ΜΗΝ ΝΟΕΜΒΡΙΟΣ
Ἔχων ἡμέρας 30. Ἡ ἡμέρα ἔχει ὥρας 10 κ΄ ἡ νὺξ ὥρας 14.
1. Τῶν Ἁγίων Ἀναργύρων Κοσμᾶ καὶ Δαμιανοῦ, τῶν ἐκ τῆς Μικρᾶς Ἀσίας.
Κατάλυσις οἴνου καὶ ἐλαίου.
Ἀπολυτίκιον. Ἦχος πλ. δ´.
Ἅγιοι Ἀνάργυροι καὶ θαυματουργοί, ἐπισκέψασθε τὰς ἀσθενείας ἡμῶν, δωρεὰν ἐλάβετε, δωρεὰν δότε ἡμῖν.
Ἕτερον Ἀπολυτίκιον. Ἦχος γ´. Θείας πίστεως.
Θείου Πνεύματος, τῇ χειρουργίᾳ, θεραπεύετε, παντοίας νόσους, σὺν Κοσμᾶ Δαμιανὲ οἱ Ἀνάργυροι· ὁ γὰρ Σωτὴρ ἰατροὺς ὑμᾶς ἔδειξεν, εἰς περιποίησιν πάντων καὶ ἴασιν· ὅθεν ῥύσασθε, παθῶν δυσαλθῶν καὶ θλίψεων, τοὺς πόθῳ τῷ ναῷ ὑμῶν προστρέχοντας.
Κοντάκιον. Ἦχος β´.
Οἱ τὴν χάριν λαβόντες τῶν ἰαμάτων, ἐφαπλοῦτε τὴν ῥῶσιν τοῖς ἐν ἀνάγκαις, ἰατροὶ θαυματουργοὶ ἔνδοξοι, ἀλλὰ τῇ ὑμῶν ἐπισκέψει, καὶ τῶν πολεμίων τὰ θράση κατεβάλετε, τὸν κόσμον ἰώμενοι ἐν τοῖς θαύμασιν.
Μεγαλυνάριον.
Οἷά περ θεράποντες ἰατροί, ψυχῶν καὶ σωμάτων, ἀσθενείας ὀδυνηράς, ἰάσασθε τάχος, ἀῤῥήτῳ ἐπισκέψει, ἡμῶν θαυματοβρῦται, σοφοὶ Ἀνάργυροι.
Ἕτερον Ἀπολυτίκιον. Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Ἀκίνδυνον μέλψωμεν, σὺν Ἀφθονίῳ ὁμοῦ, κλεινὸν Ἀνεμπόδιστον, Ἐλπιδηφόρον στεῤῥόν, Πηγάσιον ἔνδοξον· οὗτοι γὰρ ἀκινδύνως, ἐξ ἀφθόνου κρατῆρος, πηγάζουσι τοῖς ἐλπίδι ἀῤῥαγεῖ προσιοῦσι, χαρίτων ἀνεμποδίστων, κρήνην θεόβρυτον.
Κοντάκιον.Ἦχος α´. Χορὸς ἀγγελικός.
Ὡς ἄστρα ἀπλανῆ, τοῦ Ἡλίου τῆς δόξης, ἀνέλαμψαν ἐν γῇ, οἱ Χριστοῦ στρατιῶται, τὸν ζόφον διώκοντες, τῶν παθῶν καὶ πηγάζοντες, χάριν ἄφθονον, ἀνεμποδίστως τοῖς πᾶσι, καὶ ἀκίνδυνον, τὴν σωτηρίαν δωροῦνται, ἐλπίδι τῆς πίστεως.
Μεγαλυνάριον.
Ὅμιλος πεντάριθμος ἀθλητῶν, διηγωνισμένων ἐν Κυρίῳ μαρτυρικῶς, πρόκειται εἰς αἶνον· αὐτοῖς οὖν ἐκβοῶμεν· χαίρετε Ἀθλοφόροι, Χριστοῦ πανθαύμαστοι.
3. Τῶν Ἁγίων Μαρτύρων Ἀκεψιμᾶ, Ἰωσήφ καὶ Ἀειθαλᾶ, καὶ ἀνάμνησις τῶν ἐγκαινίων τοῦ ναοῦ τοῦ Ἁγίου Μεγαλομάρτυρος Γεωργίου, τοῦ ἐν Λύδδῃ, ἤτοι τῆς καταθέσεως τοῦ τιμίου σώματος αὐτοῦ.
Ἀπολυτίκιον τῶν Μαρτύρων.Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Οἱ Μάρτυρές σου Κύριε. (Bλ. σελ. 186).
Ἕτερον Ἀπολυτίκιον τῶν Μαρτύρων.Ἦχος γ´. Θείας πίστεως.Ὡς θεράποντες, τῆς εὐσεβείας, στῦλοι ὤφθητε, τῆς Ἐκκλησίας, πυρσολατρῶν καθελόντες τὸ φρύαγμα, Ἀκεψιμᾶ ἱεράρχα πολύαθλε, Ἀειθαλᾶ Ἰωσήφ τε μακάριοι. Ἀλλ᾿ αἰτήσασθε Χριστὸν τὸν Θεὸν πανεύφημοι, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Ἀπολυτίκιον τῆς ἀνακομιδῆς τοῦ Μεγαλομάρτυρος.Ἦχος δ´. Ταχὺ προκατάλαβε.Ὡς ἥλιος ἔμψυχος, τῇ σῇ ἀθλήσει φανείς, θεσμῷ ἔδυς φύσεως, ἀλλ᾿ ἀνατέλλεις ἐκ γῆς, διὰ τῶν λειψάνων σου, ὅλος λελαμπρυσμένος, τῇ τοῦ Πνεύματος αἴγλῃ, ἐκλάμπων τῇ οἰκουμένῃ, ἰαμάτων ἀκτῖνας, Γεώργιε μεγάλαθλε, πιστῶν ἡ ἀντίληψις.
Κοντάκιον τῶν Μαρτύρων.Ἦχος β´. Τοὺς ἀσφαλεῖς.Τὴν τριφαῆ τῶν ἀθλοφόρων φάλαγγα, τὴν ἐν Μονάδι Τριάδα δοξάσασαν, ἀριστείαις τῆς ἀθλήσεως, μεγαλοφώνως μακαρίσωμεν, Ἀκεψιμᾶν τὸν μέγαν μεγαλύνοντες, καὶ σὺν Ἀειθαλᾷ τὸν Ἰωσὴφ ὁμοῦ· αὐτοὺς γὰρ ὁ Λόγος προσεδέξατο.
Κοντάκιον τοῦ Ἁγίου Γεωργίου.Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ.Τῇ ὑπερμάχῳ καὶ ταχείᾳ ἀντιλήψει σου, προσπεφευγότες οἱ πιστοὶ καθικετεύομεν, λυτρωθῆναι παρὰ σοῦ Χριστοῦ Ἀθλοφόρε· τῶν σκανδάλων τοῦ ἐχθροῦ τοὺς ἀνυμνοῦντάς σε, καὶ παντοίων ἐκ κινδύνων καὶ κακώσεων· ἵνα κράζωμεν, χαίροις Μάρτυς Γεώργιε.
Μεγαλυνάριον τῶν Μαρτύρων.
Χαίροις ἀθλοφόρων τριὰς σεπτή, Ἀκεψιμᾶ πάτερ, Ἰωσὴφ καὶ Ἀειθαλᾶ, οἱ καταβαλόντες, πυρσολατρῶν τὴν πλάνην, καὶ μαρτυρίου δόξαν, καρποφορήσαντες.
Μεγαλυνάριον τοῦ Μεγαλομάρτυρος.
Πλῆρες εὐωδίας ἁγιασμοῦ, δίκην μυροθήκης, ἐκ λαγόνων ὤφθη τῆς γῆς, τὸ σεπτόν σου σκῆνος, Γεώργιε παμμάκαρ, ἀρωματίζον κόσμῳ, θαυμάτων χάριτας.
4. Τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰωαννικίου, τοῦ Μεγάλου, καὶ τῶν Ἁγίων Ἱερομαρτύρων Νικάνδρου, Ἐπισκόπου Μύρων, καὶ Ἑρμαίου Πρεσβυτέρου.
Ἀπολυτίκιον τοῦ Ὁσίου. Ἦχος πλ. δ´.
Ταῖς τῶν δακρύων σου ῥοαῖς. (Bλ. σελ. 186).
Ἕτερον Ἀπολυτίκιον τοῦ Ὁσίου.Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.Τὴν ἐπίγειον δόξαν, Πάτερ, κατέλιπες, καταυγασθεὶς τῇ ἐλλάμψει τῆς ἐπιπνοίας Θεοῦ· ὅθεν ἔφανας ἐν γῇ ὡς ἄστρον ἄδυτον· θείας φωνῆς γὰρ ὡς Μωσῆς μυστικῶς ἀξιωθείς, ἰσάγγελος ἀνεδείχθης, καὶ δωρημάτων ταμεῖον, Ἰωαννίκιε μακάριε.
Ἀπολυτίκιον τῶν Ἱερομαρτύρων.Ἦχος δ´. Ταχὺ προκατάλαβε.Οἱ Μάρτυρές σου Κύριε. (Bλ. σελ. 186).
Ἕτερον Ἀπολυτίκιον τῶν Ἱερομαρτύρων.
Ἦχος γ´. Θείας πίστεως.
Γνῶσιν ἔνθεον, καρποφορήσας, ὡς ὁμότροπος, τῶν Ἀποστόλων, ἐν ἱερεῦσι πιστὸς ἐχρημάτισας· καὶ μαρτυρίου τοῖς σκάμμασι Νίκανδρε, συγκοινωνὸν τὸν Ἑρμαῖον ἐκέκτησο· μεθ᾿ οὗ πρέσβευε, Κυρίῳ τῷ σὲ δοξάσαντι, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Κοντάκιον τοῦ Ὁσίου.Ἦχος δ´. Ἐπεφάνης σήμερον.Ἐν τῇ μνήμῃ σήμερον, τῇ ἱερᾷ σου, συνελθόντες ἅπαντες, ἐκδυσωποῦμεν οἱ πιστοί, Ἰωαννίκιε ὅσιε, παρὰ Κυρίου, εὑρεῖν ἡμᾶς ἔλεος.
Κοντάκιον Τῶν Ἱερομαρτύρων.
Ἦχος γ´. Ἡ Παρθένος σήμερον.
Τῶν ψυχῶν τὴν ἄρουραν, γεηπονοῦντες τῷ λόγῳ, μυστικῶς ἠνέγκατε, Χριστῷ ἀθλήσεως στάχυν· Τίτῳ γάρ, τῷ θεηγόρῳ μαθητευθέντες, ὤφθητε, διδασκαλίας θεῖα πυξία, Νίκανδρε Ἱερομάρτυς, σὺν τῷ Ἑρμαίῳ λαμπρῶς ἀθλήσαντες.
Μεγαλυνάριον τοῦ Ὁσίου.
Χαίροις τῶν Ὁσίων ἡ καλλονή, καὶ τοῦ Παρακλήτου ἐνδιαίτημα χρυσαυγές· χαίροις ἀθανάτου, ζωῆς λειμὼν εὐώδης, τὴν Ἐκκλησίαν τέρπων Ἰωαννίκιε.
Μεγαλυνάριον τῶν Ἱερομαρτύρων.
Χάριν εἰληφότες τὴν θεουργόν, ταῖς χερσὶ τοῦ Τίτου, τὸν τῆς χάριτος φωτισμόν, τοῖς ἐσκοτισμένοις, πυρσεύετε τῷ λόγῳ, Νίκανδρε καὶ Ἑρμαῖε, Ἱερομάρτυρες.
5. Τῶν Ἁγίων Μαρτύρων Γαλακτίωνος καὶ Ἐπιστήμης.
Ἀπολυτίκιον. Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Οἱ Μάρτυρές σου Κύριε. (Bλ. σελ. 186).
Ἕτερον Ἀπολυτίκιον. Ἦχος α´. Τῆς ἐρήμου πολίτης.
Τὴν λαμπρὰν ξυνωρίδα τῶν Μαρτύρων τιμήσωμεν, ὥσπερ συζυγίαν ἀρίστην, καὶ κλυτὴν καὶ θεόφρονα, τὸν θεῖον Γαλακτίωνα πιστοί, ὁμοῦ σὺν Ἐπιστήμῃ τῇ σεμνῇ, δι᾿ ἀσκήσεως γὰρ πόνων ἀθλητικὴν, ἐξήνθησαν φαιδρότητα· δόξα τῷ ἐνισχύσαντι ὑμᾶς, δόξα τῷ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι δι᾿ ὑμῶν, πᾶσιν ἰάματα.
Κοντάκιον.Ἦχος α´. Χορὸς ἀγγελικός.Ἁγνείας τῷ φωτί, τὰς ψυχὰς φωτισθέντες, καὶ κόσμου τὴν ἀχλύν, ὁμοφρόνως λιπόντες, λυχνία ὡς δίφωτος, τοῖς πιστοῖς ἀνελάμψατε, δι᾿ ἀσκήσεως, καὶ μαρτυρίου τοῖς ἄθλοις, ζεῦγος ἔνδοξον, ἡ Ἐπιστήμη ἡ θεία, σὺν τῷ Γαλακτίωνι.
Μεγαλυνάριον.
Ζεῦγος θεοφόρητον καὶ σεπτόν, συζυγία θεία, Γαλακτίων ὁ ἱερός, σὺν τῇ Ἐπιστήμῃ, τοῦ θεοδρόμου βίου, ἡμᾶς τὴν ἐπιστήμην, μυσταγωγήσατε.
6. Τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Παύλου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως, τοῦ Ὁμολογητοῦ.
Ἀπολυτίκιον. Ἦχος γ´. Αὐτόμελον.
Θείας πίστεως, ὁμολογία, ἄλλον Παῦλον σε, τῇ Ἐκκλησίᾳ, ζηλωτὴν ἐν ἱερεῦσιν ἀνέδειξε· συνεκβοᾷ σοι καὶ Ἄβελ πρὸς Κύριον, καὶ Ζαχαρίου τὸ αἷμα τὸ δίκαιον. Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Κοντάκιον.Ἦχος β´. Τὰ ἄνω ζητῶν.Ἀστράψας ἐν γῇ, ὡς ἄστρον οὐρανόφωτον, τὴν καθολικὴν φωτίζεις Ἐκκλησίαν νῦν, ὑπὲρ ἧς καὶ ἤθλησας, τὴν ψυχήν σου Παῦλε προθέμενος, καὶ ὡς Ζαχαρίου καὶ Ἄβελ τρανῶς, βοᾷ σου τὸ αἷμα πρὸς Κύριον.
Μεγαλυνάριον.
Ἄκτιστον ὁμότιμον τῷ Πατρί, τὸν Λόγον δοξάζων, καὶ τῷ Πνεύματι συμφυῆ, Παῦλε θεηγόρε, ὁμολογίας στόμα, κατῄσχυνας Ἀρείου, τὴν ἀθεότητα.
7. Τῶν Ἁγίων τριάκοντα τριῶν Μαρτύρων, τῶν ἐν Μελιτηνῇ, καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ θαυματουργοῦ Λαζάρου, τοῦ ἐν τῷ Γαλησίῳ ὄρει.
Ἀπολυτίκιον τῶν Μαρτύρων. Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Οἱ Μάρτυρές σου Κύριε. (Βλ, σελ. 186).
Ἕτερον Ἀπολυτίκιον τῶν Μαρτύρων.Ἦχος γ´. Θείας πίστεως.Θείῳ Πνεύματι, συντεταγμένοι, δῆμος ὤφθητε, τροπαιοφόροι, Ἀθλοφόροι τοῦ Σωτῆρος πανθαύμαστοι· ὁμοφροσύνῃ γὰρ γνώμης ἑνούμενοι, μαρτυρικῶς τὸν ἐχθρὸν ἐτροπώσασθε· ἀλλ᾿ αἰτήσασθε, Τριάδα τὴν Ὑπερούσιον, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Ἀπολυτίκιον τοῦ Ὁσίου. Ἦχος α΄. Ἐν τῇ Γεννήσει.
Ὑπομονῆς στῦλος γέγονας. (Βλ. σελ. 186).Ἕτερον Ἀπολυτίκιον τοῦ Ὁσίου.Ἦχος πλ. δ´. Ταῖς τῶν δακρύων.
Ταῖς ἐπαγρύπνοις προσευχαῖς, ἐν ὀχετοῖς δακρύων τὸν στῦλον κατέβρεχες, καὶ τοῖς ἐκ βάθους στεναγμοῖς, εἰς ἑκατὸν τοὺς πόνους ἐκαρποφόρησας· καὶ γέγονας ποιμήν, τοῖς προσιοῦσι νέμων συγχώρησιν, Ὅσιε Πατὴρ ἡμῶν Λάζαρε, πρέσβευε Χριστῷ τῷ Θεῷ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Κοντάκιον τῶν Μαρτύρων.Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.Χορὸς Μαρτύρων τηλαυγὴς καὶ φωσφόρος, ἐξανατείλας νοητῶς καταυγάζει, τὴν Ἐκκλησίαν σήμερον θαυμάτων βολαῖς· ὅθεν ἑορτάζοντες, τὴν σεπτὴν αὐτῶν μνήμην, αἰτοῦμέν σε Σωτὴρ ἡμῶν· ταῖς αὐτῶν ἱκεσίαις, ἐκ τῶν κινδύνων λύτρωσαι ἡμᾶς, ὡς ἐλεήμων Θεὸς καὶ φιλάνθρωπος.
Κοντάκιον τοῦ Ὁσίου.Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ.Τοὺς ὑπὲρ φύσιν σου σοφὲ πόνους καὶ σκάμματα, αὐτοὶ οἱ Ἄγγελοι ἰδόντες κατεπλάγησαν, δι᾿ ὧν εἴληφας θεόθεν καὶ τοὺς στεφάνους. ἀλλ᾿ ὡς ἔχων παῤῥησίαν πρὸς τὸν Κύριον, ἐκ παντοίων ἡμᾶς σῷζε περιστάσεων, ἵνα κράζωμεν· χαίροις Πάτερ Ποιμὴν ἡμῶν.
Μεγαλυνάριον τῶν Μαρτύρων.
Χαίροις οὐρανία παρεμβολή, Μάρτυρες Κυρίου, οἱ τριάκοντα πρὸς τρισίν, οἱ τὰς μυριάδας, ἐχθρῶν τῶν νοουμένων, ἀθλήσεως τοῖς ὅπλοις, καταπαλαίσαντες.
Μεγαλυνάριον τοῦ Ὁσίου.
Ὕλην ἀποῤῥίψας τὴν γεηράν, ἔσοπτρον ἐδείχθης, τῆς ἀΰλου μαρμαρυγῆς, Λάζαρε παμμάκαρ, ἐν Γαλησίῳ Ὄρει, ὡς ἄϋλος βιώσας, Χριστοῦ τῷ ἔρωτι.
8. Ἡ σύναξις τῶν Ἀρχιστρατήγων Μιχαὴλ καὶ Γαβριήλ, καὶ τῶν λοιπῶν Ἀσωμάτων Δυνάμεων.
Ἀργία καὶ κατάλυσις οἴνου καὶ ἐλαίου.
Ἀπολυτίκιον. Ἦχος δ´. Τῶν οὐρανίων στρατιῶν.
Τῶν οὐρανίων στρατιῶν Ἀρχιστράτηγοι, δυσωποῦμεν ὑμᾶς ἡμεῖς οἱ ἀνάξιοι, ἵνα ταῖς ὑμῶν δεήσεσι, τειχίσητε ἡμᾶς, σκέπῃ τῶν πτερύγων, τῆς ἀΰλου ὑμῶν δόξης, φρουροῦντες ἡμᾶς προσπίπτοντας, ἐκτενῶς καὶ βοῶντας· ἐκ τῶν κινδύνων λυτρώσασθε ἡμᾶς, ὡς Ταξιάρχαι τῶν ἄνω Δυνάμεων.
Ἀπολυτίκιον τῶν Ἐννέα Ταγμάτων.Ἦχος α´. Τῆς ἐρήμου πολίτης.Τῆς ἀνάρχου Τριάδος λειτουργοὶ οἱ ἀσώματοι, τῶν ἀκαταλήπτων οἱ πρῶτοι, μυστηρίων ἐκφάντορες, σὺν Θρόνοις Χερουβεὶμ καὶ Σεραφείμ, Δυνάμεις Ἐξουσίαι καὶ Ἀρχαί, Κυριότητες Ἀρχάγγελοι οἱ λαμπροί, καὶ Ἄγγελοι ὑμνείσθωσαν· δόξα τῷ ὑποστήσαντι ὑμᾶς, δόξα τῷ καταλάμποντι, δόξα τῷ ὑμνουμένῳ δι᾽ ὑμῶν, τρισαγίοις ᾄσμασι.
Κοντάκιον. Ἦχος β´.
Ἀρχιστράτηγοι Θεοῦ, λειτουργοὶ θείας δόξης, τῶν ἀνθρώπων ὁδηγοί, καὶ ἀρχηγοὶ τῶν Ἀσωμάτων, τὸ συμφέρον ἡμῖν αἰτήσασθε, καὶ τὸ μέγα ἔλεος, ὡς τῶν Ἀσωμάτων Ἀρχιστράτηγοι.
Μεγαλυνάριον.
Δεῦτε εὐφημήσωμεν οἱ πιστοί, τοὺς δύο φωστῆρας τοὺς μεγάλους καὶ φωταυγεῖς, Μιχαὴλ τὸν μέγαν, καὶ Γαβριὴλ τὸν θεῖον, τοὺς δύο Ταξιάρχας τοῦ Παντοκράτορος.
9. Τῶν Ἁγίων Μαρτύρων Ὀνησιφόρου καὶ Πορφυρίου, τῆς Ὁσίας Μητρὸς ἡμῶν Ματρώνης καὶ τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Νεκταρίου, Ἐπισκόπου Πενταπόλεως, τοῦ θαυματουργοῦ.
Ἀπολυτίκιον τῶν Μαρτύρων. Ἦχος δ´.
Οἱ Μάρτυρές σου Κύριε. (Βλ. σελ. 186).
Ἕτερον Ἀπολυτίκιον τῶν Μαρτύρων.Ἦχος γ´. Θείας πίστεως.Θείαν ὄνησιν, ἰχνηλατοῦντες, πορφυρίζοντα, ὤφθητε κρίνα, Ὀνησιφόρε κλεινὲ καὶ Πορφύριε· ὅθεν ὡς ἅρμα τοῦ λόγου χρυσήλατον, πρὸς τὴν οὐράνιον νύσσαν ἠλάσατε· θεῖοι Μάρτυρες, Χριστῷ τῷ Θεῷ πρεσβεύσατε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Ἀπολυτίκιον τῆς Ὁσίας. Ἦχος πλ. δ´.
Ἐν σοὶ Μῆτερ ἀκριβῶς. ( Βλ. σελ. 176).
Ἕτερον Ἀπολυτίκιον τῆς Ὁσίας.
Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Χριστὸν ἀγαπήσασα, τῶν ἀγαθῶν τὴν πηγήν, Ἀγγέλων ἐζήλωσας, μετὰ σαρκὸς τὴν ζωήν, Ματρώνα θεόπνευστε· σὺ γὰρ συνεύνου φίλτρον, παριδοῦσα ἐμφρόνως, ᾔσχυνας τὸν Βελίαρ, τῷ πανσόφῳ σου τρόπῳ· διὸ τῆς ἀκαταλύτου, δόξης ἠξίωσαι.
Ἀπολυτίκιον τοῦ Ἁγίου Νεκταρίου.
Ἦχος α´. Τῆς ἐρήμου πολίτης.
Σηλυβρίας τὸν γόνον καὶ Αἰγίνης τὸν ἔφορον, τὸν ἐσχάτοις χρόνοις φανέντα, ἀρετῆς φίλον γνήσιον, Νεκτάριον τιμήσωμεν πιστοί, ὡς ἔνθεον θεράποντα Χριστοῦ· ἀναβλύζει γὰρ ἰάσεις παντοδαπάς, τοῖς εὐλαβῶς κραυγάζουσι· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.
Κοντάκιον τῶν Μαρτύρων. Ἦχος δ´. Ἐπεφάνης σήμερον.
Τῆς Τριάδος πρόμαχοι, τροπαιοφόροι, ἐν ἀθλήσει ὤφθησαν, Ὀνησιφόρος ὁ σοφός, σὺν Πορφυρίῳ κραυγάζοντες· Χριστῷ συμπάσχειν ζωῆς ἐστι πρόξενον.
Κοντάκιον τῆς Ὁσίας.
Ἦχος γ´. Ἡ Παρθένος σήμερον.
Ἀνδρικῷ ἐν σχήματι, μέσον ἀνδρῶν συμβιοῦσα, τῆς ψυχῆς τὸ φρόνημα, ἀνδρεῖον ἔδειξας Μῆτερ· ἔτρεψας, τὰς τῶν δαιμόνων φαλαγγαρχίας· εὔφρανας, τὰς τῶν Ἀγγέλων χοροστασίας, μεθ᾿ ὧν πρέσβευε Ματρῶνα, ὑπὲρ τῶν πίστει ἀνευφημούντων σε.
Κοντάκιον τοῦ Ἁγίου Νεκταρίου.Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ.Ὀρθοδοξίας τὸν ἀστέρα τὸν νεόφωτον, καὶ Ἐκκλησίας τὸ νεόδμητον προτείχισμα, ἀνυμνήσωμεν καρδίας ἐν εὐφροσύνῃ· δοξασθεὶς γὰρ ἐνεργείᾳ τῇ τοῦ Πνεύματος, ἰαμάτων ἀναβλύζει χάριν ἄφθονον, τοῖς κραυγάζουσι· χαίροις πάτερ Νεκτάριε.
Μεγαλυνάριον τῶν Μαρτύρων.
Ὄνησιν πηγάζει τὴν ἀληθῆ, ὑμῶν ἡ πρεσβεία, ὥσπερ κρήνη ὑπερχειλής, τοῖς ὑμῶν αἰνοῦσιν, Ὀνησιφόρε Μάρτυς, μετὰ τοῦ Πορφυρίου, τὰ κατορθώματα.
Μεγαλυνάριον τῆς Ὁσίας.
Ἔρωτι τρωθεῖσα τῷ θεϊκῷ, συζύγου τὸν πόθον, ὑπερέδραμες εὐπετῶς, καὶ τοῦ Παρακλήτου, ἐπλούτησας τὴν χάριν, Ματρῶνα μακαρία, λαμπρῶς βιώσασα.
Μεγαλυνάριον τοῦ Ἁγίου Νεκταρίου.
Ὤφθης Ἐκκλησίας νέος ἀστήρ, ἐν ἐσχάτοις χρόνοις, τῇ ὁσίᾳ σου βιοτῇ· ὅθεν καταυγάζεις, πιστῶν τὰς διανοίας, ταῖς νοηταῖς ἀκτῖσι Πάτερ Νεκτάριε.
10. Τῶν Ἁγίων Ἀποστόλων ἐκ τῶν Ο´, Ὀλυμπᾶ, Ῥοδίωνος, Σωσιπάτρου, Τερτίου, Ἐραστοῦ καὶ Κουάρτου καὶ τοῦ Ἁγίου Μάρτυρος Ὀρέστου.
Ἀπολυτίκιον τοῦ Ἀποστόλων. Ἦχος γ´.
Ἀπόστολοι ἅγιοι. (Βλ. σελ. 186).
Ἕτερον Ἀπολυτίκιον τοῦ Ἀποστόλων.Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.Τῆς σοφίας τὸν λόγον καταπλουτήσαντες, τῆς εὐσεβείας φωστῆρες καὶ ὑποφῆται σοφοί, ἀνεδείχθητε ἡμῖν Χριστὸν κηρύττοντες, Κούαρτε Ἔραστε κλεινέ, Τέρτιε καὶ Ὀλυμπᾶ, Σωσίπατρε καὶ Ῥοδίων· Ἀπόστολοι θεηγόροι, φωταγωγοὶ τῶν καρδιῶν ἡμῶν.
Ἀπολυτίκιον τοῦ Μάρτυρος. Ἧχος δ´. Ταχὺ προκατάλαβε.
Ὁ Μάρτυς σου Κύριε. (Βλ. σελ. 186).
Ἕτερον Ἀπολυτίκιον τοῦ Μάρτυρος.Ἦχος πλ. α´. Τοῦ λίθου σφραγισθέντος.Χριστὸν ὁμολογήσας ἐπὶ τῶν ἀσεβούντων, εἰδωλομανίας τὸ θράσος, καθεῖλες Ἀθλοφόρε, καὶ δόξης ἐγένου κοινωνός, ἀγῶνας πολυτρόπους ἐνεγκών· διὰ τοῦτο σε Ὀρέστα ὡς νικητήν, τιμῶντες σοι ἐκβοῶμεν· δόξα τῷ παρασχόντι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.
Κοντάκιον τῶν Ἀποστόλων.Ἦχος α´. Χορὸς Ἀγγελικός.
Τριάδος τῆς σεπτῆς, ἐκηρύξατε πίστιν, πολύθεον σοφοί, τῶν εἰδώλων ἀπάτην, ἐκ μέσου ποιήσαντες, ταῖς σεπταῖς διδαχαῖς ὑμῶν· ὅθεν εὕρατε, τὴν ἀμοιβὴν τῶν καμάτων, αἰωνίζουσαν, ἐν οὐρανοῖς τοὺς στεφάνους, λαβόντες Ἀπόστολοι.
Κοντάκιον τοῦ Μάρτυρος. Ἦχος β´. Τοῖς τῶν αἱμάτων σου.
Τὸ ἐν ἀθλήσει σου Μάρτυς ἀήττητον, ὁ ἀθλοθέτης Χριστὸς προσδεξάμενος, ζωῆς σοι τὸν στέφανον δέδωκε, καὶ ἰαμάτων τὴν θείαν ἐνέργειαν, Ὀρέστα ὁ μόνος φιλάνθρωπος.
Μεγαλυνάριον τῶν Ἀποστόλων.
Χαίροις Ἐκκλησίας τῆς τοῦ Χριστοῦ, ἡ ἔμπνους λυχνία, ἡ ἑξάφωτος καὶ λαμπρά· χαίροις ἀποστόλων, ἑξάστιχος χορεία, δι᾿ ὧν τὰ ὑπὲρ λόγον, μυσταγωγούμεθα.
Μεγαλυνάριον τοῦ Μάρτυρος.
Ἅρμα φωτοφόρον καὶ λογικόν, Ὀρέστα ὠράθης, τῆς Τριάδος τῆς παντουργοῦ· ὅθεν ὑπ᾽ ἀλόγων, συρόμενος ἰθύνθης, πρὸς τὰς ὑπερκοσμίους, αὐλὰς γηθόμενος.
11. Τοῦ Ἁγίου Μεγαλομάρτυρος Μηνᾶ τοῦ Αἰγυπτίου, Βίκτωρος, Βικεντίου καὶ Στεφανίδος, καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Θεοδώρου τοῦ Στουδίτου.
Ἀπολυτίκιον τῶν Μαρτύρων. Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Οἱ Μάρτυρές σου Κύριε. (Βλ. σελ. 186).
Ἕτερον Ἀπολυτίκιον τῶν Μαρτύρων.Ἦχος δ´. Ταχὺ προκατάλαβε.Τρισάριθμον σύνταγμα, τῶν Ἀθλητῶν τοῦ Χριστοῦ, συμφώνως τιμήσωμεν, ὡς καθαιρέτας ἐχθροῦ, Μηνᾶν τὸν ἀοίδιμον, Βίκτωρα τὸν γενναῖον, καὶ Βικέντιον ἅμα, τούτοις συνευφημοῦντες, Στεφανίδα τὴν θείαν· αὐτῶν Χριστὲ ἱκεσίαις, πάντας ἐλέησον.
Ἀπολυτίκιον τοῦ Ὁσίου. Ἦχος πλ. δ´.
Ὀρθοδοξίας ὁδηγέ. (Βλ. σελ. 186).
Ἕτερον Ἀπολυτίκιον τοῦ Ὁσίου.Ἦχος γ´. Θείας πίστεως.Δώρων μέτοχος, τῆς ἀφθαρσίας, δῶρον ἄσυλον, τῆς Ἐκκλησίας, φερωνύμως ἀνεδείχθης Θεόδωρε· τοῖς ἱεροῖς γὰρ ἑπόμενος δόγμασιν, ὁμολογίας φωστὴρ ἐχρημάτισας. Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Κοντάκιον τῶν Μαρτύρων.
Ἦχος πλ. δ΄. Ὡς ἀπαρχὰς τῆς φύσεως.
Ὡς εὐσεβείας μάρτυρας καὶ Ἀθλητὰς θεόφρονας, ἡ Ἐκκλησία γεραίρει δοξάζουσα, μαρτυρικοῖς ἐν ᾄσμασι, Μηνᾶν τε Βίκτωρα καὶ Βικέντιον χαίρουσα, καὶ Στεφανίδα τὴν γενναιόφρονα, καὶ Χριστὸν μεγαλύνει, τὸν τούτους δοξάσαντα.
Κοντάκιον τοῦ Ὁσίου. Ἦχος β´. Τὰ ἄνω ζητῶν.
Τὸν ἀσκητικόν ἰσάγγελόν τε βίον σου, τοῖς ἀθλητικοῖς ἐφαίδρυνας παλαίσμασι, καὶ Ἀγγέλοις σύσκηνος θεομάκαρ ὤφθης Θεόδωρε, σὺν αὐτοῖς Χριστῷ τῷ Θεῷ, πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.
Μεγαλυνάριον τῶν Μαρτύρων.
Ὕμνοις φιλομάρτυρες ἱεροῖς, Μηνᾶν τὸν γενναῖον, καὶ τὸν Βίκτωρα τὸν στεῤῥόν, σὺν τῷ Βικεντίῳ, καὶ Στεφανίδι ἅμα, τοὺς ἀριστεῖς τοῦ Λόγου ἐγκωμιάσωμεν.
Μεγαλυνάριον τοῦ Ὁσίου.
Χαίροις εὐσεβείας μυσταγωγέ, καὶ μονήρους βίου, μυστηπόλε καὶ ὁδηγέ· χαίροις ὁ ἐκτρέφων, τῇ δωρεᾷ τοῦ λόγου, Θεόδωρε παμμάκαρ, τοὺς προσιόντας σοι.
12. Τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου, Ἀρχιεπισκόπου Ἀλεξανδρείας, τοῦ Ἐλεήμονος, καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Νείλου τοῦ Ἀσκητοῦ.
Κατάλυσις οἴνου καὶ ἐλαίου.
Ἀπολυτίκιον τοῦ Ἱεράρχου. Ἦχος πλ. δ´.
Ἐν τῇ ὑπομονῇ σου ἐκτήσω τὸν μισθόν σου Πάτερ Ὅσιε, ταῖς προσευχαῖς, ἀδιαλείπτως ἐγκαρτερήσας, τοὺς πτωχοὺς ἀγαπήσας, καὶ τούτοις ἐπαρκέσας· ἀλλὰ πρέσβευε Χριστῷ τῷ Θεῷ, Ἰωάννη Ἐλεῆμον μακάριε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἀπολυτίκιον τοῦ Ὁσίου. Ἦχος πλ. δ´.
Ταῖς τῶν δακρύων σου ῥοαῖς. (Βλ. σελ. 186).
Ἕτερον Ἀπολυτίκιον τοῦ Ὁσίου.Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Σοφίας τῷ ἄνθρακι ἀποκαθάρας τὸν νοῦν τὸ νᾶμα ἐξέπιες τῆς αἰωνίου ζωῆς, βιώσας ὡς ἄγγελος· ὅθεν ἀεὶ βλυστάνεις, τὸ ἁλλόμενον ὕδωρ, πράξει καὶ θεωρίᾳ, καταρδεύων τὸν κόσμον. Διό σε ἀνευφημοῦμεν, Νεῖλε Πατὴρ ἡμῶν Ὅσιε.
Κοντάκιον τοῦ Ἱεράρχου. Ἦχος β´. Τὰ ἄνω ζητῶν.
Τὸν πλοῦτον τὸν σόν, ἐσκόρπισας τοῖς πένησι, καὶ τῶν οὐρανῶν, τὸν πλοῦτον νῦν ἀπείληφας, Ἰωάννη πάνσοφε· διὰ τοῦτο πάντες σε γεραίρομεν, ἐκτελοῦντες τὴν μνήμην σου, τῆς ἐλεημοσύνης ὦ ἐπώνυμε.
Κοντάκιον τοῦ Ὁσίου.Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ.Τὰς φρυγανώδεις τῶν παθῶν τῶν ἐκ τοῦ σώματος, ἐπαναστάσεις τμητικῶς Νεῖλε Μακάριε, ἐν ἀγρύπνῳ σου συνέκοψας ἱκεσίᾳ· ἀλλ᾿ ὡς ἔχων παῤῥησίαν πρὸς τὸν Κύριον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον, ἵνα κράζω σοι· Χαίροις Πάτερ παγκόσμιε.
Μεγαλυνάριον τοῦ Ἱεράρχου.
Ἐλεημοσύνης ὁ ποταμός, ὁ τῆς εὐσπλαγχνίας, διανέμων ἐπιῤῥοὰς καὶ καταπιαίνων ἀπόρων τὰς καρδίας, ὁ μέγας Ἰωάννης ὑμνολογείσθω μοι.
Μεγαλυνάριον τοῦ Ὁσίου.
Τῆς φιλοσοφίας τὸν θησαυρόν, ἐκ τῆς πανολβίου, θησαυρίσας διαγωγῆς, λόγοις ψυχοτρόφοις, πλουτίζεις πάτερ Νεῖλε, ψυχὰς Θεὸν πεινώσας καθάπερ γέγραπται.
13. Τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου.
Ἀργία καὶ κατάλυσις οἴνου καὶ ἐλαίου.
Ἀπολυτίκιον. Ἦχος πλ. δ´. Αὐτόμελον.
Ἡ τοῦ στόματός σου καθάπερ πυρσὸς ἐκλάμψασα χάρις, τὴν οἰκουμένην ἐφώτισεν, ἀφιλαργυρίας τῷ κόσμῳ θησαυροὺς ἐναπέθετο, τὸ ὕψος ἡμῖν τῆς ταπεινοφροσύνης ὑπέδειξεν. Ἀλλὰ σοῖς λόγοις παιδεύων, Πάτερ Ἰωάννη Χρυσόστομε, πρέσβευε τῷ Λόγῳ Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Κοντάκιον. Ἦχος πλ. β´. Τὴν ὑπὲρ ἡμῶν.
Ἐκ τῶν οὐρανῶν ἐδέξω τὴν θείαν χάριν, καὶ διὰ τῶν σῶν χειλέων πάντας διδάσκεις, προσκυνεῖν ἐν Τριάδι τὸν ἕνα Θεόν, Ἰωάννη Χρυσόστομε, παμμακάριστε Ὅσιε, ἐπαξίως εὐφημοῦμέν σε· ὑπάρχεις γὰρ καθηγητής, ὡς τὰ θεῖα σαφῶν.
Ἕτερον Κοντάκιον.Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ.Τὸν ποταμὸν τῆς Ἐκκλησίας τὸν χρυσόρειθρον, καὶ εὐσεβείας τὴν κιθάραν τὴν χρυσόφθογγον, τὸν Χρυσόστομον αἰνέσωμεν Ἰωάννην· χρυσουργία γὰρ τοῦ λόγου κατεχρύσωσε, τὰς καρδίας τῶν πιστῶν καὶ τὰ νοήματα· τούτῳ λέγοντες, χαῖρε θεῖε Χρυσόστομε.
Μεγαλυνάριον.
Χαίροις ὁ χρυσόῤῥειθρος ποταμός, ὁ τὴν οἰκουμένην, καταρδεύων νᾶμα χρυσοῦν· χαίροις ὁ τὴν γλῶτταν, χρυσοῦς καὶ τὴν καρδίαν, Χρυσόστομε τρισμάκαρ, Πατριαρχῶν ἡ κρηπίς.
14. Τοῦ Ἁγίου καὶ Πανευφήμου Ἀποστόλου Φιλίππου, ἐκ τῶν ΙΒ´, καὶ τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Γρηγορίου, Ἀρχιεπισκόπου Θεσσαλονίκης, τοῦ Παλαμᾶ.
Ἀργία καὶ κατάλυσις ἰχθύος.
Ἀπολυτίκιον τοῦ Ἀποστόλου. Ἦχος γ´.
Ἀπόστολε Ἅγιε Φίλιππε. (Βλ. σελ. 186).
Ἕτερον Ἀπολυτίκιον τοῦ Ἀποστόλου.Ἦχος γ´. Θείας πίστεως.Θείαν ἔλλαμψιν, τοῦ Παρακλήτου, εἰσδεξάμενος, πυρὸς ἐν εἴδει, παγκοσμίως ὡς ἀστὴρ ἀνατέταλκας, καὶ τῇ ἀγνοίας τὸν ζόφον διέλυσας, τῇ θεία αἴγλῃ Ἀπόστολε Φίλιππε. Ὅθεν πρέσβευε, Χριστῷ τῷ Θεῷ δεόμεθα, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Ἀπολυτίκιον τοῦ Ἱεράρχου. Ἦχος πλ. δ´.
Ὀρθοδοξίας ὁ φωστήρ, Ἐκκλησίας τὸ στήριγμα καὶ διδάσκαλε, τῶν μοναστῶν ἡ καλλονὴ, τῶν θεολόγων ὑπέρμαχος ἀπροσμάχητος, Γρηγόριε θαυματουργὲ Θεσσαλονίκης τὸ καύχημα, κήρυξ τῆς χάριτος, ἱκέτευε διὰ παντός, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Κοντάκιον τοῦ Ἀποστόλου. Ἦχος πλ. δ´. Ὡς ἀπαρχάς.
Ὁ μαθητὴς καὶ φίλος σου, καὶ μιμητής τοῦ πάθους σου, τῇ οἰκουμένῃ Θεόν σε ἐκήρυξεν, ὁ θεηγόρος Φίλιππος. Ταῖς αὐτοῦ ἱκεσίαις, ἐξ ἐχθρῶν παρανόμων, τὴν Ἐκκλησίαν σου, διὰ τῆς Θεοτόκου συντήρησον Πολυέλεε.
Κοντάκιον τοῦ Ἱεράρχου. Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ.
Τὸ τῆς σοφίας ἱερὸν καὶ θεῖον ὄργανον, θεολογίας τὴν λαμπρὰν συμφώνως σάλπιγγα, ἀνυμνοῦμέν σε Γρηγόριε θεοῤῥῆμον. Ἀλλ᾿ ὡς νοῦς Νοῒ τῷ πρώτῳ παριστάμενος, πρὸς αὐτὸν τὸν νοῦν ἡμῶν Πάτερ ὁδήγησον, ἵνα κράζωμεν· Χαῖρε Κήρυξ τῆς χάριτος.
Μεγαλυνάριον τοῦ Ἀποστόλου.
Φίλος καὶ Ἀπόστολος εὐκλεής, τοῦ μέχρι καὶ δούλου, κενωθέντος ἀναδειχθείς, Φίλιππε θεόπτα, ἐκήρυξας ἐν κόσμῳ, τὴν τούτου ὑπὲρ λόγον, ἄῤῥητον κένωσιν.
Μεγαλυνάριον τοῦ Ἱεράρχου.
Χαίροις ὦ Γρηγόριε γεραρέ, Θεσσαλονικέων, χαίροις καύχημα θαυμαστόν, χαίροις Ὀρθοδόξων, ὁ γρηγορῶν προστάτης, καὶ τῶν αἱρετιζόντων ὁ ἀντικείμενος.
15. Τῶν Ἁγίων Μαρτύρων καὶ Ὁμολογητῶν Γουρία, Σαμωνᾶ καὶ Ἀβίβου.
Ἀρχὴ νηστείας Χριστουγέννων.
Ἀπολυτίκιον. Ἦχος πλ. α´.
Τὰ θαύματα τῶν Ἁγίων σου Μαρτύρων. (Βλ. σελ. 186).
Ἕτερον Ἀπολυτίκιον. Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Τριάδος ἰσάριθμοι, τῆς Ὑπερθέου σαφῶς, Γουρίας καὶ Ἄβιβος, καὶ Σαμωνᾶς ὁ κλεινός, ἐνθέως ὑπάρχοντες, ταύτην τοῖς ἀσεβέσιν, ὡμολόγησαν ἅμα, ἄθλων τὴν τρικυμίαν, ἀβλαβῶς διελθόντες· καὶ νῦν ἡμᾶς κυβερνῶσιν, ὅρμον πρὸς ἄκλυστον.
Κοντάκιον.Ἦχος β´. Τὰ ἄνω ζητῶν.
Ἐξ ὕψους σοφοί, τὴν χάριν κομισάμενοι, τῶν ἐν πειρασμοῖς, προΐστασθε πανεύφημοι· διὸ κόρην Ἅγιοι, ἐκ θανάτου πικροῦ ἐλυτρώσασθε· ὑμεῖς γὰρ ὄντως ὑπάρχετε, Ἐδέσσης ἡ δόξα, καὶ τοῦ κόσμου χαρά.
Μεγαλυνάριον.
Τρίπλοκος χορεία ἀθλητική, Ἄβιβος ὁ θεῖος, καὶ Γουρίας καὶ Σαμωνᾶς, ὤφθησαν τῷ κόσμω, ὁμολογίας χάριν, καὶ πειρασμῶν τὴν λύσιν, ἡμῖν βραβεύοντες.
16. Τοῦ Ἁγίου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Ματθαίου.
Κατάλυσις οἴνου καὶ ἐλαίου.
Ἀπολυτίκιον. Ἦχος γ´.
Ἀπόστολε Ἅγιε, καὶ Εὐαγγελιστὰ Ματθαῖε. (Βλ. σελ. 186).
Ἕτερον Ἀπολυτίκιον.Ἦχος γ´. Θείας πίστεως.Θείας ἤκουσας, φωνῆς τοῦ Λόγου, καὶ τῆς πίστεως, τὸ φῶς ἐδέξω, καταλείψας τελωνείου τὸν σύνδεσμον· ὅθεν Χριστοῦ τὴν ἀπόῤῥητον κένωσιν, εὐηγγελίσω Ματθαῖε Ἀπόστολε· καὶ νῦν πρέσβευε, δοθῆναι τοῖς σὲ γεραίρουσι, πταισμάτων ἱλασμὸν καὶ μέγα ἔλεος.
Κοντάκιον.Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.Τοῦ τελωνείου τὸν ζυγὸν ἀποῤῥίψας, δικαιοσύνης τῷ ζυγῷ προσηρμόσθης, καὶ ἀνεδείχθης ἔμπορος πανάριστος, πλοῦτον κομισάμενος, τὴν ἐξ ὕψους σοφίαν· ὅθεν ἀνεκήρυξας, ἀληθείας τὸν λόγον, καὶ τῶν ῥαθύμων ἤγειρας ψυχάς, καθυπογράψας, τὴν ὥραν τῆς κρίσεως.
Μεγαλυνάριον.
Σύσκηνος τῷ Λόγῳ διατελῶν, θείων μυστηρίων, ἐμυήθης τὰς ἀστραπάς· ἔνθεν θεογράφως, Ἀπόστολε Ματθαῖε, ζωῆς διετυπώσω τὸ Εὐαγγέλιον.
17. Τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Γρηγορίου, Ἐπισκόπου Νεοκαισαρείας, τοῦ Θαυματουργοῦ.
Ἀπολυτίκιον. Ἦχος πλ. δ´.
Ἐν προσευχαῖς γρηγορῶν, ταῖς τῶν θαυμάτων ἐργασίαις ἐγκαρτερῶν, ἐπωνυμίαν ἐκτήσω τὰ κατορθώματα· ἀλλὰ πρέσβευε Χριστῷ τῷ Θεῷ, Πάτερ Γρηγόριε, φωτίσαι τὰς ψυχὰς ἡμῶν, μή ποτε ὑπνώσωμεν, ἐν ἁμαρτίαις εἰς θάνατον.
Κοντάκιον. Ἦχος β´. Τὰ ἄνω ζητῶν.
Θαυμάτων πολλῶν, δεξάμενος ἐνέργειαν, σημείοις φρικτοῖς, τοὺς δαίμονας ἐπτόησας, καὶ τὰς νόσους ἤλασας τῶν ἀνθρώπων, πάνσοφε Γρηγόριε· διὸ καλῇ θαυματουργός, τὴν κλῆσιν ἐξ ἔργων κομισάμενος.
Μεγαλυνάριον.
Τῇ φιλοσοφίᾳ πρὸς ἀληθῆ, γνῶσιν κεχρημένος, οἶα κλίμακι νοητῇ, πρὸς θεολογίας, ἀνέδραμες τὸ ὕψος, Γρηγόριε θαυμάτων, καινῶν διάκονε.
18. Τῶν Ἁγίων Μαρτύρων Πλάτωνος καὶ Ῥωμανοῦ.
Ἀπολυτίκιον. Ἦχος δ´.
Οἱ Μάρτυρές σου Κύριε. (Βλ. σελ. 186).
Ἕτερον Ἀπολυτίκιον.Ἦχος α´. Χορὸς Ἀγγελικός.Δυὰς ἡ εὐκλεής, τῶν κλεινῶν Ἀθλοφόρων, ἐδόξασε λαμπρῶς, τὴν Ἁγίαν Τριάδα, ὁ Πλάτων ὁ ἔνδοξος, Ῥωμανός τε ὁ ἔνθεος, ἐναθλήσαντες, καὶ τὸν ἐχθρὸν καθελόντες· ὅθεν πάντοτε, ὑπὲρ ἡμῶν δυσωποῦσι, τὸν μόνον φιλάνθρωπον.
Κοντάκιον. Ἦχος δ´. Ἐπεφάνης σήμερον.
Ὡς ὁπλῖται ἄριστοι, τῆς ἀληθείας, τὸν τοῦ ψεύδους ἄρχοντα, κατετροπώσασθε στεῤῥῶς, σὺν Ῥωμανῷ Πλάτων ἔνδοξε, τῆς εὐσεβείας τὸν λόγον κηρύξαντες.
Μεγαλυνάριον.
Πλάτος εὐσεβείας διατρανοῖ, Πλάτων ὁ θεόφρων, τῇ στενώσει τῶν αἰκισμῶν, πίστεως δὲ ῥώμην, ὁ Ῥωμανὸς ἐκλάμπει, καὶ ἄμφω τῷ τοῦ Λόγου πάθος δοξάζουσι.
19. Τοῦ Ἁγίου Προφήτου Ἀβδιού καὶ τοῦ Ἁγίου Μάρτυρος Βαρλαάμ.
Ἀπολυτίκιον τοῦ Προφήτου. Ἦχος β´.
Τοῦ Προφήτου σου Ἀβδιοὺ. (Βλ. σελ. 186).
Ἕτερον Ἀπολυτίκιον τοῦ Προφήτου.Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.Ὥσπερ θεράπων φερωνύμως τοῦ Λόγου, τοῦ ὑπὲρ ἔννοιαν φωτὸς ἠξιώθης, καὶ προφητείας ἔλλαμψιν ἐδέξω σοφέ· δόξαν γὰρ τὴν ἄϋλον, καθαρῶς ἐποπτεύων, ὄργανον θεόπνευστον, Ἀβδιοὺ ἀνεδείχθης, προμελῳδοῦν ἐν κόσμῳ μυστικῶς, τῶν ἐσομένων, Προφῆτα τὴν ἔκβασιν.
Ἀπολυτίκιον τοῦ Μάρτυρος. Ἧχος δ´. Ταχὺ προκατάλαβε.
Ὁ Μάρτυς σου Κύριε. (Βλ. σελ. 186).
Ἕτερον Ἀπολυτίκιον τοῦ Μάρτυρος.Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.Νεανικὴν ἐνδεδυμένος ἀνδρείαν, μαρτυρικὴν ἐν πολιᾷ καρτερίαν, σὺ ἐνεδείξω ἔνδοξε δοξάσας τὸν Χριστόν, τούτῳ δὲ προσήγαγες, δεξιᾷ κεκαυμένῃ, ὡς θυσίαν ἄμωμον, τὴν ἁγίαν ψυχὴν σου· μεγαλομάρτυς πρέσβευε ἀεί, πᾶσι δοθῆναι, Βαρλαάμ, συγχώρησιν.
Κοντάκιον τοῦ Προφήτου.
Ἦχος πλ. δ´. Ὡς ἀπαρχὰς τῆς φύσεως.
Ὡς ἀπαρχὴν εὐπρόσδεκτον, προσαγαγὼν τὸν βίον σου, τῷ ἐν Τριάδι Θεῷ παναοίδιμε, θεαρχικῆς ἐλλάμψεως, ἀπηνέγκω τὸ κάλλος, καὶ μελλόντων ἐκφάντωρ θεοειδέστατος, Ἀβδιοὺ ἀνεδείχθης, κραυγάζων· Ἀλληλούϊα.
Κοντάκιον τοῦ Μάρτυρος. Ἦχος γ´. Ἡ Παρθένος σήμερον.
Γηραιῷ ἐν σώματι, τὸν παλαιὸν ἐν κακίᾳ, κρατεροῖς παλαίσμασι, καταβαλὼν Ἀθλοφόρε, ἤνεγκας, καθάπερ ἄσαρκος τὰς στρεβλώσεις, ἔφερες, τὴν τῆς χειρός σου καῦσιν ἀνδρείως· διὰ τοῦτό σε ὁ Λόγος, στεφάνῳ δόξης, Βαρλαάμ ἔστεψε.
Μεγαλυνάριον τοῦ Προφήτου.
Χάριν προφητείας οἷα πηγήν, Ἀβδιοὺ Προφῆτα, δεδεγμένος ἐν τῇ ψυχῇ, ὄμβροις οὐρανίοις, προφητικῶς ἐπάρδοις, ἡμῶν τὰς διανοίας, τῶν εὐφημούντων σε.
Μεγαλυνάριον τοῦ Μάρτυρος.
Δρόσον οὐρανίου ἀναψυχῆς, γραφικῶς σταλάζει, Ἐκκλησίᾳ τῇ εὐαγεῖ, Βαρλαάμ θεόφρον, ἡ κεκαυμένη χείρ σου, Κυρίῳ αἰρομένη, ὑπὲρ τῶν δούλων σου.
20. Προεόρτια τῆς ἐν τῷ Ναῷ Εἰσόδου τῆς Ὑπεραγίας Θεοτόκου καὶ μνήμη τῶν ἐν Ἁγίοις πατέρων ἡμῶν Γρηγορίου τοῦ Δεκαπολίτου καὶ Πρόκλου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.
Προεόρτιον Ἀπολυτίκιον. Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Χαρὰν προμνηστεύεται, σήμερον Ἄννα ἡμῖν, τῆς λύπης ἀντίθετον, καρπὸν βλαστήσασα, τὴν μόνην Ἀειπάρθενον· ἥν περ δὴ καὶ προσάγει, τὰς εὐχὰς ἐκπληροῦσα, σήμερον γηθομένη, τῷ Ναῷ τοῦ Κυρίου, ὡς ὄντως ναὸν τοῦ Θεοῦ Λόγου, καὶ Μητέρα ἁγνήν.
Ἀπολυτίκιον τῶν Ἁγίων. Ἦχος δ´.
Ὁ Θεὸς τῶν Πατέρων ἡμῶν. (Βλ. σελ. 186).
Ἕτερον Ἀπολυτίκιον τῶν Ἁγίων.Ἦχος δ´. Ταχὺ προκατάλαβε.Λυχνία ὡς δίπυρσος, τῶν θεϊκῶν δωρεῶν, ἀκτῖσι τῆς χάριτος, φωταγωγοῦσιν ἡμᾶς, Πατέρες οἱ ἔνθεοι, Πρόκλος τοῦ Βυζαντίου, ὁ σοφὸς Ποιμενάρχης, Γρηγόριος ὁ θεόφρων, Δεκαπόλεως γόνος· διὸ μετὰ προθυμίας, τούτοις προσέλθωμεν.
Κοντάκιον Προεόρτιον.Ἦχος δ´. Ἐπεφάνης σήμερον.Εὐφροσύνης σήμερον, ἡ οἰκουμένη, ἐπληρώθη ἅπασα, ἐν τῇ εὐσήμῳ Ἑορτῇ, τῆς Θεοτόκου κραυγάζουσα· Αὕτη ὑπάρχει, σκηνὴ ἐπουράνιος.
Κοντάκιον τῶν Ἁγίων.Ἦχος γ´. Ἡ Παρθένος σήμερον.Ἡ δυὰς ἡ ἔνθεος, τῶν θεοφόρων Πατέρων, βιοτῆς ὀρθότητι, καὶ τῶν δογμάτων τῇ αἴγλῃ, φάναντες, δικαιοσύνης ἐν τῷ στεφάνῳ, ὤφθησαν τῆς Ἐκκλησίας νυμφαγωγία, ὁ Γρηγόριος καὶ Πρόκλος, οὓς εὐφημοῦντες, Χριστὸν δοξάσωμεν.
Μεγαλυνάριον Προεόρτιον.
Ἔνδον τῶν ἀδύτων ἐν τῷ ναῷ, ἡ τῷ Θεῷ Λόγῳ, ἐκλεχθεῖσα πρὸ γενεῶν, ἀφιερωθεῖσα, τὴν οἴκησιν ποιεῖται, ἡ Πάναγνος Παρθένος, ἣν μεγαλύνομεν.
Μεγαλυνάριον τῶν Ἁγίων.
Ῥήτωρ Ἑκκλησίας θεοειδής, Πρόκλε ἀνεδείχθης, Ἱεράρχης ὡς εὐκλεής, σκεῦος ἀρετῶν δέ, Γρηγόριε ὡράθης· διὸ τὴν πολιτείαν, ὑμῶν γεραίρομεν.
21. Ἡ ἐν τῷ Ναῷ Εἴσοδος τῆς Ὑπεραγίας Θεοτόκου.
Ἀργία καὶ κατάλυσις ἰχθύος.
Ἀπολυτίκιον. Ἦχος δ´.
Σήμερον τῆς εὐδοκίας Θεοῦ τὸ προοίμιον, καὶ τῆς τῶν ἀνθρώπων σωτηρίας ἡ προκήρυξις. Ἐν ναῷ τοῦ Θεοῦ, τρανῶς ἡ Παρθένος δείκνυται, καὶ τὸν Χριστὸν τοῖς πᾶσι προκαταγγέλλεται. Αὐτῇ καὶ ἡμεῖς μεγαλοφώνως βοήσωμεν· Χαῖρε τῆς οἰκονομίας, τοῦ Κτίστου ἡ ἐκπλήρωσις.
Κοντάκιον.Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.Ὁ καθαρώτατος Ναὸς τοῦ Σωτῆρος, ἡ πολυτίμητος παστὰς καὶ Παρθένος, τὸ ἱερὸν θησαύρισμα τῆς δόξης τοῦ Θεοῦ, σήμερον εἰσάγεται, ἐν τῷ οἴκῳ Κυρίου, τὴν χάριν συνεισάγουσα, τὴν ἐν Πνεύματι Θείῳ· ἣν ἀνυμνοῦσιν Ἄγγελοι Θεοῦ· Αὕτη ὑπάρχει, σκηνὴ ἐπουράνιος.
Μεγαλυνάριον.
Ἔνδον τῶν ἀδύτων ἐν τῷ Ναῷ, ἡ τῷ Θεῷ Λόγῳ, ἐκλεχθεῖσα πρὸ γενεῶν, ἀφιερωθεῖσα, τὴν οἴκησιν ποιεῖται, ἡ Πάναγνος Παρθένος, ἣν μεγαλύνομεν.
22. Τοῦ Ἁγίου Ἀποστόλου Φιλήμονος καὶ τῶν σὺν αὐτῷ, Ἀπφίας, Ἀρχίππου καὶ Ὀνησίμου ἐκ τῶν Ο´, καὶ τῆς Ἁγίας Μάρτυρος Κικιλίας καὶ τῶν σὺν αὐτῇ, Βαλλεριανοῦ καὶ Τιβουρτίου.
Ἀπολυτίκιον τῶν Ἀποστόλων. Ἦχος γ´.
Ἀπόστολοι Ἅγιοι. (Βλ. σελ. 186).
Ἕτερον Ἀπολυτίκιον τῶν Ἀποστόλων.Ἦχος δ´. Ταχὺ προκατάλαβε.Τετρὰς ἡ θεόλεκτος, τῶν Ἀποστόλων Χριστοῦ, Φιλήμων καὶ Ἄρχιππος, καὶ σὺν Ἀπφίᾳ ὁμοῦ, ὁ θεῖος Ὀνήσιμος, λάμψαντες τοῖς ἐν σκότει, ἀληθείας τὴν γνῶσιν, ἤθλησαν ὁμοφρόνως, καὶ τὴν πλάνην καθεῖλον. Καὶ νῦν ἐξευμενίζονται, πᾶσι τὸν Κύριον.
Ἀπολυτίκιον τῶν Μαρτύρων. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Οἱ Μάρτυρές σου Κύριε. (Βλ. σελ. 186).
Ἕτερον Ἀπολυτίκιον τῶν Μαρτύρων.Ἦχος γ´. Θείας πίστεως.Θείων τρόπων σου, τῇ ἐπιλαμψει, πρὸς ἀείζωον, εἵλκυσας φέγγος, τὴν αὐτάδελφον δυάδα καὶ σύναυλον, καὶ σὺν αὐτοῖς Κικιλία ἀθλήσασα, τῆς θείας δόξης ὁμοῦ ἠξιώθητε· μεθ᾿ ὧν πρέσβευε, δοθῆναι τοῖς εὐφημοῦσί σε, πταισμάτων ἱλασμὸν καὶ μέγα ἔλεος.
Κοντάκιον τῶν Ἀποστόλων. Ἦχος β´. Τὴν ἐν πρεσβείαις.
Ὡς Ἐκκλησίας θεμέλιοι καὶ λαμπτῆρες, καὶ τοῦ Σωτῆρος Ἀπόστολοι θεηγόροι, Φιλῆμον Ἀπφία καὶ Ὀνήσιμε, καὶ σὺν Ἀρχίππῳ ἅμα, ὑπὲρ ἡμῶν πρεσβεύσατε, τῷ Λόγῳ σοφοὶ ἱεροκήρυκες.
Κοντάκιον τῶν Μαρτύρων. Ἦχος β´. Τοῖς τῶν αἱμάτων σου.
Τῆς εὐσεβείας τῇ θείᾳ μεθόδῳ σου, ἀθλητικῶς τῷ Χριστῷ προσηνέχθησαν, Βαλλεριανὸς καὶ Τιβούρτιος, ὦ Κικιλία μεθ᾽ ὧν ἀνεκραύγαζες· Σὺ Σῶτερ Μαρτύρων τὸ στήριγμα.
Μεγαλυνάριον τῶν Ἀποστόλων.
Χαίρετε τοῦ Λόγου μυσταγωγοί, καὶ τῶν ἐν τῷ σκότει, πλανωμένων φωταγωγοί, Ἄρχιππε Φιλῆμον, Ὀνήσιμε Ἀπφία, Ἀπόστολοι θεόπται, Ἀγγέλων σύσκηνοι.
Μεγαλυνάριον τῶν Μαρτύρων.
Ῥόδον ὡς ἀμάραντον καὶ τερπνόν, ὀσμὴν ζωηφόρον, ἐπαφῆκας παρθενικῶς, ἣν εἰσδεξαμένη, ἡ ξυνωρὶς ἡ σύμφρων, σὺν σοὶ ὦ Κικιλία, λαμπρῶς ἠγώνισται.
23. Τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν Ἀμφιλοχίου, Ἐπισκόπου Ἰκονίου, καὶ Γρηγορίου, Ἐπισκόπου Ἀκραγαντίνων.
Ἀπολυτίκιον τῶν Ἁγίων. Ἦχος δ´.
Ὁ Θεὸς τῶν Πατέρων ἡμῶν. (Βλ. σελ. 186).
Ἀπολυτίκιον τοῦ Ἁγίου Ἀμφιλοχίου.
Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Σοφίας τὴν ἔλλαψιν, ὡς καθαρὸς μυηθείς, δογμάτων ὀρθότητος, φωτοειδεῖς ἀστραπάς, ἐκλάμπεις τοῖς πέρασι· σὺ γὰρ τὴν ἐν Τριάδι, ὁμοούσιον φύσιν, ἐκήρυξας ἀσυγχύτως, καθελὼν τὰς αἱρέσεις· διό σε Ἱεράρχα Ἀμφιλόχιε, Χριστὸς ἐδόξασε.
Ἀπολυτίκιον τοῦ Ἁγίου Γρηγορίου.Ἦχος α´. Τῆς ἐρήμου πολίτης.Γρηγορῶν ἐκ σπαργάνων φερωνύμως Γρηγόριε, ἐν τοῖς δικαιώμασι Πάτερ τοῦ τῶν ὅλων δεσπόζοντος, ἐπλήσθης οὐρανίων δωρεῶν, ὡς γρήγορος ποιμὴν τῶν εὐσεβῶν· διὰ τοῦτο πρὸς λειμῶνας ἀειθαλεῖς, ἰθύνεις τοὺς βοῶντάς σοι· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.
Κοντάκιον τοῦ Ἁγίου Ἀμφιλοχίου.Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ.Ὡς Ἱεράρχης τοῦ Σωτῆρος ἐνθεώτατος, Ὀρθοδοξίας ἀνεδείχθης σάλπιγξ εὔσημος, καὶ αἰρέσεων καθεῖλες τὰς ἐπινοίας· τὴν Τριάδα ὁμοούσιον γὰρ Ὅσιε, καὶ ὁμόθρονον τοῖς πᾶσιν ἀνεκήρυξας· διὸ κράζομεν, χαίροις Πάτερ Ἀμφιλόχιε.
Κοντάκιον τοῦ Ἁγίου Γρηγορίου.Ἦχος γ´. Ἡ Παρθένος σήμερον.Ὥσπερ μέγας ἥλιος, ἀνατολαῖς τῶν θαυμάτων, καταυγάζεις ἅπασαν, τὴν τοῦ Θεοῦ Ἐκκλησίαν, ἔσωσας ταῖς σαῖς πρεσβείαις πολλοὺς ἀνθρώπους· ἤλασας τοὺς κακοδόξους ἐκ τῆς σῆς ποίμνης· διὰ τοῦτό σε τιμῶμεν, θεόφρον Πάτερ, σοφὲ Γρηγόριε.
Μεγαλυνάριον τοῦ Ἁγίου Ἀμφιλοχίου.
Ῥεῖθρα ἐκ χειλέων τὰ λογικά, θεοῤῥημοσύνης, ἐπιῤῥαίνων ὡς ἀληθῶς, ὤφθης Ἐκκλησίας, πνευματικὴ νεφέλη· διό σε μεγαλύνει, ὦ Ἀμφιλόχιε.
Μεγαλυνάριον τοῦ Ἁγίου Γρηγορίου.
Γρήγορσιν σοφίας καρποφορῶν, λόγοις ψυχοτρόφοις, διατρέφεις ὡς ἀληθῶς, ὡς Χριστοῦ θεράπων, τὴν σοὶ λαχοῦσαν ποίμνην· διό σε μακαρίζει, Πάτερ Γρηγόριε.
24. Τῶν Ἁγίων Ἱερομαρτύρων Κλήμεντος Ῥώμης καὶ Πέτρου Ἀλεξανδρείας.
Ἀπολυτίκιον τῶν Ἁγίων. Ἦχος δ´.
Ὁ Θεὸς τῶν Πατέρων ἡμῶν. (Βλ. σελ. 186).
Ἕτερον Ἀπολυτίκιον τῶν Ἁγίων. Ἦχος γ´. Τὴν ὡραιότητα.
Τῆς θείας γνώσεως, εὔσημοι σάλπιγγες, καὶ τῶν τῆς πίστεως, θεσμῶν ἐκφάντορες, Ἱερομάρτυρες Χριστοῦ, ἐδείχθητε τοῖς ἐν κόσμῳ, Κλήμη παναοίδιμε, τῆς ζωῆς κλῆμα εὔκαρπον, καὶ Πέτρε θεόσοφε, εὐσεβῶν πέτρα ἄῤῥηκτε· διὸ ὡς τῶν ἀῤῥήτων ἐπόπται, ῥύσασθαι πάσης ἡμᾶς βλάβης.
Κοντάκιον τῶν Ἁγίων.Ἦχος δ´. Ἐπεφάνης σήμερον.Ἐκκλησίας ἄσειστοι, καὶ θεῖοι πύργοι, εὐσεβείας ἔνθεοι, στῦλοι ὡς ὄντες κραταιοί, Κλήμη σὺν Πέτρῳ πανεύφημοι, ὑμῶν πρεσβείαις, φρουρεῖτε τοὺς ἅπαντας.
Μεγαλυνάριον τῶν Ἁγίων.
Κλῆμα ἀφθαρσίας πανευφθαλές, ὁ Κλήμης ἐδείχθη, οἶνον στάζον τὸν μυστικόν, πέτρα Ἐκκλησίας, ὁ Πέτρος δὲ ὡράθη· διὸ τὰς ἀριστείας, τούτων ὑμνήσωμεν.
25. Τῆς Ἁγίας Μεγαλομάρτυρος τοῦ Χριστοῦ καὶ Πανσόφου Αἰκατερίνης καὶ τοῦ Ἁγίου Μεγαλομάρτυρος Μερκουρίου.
Ἐν ταύτῃ τῇ ἡμέρᾳ ἀποδίδοται καὶ ἡ Ἑορτὴ τῶν Εἰσοδίων.
Ἀργία καὶ κατάλυσις οἴνου καὶ ἐλαίου.
Ἀπολυτίκιον τῆς Μεγαλομάρτυρος.
Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ. Ἡ ἁμνάς σου Ἰησοῦ. (Βλ. σελ. 186).
Ἕτερον Ἀπολυτίκιον τῆς Μεγαλομάρτυρος.Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.Τὴν πανεύφημον νύμφην Χριστοῦ ὑμνήσωμεν, Αἰκατερίναν τὴν θείαν καὶ πολιοῦχον Σινᾶ, τὴν βοήθειαν ἡμῶν καὶ ἀντίληψιν· ὅτι ἐφίμωσε λαμπρῶς τοὺς κομψοὺς τῶν ἀσεβῶν, τοῦ Πνεύματος τῇ δυνάμει· καὶ νῦν ὡς Μάρτυς στεφθεῖσα, αἰτεῖται πᾶσι τὸ μέγα ἔλεος.
Ἀπολυτίκιον τοῦ Μεγαλομάρτυρος.
Ἧχος δ´. Ταχὺ προκατάλαβε.
Ὁ Μάρτυς σου Κύριε. (Βλ. σελ. 186).
Ἕτερον Ἀπολυτίκιον τοῦ Μεγαλομάρτυρος. Ὅμοιον.Ἧχος δ´. Ταχὺ προκατάλαβε.Οὐράνιον Ἄγγελον, χειραγωγὸν ἀσφαλῆ, πρὸς δόξαν ἀρίδηλον, ὡς τοῦ φωτὸς κοινωνός, Μερκούριε ἔσχηκας· ὅθεν τῷ ἀθανάτῳ, Βασιλεῖ πειθαρχήσας, ἤθλησας ὑπὲρ φύσιν, ὡς γενναῖος ὁπλίτης· διὸ τοὺς σοὶ προσιόντας, μάκαρ περίσῳζε.
Κοντάκιον τῆς Μεγαλομάρτυρος.
Ἦχος γ´. Ἡ Παρθένος σήμερον.
Τὴν σοφίαν ἄνωθεν, κομισαμένη τοῦ λόγου, τῶν ῥητόρων ἤλεγξας, τὰς φληναφίας εὐτόνως· κάλλεσι, τῆς παρθενίας ὡραϊσμένη, αἵμασι, τῆς μαρτυρίας πεποικιλμένη, διὰ τοῦτό σε ὡς νύμφην, Αἰκατερίνα, Χριστὸς προσήκατο.
Κοντάκιον τοῦ Μεγαλομάρτυρος.Ἦχος δ´. Ἐπεφάνης σήμερον.Ὥσπερ θεῖον θώρακα, ἠμφιεσμένος, τοῦ Χριστοῦ τὴν δύναμιν, ἀθλητικῶς ἀνδραγαθεῖς, καταπυρσεύων τοὺς ψάλλοντας· χαῖρε Μαρτύρων, τὸ κλέος Μερκούριε.
Μεγαλυνάριον τῆς Μεγαλομάρτυρος.
Νύμφη τοῦ Σωτῆρος πανευκλεής, αἴγλῃ παρθενίας, καὶ σοφίας τῇ καλλονῇ, καὶ μαρτύρων ἄθλοις, λαμπρῶς πεποικιλμένη, Αἰκατερίνα ὤφθης, ὡς καλλιπάρθενος.
Μεγαλυνάριον τοῦ Μεγαλομάρτυρος.
Ὤφθης νεανίας πανευπρεπής, οἷα στρατιώτης, τοῦ Δεσπότου περιφανής· φύσεως γὰρ ὥρᾳ, τὴν ἄθλησιν ἀνθήσας, Μερκούριε θεόφρον, Χριστῷ δεδόξασαι.
26. Τῶν Ὁσίων Πατέρων ἡμῶν Ἀλυπίου τοῦ Κιονίτου καὶ Νίκωνος τοῦ Μετανοεῖτε.
Ἀπολυτίκιον τοῦ Ὁσίου Ἀλυπίου.Ἦχος α´. Ἐν τῇ Γεννήσει.
Ὑπομονῆς στῦλος γέγονας. (Βλ. σελ. 186).
Ἕτερον Ἀπολυτίκιον τοῦ Ὁσίου Ἀλυπίου.Ἦχος α´. Τὸν τάφον σου Σωτήρ.Δοξάζων ὁ Θεός, τὴν σὴν γέννησιν Πάτερ, προέγραψε σαφῶς, τῆς ζωῆς σου τὴν χάριν· αὐτῷ γὰρ εὐηρέστησας, ἀρετῶν τελειότητι· ὅθεν ἤστραψας, ἀπὸ τοῦ κίονος πᾶσι, τῶν ἀγώνων σου, τὰς ἀληθεῖς ἀντιδόσεις, Ἀλύπιε Ὅσιε.
Ἀπολυτίκιον Ὁσίου Νίκωνος. Ἦχος γ´. Θείας πίστεως.
Χαίρει ἔχουσα, ἡ Λακεδαίμων, θείαν λάρνακα, τῶν σῶν λειψάνων, ἀναβρύουσαν πηγὰς τῶν ἰάσεων, καὶ διασῴζουσαν πάντας ἐκ θλίψεων, τοὺς σοὶ προστρέχοντας Πάτερ ἐκ πίστεως· Νίκων Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Κοντάκιον τοῦ Ὁσίου Ἀλυπίου.Ἦχος πλ. δ´. Ὡς ἀπαρχὰς τῆς φύσεως.Ὡς ἀρετῶν ὑπόθεσιν, καὶ Ἀσκητῶν καλλώπισμα, ἡ Ἐκκλησία δοξάζει σε σήμερον, καὶ ἀνυμνεῖ Ἀλύπιε· ταῖς εὐχαῖς σου παράσχου, τοῖς τιμῶσιν ἐκ πόθου τὰς ἀριστείας σου, τῶν δεινῶν ἐγκλημάτων, ἐκλύτρωσιν ὡς ἐπώνυμος.
Κοντάκιον τοῦ Ὁσίου Νίκωνος.Ἦχος πλ. β´. Τὴν ὑπὲρ ἡμῶν πληρώσας.Τὴν Ἀγγελικὴν μιμούμενος πολιτείαν, κόσμου τὰ τερπνὰ ὡς σκύβαλα ἐλογίσω, μετανοίας τὴν τρίβον δεικνύων ἡμῖν, θεοφόρε Νίκων Ὅσιε· διὰ τοῦτό σε γεραίρομεν, ἐκτελοῦντες νῦν τὴν μνήμην σου· ὑπάρχεις γὰρ ἀληθῶς, ἰαμάτων πηγή.
Μεγαλυνάριον τοῦ Ὁσίου Ἀλυπίου.
Λιπὼν χαμαιζήλους διατριβάς, ὤφθης οὐρανόφρων, ἐν τῷ κίονι ὑψωθείς· ὅθεν ἔξω κόσμου, Ἀλύπιε βιώσας, ὑπερκοσμίου δόξης, ἔτυχες Ὅσιε.
Μεγαλυνάριον τοῦ Ὁσίου Νίκωνος.
Νίκην περιφέρων κατὰ παθῶν, τὴν εὔκλειαν ταύτης, διαγράφεις Νίκων σοφέ, τοῖς πᾶσι κηρύττων, τὴν τοῦ Προδρόμου ῥῆσιν· Μετανοεῖτε ἤγγικεν ἡ ἀπόδοσις.
27. Τοῦ Ἁγίου Μεγαλομάρτυρος Ἰακώβου τοῦ Πέρσου.
Ἀπολυτίκιον. Ἧχος δ´. Ταχὺ προκατάλαβε.
Ὁ Μάρτυς σου Κύριε. (Βλ. σελ. 186).
Ἕτερον Ἀπολυτίκιον. Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Ὁ μάρτυς Ἰάκωβος, ὁ τῆς Περσίδος βλαστός, τὸν δόλιον δράκοντα, τοῖς τῶν αἱμάτων κρουνοῖς, ἀθλήσας ἀπέπνιξε· πίστει γὰρ ἀληθείας, μεληδὸν τετμημένος, ὤφθη τροπαιοφόρος, τοῦ Σωτῆρος ὁπλίτης, πρεσβεύων ἀδιαλείπτως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Κοντάκιον.Ἦχος β´. Τὰ ἄνω ζητῶν.Πεισθεὶς τῇ καλῇ συζύγω καρτερόψυχε, καὶ τὸ φοβερόν κριτήριον φοβούμενος, τῶν Περσῶν τὸ φρόνημα, καὶ τὸν φόβον Ἰάκωβε κατέπτυσας, καὶ ἀνεδείχθης Μάρτυς θαυμαστός, τὸ σῶμα ὡς κλῆμα τεμνόμενος.
Μεγαλυνάριον.
Τίς σου τῆς ἀνδρείας τὸ εὐσταθές, ἀξείπει εἰκότως, καρτερόψυχε Ἀθλητά; μεληδὸν γὰρ ἅπαν, τμηθεὶς τὸ σῶμα ἔστης, Ἰάκωβε ὡς ἄκμων· διὸ δεδόξασαι.
28. Τοῦ Ὁσίου Πατρὸς ἡμῶν Στεφάνου τοῦ Νέου καὶ τοῦ Ἁγίου Μάρτυρος Εἰρηνάρχου.
Ἀπολυτίκιον τοῦ Ὁσίου.
Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἀσκητικῶς προγυμνασθεὶς ἐν τῷ ὄρει, τὰς νοητὰς τῶν δυσμενῶν παρατάξεις, τῇ πανοπλίᾳ ὤλεσας παμμάκαρ τοῦ Σταυροῦ· αὖθις δὲ πρὸς ἄθλησιν, ἀνδρικῶς ἀπεδύσω, κτείνας τὸν Κοπρώνυμον, τῷ τῆς πίστεως ξίφει, καὶ δι᾿ ἀμφοῖν ἐστέφθης ἐκ Θεοῦ, ὁσιομάρτυς ἀοίδιμε Στέφανε.
Ἕτερον Ἀπολυτίκιον τοῦ Ὁσίου.Ἦχος γ´. Θείας πίστεως.Θείαν ἄσκησιν ἐνδεδειγμένος, σκεῦος γέγονας, δικαιοσύνης, διαπρέπων ταῖς σεπταῖς ἀναβάσεσι· καὶ τοῦ Χριστοῦ τὴν Εἰκόνα σεβόμενος, μαρτυρικῆς ἠξιώθης φαιδρότητος· θεῖε Στέφανε, ἐν ὅπλῳ ἡμᾶς στεφάνωσον, τῆς θείας εὐδοκίας τοὺς ὑμνοῦντάς σε.
Ἀπολυτίκιον τοῦ Μάρτυρος. Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Ὁ Μάρτυς σου Κύριε. (Βλ. σελ. 186).
Ἕτερον Ἀπολυτίκιον τοῦ Μάρτυρος.Ἦχος δ´. Ταχὺ προκατάλαβε.Εἰρήνης τὸν πρύτανιν, ὁμολογήσας πιστῶς, τῆς πλάνης τὸν τάραχον, κατέλιπες νουνεχῶς, θεόφρον Εἰρήναρχε· ὅθεν δι᾿ ὕδατός τε, καὶ πυρὸς ὡς διῆλθες, ἔβης τροπαιοφόρος, πρὸς οὐράνιον λῆξιν, εἰρήνην καὶ σωτηρίαν, πᾶσιν αἰτούμενος.
Κοντάκιον τοῦ Ὁσίου.Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ.Τὸν τῆς Τριάδος ἐραστὴν καὶ θεῖον Στέφανον, ἀνευφημήσωμεν πιστῶς ᾠδαῖς φιλέορτοι, ἐκ καρδίας ὡς τιμήσαντα χαρακτῆρα, τὸν ὡραῖον τοῦ Δεσπότου καὶ Μητρὸς αὐτοῦ· καὶ συμφώνως νῦν ἐκ πόθου ἐκβοήσωμεν, τούτῳ χαίροντες· χαίροις Πάτερ ἀοίδιμε.
Κοντάκιον τοῦ Μάρτυρος.Ἦχος πλ. δ´. Ὡς ἀπαρχὰς τῆς φύσεως.Ὡς στρατιώτης ἄριστος, τοῦ τῆς εἰρήνης ἄρχοντος, τοῦ σκότους Μάρτυς καθεῖλες τὸν ἄρχοντα, τῇ καρτερᾷ ἐνστάσει σου· καὶ ταῖς σαῖς ἱκεσίαις, ἐν εἰρήνῃ φυλάττοις Εἰρήναρχε, τοὺς πίστει εὐφημοῦντας, τὰ θεῖά σου κατορθώματα.
Μεγαλυνάριον Ὁσίου.
Αἷμα τῆς ἀθλήσεως τῆς σεπτῆς, ἱδρῶσι κεράσας, θεοφόρε ἀσκητικοῖς, ὡς εὔπνοον μύρον, τὴν παναγίαν κρᾶσιν, προσήγαγες τῷ Λόγῳ, Ὅσιε Στέφανε.
Μεγαλυνάριον τοῦ Μάρτυρος.
Τῆς εἰρηνοδώρου μαρμαρυγῆς, Εἰρήναρχε μάκαρ, εἰσδεξάμενος τὴν αὐγήν, υἱὸς φωτὸς ὤφθης, περιφανῶς ἀθλήσας· διὸ ταῖς σαῖς πρεσβείαις, ἡμᾶς διάσῳζε.
29. Τῶν Ἁγίων Μαρτύρων Παραμόνου καὶ Φιλουμένου.
Ἀπολυτίκιον. Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Οἱ Μάρτυρές σου Κύριε. (Βλ. σελ. 186).
Ἕτερον Ἀπολυτίκιον. Ἦχος δ´. Ταχὺ προκατάλαβε.
Παράμονον μέλψωμεν, σὺν Φιλουμένῳ πιστοί, ὡς θείους θεράποντας καὶ ἀθλητὰς εὐκλεεῖς, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν· τοῦτον γὰρ φερωνύμως, ὡς φιλήσαντας ἄγαν, ᾔσχυναν δι᾿ ἀγώνων, παρανόμων τὸ κράτος, αἰτοῦντες πταισμάτων λύσιν, πᾶσι καὶ ἔλεος.
Κοντάκιον. Ἦχος β´. Τοῖς τῶν αἱμάτων σου.
Ὡς στρατευθέντες Χριστῷ διὰ πίστεως, τὰς τῶν ἐχθρῶν διεκόψατε φάλαγγας, καὶ νίκης τὸ στέφος δεξάμενοι, σὺν Παραμόνῳ θεόφρον Φιλούμενε, Ἀγγέλων ἰσότιμοι ὤφθητε.
Μεγαλυνάριον.
Νόμοις παραμένοντες ἱεροῖς, Παράμονε μάκαρ, καὶ Φιλούμενε Ἀθλητά, φίλοι τοῦ Σωτῆρος, ἐδείχθητε ἐν ἄθλοις, ἀχλὺν παρανομίας διασκεδάσαντες.
30. Τοῦ Ἁγίου καὶ ἐνδόξου Ἀποστόλου Ἀνδρέου τοῦ Πρωτοκλήτου.
Ἀργία καὶ κατάλυσις οἴνου καὶ ἐλαίου.
Ἀπολυτίκιον. Ἦχος δ´.
Ὡς τῶν Ἀποστόλων Πρωτόκλητος, καὶ τοῦ Κορυφαίου αὐτάδελφος, τῷ Δεσπότῃ τῶν ὅλων Ἀνδρέα ἱκέτευε, εἰρήνην τῇ οἰκουμένῃ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Ἕτερον Ἀπολυτίκιον.Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.
Τὸν Δεσπότην τῶν ὅλων ἰδὼν Ἀπόστολε, σωματωθέντα ἀτρέπτως εἰς σωτηρίαν ἡμῶν, πρῶτος ἔδραμες αὐτῷ Ἀνδρέα πάνσοφε· ὅθεν ηὐγάσθης παρ᾿ αὐτοῦ, ὡς ἀστὴρ ἀειφανής, καὶ ἔλαμψας τοῖς ἐν κόσμῳ, τῆς εὐσεβείας τὸ φέγγος, φωταγωγῶν τὰς διανοίας ἡμῶν.
Κοντάκιον. Ἦχος β´. Τὴν ἐν πρεσβείαις.
Τὸν τῆς ἀνδρείας ἐπώνυμον θεηγόρον, καὶ Μαθητῶν τὸν πρωτόκλητον τοῦ Σωτῆρος, Πέτρου τὸν σύγγονον εὐφημήσωμεν· ὅτι ὡς πάλαι τούτῳ, καὶ νῦν ἡμῖν ἐκέκραγεν· Εὑρήκαμεν δεῦτε τὸν ποθούμενον.
Μεγαλυνάριον.
Πρῶτος προσπελάσας τῷ Ἰησοῦ, Πρωτόκλητος ὤφθης, καὶ ἀκρότης τῶν Μαθητῶν, Ἀνδρέα θεόπτα, ἐντεῦθεν διανύεις, παθῶν τὰς ἀναβάσεις τῆς ἀναστάσεως.

Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου