ΗΧΟΣ Δ΄
ΤΗ ΠΑΡΑΣΚΕΥΗ ΕΣΠΕΡΑΣ.
ΚΑΝΩΝ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ.
ΠΟΙΗΜΑ ΘΕΟΔΩΡΟΥ ΒΑΣΙΛΕΩΣ ΤΟΥ ΛΑΣΚΑΡΕΩΣ
ᾨδὴ α΄, Ἠχὸς δ΄.
Ἀνοίξω τὸ στόμα μου.
Χαρὰν ἡ κυήσασα, χαῖρε Παρθένε Θεύνυμφε· ἀρᾷς ἀλλοτρίωσις, χαῖρε Πανάμωμε· χαῖρε Δέσποινα, τοῦ κόσμου προστασίᾳ· χαῖρε καταφύγιον τῶν προστρεχόντων σοι.Χαῖρε οὖσα πρόξενος, χαῖρε Θεόνυμφε Δέσποινα· ἀρὰν ἡ μειώσασα, χαῖρε ἀπείρανδε· Χαῖρε Πάναγνε, ψυχῆς ἐμῆς ἡ σκέπη· χαῖρε Μητροπάρθενε· χαῖρε Πανύμνητε.
Χαῖρε θεία τράπεζα χαῖρε λυχνίᾳ ὁλόφωτε· χαῖρε θρόνε πύρινε· χαῖρε νᾶε τοῦ Θεοῦ· χαῖρε ὄχημα, τοῦ πάντων βασιλέως· χαῖρε πόλις ἔμψυχε τοῦ Παντοκράτορος.
Χαῖρε ὄρος ἅγιον· χαῖρε οὐράνιος γέφυρα· χαῖρε κλίνη ἔμψυχε· χαῖρε νεφέλῃ χρυσῇ· χαῖρε Ἄχραντε,πιστῶν ἡ σωτηρίᾳ, χαῖρε Πανακήρατε χαῖρε Πανύμνητε.
ᾨδὴ γ΄.
Τόξον δυνατῶν.
Χαῖρε παρθενίας καύχημα· χαῖρε τικτουσῶν, χαρμονὴ ἡ ἀπέραντος· χαῖρε μόνη τῆς πρώτης Εὐὰς ἡ σωτήριος ἀνάκλησις.Χαῖρε κόσμου ἱλαστήριον· χαῖρε τῶν Ἁγίων Ἀγγέλων, θαῦμα παράδοξον· χαῖρε Μήτηρ εὐλογημένῃ, τοῦ Δεσπότου πάσης κτίσεως.
Χαῖρε κρῖνον τὸ ὑδύπνοον· χαῖρε μυροθήκῃ, καὶ πηγὴ ἁγιάσματος· χαῖρε Κόρη φωτὸς νεφέλῃ· καὶ λυχνίᾳ, ἡ ἑπτάφωτος.
Χαῖρε ῥόδον τὸ ἀμάραντον· χαῖρε παρθενίας, τὸ θεῖον ὄντως κειμήλιον· χαῖρε γένους τῶν ὀρθοδόξων, τὸ σωτήριον ἐξίλασμα.
ᾨδὴ δ΄.
Τὴν ἀνεξιχνίαστον.
Χαῖρε ἡ σωτήριος πάντων ἐλπίς· χαῖρε ἡ κατάκαρπος ἄμπελος· χαῖρε ἡ πύλη τοῦ Θεοῦ ἡ μυστικῇ· χαῖρε ἡλίου ὄχημα· Θεοτόκε Πανύμνητε.Χαῖρε τὸ κατάσκιον ὄρος Θεοῦ· χαῖρε τὸ πανάγιον τέμενος· χαῖρε ἡ κλῖμαξ, ἣν προεῖδεν Ἰακῴβ χαῖρε Παρθένε Πάναγνε· χαῖρε Θεοτόκε Πανύμνητε.
Χαίροις εὐωδέστατον μῦρον Θεοῦ· χαίροις δυσθεώρητον ὅραμα, ὅπερ προεῖδεν ὁ προφήτης Ἀβακούμ· χαῖρε πιστῶν διάσωσμα· χαῖρε Θεοτόκε Πανύμνητε.
