Παρακλητικός Κανών εις την Υπεραγία Θεοτόκο Θεοσκέπαστη Προστάτιδος και Πολιούχου της Άνδρου.
Ποίημα Γερασίμου μοναχού Μικραγιαννανίτου
†Εορτάζεται 16 ημέρες πριν το Άγιο Πάσχα.
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα άναγινώσκοντες τόν
ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησιν μου ἐν τῆ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῆ δικαιοσύνη σοῦ καί μή εἰσέλθῃς εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσον μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου μή ἀποστρέψῃς τό πρόσωπον σου ἀπ’ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοί ἤλπισα γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μοῦ ἐξελοῦ μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. Δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μοῦ τό πνεῦμα σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματος σου, Κύριε, ζήσεις μέ, ἐν τῆ δικαιοσύνη σου ἐξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος σου εἰμι.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἀ’. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β’. Πάντα τά ἔθνη ἐκύκλωσαν με, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὑτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ’. Παρά Κυρίου ἐγένετο αὕτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὰ τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Της Θεοτόκου τῇ ἁγίᾳ Εἰκόνι, τῇ πηγαζούση ἀδαπάνητον χάριν, προσπέσωμεν κραυγάζοντες ἐκ βάϑους ψυχῆς: Κόρη Θεοσκέπαστη, τῶν Ἀνδρίων ἡ δόξα, σκέτπε καί διάσωζε, ἀπό πάσης ἀνάγκης, τούς προσιόντες πάντοτε πιστῶς, τῇ ὀξυτάτῃ, πρεσβείᾳ σου Ἄχραντε.
Ποντοπορήσασα τῇ σῇ κυβερνήσει, ξένως ἀφίκετο τό πάλαι τῇ Ἄνδρῳ, ἡ ϑαυμαστή, Εἰκών σου Ὁδηγήτρια, ἥνπερ Θεοσκέπαστην, Θεοτόκε καλοῦμεν, οἷα πάντας σκέπουσαν, τούς πιστούς ἐκβοῶντας. Δίδου ἡμῖν βοήϑειαν Ἁγνή, τοῖς ἀδιστάκτῳ, ψυχῇ προσιοῦσί σοι.
Εἶτα ὁ Ν’ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.
Καί ὁ κανών οὗ ἡ ἀκροστιχίς·
Ὦ Θεοσκέπαστη ἡμᾶς σκέπε. Γερασίμου.Μ.Μ
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ὥς Μήτηρ τοῦ πάντων Δημιουργοῦ, ἰσχύεις ἐν πᾶσι, Θεοτόκε μετά Θεόν, διό Θεοσκέπαστιν Παρϑένε, δίδου ἡμῖν τήν ϑερμήν σου ἀντίληψιν.
Θαυμάτων πηγάζουσα, δωρεάς, ἡ ϑεία Εἰκών σου, Ὁδηγήτρια Μαριάμ, ἰᾶται πωϑῶν τὰς ἀλγηδόνας, καί πειρασμῶν καταταύει τά κύματα.
Ἐλέους τεκοῦσα τόν χορηγόν, ἐλέησον Κόρη, συμπταϑεία σου μητρικῇ, τούς πίστει καί πόϑῳ προσκυνοῦντας, τήν χαριτόβρυτον ὄντως Εἰκόνα σου.
Ολόφωτον σκήνωμα τοῦ Θεοῦ, Κεχαριτωμένη, Θεοτόκε σκέπε ἀεί, τήν Ἄνδρον ἐκ πάσης δυσχερείας, ἀνακειμένην θερμῶς τῇ σῇ χάριτι.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Σωτηρίαν παρέχει, ἡ σή Εἰκών Ἄχραντε, τῇ ἐπιφοιτήσει Παρϑένε, τῆς σῆς χρηστότητος, διό βοῶμεν σοι Σῶσε ἡμᾶς πάσης βλάβης, Κόρη Θεοσκέπαστη, τῇ ἀντιλήψει σου.
Κἀταφύγιον μέγα, καί ἀλιϑές στήριγμα, ἔχει σε ἡ Ἄνδρος Παρϑένε, καί ἀγαλλίαμα, ἔνϑεν τά θαύματα, τῆς σῆς Εἰκόνος κηρύττει, καρπουμένῃ πάντοτε, τήν σήν βοήϑειαν.
Ἔν ναῷ σου τῷ ϑείῳ, οἱ εὐσεβεῖς σπεύδοντες, καί τῇ σῇ ἁγίᾳ Εἰκόνι, Κόρη προσίπτοντες, χάριν καί ἔλεος καί ἱλασμόν τῶν πταισμάτων, ἐξ αὐτῆς λαμβάνουσιν, ὑμνολογοῦντές σε.
Πειρασμόν ἀδοκήτων, καί συμφορῶν λύτρῶσαι, Κόρη Θεοσκέπαστιν πάντας, τούς καταφεύγοντας, τῇ προστασία σου, καί νοσημάτων τήν φλόγα, δρόσῳ τῆς σῆς χάριτος σβέσον δεόμεϑα.
Διάσωσον ὦ Θεοσκέπαστη πάντας ἡμᾶς ἀνάγκης, τούς ἐν πίστει τῇ σῇ πρεσβεία προστρέχοντας καί δίδου πᾶσιν Παρϑένε παϑῶν τήν λύσιν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἲτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβείᾳ τῇ σῇ, οἱ Ἄνδριοι προστρέχοντες καί πόϑῳ τήν σήν, Εἰκόνα μεγαλύνοντες, λαμβάνουσιν ἰάματα, ψυχῆς ἄμα καί σώματος Ἄχραντε· σύ γάρ παρέχεις Παρϑένε ἡμῖν, ταχεῖαν βοήϑειαν ἑκάστοτε.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἀκυμάντως κατέπλευσε, πάλαι ἡ Εἰκών σου τῇ Ἄνδρῳ Δέσποινα, καί παϑῶν κοιμίζει κύματα, καί γαλήνην νέμειν ταῖς ψυχαῖς ἡμῶν.
Σέ προστάτιν καί ἔφορον, ἔχοντες οἱ Ἄνδριου Θεοσκέσταστιν, πάστις ρύονται κακώσεως, ἀνυμνολογοῦντές σου τά ϑαύματα.
Τὴν ἁγίαν Εἰκόνα σου, οἷα ἱλαστήριον ϑεῖον ἔχοντες, Θεοσκέπαστιν λαμβάνομεν, ἱλασμόν καί χάριν τῇ πρεσβείᾳ σου.
Ἦκε πάλαι τῇ νήσῳ σου, παραδόξῳ τρόπῳ τό σόν Ἐκτύπωμα, Θεοτόκε Ὁδηγήτρια, και χαράν παρέχει ταῖς ψυχαῖς ἡμῶν.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ηὕγαστεν ἡμῖν, ἡ Εἰκών σου φῶς οὐράνιον, καί πυρσεύει μυστικαῖς μαρμαρυγαῖς, Θεοτόκε, τάς καρδίας τῶν ὑμνούντων σε.
Μῆτερ τοῦ Θεοῦ, μητρικαῖς ἐπιστασίαις σου, τήν παροῦσαν νῆσον σῶζε ἀσινῇ ἐκ παντοίων συμφορῶν καί περιστάσεων.
Ἄνωϑεν ἡμῶν, Θεοσκέπαστιν ἐφάπλωσον, τήν σήν σκέπην ἀληϑῶς τήν Κραταιάν, ὡς ἄν πάσης ἐκρυώμεϑα κακώσεως.
Στήριξον ἡμᾶς, καί ὁδήγει Ὁδηγήτρια, ἐν τῷ φόβῳ τοῦ Κυρίου ἀσφαλῶς, ὡς ἄν ϑείας μετασχοίημεν ἐλλάμψεως.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Σωτῆρα, καί Λυτρωτήν τῶν ἀνθρώπων, Ἴησοῦν τόν Ζωοδότην τεκοῦσα, σῶζε ἡμᾶς ἀπό πάσης ἀνάγκης, καί δυσχερείας ταῖς σαῖς παρακλήσεσι, πρός ὅν ἐκύησας Θεόν, Θεοτόκε ἡμῶν καταφύγιον.
Κατῆρε, ποντοπορήσασα ξένως, λαμπομένη ἐν φωτί ἀπροσίτῳ ἡ σή Εἰκών ἐν τῇ Ἄνδρῳ Παρϑένε, ὧς ϑησαυρός τῆς πολλῆς σου χρηστότιητος, καί δωρεαῖς σου μυστικαῖς, θησαυρίζει ἡμῶν τήν διάνοιαν.
Εν πάσις στενοχωρίας ἀτρώτους, καί δεινῶν ἀρρωστημάτων καί πόνων, τήρει ἡμᾶς Ὁδηγήτρια Κόρη, τούς προσκυνοῦντας την Θείαν Εἰκόνα σου, ἥν ὀνομάζομεν πιστῶς, Θεοσκέπαστην Κόρην Πανύμνητε.
Πλωτήρων, καί τῶν ναυτίλων προστάτις, σύ ὑπάρχεις Θεοσκέπταστι, Κόρη, καί ἀσφαλεῖς πρός λιμένας ἰϑύνεις, τούς τρικυμίαις δειναῖς πιεριπίπτοντας· διό τό ὄνομα το σόν, πανταχοῦ Ὁδηγήτρια ἄδεται.
Διάσωσον ὦ Θεοσκέπαστη πάσης ἡμᾶς ἀνάγκῆς, τούς ἐν πίστει τῇ σῇ πρεσβεία προστρέχοντας, καί δίδου πᾶσι Παρϑένε παϑῶν τήν λύσιν.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καί τό Κοντάκιον.
Ἦχος β΄. Ταῖς τῶν αἱμάτων σου.
Τῆ κραταιᾶ, σου πρεσβείᾳ προστρέχοντες, πάσης ἀνάγκης λυτρούμεθα Ἄχραντε διό
τῶν Ἀνδρίων οἱ σύλλογοι, τῶν σῶν ϑαυμάτῶν τήν χάριν κηρύττουσι τήν ϑείαν τιμῶντες Εἰκόνα σου.
Προκείμενον.
Μνήσϑομαι τοῦ ὀνόματός σου ἐν πάσν γενεᾶ καί γενεᾷ.
Στίχ. Τό πρόσωπό σου λιτανεύσουσιν οἱ πλούσιοι…
Εὐαγγέλιον ἐκ τοῦ κατὰ Λουκᾶν
(Κεφ. α΄ 39-49, 56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη μετὰ σπουδῆς εἰς την Ὀρεινήν, εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς. Καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· εὐλογημένη σὺ ἐν γυναιξί καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός καὶ ἅγιον τὸ ὄνομά Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ, ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Δόξα.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ξένως ἐπιβαίνουσα, τῶν τῆς θαλάσσης κυμάτων, εἰς τήν Ἄνδρον ἔφϑασεν, ἔνϑα καί κατέπαυσε τῷ σῷ νεύματι, ἡ σεπτή, Δέσποινα, καί Θεία Εἰκών σου, ἣν πιστῶς περιπτυσσόμενοι, ἁγιαζόμεϑα καί παϑῶν τήν λύσιν λαμβάνομεν, καί ρῶσιν κομιζόμεϑα, καί ψυχῶν ἰάματα ἄφϑονα, πᾶσι γάρ παρέχεις, δωρήματα σωτήρια Ἁγνή, καί ἀποτρέπεις τά βέλεμνα, καϑ᾽ ἡμῶν τοῦ ὄφεως.
Σῶσον ὀ Θεός τὸν λαό σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Εὐπλοήσασα πάλαι, ἡ Εἰκών σου Παρϑένε ὡς ναῦς μυρίλοβος, χαράν ἡμῖν κομίζει, και πλοῦτον ἀφϑαρσίας, τοῖς ἐν πίστει κραυγάζουσι· χαῖρε πιστῶν προσφυγή, καί τῶν
Ἀνδρίων δόξα.
Γαληνόν πρός λιμένα, καϑοδήγει Παρϑένε τῇ κυβερνήσει σου, τούς κύμασι ϑαλάσσιης, δεινῶς χειμαζομένους, καί ἐν πίστει βοῶντάς σοι· Σῶσον ἡμᾶς ποντισμοῦ, ὦ Κεχαριτωμένη.
Ευλαβῶς παρεστῶτες, τῇ πανσέτπτῳ Εἰκόνι σου Θεοσκέπαστι, βοῶμεν ἐκ καρδίας:
Παϑῶν ἐπικρατείας, καί σκανδάλων καί ϑλίψεων, καί ὀδυνῶν χαλεπῶν, ρύου ἡμᾶς Παρϑένε.
Ῥῶσιν ἄφϑονον νέμει, ὧς οὐράνιον δρόσον καί γλυκασμόν νοητόν, Εἰκών σου, ἡ ἁγία και παύει τήν πικρίαν, τῶν παϑῶν καί τῶν ϑλίψεὧν, τῶν προσιόντων αὐτῇ, ἐν εὐλαβείᾳ Κόρη.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἄνωϑεν δίδου, τήν ἀληϑῆ εὐφροσύνην, τοῖς στενάζουσιν ἐν λύπαις καί ἀνάγκαις, Κεχαριτωμένη, ἡμῶν ἣ προστασία.
Στέφανον δόξης, τήν σήν ἁγίαν Εἰκόνα, Θεοσκέπαστῃ ἡ Ἄνδρος κεκτημένη, τῆς σῆς προστασίας, κηρύττει τάς ἐκφάνσεις.
Ἲδε Παρϑένε, ἐν μητρικῷ ὄμματί σου, τους προσπίπτοντας τῇ θεία σου Εἰκόνι, καί παράσχου τούτοις, τάς σωτηρίους δόσεις.
Μη διαλίπῃς, καθοδηγεῖν Θεοτόκε, Ὁδηγήτρια πρός τρίβους σωτηρίας, τούς τά μεγαλεῖα, τά σά ὑμνολογοῦντας.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ο ἅγιος ναός σου, Κεχαριτωμένη, καϑαγιάζει ἡμᾶς Θεοσκέπαστη, τῇ προσκυνήσει τῆς ϑείας ὄντως Εἰκόνος σου.
Υμνοῦμεν κοθ᾽ ἑκάστην, οἱ Ἀνδρίων δῆμοι, τήν πρός ἡμᾶς Θεοσκέταστιν χάριν σου ὅτι ἀεί περιέπεις ταύτην τήν νῆσόν σου.
Μεγίστης εὐκληρίας, ἔτυχε Παρϑένε, ἡ νῆσος Ἄνδρος τῇ θεία Εἰκόνι σου, ὅτι ἐκ ταύτῆς λαμβάνει πᾶν ϑεῖον δώρημα.
Μή παύση Θεοτόκε, ὡς πηγή ἐλέους, ἡμῶν πληροῦν συμπαϑῶς τά αἰτήματα, ὅτι τῇ σῇ προστασία ἀεί προστρέχομεν.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Δῶρον πολυτίμητον καί σεσττόν, δέδωκας τῇ Ἄνδρῳ τήν Εἰκόνα σου ἀληθῶς, τήν ἐκ τῶν πραγμάτων, ὧν ϑαυμαστῶς εἰργάσω, κληϑεῖσαν Παντευλόγητε Θεοσκέπαστην.
Θαλασσοπορήσασα ἡ σεπτή, Εἰκών σου Παρϑένε, κυβερνήσει σου μυστικῇ κατῆρε τῇ Ἄνδρῳ ὡς ναῦς μυριοφόρος, τῶν χαρισμάτῶν Κόρη, τῆς προστασία σου.
Πάντες Θεοσκέπαστην εὐλαβῶς, καλοῦμεν Παρϑένε, τήν Εἰκόνα σου τήν σεπτήν, σύ γάρ τόν ναόν σου, ἐσκέπασαν ὡς οἶδας, ξυλεία τῇ σταλείσῃ, τῇ ἀντιλήψει σου.
Χάριν ἀναβλύζει ἡ σή Εἰκών καί ἰᾶται νόσους, καί τά πάϑη τά χαλεπά, καί τούς ἐν ϑαλάσσῃ, δεινῶς χειμαζομένους, καϑοδηγεῖ πρός ὅρμον, γαλήνης Ἄχραντε.
Χαίρει τῇ Εἰκόνι σου τῇ σεπτῇ, ἡ Ἄνδρος ἡ νῆσος, καί τάς κύκλῳ νήσους καλεῖ, μέλψαι Θεοτόκε, ϑαυμάτων σου τήν χάριν, δι᾽ ὧν σκέπεις καί σώζεις, τούς σέ δοξάζοντας.
Σκέπε Θεοσκέπαστιν Μαριάμ, ταύτην σου τήν νῆσον, ἀπό πάσης ἐπιβουλῆς, καί σύν τοῖς Κυκλάσι, σύμπασαν τήν Ἑλλάδα, την καυχωμένην Κόρη, τῇ προστασία σου.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καί τά Τροπάρια ταῦτα.
Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
Ἦχος β΄ Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας τούς προσπίπτοντας πιστῶς, τῇ σῇ παναγία Εἰκόνι, ἥν Θεοσκέπαστην, πάντες ὀνομάζομεν, σκέπε καί φύλαττε, ἀπό πάσης κακώσεως καί βλάβης καί νόσων, Μῆτερ Ἀειπάρϑενε, τοῦ Παντοκράτορος, δίδου δε τῇ νήσῳ σου Ἄνδρῳ, τῆς σῆς σωστικῆς προστασίας, Κόρη ὁσημέραι τά δωρήματα.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν.
Δίστιχον·
Γεράσιμον σπεύδοντας τοῖς οἰκτιρμοῖς σου.
Σκέπε Θεοσκέπαστιν Θεοκυῆτορ.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου