Εἴδησις.
Ἀπὸ σήμερον μέχρι τῆς 20ῆς Νοεμβρίου, ἐὰν ἑορτάζεται ἅγιος, ψάλλονται μὲν καταβασίαι «Ἀνοίξω τὸ στόμα μου» μὲ τὴν χαρακτηριστικὴν κατάληξιν «ταύτης τὴν εἴσοδον» (βλέπε εἴδησιν εἰς τὴν 8ην Νοεμβρίου), εἰς δὲ τὴν λειτουργίαν ὡς ἐπισφραγιστικὸν τὸ κον τάκιον «Ὁ καθαρώτατος ναός»
Σημείωσις. Αἱ καταβασίαι· «Ἀνοίξω τὸ στόμα μου», ψάλλονται κατὰ τὰς Κυριακὰς καὶ ἑορτὰς ὡς διετυπώθησαν ἀνωτέρω μέχρι τῆς κ΄ Νοεμβρίου. Τὸ δὲ κοντάκιον· «Ὁ καθαρώτατος ναὸς» ψάλλεται μέχρι καὶ τῆς κε΄ Νοεμβρίου, πλὴν τῆς κ΄ Νοεμβρίου.
ΚΑΤΑΒΑΣΙΑΙ
Ὠδὴ α΄. Ἦχος δ΄.
Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί· καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὴν Εἴσοδον.
Ὠδὴ γ΄.
Τοὺς σοὺς ὑμνολόγους, Θεοτόκε, ἡ ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικὸν στερέωσον· καὶ ἐν τῇ θείᾳ δόξῃ Σου, κἂν τῇ σεπτῇ Εἰσόδῳ Σου, στεφάνων δόξης ἀξίωσον.
Ὠδὴ δ΄.
Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, Σοῦ τοῦ Ὑψίστου, ὁ προφήτης Ἀββακούμ, κατανοῶν ἐκραύγαζε· Δόξα τῇ δυνάμει Σου Κύριε.
Ὠδὴ ε΄.
Ἐξέστη τὰ σύμπαντα, ἐν τῇ σεπτῇ Εἰσόδῳ Σου· Σὺ γάρ, ἀπειρόγαμε Παρθένε, ἔνδον εἰσῆλθες, ἐν τῷ ναῷ τοῦ Θεοῦ, ὥσπερ καθαρώτατος ναός, πᾶσι τοῖς ὑμνοῦσί Σε, σωτηρίαν βραβεύουσα.
Ὠδὴ ς΄.
Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες Ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ Αὐτῆς τεχθέντα, Θεὸν δοξάζοντες.
Ὠδὴ ζ΄.
Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα· ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Ὠδὴ η΄.
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον. Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος· νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Τὴν Θεοτόκον καὶ μητέρα τοῦ φωτὸς…
ᾨδὴ θ΄.
Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι, λαμπαδουχούμενος· πανηγυριζέτω δέ, ἀύλων Νόων, φύσις γεραίρουσα, τὰ ἱερὰ Εἰσόδια, τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνή, ἀειπάρθενε.
Κοντάκιον
Ἦχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ
Ὁ καθαρώτατος Ναὸς τοῦ Σωτῆρος, ἡ πολυτίμητος παστὰς καὶ Παρθένος, τὸ ἱερὸν θησαύρισμα τῆς δόξης τοῦ Θεοῦ, σήμερον εἰσάγεται, ἐν τῷ οἴκω Κυρίου, τὴν χάριν συνεισάγουσα, τὴν ἐν Πνεύματι Θείω· ἢν ἀνυμνούσιν Ἄγγελοι Θεοῦ· Αὔτη ὑπάρχει σκηνὴ ἐπουράνιος
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου