Τετάρτη 6 Ιουλίου 2022

Παρακλητικός Κανών εις τον Όσιον Πατέρα ημών Σισώην τον Αιγύπτιον

Παρακλητικός Κανών εις τον Όσιον Πατέρα ημών Σισώην τον Αιγύπτιον

Ποίημα Ἀντωνίου Μάρκου (2011).

†Εορτάζεται στις 6 Ιουλίου

Εΰλογήσαντος του ίερέως άρχόμεθα άναγινώσκοντες 

τον ΡΜΒ’ (142) Ψαλμόν.

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τά παρόντα Τροπάρια.

Ἦχος δ’. Ὁ ὑψωθείς.

Τόν τῆς Αἰγύπτου τῆς κλεινῆς τόν προστάτην, δεῦτε φιλέορτοι τά νῦν συνελθόντες, πνευματικοῖς τοῖς ἄσμασιν ὑμνήσωμεν φαιδρῶς· Σισώην τόν πανθαύμαστον, τῆς ἐρήμου τό κάλλος, παρ’ αὐτοῦ αἰτούμενοι ὀφλημάτων τήν λύσιν· τῶν τιμῶντων τοῦτον εὐλαβῶς καί τήν θερμήν του αἰτουμένων ἀντίληψιν.

Δόξα. Ἀπολυτίκιον. 

Ἦχος πλ. α’. Τόν συνάναρχον Λόγον.
(Ποίημα Μοναχοῦ Γερασίμου Μικραγιαννανίτου)

κ παιδός γεωργήσας ζωήν τήν κρείττονα, τῶν κατ’ αὐτῆς ἐνεπλήσθης θεουργικῶν ἀγαθῶν, τῶν Ἀγγέλων μιμητά, Σισώη Ὅσιε· ὅθεν ὡς ἥλιος λαμπρός, ἀπαυγάζεις τηλαυγῶς, ἐν ὥρᾳ τῆς Σῆς ἐξόδου· δηλοποιῶν τήν Σήν δόξαν καί καταλάμπων τάς ψυχάς ἡμῶν.

Καί νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τάς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι· εἰμή γάρ Σύ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ Σοῦ, Σούς γάρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ν΄ (50) Ψαλμός.

λέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.

Εἶτα ψάλλομεν ἐξ ὑπαμοιβῆς, πραείᾳ τῇ φωνῇ καί ἐν εὐλαβείᾳ, τόν παρόντα Κανόνα, οὗ ἡ ἀκροστιχίς,
ΣΙΣΩΗΣ ΥΜΝΗΣΘΩ Ο ΤΗΣ ΑΙΓΥΠΤΟΥ. ΑΝΤΩΝΙΟΥ.

ᾨδὴ α’. 

Ἦχος πλ. δ’. 

Ὁ Εἱρμός. Ὑγράν διοδεύσας.

Σισώη συγχωρεύων ἐν οὐρανοῖς, Ἀγγέλων χορείαις, καθικέτευε ἐκτενῶς, ἁμαρτημάτων διδόναι τήν λύσιν καί πειρασμῶν τοῦ Βελίαρ ἀπάλλαξον.

λύος με κάθαρον τῆς ψυχῆς, Σισώη Πατέρων τῆς ἐρήμου Καθηγητά, καί πάσης μανίας τοῦ Βελίαρ, ῥῦσαι με, Πάτερ, θερμῇ τῇ πρεσβείᾳ Σου.

Σωθῆναι ποθούντας πάντας ἡμᾶς, τῶν τοῦ ἀλλοτρίου ἐπιθέσεων πονηρῶν, ταῖς Σαῖς θεοδέκτοις πρεσβείαις, ταῖς πρός Χριστόν τόν Θεόν ἐξαιτούμεθα.

Θεοτοκίον.

ράϊσμα πάνσεπτον καί τιμή Αἰγύπτου τυγχάνων, Ὅσιε Πάτερ ἡμῶν σεπτέ, θεσπέσιε λειμών θείας ἀγάπης, τῇ Θεομήτορι τάς χείρας Σου ἔκτεινον

ᾨδὴ γ’. Ὁ Εἱρμός. Οὐρανίας ἀψίδος.

μαρτηκότων, ὦ Πάτερ, τοῦ Κυρίου ἐνώπιον, αἰτούμεθα ἐλέους πρεσβείαις ταῖς Σαῖς δεόμενοι· μή παύεις Τούτῳ θερμῶς ὑπέρ ἡμῶν εὐμενίζειν, ὅπως λυτρωθείημεν δεινῆς κολάσεως.

Στεφηφόρος ἀνῆλθες εἰς οὐρανούς, Ὅσιε, Σισώη ἀσκητῶν ὑποφήτα, θεοειδέστατε· διό νῦν πρέσβευε, καθικετεύων Κυρίῳ, βελῶν τῶν τοῦ ἀλάστορος ἡμᾶς λυτρώσασθαι.

δωρ βλῦσον μοι, Πάτερ, ἐξ’ οὐρανοῦ τῇ πρεσβείᾳ Σου, ὅπως κατασβέση τήν φλόγαν ἧν κατακαίει με, τῆς ἁμαρτίας δεινῶς καί τῆς ἐπερχομένης πυρί καταδίκης μου φρικτῆς προγεύσεως.

Θεοτοκίον.

Μολυνθείς ἁμαρτίαις καί ῥυπαρός εὑρισκόμενος, ὡς τό κατ’ εἰκόνα μολύνας πολυειδέστατα, σπεύδω τῇ θείᾳ Σου πρός Σόν Υἱόν μεσιτείᾳ, ὅπως καθαρθήσομαι κἀγώ ὁ πολύκλαυστος.

Διάσωσον ταῖς τοῦ Ὁσίου πρεσβείαις Παντελεήμων, ὅτι πάντες κατόπιν Σοῦ αὐτῷ καταφεύγομεν, ὡς ἔχοντα τήν πρός Σέ παρρησίαν.

Επίβλεψον ἐπικαμπτόμενος Θεοτόκου καί τοῦ Ὁσίου ταῖς λιταῖς Οἰκτῆρμον, ἐφ’ ἡμᾶς τούς ἀσθενεῖς καί λύτρωσαι τόν λαόν Σου.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β’. Τά ἄνω ζητῶν.

Σισώη τῇ πρεσβείᾳ νῦν προσπίπτωμεν, οἱ ἐν πόνοις ψυχῆς καί θλίψεσι ὑπάρχοντες καί δι’ αὐτοῦ αἰτούμεθα τό τοῦ Κυρίου ἄμετρον ἔλεος καί τήν ταχεῖαν Τούτου συνδρομήν καί τήν βεβαίαν Αὐτοῦ ἀντίληψιν.

ᾨδὴ δ’. Ὁ Εἱρμός. Εἰσακήκοα Κύριε.

μᾶς πάντες, Σισώη, τούς τῇ σκέπῃ Σου νῦν σπεύδοντας, οὐρανίου χαρᾶς κέρασον, ὡς Παραδείσου πολίτης γενόμενος.

Συμπαθῶς ἐπικλώμενος, τῇ αἰτήσι τῶν πιστῶς δεομένων Σοι, Σισώη Πάτερ, δίδου ἅπασι, χαράν τήν θείαν καί ἀναφαίρετον.

Θεραπείας ἀξίωσον, τόν συντετριμμένον, Πάτερ, ἱκέτην Σου, καί εὐχαῖς Σου ἐπανάφερων εἰς τοῦ κάλλους τοῦ ἀρχαίου τήν τερπνότητα.

Θεοτοκίον.

ραΐσας τῷ τόκῳ Σου, γένος τῶν ἀνθρώπων, Μῆτερ Ἀπείρανδρε, Παραδείσου τήν κατοίκησιν, τῇ Σῇ μεσιτείᾳ ἡμᾶς ἀξίωσον.

ᾨδὴ ε’. Ὁ Εἱρμός. Φώτισον ἡμᾶς.

ντως μανικῶς τόν Σόν Κύριον ἠγάπησας, ὥσπερ γνήσιος ἐραστής μανικός, διό ἐν ἐρήμῳ τήν Σήν νεότητα ἠνάλωσας.

Τεῖχος ἀῤῥαγές τῶν τιμώντων Σε, Ἀξιάγαστε, ἐποφθείς, Αἰγύπτου γόνος ὁ λαμπρός, καί ἀρετῶν θεοειδῶν θεῖον ἐκσφράγισμα.

μῶν τῶν εὐσεβῶς γεραιρόντων τήν ἀοίδημον καί σεπτήν Σου μνήμην, Πάτερ ἀγαθέ, μή ἐπιλάθου Σαῖς πρός Κύριον δεήσεσι.

Θεοτοκίον.

Σύ Μήτηρ Θεοῦ ἀνεδείχθης, θεία Δέσποινα, διό πάντων ἡμῶν πέλεις ὁδηγός καί μεσήτρια πρός Κύριον καί πρόμαχος.

ᾨδὴ στ’. Ὁ Εἱρμός. Τήν δέησιν.

λέξανδρον ἐν τῷ τάφῳ ὡς εἶδες, ἐφιλοσόφησας ἐπί τοῦ τῆς ζωῆς προσκαίρου, διό Σισώη μεγάλως ἀνακράζεις, ἁμαρτωλός ἐστιν οὗτος ἤ δίκαιος, στρατιώτης ἤ μήπως Βασιλεύς, πάμπτωχος πένης ἤ κάποτε πλούσιος.

άτρευσον τά τῆς ψυχῆς μου τραύματα, ταῖς Σαῖς λιταῖς Σισώη πρός τόν Λόγον· καί ἐκ παθῶν καί μολυσμάτων ἰλύος καί βδελυρῶν με ἀπάλλαξον πράξεων· καί δυσωδείας τῆς ἐμῆς καί Παρακλήτου εὐωδίαν παράσχου μοι.

Γηθόμενοι Σοί τά νῦν προστρέχομεν, ὡς ἐν πηγῇ θεοπειθῶν αἰτημάτων, καί Σύ δεόμεθα, Πάτερ, μή παύης, ὑπέρ ἡμῶν ἱκετεύειν τόν Κτίσαντα· ἵνα ἐπομβρίση γλυκασμόν καί ἀθανάτου ζωῆς θεῖα νάματα.

Θεοτοκίον.
μνοῦμεν Σε καί εὐλογοῦμεν, Δέσποινα, καί αἰτούμεθα λιτάς Σου τάς ἁγίας· ἵνα παθῶν καί κινδύνων ῥυσθῶμεν καί πρός τήν ἄνω ζωήν καταντήσωμεν· ἔνθα χαρά ἀληθινή, ἐν τῷ φωτί τοῦ Υἱοῦ Σου τό ἀνέσπερον

Διάσωσον ταῖς τοῦ Ὁσίου πρεσβείαις Παντελεήμων, ὅτι πάντες κατόπιν Σοῦ αὐτῷ καταφεύγομεν, ὡς ἔχοντα τήν πρός Σέ παρρησίαν.

πίβλεψον ἐπικαμπτόμενος Θεοτόκου καί τοῦ Ὁσίου ταῖς λιταῖς Οἰκτῆρμον, ἐφ’ ἡμᾶς τούς ἀσθενεῖς καί λύτρωσαι τόν λαόν Σου.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β’. Προστασία τῶν Χριστιανῶν.

Μεσιτείᾳ τῆς Μητρός Σου, Πολυέλεε, ἱκεσίαις τοῦ Ὁσίου καί δεήσεσι, τῷ Σῷ λαῷ ἐπίβλεψον καί σῶσον ἡμᾶς· ἡμάρτομέν Σοι, Ἀγαθέ, καί παροργίζομεν ἀεί, τήν Σήν ἀγαθότητα· δέχου τήν μεσιτείαν τῆς ἀχράντου Μητρός Σου, ἐπικαμπτόμενος, Σωτήρ, Αὐτῆς ταῖς δεήσεσι.

Καί εὐθύς τό Προκείμενον.

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.
Στίχ. Μακάριος ἀνήρ ὁ φοβούμενος τόν Κύριον.

Ἐκ τοῦ κατά Ματθαῖον ἁγίου Εὐαγγελίου, τό ἀνάγνωσμα. Σοφία, πρόσχωμεν.
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς. Πάντα μοι παρεδόθη ὑπό τοῦ Πατρός μου καί οὐδείς ἐπιγινώσκει τόν Υἱόν, εἰμή ὁ Πατήρ. Οὐδέ τόν Πατέρα τις ἐπιγινώσκει, εἰμή ὁ Υἱός καί ὧ ἐάν βούληται ὁ Υἱός ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καί πεφορτισμένοι, κἀγώ ἀναπαύσω ὑμᾶς. Ἄρατε τόν ζυγόν μου ἐφ ὑμᾶς καί μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶος εἰμί καί ταπεινός τῇ καρδίᾳ, εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γάρ ζυγός μου χρηστός καί τό φορτίον μου ἐλαφρόν ἐστι.

Δόξα.

Σισώη ταῖς πρεσβείαις, λιταῖς τε, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν. 

Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τό ἀνόμημά μου. 
Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι.
Δεῦτε τόν Σισώην νῦν, τόν τῆς ἐρήμου πολίτην, ἐν ὕμνοις τιμήσωμεν, οἱ αὐτῷ προσπίπτοντες μετά πίστεως. Τῷ Θεῶ οὗτος γάρ, ὑπέρ λαοῦ ἅπαντος, μετά ζέσεως προσδέεται, ἐπικαλούμενος ἐφ’ ἡμᾶς Κυρίου τό ἔλεος· καί Τούτου τήν σωτήριον ἐπί τοῖς δεομένοις βοήθειαν· χαῖρε βοῶντες, δοχεῖον τοῦ Κυρίου ἐκλεκτόν καί τῆς Αὐτοῦ παρατάξεως στρατιῶτα τίμιε.

ᾨδὴ ζ’. Ὁ Εἱρμός. Οἱ ἐκ τῆς Ἰουδαίας.

Περίσωζε τούς πίστει προσπίπτοντας Σισώη τῇ Σῇ πρεσβείᾳ καί χάριτι, Ὅσιε· Χριστῶ γάρ βασιλεύεις, ἐν δόξῃ Παραδείσου, διό ἀνακράζωμεν· ὁ τῶν Πατέρων ἡμῶν Θεός εὐλογητός εἶ.

Τήν δέησιν μου δέχου, ὥσπερ θυσίαν, Πάτερ, καί ὡς εὐῶδες τερπνόν τε θυμίαμα· παθῶν δέ ἀκαθάρτων μάκρυνον δυσωδίαν ἀπό τοῦ δούλου Σου ψάλλοντος· ὁ τῶν Πατέρων ἡμῶν Θεός εὐλογητός εἶ.

Κύριος τῶν πάντων, ἐδέχθη μαρτυρίου τήν πρόθεσιν Σισώη τῆς ψυχῆς· Πατρός τοῦ παμμεγίστου ἐν ἀσκηταῖς Πατρᾶσι, διό ἐκβοῶμεν Αὐτῶ· ὁ τῶν Πατέρων ἡμῶν Θεός εὐλογητός εἶ.

Θεοτοκίον.
μνον Σοί Θεοτόκε, ναέ τοῦ Ζωοδότου, προσφέρομεν ἐντόνως κραυγάζοντες· πύλην τῆς μετανοίας ὑπάνοιξον, Παρθένε, τοῖς βοῶσι τῶ τόκῳ Σου· ὁ τῶν Πατέρων ἡμῶν Θεός εὐλογητός εἶ.

ᾨδὴ η’. Ὁ Εἱρμός. Τόν Βασιλέα τῶν οὐρανῶν.

νανεοῦμαι, καθορῶν Σούς ἀγῶνας, θεῖε Σισώη, ὑπέμεινας γάρ θλίψεις ἐν τῆ ἐρήμῳ, διά Χριστόν τόν Κτίστην.

Νίκας, ὦ Πάτερ, τοῖς Σέ τιμῶσι ἐκ πόθου, χορήγει Σαῖς πρεσβείαις πρός τόν Λόγον, Ὅν ὑπερυψοῦμεν εἰς πάντας τούς αἰῶνας.

Θεοτοκίον.

Τιμιωτέρα τῶν Χερουβείμ ὑπάρχεις καί ἐνδοξωτέρα τῶν Σεραφείμ, Μαρία, ὡς τοῦ Κυρίου Θεοῦ ἡμῶν Μητέρα.

ᾨδὴ θ’. Ὁ Εἱρμός. Κυρίως Θεοτόκον.

ράϊσμα ἐρήμου καί ἄνθος ἐρημίας, δι’ ἐγκρατείας ἐφάνης, μακάριε, Σισώη πάτερ ἀγαθέ, καί μοναζόντων τύπος καί ὑπόδειγμα.

Ναός τοῦ Παρακλήτου, δι’ ἀσκήσεως ἐγένου, καί ἀρετῶν καταγώγιον, Ὅσιε, ὡς Ἀντωνίου μιμητής καί Παχωμίου τοῦ θείου συνέκδημος.

σχύει Παρακλήτου Σισώη ἐγεγόνεις, πειραζομένων ἀλείπτης καί μέγας φωστήρ, τῶν ἐν Αἰγύπτῳ Πατέρων, διό τιμῶμεν Σε.

Ὁμότροπος Ὁσίων πέλεις, Σισώη Πάτερ, καί ἀσκητῶν συνοδίτης, Χριστοῦ μιμητής, καί μοναζόντων κοσμήτωρ καί ἐγκαλλώπισμα.

Θεοτοκίον.
μνοῦμεν, Θεοτόκε, τό κάλλος τῆς Σῆς δόξης καί τόν ἐκ Σοῦ γεννηθέντα δοξάζομεν καί σύν Ἁγίων χορείαις Σέ μεγαλύνομεν.

ξιον ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί  παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί  ἐνδοξοτέραν  ἀσυγκρίτως τῶν Σεραφείμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν  ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Καὶ τὰ παρόντα μεγαλυνάρια,

Σισώην τόν μέγαν ἐν ἀσκηταῖς, γόνον τῆς Αἰγύπτου καί ἐρήμου ἄνθος τερπνόν, τιμήσωμεν πάντες ἐν ὕμνοις εὐλογοῦντες, αὐτοῦ τήν θείαν μνήμην καί πανυπέρτιμον.

ς εἶδεν Ἀλεξάνδρου τύμβον, σορόν ὀστῶν γεγυμνωμένων πάσης δόξης τε καί τιμῆς, τά πάντα ματαιότης, Σισώης ἀνεβόα, πλούσιος ἔστιν οὕτος ἤ πένης πάμπτωχος;

ν τάφῳ κατακείμενον θεωρῶν, Ἀλέξανδρον τόν Μέγαν, τόν τοῦ κόσμου κατακτητήν, θανάτου μυστήριον ἐν λύπῃ κατανοῶν Σισώης ἐστέναζε.

Τό Μεγαλυνάριον τοῦ Ἁγίου τοῦ Ναοῦ ἤ τῆς ἡμέρας. Καί κλείομεν μετά τοῦ
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον

γιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.

τι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.

καί τά Τροπάρια ταῦτα. 

Ἦχος πλ. β΄.

λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί  προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.

Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν  ὡς  εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου  καί  τό  ὄνομά Σου ἐπικεκλήμεθα.

Καί νῦν.

Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν  περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἀπολυτίκιον. 

Ἦχος πλ. α’. Τόν συνάναρχον Λόγον. 

(Ποίημα Μοναχοῦ Γερασίμου Μικραγιαννανίτου).

κ παιδός γεωργήσας ζωήν τήν κρείττονα, τῶν κατ’ αὐτῆς ἐνεπλήσθης θεουργικῶν ἀγαθῶν, τῶν Ἀγγέλων μιμητά, Σισώη Ὅσιε· ὅθεν ὡς ἥλιος λαμπρός, ἀπαυγάζεις τηλαυγῶς, ἐν ὥρᾳ τῆς Σῆς ἐξόδου· δηλοποιῶν τήν Σήν δόξαν καί καταλάμπων τάς ψυχάς ἡμῶν.

Ὑπό τοῦ Ἱερέως Ἀπόλυσις. Καί τῶν Χριστιανῶν ἀσπαζομένων τήν Εἰκόνα τοῦ Ὁσίου καί χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τά παρόντα Τροπάρια:

Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Δεῦτε τόν Σισώην τό σεπτόν, τῶν ἐκ τῆς ἐρήμου Πατέρων, πάντες τιμήσωμεν, ὁμοῦ Ἀντωνίῳ τε, σύν Μακαρίῳ ὁμοῦ Παχωμίῳ καί εἴπωμεν αὐτοῖς μελωδοῦντες· χαίρετε τρισόλβιοι Τριάδος πρόμαχοι, Πατέρες, Ἐκκλησίας φωστῆρες καί ἡμῶν προστάται ἐν ἀνάγκαις, πάντων τε Ὀρθοδόξων οἱ ἀμύντορες.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.

Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς. Ἀμήν.

Δεν υπάρχουν σχόλια:

Δημοφιλείς αναρτήσεις