Χαῖρε δωδεκάτειχε πόλις Θεοῦ· χαῖρε θείας δόξης παλάτιον· χαῖρε καθέδρᾳ, τοῦ τῶν ὅλων ποιητοῦ· χαῖρε τοῦ Λόγου τράπεζα· χαῖρε Θεοτόκε Πανύμνητε
ᾨδὴ ε΄.
Ἐξέστη τὰ σύμπαντα.
Χαῖρε βλαστήσασα, τὸν φυτουργὸν τῆς κτίσεως· χαῖρε ἡ τεκοῦσα τὸν τροφέα, παντὸς τοῦ κόσμου· χαῖρε ἡ ῥίζα, Δαβίδ, ἡ τὸν συνοχέα τοῦ παντός, ὑπὲρ πᾶσαν ἔννοιαν, διὰ ἔλεος φύσασα.Χαῖρε τεῖχος ἄῤῥηκτον, καὶ σκέπη τῶν τιμώντων σε· χαῖρε γηγενῶν ἢ προστασίᾳ, καὶ παῤῥησίᾳ· χαῖρε βροτῶν ἡ ἐλπίς· πάντων ἀγαλλίαμα. τερπνόν, τῶν μακαριζόντων σε, Παμμακάριστε Δέσποινα.
Χαίροις ἀκατάληπτον· χαῖρε τοῖς Ἀγγέλοις ὅραμα· χαίροις ἀνερμήνευτον καὶ ξένον, ἄῤῥητον θαῦμα· χαῖρε θυγάτηρ Δαβίδ, μήτηρ τε τοῦ πάντων ποιητοῦ· καὶ ἁπάσης Δέσποινα καὶ Κυρίᾳ τῆς κτίσεως.
Χαῖρε ἅρμα πύρινον, τοῦ πάντων βασιλεύοντος· χαῖρε πορφυρὶς ἡ νοουμένῃ, τοῦ Θεοῦ Λόγου, χαῖρε λαβὶς μυστικῇ· καὶ θυμιατήριον χρυσοῦν, πύλη ἀδιόδευτε, Παμμακάριστε Δέσποινα.
ᾨδὴ ς΄.
Τὴν θείαν ταύτην.
Χαῖρε ἀνήροτος ἄρουρα· χαῖρε ἡ ἀγεώργητος͵ ἄμπελος· χαῖρε παράδεισε· χαῖρε πηγὴ ἡ ἀκένωτος· χαῖρε τοῦ μανὰ στάμνε· χαῖρε Θεόνυμφε.Χαῖρε λιμὴν ἀκλυδώνιστε· χαῖρε πολεμουμένων προπύργιον· χαῖρε ὀχύρωμα· χαῖρε πιπτόντων ἀνόρθωσις· χαῖρε ὑψίστου Μήτηρ· χαῖρε Πανάμωμε.
Χαίροις ἐλαία κατάκαρπε· χαίροις περιστερᾷ κοσμοπόθητε· χαῖρε Μητρόθεε· χαῖρε Μαρίᾳ Πανάσπιλε· χαῖρε ἁγία Κόρη· χαῖρε Πανύμνητε.
Χαῖρε λαβὶς θείου ἄνθρακος· χαῖρε θυμιατήριον πάγχρυσον· χαῖρε ὀσφράδιον· Χαῖρε δοχεῖον τοῦ Πνεύματος· χαῖρε παστάς τοῦ λόγου· χαῖρε Φιλάγαθε.
Κάθισμα.
Ἐπεφάνης σήμερον.
Χαῖρε θρόνε τοῦ Βασιλέως, καὶ λυχνίᾳ πάγχρυσε φωτὸς τοῦ θείου τὰς ψυχάς, καὶ διανοίας λαμπρύνουσα, τῶν ἀνυμνούντων σε Κόρη Πανύμνητε.ᾨδὴ ζ΄.
Οὐκ ἐλάτρευσαν.
Χαῖρε πύλη ἀδιόδευτε ἣν ὥδευσε, μόνος ὁ Ὕψιστος· ἐσφραγισμένῃ πηγὴν χαῖρε θεῖον τέμενος, νόμου τῆς χάριτος, χαῖρε γέφυρα, πιστοὺς πάντας μετάγουσα, πρός τὴν ἄνω κληρουχίαν.Χαῖρε ὄρος ἀλατόμητον ἀλάξευτον, ὁ προεώρακεν, ὁ Δανιήλ μυστικῶς· χαῖρε βάτε ἄφλεκτε, ἣν ἐθεάσατο, ὁ βραδύγλωσσος, Μώσης χαῖρε τὸ καύχημα, Προφητῶν καὶ Ἀποστόλων.
Χαῖρε ῥάβδος Ἀαρών ἡ ὑπὲρ ἔννοιαν, ἀναβλαστήσασα, τὸν φυτουργόν τῆς ζωῆς· χαῖρε νόμου πλήρωμα, καὶ προφητῶν ἡ σφραγίς· χαῖρε Δέσποινα· χαῖρε Παρθένε Πάνσεμνε, Παναγίᾳ Θεοτόκε.
Χαῖρε Μήτηρ ἀπειρόγαμε τοῦ Κτίστου σου, Θεοχαρίτωτε· χαῖρε πιστῶν ἡ ἐλπίς· χαῖρε ἡ πηγάσασα ὕδωρ ἁλλόμενον· χαῖρε καύχημα καὶ θεῖον ἀγαλλίσμα,τῶν πιστῶς σε γεραιρόντων.
ᾨδὴ η΄.
Παῖδας εὐαγεῖς.
Χαίροις οὐρανῶν Ὑψηλοτέρᾳ· πασῶν τε Τιμιωτέρᾳ θείων τάξεων· χαῖρε βάθος ἄπειρον· ὕψος ἀκατάληπτον· χαῖρε τὸ ἱλαστήριον τῆς ἄνω κλήσεως, τῆς τῶν βροτῶν φθαρείσης οὐσίας· χαῖρε Θεοτόκε, ἐλπὶς ἀπηλπισμένων.Χαῖρε τοῦ Θεοῦ τὸ θεῖον ὄρος, καὶ πῖον τετυρωμένον ἀλατόμητον· χαῖρε χωνευτήριον, τῆς φθαρείσης φύσεως· χαῖρε παστὰς ἑνώσεως, τῶν δύο φύσεων· ἐν σοὶ γὰρ τοῦ Θεοῦ αἱ πορεῖαι, ἀληθεῖς ὁρῶνται Παρθένε εἰς αἰῶνας
Χαῖρε ἡ σκηνή τοῦ Μαρτυρίου· καὶ πλάκες τῆς διαθήκης θεολάξευτοι· χαῖρε τὸ κεφάλαιον, νόμου καί τῆς χάριτος·χαῖρε κρηπὶς τῶν Προφητῶν Ἁγία Δέσποινα· Μαρτύρων Ἀποστόλων τὸ κλέος· χαῖρε τῶν Ὅσίων Παρθένε θυμηδίᾳ.
Χαῖρε θησαυρὲ θείων χαρίτων· καὶ πάντων τῶν ἀγαθῶν αἰτία Πάναγνε· χαίροις ἐγκαλλώπισμα, πάντων τῶν ὑμνούντων σε· χαῖρε λιμὴν ἀχείμαστε καὶ ὁρμητήριον, πλεόντων τῷ τοῦ βίου πελάγει· χαῖρε θλιβομένων παράκλησις Παρθένε.
Ὁ Εἱρμός.
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ,..ᾨδὴ θ΄ .
Ἅπας γηγενής.
Χαίροις παρ’ ἡμῶν, Μαρίᾳ θεόνυμφε, κόσμου ἀντίληψις· χαῖρε ἄστρον ἄδυτον· φωτὸς δοχεῖον, Τριάδος τέμενος· χαῖρε τοῦ λόγον σκήνωμα, καὶ πάντων στήριγμα, τῶν βοώντων, χαίροις Παμμακάριστε, Θεοτόκε Ἁγνὴ Ἀειπάρθενε.Χαῖρε ἡ χρυσῆ, λυχνίᾳ καὶ τράπεζα, πιστοὺς ἐκτρέφουσα, χαῖρε ἀγεώργητε, γῆ ζωηφόρον στάχυν βλαστήσασα· χαῖρε πηγὴ βλυστάνουσα ὕδωρ φυσίζῳον, τοῖς βοῶσι· χαίροις Παμμακάριστε, Θεοτόκε Ἁγνὴ Ἀειπάρθενε.
Χαῖρε ἡ παστάς, ἐν ἡ ἐνυμφεύσατο Θεός τὴν φύσιν ἡμῶν· χαίρῃ ἡ κατάκαρπος, ἐλαία πάντας καθιλαρύνουσα· χαῖρε λουτὴρ ἀκένωτε θείας καθάρσεως, τῶν βοώντων· Χαίροις Παμμακάριστε· Θεοτόκε Ἀειπάρθενε.
Χαίροις νοητή, κογχύλῃ ἡ βάψασα, τὴν ἀλουργήδα Θεοῦ· χαῖρε τὸ πολύτιμον, καὶ θεῖον μῦρον εὐωδιάζον πιστούς· χαῖρε τεῖχος ἀπόρθητον καὶ καταφύγιον, τῶν βοώντων· Χαίροις Παμμακάριστε· Θεοτόκε ἁειπάρθενε.
Προσόμοια.
Ἔδωκας σημείωσιν.
Χαῖρε κραταιότατον, παντὸς ποῦ κόσμου διάσωσμα· ἱσταμένων βεβαίωσις· πεπτωκότων ἔγερσις· χαῖρε Θεοτόκε, πλοῦτε πτωχευόντων· καὶ πενομένων θησαυρέ· τροφῇ πεινώντων· Χαῖρε Πανάσπιλε· θλιβομένων παράκλησις· καὶ ἀσθενούντων ἐπίσκεψις· Χαῖρε μόνη βοήθεια, τῶν πιστῶς δεομένων σου.Χαῖρε φαεινότατε, ὀρθὸς πιστοῖς ἀνατείλασα, τὸν ἀνέσπερον ἥλιον· Χαῖρε βάθος ἄμετρον· ἀποῤῥῆτον ὕψος, φρικτοῦ μυστηρίου· Χαῖρε Ἀγγέλων χαρμονήν· Χαῖρε φλογμὸν ἀπάτης ἡ σβέσασα· τοῦ ᾄδου χαῖρε νέκρωσις· Χαῖρε νεφέλη ὁλόφωτε· τοῦ Ἀδὰμ ἡ ἀνόρθωσις· Χαῖρε Πάντιμε Δέσποινα.
Χαῖρε ἐγκαλλώπισμα, παρθενευόντων καὶ καύχημα, οἰκουμένης Θεόνυμφε· Χαῖρε τοῦ ἀδάμαντος, λίθε ὃν προεῖδεν, Ἀμῶς ὁ Προφήτης, ὃν οὐ παρέχεται Θεός, ταῖς σαῖς δεήσεσιν ἐπικλώμενος· Χαῖρε κόσμου ἐξίλασμα· Χαῖρε ναὲ τῆς Θεότητος· Χαῖρε γλυκὺ ἐντρῦφυμα, τῆς πιστῶν γλώσσης Ἄχραντε.
Ἥλιον κυήσασα, δικαιοσύνης Πανάμωμε, τὸ ζοφῶδες διάλυσον, παθῶν τῶν θλιβόντων με, καὶ τὸν ἀπατῶντα, τὴν ψυχὴν ὄφιν, καὶ καταθέλγοντα ἀεί, φιληδονίαις καὶ ματαιότησι, πόῤῥωθεν ἀποδίωξον, τῆς ταλαιπώρου καρδίας μου, ἐν γαλήνῃ φυλάττουσα, ἀπαθείας τὸν δοῦλον σου.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου