἠμαύρωσα, παντοδαπαῖς αἰσχρουργίαις, ὧν με ρῦσαι Δέσποινα, τῇ μεσιτείᾳ σου.Διάσωσον, ἀπὸ παθῶν ψυχοφθόρων τοὺς σοὺς ἱκέτας, ὦ Ἀββᾶ ᾿Ισαὰκ ὡς ἰσάγγελος, καὶ λύτρωσαι ἡμᾶς δεινῆς, τυραννίας δαιμόνων.
Ἐπίβλεψον ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἲτησις καὶ τὸ Κάθισμα.
῏Ηχος β΄. Πρεσβεία θερμή.
Ἀββᾶ Ἰσαάκ, διδάσκαλε θεώσεως, δακρύων κρουνούς, ἐν κατανύξει δώρησαι, ὅπως πλύνω ὅσιε, τῆς ψυχῆς μου τὸν βόρβορον, καὶ σὲ δοξάζω ἀεί, ὡς σωτηρίας πρόξενον.ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Κύνας Πάτερ ἐκδίωξον, τοὺς φιλομακέλλους κατασπαράξαι μου, τὴν καρδίαν ἀναμένοντας, καὶ ἀλλοτριῶσαι τοῦ Δεσπότου μου.Δεδεμένον ἀφύκτως με, τοῖς πλημμελημάτων δεσμοῖς μακάριε, ἐλευθέρωσον σοῦ δέομαι, ἵνα πετασθῶ πρὸς τὰ οὐράνια.
Ο καιρός μου παρέρχεται, ἄκαρπος Ἀββᾶ μου καὶ τί γενήσομαι; σπεῦσον τόνωσον ἰσχύας μου, καὶ τῆς παραλύσεως ἐξέγειρον.
Θεοτοκίον.
Σοὶ προσπίπτω Πανάμωμε, τῇ διασῳζούσῃ τοὺς ἁμαρτάνοντας, καὶ Κυρίῳ ἐπιστρέφοντας, διὰ τῆς ἁγίας μεσιτείας σου.ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἢδη ὁ καιρός, τῆς ζωῆς Ἀββᾶ συντέτμηται, καὶ ὡς ἡ ἄκαρπος συκῆ τὴν ἐκκοπήν, πτοοῦμαι σπεῦσον, ἐν ἐσχάτῃ ὥρᾳ σῶσόν με.Μέγας ὁ ποιῶν, ἀγρυπνίαν λέγεις ῞Οσιε, τοῖς ἀσωμάτοις ἁμιλλώμενος, διὸ ὑπνοῦντα, πρὸς ἐγρήγορσίν με ἔγειρον.
Ἲσχυσεν Ἀββᾶ, ἡ συνήθεια καὶ ἕλκει με, ὥσπερ δήμιος τὸ θῦμα πρὸς σφαγήν, ὅθεν βοῶ σοι· λογισμούς μου ἐξαλλοίωσον.
Θεοτοκίον.
Νοῦν μου ᾿Αγαθή, τὸν ἀκράτητον συμπέδησον, τῇ σωτηρίῳ μνήμῃ γλυκυτάτου ᾿Ιησοῦ, ὅπως ἐκφύγω, τῆς δουλείας τοῦ ἀλάστορος.ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Εὐλόγησον, τὴν μικράν μου Ὂσιε, λειτουργίαν ἣν προσάγω Κυρίῳ, καὶ τὸν πτωχόν, ὀβολὸν πλήθυνόν μου, εἰς ἑκατὸν ἀρετῆς τὰ νομίσματα, ἀκούει γὰρ τὴν σὴν εὐχήν, ὁ Δεσπότης πληρῶν τὰ αἰτήματα.‘Υψώσας μου, λογισμὸν ἐκπέπτωκα, ὡσεὶ κέδρος ὑψηλὴ τοῦ Λιβάνου, σαῖς προσευχαῖς, Ἰσαὰκ θεοφόρε, ἐν ταπεινώσει τὸν βίον περάσαι με, ἀξίωσον καὶ ἐφεξῆς, τῷ Χριστῷ εὐαρέστως πορεύεσθαι.
Χαλίνωσον, ἀναιδές μου ὄρνεον, ὡς ἐκάλεσας νοὸς τὰς κινήσεις, σεπτὲ ᾿Αββᾶ, καὶ εὐχῇ τοῦτον θρέψον, ἵνα πτωμάτων μὴ θέλῃ τὴν σκύλευσιν, καὶ πότισόν με δαψιλῶς, τῇ πηγῇ τῶν δακρύων τρισόλβιε.
Θεοτοκίον.
Ἠνέῳξας, τοῖς ἀνθρώποις Δέσποινα, τῆς ζωῆς τῆς ἀληθοῦς θείαν θύραν, ἥν ὡς στενήν, ἀξιώσαις περάσαι, κἀμὲ τὸν ράθυμον σφόδρα πρεσβείαις σου, καθαίρουσα τὸ ὀπτικόν, τῆς ταλαίνης ψυχῆς μου ἐν δάκρυσι.Διάσωσον, ἀπὸ παθῶν ψυχοφθόρων τοὺς σοὺς ἱκέτας, ὦ Ἀββᾶ Ἰσαὰκ ὡς ἰσάγγελος, καὶ λύτρωσαι ἡμᾶς δεινῆς, τυραννίας δαιμόνων.
Ἂχραντε ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.
Αἲτησις καὶ τὸ Κοντάκιον.
῏Ηχος β΄. Προστασία τῶν χριστιανῶν.
Τῇ σῇ βίβλῳ ἐδίδαξας ἄπειρα, μοναστῶν καὶ μιγάδων συστήματα, ὅθεν Πάτερ, εὐγνωμοσύνης δέχου τὰς φωνάς, Ἀββᾶ Ἰσαὰκ καὶ πρὸς παθῶν, τὴν ἐκκοπὴν δίδου ἡμῖν, πατρικὴν εὐλογίαν σου, ὅπως κεκαθαρμένοι, ζήσωμεν ἐν Κυρίῳ, καὶ συναφθῶμεν μυστικῶς, εἰς αἰῶνα ἀτελεύτητον.Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ῾Οσίου αὐτοῦ.
Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις Αὑτοῦ.Ευαγγέλιον,
Ἐκ τοῦ κατὰ Ματθαῖον.
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν, εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰ μὴ ὁ Υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι κἀγὼ ἀναπαύσω ὑμᾶς. ῎ᾼρατε τὸν ζυγόν μου ἐφ᾿ ὑμᾶς καὶ μάθετε ἀπ᾿ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. ῾Ο γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστι.Δόξα.
Ταῖς τοῦ σοῦ Ὀσίου πρεσβείαις ᾿Ελεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.Καὶ Νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.Στίχ. ᾿Ελεῆμον, ἐλέησόν με ὁ Θεός…
῏Ηχος πλ.β΄. ῞Ολην ἀποθέμενοι.
᾿Ισαὰκ μακάριε, τῶν ἀσκητῶν μέγα κλέος, ἱσταμένων στήριγμα, πεπτωκότων ἔγερσις, καὶ διδάσκαλε, τῶν ποθούντων κάθαρσιν, καὶ μετὰ Κυρίου, τὴν σωτήριον συνένωσιν, σὲ ἱκετεύομεν, δὸς ἡμῖν εὐχῶν σου βοήθειαν, καὶ σκεύη τιμιώτατα, ἀπὸ ἀναξίων ἐξάγαγε· ὅπως εὐγνωμόνως, τιμῶμέν σου τὴν μνήμην τὴν σεπτήν, καὶ τὸν Δεσπότην δοξάζωμεν, σὲ ὑπερδοξάσαντα.Σῶσον ὁ Θεὸς τὸν λαόν σου…
ᾨδὴ ζ΄. Παῖδες ἑβραίων.
