Δευτέρα 20 Νοεμβρίου 2023

Τῇ ΚΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς ἐν τῷ Ναῷ Εἰσόδου τῆς Θεομήτορος.


Κοντάκιον τῆς Ἑορτῆς 
Ἦχος δ'
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ 
καθαρώτατος ναὸς τοῦ Σωτῆρος, ἡ πολυτίμητος παστὰς καὶ Παρθένος, τὸ ἱερὸν θησαύρισμα τῆς δόξης τοῦ Θεοῦ, σήμερον εἰσάγεται, ἐν τῷ οἴκῳ Κυρίου, τὴν χάριν συνεισάγουσα, τὴν ἐν Πνευματι Θείῳ· ἣν ἀνυμνοῦσιν Ἄγγελοι Θεοῦ· Αὕτη ὑπάρχει σκηνὴ ἐπουράνιος. 
Ὁ Οἶκος
Τῶν ἀπορρήτων τοῦ Θεοῦ καὶ θείων μυστηρίων, ὁρῶν ἐν τῇ Παρθένῳ, τὴν χάριν δηλουμένην, καὶ πληρουμένην ἐμφανῶς, χαίρω, καὶ τὸν τρόπον ἐννοεῖν ἀμηχανῶ τόν ξένον καὶ ἀπόρρητον, πῶς ἐκλελεγμένη ἡ ἄχραντος, μόνη ἀνεδείχθη ὑπὲρ ἅπασαν τὴν κτίσιν, τὴν ὁρατὴν καὶ τὴν νοουμένην. Διό, ἀνευφημεῖν βουλόμενος ταύτην, καταπλήττομαι σφοδρῶς νοῦν τε καὶ λόγον, ὅμως δὲ τολμῶν, κηρύττω καὶ μεγαλύνω· Αὕτη ὑπάρχει σκηνὴ ἐπουράνιος.

Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν 
Τῇ ΚΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς ἐν τῷ Ναῷ Εἰσόδου τῆς Θεομήτορος. 
Στίχοι
νδον τρέφει σε Γαβριὴλ ναοῦ, Κόρη,
Ἥξει δὲ μικρὸν καὶ τὸ Χαῖρέ σοι λέξων.
Βῆ ἱερὸν Μαρίη τέμενος παρὰ εἰκάδι πρώτῃ.

Ταῖς τῆς Θεοτόκου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. 
Ἀμήν.

Ἐν τῇ τραπέζῃ κατάλυσις ἰχθύος. 
Εἰδήσεις. 
1. πὸ σήμερον ἕως τῆς 24ης Δεκεμβρίου, ἐὰν ἑορτάζεται ἅγιος, ψάλλονται καταβασίαι «Χριστὸς γεννᾶται». 
2. Τῇ 22ᾳ καὶ τῇ 24ῃ Νοεμβρίου τῶν κανόνων τοῦ Μηναίου εἰς τὸν ὄρθρον προτάσσεται ὁ α΄ κανὼν τῆς ἑορτῆς, τῇ δὲ 23ῃ ὁ β΄ κανών. 
3. πὸ σήμερον μέχρι τῆς 25ης Νοεμβρίου σχολάζει ἡ παρακλητική (πλὴν Κυριακῆς), εἴθισται δὲ εἰς τὰς θ. λειτουργίας τῶν καθημερινῶν νὰ ψάλλωνται τὰ ἀντίφωνα τῆς ἑορτῆς (Τ.Μ.Ε., σελ. 49, §5)· κοντάκιον ὁμοίως τῆς ἑορτῆς.

Δεν υπάρχουν σχόλια:

Δημοφιλείς αναρτήσεις