Παρασκευή 21 Ιουνίου 2024

Ἱερομάρτυς Βασίλειος Καραπαλίκης


 

Ἱερομάρτυς Βασίλειος Καραπαλίκης 
21-6-1902

Η ΠΑΡΑΚΛΗΣΗ ΤΟΥ ΑΓΙΟΥ ΕΔΩ  

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου, ἐνδόξου νέου Ἱερομάρτυρος, Βασιλείου, ἀπηνῶς ἐν Χιλιοδένδρῳ Καστορίας κτανθέντος. Ὁ ἔνδοξος τοῦ Χριστοῦ Νέος ῾Ιερομάρτυς Βασίλειος, τοὐπίκλην Καραπαλίκης, ἦν ἔγγαμος Ἱερεύς, πατὴρ τριῶν τέκνων, δύο υἱῶν καὶ μιᾶς θυγατρός, ἐφημέριος τῆς ἐνορίας Χιλιοδένδρου Καστορίας. 
Ἐγεννήθη ἐν ἔτει 1858 καὶ ἠνάλωσεν ἑαυτὸν τῇ διακονίᾳ τοῦ πλησίον, τῇ ἀπλανεῖ ποδηγεσίᾳ αὐτοῦ καὶ τῇ Θείᾳ Λατρείᾳ. Φιλακόλουθος ὢν ἐτέλει τὰς Ἱερὰς Ἀκολουθίας ἐν τῷ τότε ἐνοριακῷ Ναῷ τοῦ Ἁγίου Δημητρίου καὶ ἔχαιρε τῆς τιμῆς καὶ τῆς εὐλαβείας τῆς λογικῆς αὐτοῦ ποίμνης. Διὰ τὰς πολλὰς αὐτοῦ πρὸς ἅπαντας εὐεργεσίας ἐφθονήθη ὑπὸ τῶν ἀπίστων ἐκγόνων τῆς Ἄγαρ καὶ δὴ τῶν οἰκούντων ἐν τῇ γείτονι Μεσοποταμίᾳ. Ἐξ αὐτῆς ἀνόσιοι ἄνδρες τὴν ἑσπέραν τῆς 21ης Ἰουνίου τοῦ ἔτος 1902 ἐπέδραμον εἰς τὸν Ναόν, ἔνθα αὐτὸς ἐτέλει τὴν ἑσπερινὴν ἀκολουθίαν καὶ δι’ ὅπλου πυροβόλου αὐτὸν ἱστάμενον ἔμπροσεν τῆς Ἁγίας Τραπέζης ἐτραυμάτισαν. Ἐξελθὼν ὁ πανόσιος Βασίλειος τοῦ Ναοῦ ἐρευνῆσαι τὴν αἰτίαν τοῦ αὐτοῦ τραυματισμοῦ κατεκρεουργήθη ὑπὸ τῶν ἀπίστων, ἀνηλεῶς κτυπώντων αὐτὸν διὰ ξύλων καὶ πελέκεων, ἐθραύσθη τὴν κεφαλήν, ἐστρεβλώθη τὴν γνάθον καὶ ἐκακώθη τὸ σαρκίον ἄχρι θανάτου. Τὸ αἱμόφυρτον αὐτοῦ σκῆνος μετὰ δυσκολίας ἀργότετον ἀνεγνωρίσθη ἐκ τῆς γενειάδος καὶ τῶν ἱερῶν αὐτοῦ ἀμφίων καὶ ἐνεταφιάσθη ὄπισθεν τοῦ Ἱεροῦ Βήματος. 
Κατόπιν συνεχῶν ἐμφανίσεων τοῦ Ἱερομάρτυρος ἐγένετο ἀνακομιδὴ τῶν πανσέπτων αὐτοῦ μαρτυρικῶν λειψάνων τῇ 2ᾳ Μαΐου τοῦ 1987. Κατ’ αὐτὴν τὸ τίμιον τοῦ Μάρτυρος σκῆνος εὑρέθη μετὰ τοῦ δέρματος, τῆς γενειάδος, τῆς κώμης καὶ τῆς δεξιᾶς χειρὸς ἐχούσης τὰ δάκτυλα εἰς σχῆμα εὐλογίας. 
Μετὰ τόν, οἴμοι, καθαρισμὸν ἐξ ἀγνοίας τῶν ὀστέων ἐκ τοῦ δέρματος ἐτοποθετήθησαν αὖθις ταῦτα ἐν ξυλίνῳ κιβωτίῳ ἐντὸς τοῦ ἰδίου τάφου. 
Ἐκ δευτέρου ἀνακομιδὴ αὐτῶν ἐγένετο τῇ 28ῃ Νοεμβρίου τοῦ 2014 παρουσίᾳ Ἀρχιερέων καὶ πλήθους πιστῶν καὶ εὑρέθησαν ἄῤῥητον ἐκπέμποντα εὐωδίαν, ἥτις ἄχρι τοῦδε παραμένει ἔντονος. Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστέ, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.


 

Δεν υπάρχουν σχόλια:

Δημοφιλείς αναρτήσεις