Νῆψιν ᾿Αββᾶ χαρίσαις πᾶσι, τοῖς τὴν βίβλον σου, ἐκ πόθου μελετῶσι, καὶ ποθοῦσι τὸν σὸν, μιμεῖσθαι θεῖον βίον, ὅπως εὐχὴν κτησώμεθα, ἐν γνησίᾳ μετανοίᾳ.Εὗρες τὸν θεῖον Μαργαρίτην, δι᾿ ὅν πέπρακες, τὸν ἅπαντά σου βίον, καὶ πλουτήσας ᾿Αββᾶ, τῇ ἀρετῶν ἀσκήσει, ταύτας ἡμῖν ὡς φρόνιμος, οἰκονόμος μεταδοίης.
Νέκρωσον φρόνημα τοῦ κόσμου, ὦ θνησίζωε, ἐκ τῆς ἡμῶν καρδίας, καὶ τὴν μνήμην ἀεί, θανάτου ἐγκαινίσαις, ὅπως Χριστῷ συζήσωμεν, Ἰσαὰκ εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Μόνη ὑπάρχεις σωτηρία, Παναμώμητε ἐλπὶς ἀπηλπισμένων, διὸ πρόσχες κἀμοῦ, φωνῆς ἀπηλπισμένου, καὶ δωρεὰν παράσχου μοι, Παραδείσου θεῖον κλῆρον.ᾨδὴ η΄. Τὸν ἐν ὄρει.
Ἐλεήμων ὡς ἔχων τὴν καρδίαν, πάντας ἤθελες, σωθῆναι ἐν Κυρίῳ, διὸ καῦσιν τὴν σήν, μετάδος μοι ὦ Πάτερ, τῷ ἐψυγμένῳ πάθεσι, καὶ παντοίαις ἁμαρτίαις.Τρέμω Πάτερ τὴν τελευταίαν ὥραν, τῆς ἐτάσεως, ὡς φύλλον ἐξ ἀνέμου, ἔνδυσόν με γυμνόν, ἐσθῆτι τῇ τοῦ γάμου, μήπως τοῦ Δείπνου μέτοχος, κἀγὼ γένωμαι εὐχαῖς σου.
Ἀγγελός τις ὡς σεσωματωμένος, καὶ ἀσκήσεως, ὢν λύχνος φωτοφόρος, δίδαξόν με πῶς δεῖ, Θεῷ εὐαρεστῆσαι, καὶ μὴ ἀκάρπως δόλιχον, μοναζόντων διατρέξω.
Θεοτοκίον
Νίκην δίδου ἀεὶ κατὰ ἐχθρῶν μου, Παναμώμητε, σαῖς θείαις ἱκεσίαις, ἵνα μὴ δι᾿ ἐμέ, βλασφημηθῇ Υἱός σου, Χριστὸς ῞Ον περ δοξάζομεν, οἱ πιστοὶ εἰς τοὺς αἰῶνας.ᾨδὴ θ΄. ᾿Εξέστη ἐπὶ τούτῳ.
Οὐράνιον ὡς μάννα σαὶ διδαχαί, καὶ ποτὸν ὡς ἐκ πέτρας γνωρίζονται τοῖς μονασταῖς, ὧν καταγλυκαίνουσι δαψιλῶς, καρδίας καὶ συντείνουσιν, εἰς τὸν ἐν Χριστῷ ἀνακαινισμόν, οὗ ᾿Ισαὰκ θεόφρον, ἡμᾶς καταξιώσαις, τοὺς ἐντρυφῶντας τοῖς πυξίοις σου.Ἰᾶσαι πρακτικώτατε ἰατρέ, ψυχοφθόρων παθῶν ἀναγνώστας σου καὶ τὰς πληγάς, ἐν ἐλαίῳ πίονι θαυμαστῶς, καθαίρεις ἐξ ὧν ἔμαθες, ὢν ἐν τῇ ἐρήμῳ Ἀββᾶ σοφέ, διὸ ἀντίμισθόν σοι, τὸν ὕμνον τοῦτον δέχου, ὃν εὐγνωμόνως ἀναμέλπομεν.
Ἀέρα ἧττον ἔπνεις τοῦ ᾿Ιησοῦ, ᾿Ισαὰκ ὅθεν τούτῳ συγγέγονας, ἐξ Οὗ τὸ πᾶν, ρῆμα ἀπεξήντλησας καὶ γραφαῖς, ἡμῖν κλῆρον παρέδωκας, ὑπὲρ πλοῦτον πρόσκαιρον καὶ φθαρτόν, δι᾿ οὗ υἱοὺς γενέσθαι, τῆς θείας Βασιλείας, τοὺς σὲ γεραίροντας ἀξίωσον.
Θεοτοκίον
Ἀκένωτος ὑπάρχουσα ποταμός, τῶν χαρίτων τοῦ Πνεύματος Δέσποινα, δίδου ἡμῖν, τοῖς ἀνευφημοῦσί σε ἐκ ψυχῆς, τὸ ὕδωρ τὸ σωτήριον, καὶ τῆς Βασιλείας ἀναψυχήν, πρεσβεύουσα Κυρίῳ, σὺν ᾿Ισαὰκ τῷ μύστῃ, καὶ λατρευτῇ σου Θεονύμφευτε.Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξωτέραν, ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα μεγαλυνάρια,
Σύρος ὢν τὸ γένος τὸ σαρκικόν, ἄγγελος Κυρίου, ἀνεδείχθης ὦ ᾿Ισαάκ, σάλπιγγι ἀγάπης, μετάνοιαν κηρύττων, καὶ σωτηρίας τρίβον, εὐθύνων λόγοις σου.Ἀρχιερωσύνης τὸν στολισμόν, πόθῳ ἡσυχίας, καταλέλοιπας ᾿Ισαάκ, καὶ ἐπενεδύθης, τοῦ Πνεύματος τὴν Χάριν, δι᾿ ἧς τοὺς πεπτωκότας, ἐγείρεις πάνσοφε.
Μοναστῶν παιδεύεις Ἀββᾶ χορούς, δίαυλον βαδίζειν, ἐν ἀσκήσει καθαρτικῇ, καὶ Χριστὸν διώκειν, πάσῃ ψυχῆς δυνάμει, τὸν πλοῦτον Βασιλείας, διδόντα ἄφθονον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ και τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καί τά Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.Ἀπολυτίκιον. Ἦχος πλ.α΄. Τὸν συνάναρχον Λόγον.
Τῷ πυρὶ τῆς ἀγάπης ὁλοκαυτούμενος, ἀντὶ σώματος πνεῦμά σου ὥσπερ σφάγιον, ἀνενενέγκας τῷ Θεῷ φιλοσοφώτατε, τὰ βαθέα παρ’ Αὐτοῦ, ἐμυήθης Ἰσαάκ,
καὶ ὥσπερ στόμα τι θεῖον, ἐκληροδότησας Πάτερ, ἡμῖν τὴν βίβλον σου.Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
῏Ηχος β΄. ῞Οτε ἐκ τοῦ ξύλου σε.
Νέας Διαθήκης ᾿Ισαάκ, τὸν ἐγκαινισμὸν τῆς καρδίας σοφῶς διδάσκοντα, δεῦτε εὐφημήσωμεν, καθικετεύοντες· τῶν ρευμάτων τοῦ Πνεύματος, ἀξίωσον Πάτερ, πάντας τοὺς τὴν βίβλον σου, ἀναγινώσκοντας, ὅπως ἐν καρποῖς μετανοίας, ἴδωμεν προσώπου Κυρίου, κάλλος τὸ ἀμήχανον πρεσβείαις σου.Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν.Στίχοι·
Σφάττειν πονηροὺς υἱοὺς τῇ κατανύξει,
Ἀββᾶ ᾿Ισαάκ, ἀξίωσον σοὺς δούλους.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου