36. Ἐνόδια
Ὅλα σὺ τὰ καλά, Χριστέ, γιὰ τὴ θνητή σου πλάση
γίνεσαι, βασιλιά, μαζὶ καὶ δρόμος ἴσιος σ’ ὅλους.
Τὸ λαό σου μὲ τὸ σύννεφο καὶ τὴ φωτιὰ ὁδηγοῦσες,
καὶ στὸ σκισμένο πέλαγο στοὺς φίλους δρόμο ἀνοίγεις
τὸ Φαραὼ σκεπάζοντας. Παράξενο τοὺς στέλνεις
ψωμὶ ἀπ’ τὰ οὐράνια καὶ πηγὴ τοὺς βγάζεις ἀπὸ βράχον
ἀπόγκρεμο, θάμα τρανὸ στὴν ἐρημιά, καὶ παύεις
λαοῦ ἐχτρικοῦ τὴ μάνητα ποὺ χέρια σὰν ἁπλώνει ὁ
Μωυσῆς στὸ σχῆμα τοῦ σταυροῦ-βοηθός μου. Τὸ φεγγάρι
μαζὶ κι ὁ ἥλιος σταματοῦν. Κι ὅπως πισωγυρίζει
τὸ ρέμα στὴ βιασύνη τους, νάτος στὴ γῆς ὁ δρόμος
πλατὺς ὅπως τὸ τάξιμο κι ὅπως ἡ ἀπόφασή του.
Σὺ καὶ τὸ δρόμο τὸ στερνὸ κι οὐράνιο στοὺς ἀνθρώπους
δείχνεις καὶ σμίγεις τὸ παλιὸ στρατὶ μὲ τὸ καινούργιο,
ὅταν στὴ γῆ μας, Θεὸς μαζὶ κι ἄνθρωπος περπατώντας
κι εὐθὺς στὸν οὐρανὸ ξανὰ πετώντας, θἄρθεις πάλι
λαμπρότερος ἀπ’ ὅ,τι πρίν. Σὺ καὶ στὸ πέλαο πάνω
περπάτησες κι ἡσύχασε στὸ βῆμα σου τὸ κῦμα
κι ἂς τὄσπρωχνε ἄνεμος κακός. Μὰ συνοδίτης μου ἔλα,
μακάριε σύ, πού σε καλῶ. Καλὸ ταξίδι δός μου
καὶ στεῖλε μου ἄγγελο ὁδηγό, βοηθό μου καὶ προστάτη,
μακριὰ ἀπὸ μέρας καὶ νυχτιᾶς κακὸ ἂς μὲ διαφεντεύει.
Τέλος καλὸ στὸ δρόμο μου ποὺ μόχτησα ἂς χαρίσει,
ἀπὸ τὸ σπίτι μου ἄφοβο κι ἐκεῖ πάλι ἂς μὲ φέρνει
σὲ φίλους καὶ σὲ συγγενεῖς προστάτες τῆς ζωῆς μου·
ἐλεύθερος, νυχτόημερα σ’ αὐτὸ καὶ δίχως φόβο
θὰ σὲ ἱκετεύω φέρνοντας ζωὴ χωρὶς ψεγάδι.
Σὲ σέ τὸ νοῦ μου φτερωτὸ καὶ τὴ λαμπρὴ ζωή μου
νὰ ὑψώνω πάντα, τὴ στερνὴν ὡς νὰ περάσω στράτα
καὶ νἄρθω ἐκεῖ ποὺ σταματᾶ πιὰ τῶν πιστῶν ὁ μόχτος.
Ζῶ καὶ μιλῶ κι ἀκινητῶ, Χριστέ μου, καὶ βαδίζω
μὲ τὴ δική σου δύναμη ποὺ μὲ χειροσκεπάζεις.
Μὰ ἐμὲ καὶ τώρα σὲ καλὸ τέλος ὁδήγησέ με.
ΛΣΤ΄. Ἐνόδια.
Χριστὲ ἄναξ, ὃς πάντα πέλεις σοῖσιν μερόπεσσινἘσθλὰ, καὶ ἐν πάντεσσιν ὁδὸς ἰθεῖα τέτυξαι,Ὃς πυρὶ καὶ νεφέλῃ στρατὸν ἤγαγες, ὅς θ’ ὁδὸν εὗρεςἘν πελάγει τμηθέντι φίλοις, Φαραὼ δ’ ἐκάλυψας,Ἄρτον δ’ οὐρανόθεν ξένον ὤπασας, ἐκ δ’ ἄρα πέτρηςἜβλυσας ἀκροτόμοιο ῥόον, μέγα θαῦμ’, ἐν ἐρήμῳ·Δυσμενέων ἀνδρῶν στῆσας μένος, εὖτε διέσχε,Σταυρὸν ὑποσκιάων, Μωσῆς χέρας, ἄλκαρ ἐμεῖο.Μήνη δ’ ἠέλιός τε δρόμον σχέθον. Ὡς δὲ ῥέεθρονΕἶξεν ἐπειγομένοισιν, ὁδὸς δ’ ἐπὶ γαῖαν ἐτύχθηῬηϊδίη, τὴν αὐτὸς ὑπέσχεο καὶ κατένευσας.Αὐτὸς δ’ οὐρανίην οἶμον μερόπεσσιν ἔδειξαςὝστατον, ἀρχαίῃ δὲ νέην ἐπέμιξας ἀταρπὸν,Εὖτε Θεὸς θνητός τε κραθεὶς, ἐπὶ γαῖαν ὁδεύσαςἩμετέρην, αὖθις δὲ πρὸς οὐρανὸν ἔνθεν ἀερθεὶς,Ἵξεαι ἐλδομένοισι φαάντερος, ἢ τὸ πάροιθεν.Αὐτὸς καὶ πελάγους ἐπεβήσαο, σοῖς δὲ πόδεσσινΟἶδμα πέσεν, χαλεποῖσι βιαζόμενον ἀνέμοισιν.Ἀλλὰ μάκαρ, καὶ ἐμοί γε συνέμπορος ἐλθὲ καλεῦντιΣήμερον, εὐοδίην δὲ πόροις, καὶ ἄγγελον ἐσθλὸν,Πομπὸν, ἀλεξητῆρα, βοηθόον, ὄφρα με πάντωνἨματίων νυχίων τε κακῶν ἄπο τηλόθ’ ἐέργων,Καὶ τέλος ἐσθλὸν ὁδοῖο χαριζόμενος μογέοντι,Οἴκοθεν ἀρτεμέοντα, καὶ οἴκαδέ μ’ αὖθις ἀγινοῖΠηοῖσίν τε φίλοις τε ὁμὸν βίον ἀμφιέπουσιν,Ἔνθα σε νύκτα καὶ ἦμαρ ἐλεύθερος, ἀτρεμέων τεΛισσοίμην, κακότητος ἀμιγέα σοι βίον ἕλκων,Σοί τε νόον πτερόεντα, βίου φάος, αἰὲν ἀείρων,Μέσφ’ ὅτε καὶ πυμάτην ξυνὴν ὁδὸν ἐξανύσαιμι,Ἐς δὲ μονὴν ἔλθοιμι μόγου τέλος εὐσεβέεσσι.Σοὶ ζῶ, σοὶ λαλέω, σοὶ δ’ ἕζομαι, ὦ ἄνα Χριστέ,Σοὶ δ’ αἴρω ποδὸς ἴχνος, ἐπεὶ σύ με χειρὶ καλύπτεις·Ἀλλά με καὶ νῦν ἄγοις ἐσθλὸν ἐπὶ τέρμα πορείης.
Αποδόσεις του Ιγνάτιου Σακαλή
ΓΡΗΓΟΡΙΟΣ ΝΑΖΙΑΝΖΗΝΟΣ
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου