Παρακλητικός Κανών εις τους Οσίους Αυταδέλφους Θεοχάρην και Απόστολο τους εν Άρτη
Ποίημα Γερασίμου μοναχού Μικραγιαννανίτου
†Εορτάζουν 3 ημέρες μετά το Άγιο Πάσχα
Εὐλογήσαντος τοῦ ίερέως άρχόμεθα άναγινώσκοντες τον
ΡΜΒ’ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μὴ ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπὶ Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.Καὶ τὸ ἑξῆς·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῆς αἰώνίου ἀπολαύοντες δόξης, τῶν αὐταδέλφων ξυνὼρὶς ἡ ὁσία, ὁ Θεοχάρης ἅμα καὶ Ἀπόστολος, πάσης ἡμᾶς ρύσασθε, συνοχῆς καὶ ἀνάγκης, ταῖς ὑμῶν δεήσεσι, πρὸς Χριστὸν τὸν Σωτῆρα, καὶ τῶν πταισμάτων ἄφεσιν ἡμῖν, ἀεὶ αἰτεῖσθε, δεόμεθα Ἅγιοι.Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμέν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.Εἶτα ὁ Ν’ (50) Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατά τό μέγα ἔλεός Σου καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καί ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καί τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καί νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γάρ ἐν ἀνομίαις συνελήφθην καί ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γάρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καί τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καί καθαρισθήσομαι, πλυνεῖς με καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καί πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καί πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου Σου καί τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τήν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καί πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καί ἀσεβεῖς ἐπὶ σέ ἐπιστρέψουσιν. Ῥῦσαι με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τήν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τήν Σιών καί οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τό θυσιαστήριόν Σου μόσχους.Καὶ ὃ κανὼν οὗ ἡ ἀκροστιχίς·
Δυὰς Οσίων παθῶν με σώζοις. Γερασίμου.Ὠδή ἅ΄. Ἦχος πλ. δ΄. Ὑγρᾶν διοδεύσας.
Δυὰς αὐταδέλφων ἡ ἐκλεκτὴ, Θεόχαρες μάκαρ, καὶ Ἀπόστολε ἱερέ, Τριάδα τὴν θείαν δυσωπεῖτε, ἁμαρτιῶν ἡμῖν δοῦναι συγχώρησιν.Ὑπέρτιμον ζήσαντες βιοτήν, αὐτάδελφοι θεῖοι. ὡς θεράποντες τοῦ Χριστοῦ, ἡμῶν κατευθύνατε τὸν βίον, πρὸς ἀρετῶν ἐπιδόσεις δεόμεθα.
Ἀγγέλων συνόντες θείοις χοροῖς, Θεόχαρες μάκαρ, καὶ Ἀπόστολε ἱερέ, Χριστὸν, σὺν αὐτοῖς ἐκδυσωπεῖτε, ρύεσθε πάσης ἡμᾶς περιστάσεως.
Θεοτοκίον.
Σαρκὸς ὁμοιώματι ἐκ τῶν σῶν, αἱμάτων ὁ Λόγος, ὃ συνάναρχος τῷ Πατρί, ἐτέχθη καὶ ἔσωσε Παρθένε, ἐκ τῆς ἀρχαίας ἡμᾶς κατακρίσεως.ᾨδὴ γ΄. Οὐρανίας ἀψίδος.
Οὑρανῶν τὰς σκηνώσεις, τὰς φωταυγεῖς Ἅγιοι, ἤδη κατοικοῦντες καὶ δόξης, θείας πληρούμενοι, ἡμῶν προσδέξασθε, σὺν Θεοχάρει τῷ θείῳ, Ὅσιε Ἀπόστολε, ταύτην τὴν δέησιν.Σὑντονίᾳ τῇ θείᾳ, τῶν ἀρετῶν λάμψαντες, σύν τῷ ἱερῷ Θεοχάρει, μάκαρ Ἀπόστολε, ἡμᾶς συνάψατε, ἐν ὁμονοίᾳ, καὶ πίστει, ἐκπληροῦν τό θέλημα, τοῦ Παντοκράτορος.
Ἰλασμὸν ἐξαιτεῖσθε, παρὰ Χριστοῦ Ἅγιοι, καὶ πειρατηρίων παντοίων, τήν ἀπολύτρωσιν, ἡμῖν δεόμεθα, σύν τῷ κλεινῷ Θεοχάρει, Ὅσιε Ἀπόστολε, Θεοῦ θεράποντες.
Θεοτοκίον.
Ὡς πυρίμορφος θρόνος, καί λογικός Ἄχραντε, φέρεις ταῖς ἀχράντοις χερσί σου, καθάπερ νήπιον, τόν πάντωνς Κύριον, ὃν ἐκτενῶς ἐκδυσώπει. τῆς χειρός με ρύσασθαι, τοῦ πολεμήτορος.Διάσῶσον τῶν αὐταδελφῶν Οσίων δυάς, ἁγία, πάσης βλάβης τοῦ χαλεποῦ πολεμήτορος, ὑμῶν πρεσβείαις τούς πόθῳ ὑμᾶς τιμῶντας.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Δυὰς ἢ σεπτή, τῶν αὐταδέλφων πρέσβευε, Χριστῷ τῷ Θεῷ, λυτροῦσθαι πάσης θλίψεως, Θεόχαρες μακάριε, καὶ Ἀπόστολε τοὺς καταφεύγοντας, τῇ ἀντιλήψει ὑμῶν καὶ Χριστοῦ, αἰτοῦντες τὸ ἔλεος ἑκάστοτε.ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Νοσημάτων λυτρώσασθε, Ὂσιε Θεόχαρες καὶ Ἀπόστολε, τοὺς ἐν πίστει μακαρίζοντας, τῆς ὑμῶν ζωῆς τὰ προτερήματα.Πλήρεις χάριτος πέλοντες, Ὅσιε Ἀπόστολε καί Θεόχαρες, τὴν ψυχὴν μου χαριτώσατε, ἐναρέτων ἔργων ἐπιδόσεσιν.
Ἁρεταῖς διαπρέψαντες, Ὂσιοι αὐτάδελφοι βίῳ κρείττονι, πληρωτὰς τελείους δείξατε, ἐντολῶν ἡμᾶς τοῦ Παντοκράτορος.
Θεοτοκίον.
Θεοτόκε Πανύμνητε, ἡ τὸν Θεὸν Λόγον ἀφθόρως τέξασα, ἐκ φθορᾶς παθῶν καὶ θλίψεων, λύτρωσαι τοὺς πίστει σὲ δοξάζοντας.ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὢφθητε ἒν γῇ, βίον θεῖον βιοτεύοντες, οὗπερ θείους ἐραστὰς καὶ μιμητάς, ἀναδείξατε ἡμᾶς θεῖοι αὐτάδελφοι.Νὁμῷ τοῦ Θεοῦ, νουνεχῶς πολιτευσάμενοι, ἀνομίας πάσῆς ρύσασθε ἡμᾶς, ὦ Θεόχαρες καὶ Ὅσιε Ἀπόστολε.
Μόνον τοῦ Χριστοῦ, τὴν ἀγάπην προτιμήσαντες, ἐδοξάσθητε αὐτάδελφοι λαμπρῶς, ἱκετεύοντες σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον,
Ἒργοις σκοτεινοῖς, τὴν ψυχὴν μοὺ ἀπημαύρωσα· ἀλλά σὺ ὥσπερ ἐλέους θησαυρός, Θεοτόκε τοῦ ἀλάστορός με λύτρωσαι.ᾨδὴ στ΄. Τὴν δέησιν.
Συνόμιλοι, τῶν Ἀγίων Ἀγγέλων, ἐν τῇ ἄνω χρηματίζοντες πόλει, σὺν Θεοχάρει Ἀπόστολε μάκαρ, ὑπὲρ ἡμῶν σὺν αὐτοῖς ἱκετεύσατε, τὸν ἐλεήμονα Χριστόν, ἡμῖν δοῦναι πταισμάτων συγχώρησιν.Ὢς σύμψυχοι, ἐν ἀγῶσιν ἁγίοις, παναοίδιμοι αὐτάδελφοι θεῖοι, σὺν Ἀποστόλῳ Θεόχαρες μάκαρ, ἔν ὁμονοίᾳ ἧμᾶς συντηρήσατε, καὶ ἐν ἀγάπῃ ἀληθεῖ, τῇ παρούσῃ ζωῇ πολιτεύεσθαι.
Ζεούσῃ, ἕν εὐλαβείᾳ τὸν βίον, διελθόντες καὶ ἐν φόβῳ Κυρίου, τῆς οὐρανίου ζωῆς κληρονόμοι, μετὰ τὸ ἅγιον τέλος γεγόνατε· ἧς καὶ ἡμᾶς ἀπολαβεῖν, ἱκεσίαις ὑμῶν ἀξιώσατε.
Θεοτοκίον.
Ο θρόνος, τοῦ Βασιλέως τῆς δόξης, ἡ πυρίμορφος Κυρίου καθέδρα, Εὐλογημένη Παρθένε Μαρία, τὴν ταπεινήν μου καρδίαν ἀνάδειξον, δοχεῖον θείων ἐννοιῶν, διὰ βίου σεμνοῦ ἱκετεύω σε.Διάσωσον τῶν αὐταδέλφων Ὀσίων δυὰς ἁγία, πάσης βλάβης τοῦ χαλεποῦ πολεμήτορος, ὑμῶν πρεσβείαις τοὺς πόθῳ ὑμᾶς τιμῶντας.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἲτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Ταῖς τῶν αἱμάτων Σου.
Εν ὁσιότητι βίου βιώσαντες, σὺν Θεοχάρει παμμάκαρ Ἀπόστολε, τῆς ἄνω ζωῆς ἠξιώθητε, καὶ τῶν Ἀγίων τοῖς δήμοις συνήφθητε, αἰτούμενοι πᾶσι θείαν ἄφεσιν.Προκείμενον.
Καυχήσονται Ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.
Στίχ. Μακάριοι οἱ ἄμωμοι….Εὐαγγέλιον.
Ἐκ τοῦ κατά Ματθαῖον (Κεφ. ια΄. 27 – 30).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς. Πάντα μοί παρεδόθη ὑπό τοῦ Πατρός μου καί οὐδείς ἐπιγινώσκει τόν Υἱόν, εἰ μή ὁ Πατήρ οὐδέ τόν Πατέρα τίς ἐπιγινώσκει, εἰμή ὁ Υἱός, καί ὤ ἐάν βούληται ὁ Υἱός ἀποκαλύψαι. Δεῦτε πρός μέ πάντες οἱ κοπιῶντες καί πεφορτισμένοι, καγῶ ἀναπαύσω ὑμᾶς. Ἄρατε τόν ζυγόν μου ἐφ’ ὑμᾶς, καί μάθετε ἀπ’ ἐμοῦ, ὅτι πράος εἰμι, καί ταπεινός τή καρδία, καί εὐρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γάρ ζυγός μου χρηστός, καί τό φορτίον μου ἐλαφρόν ἐστίν.Δόξα.
Ταῖς τῶν σῶν ᾿Οσίων πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.Καὶ Νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.Στίχ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός…
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Βἴον ἐνθεώτατον, ἐν ψυχικῇ συμφωνίᾳ, νουνεχῶς διήλθετε, Ὅσιε Θεόχαρες καὶ Ἀπόστολε, καὶ χαρᾶς μέτοχοι, τῆς ἐπουρανίου, μετὰ τέλος ἀνεδείχθητε, διὸ δεόμεθα,
πάσης ἡμᾶς λύπης καὶ θλίψεως, καὶ πειρασμῶν λυτρώσασθε, καὶ ἀσθενημάτων μακάριοι, ταῖς ὑμῶν πρεσβείαις, τοὺς πόθῳ μακαρίζοντας ὑμᾶς, καὶ ἐξαιτοῦντας ἑκάστοτε, τὴν ὑμῶν ἀντίληψιν.Σῶσον ὀ Θεός τὸν λαό σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ισχὺν θείαν λαβόντες, τοῦ Βελίαρ καθείλετε τά σοφίσματα, ἐξ. ὧν ἡμᾶς ἀτρώτους, αὐτάδελφοι τηρεῖτε, τοὺς ἐν πίστει κραυγάζοντας· Ὃ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.Σῦν ἀὔλοις Ἀγγέλοις, καθορῶντες τὸ κάλλος Χριστοῦ τὸ ἄχραντον, Θεόχαρες θεόφρον, ὁμοῦ σὺν Ἀποστόλῳ, ἀμορφίας λυτρώσασθε, τῆς τῶν παθῶν τὰς ψυχάς, ἡμῶν ἐκδυσωποῦμεν.
Γνωμικῇ διαθέσει, ὃν πολλῇ ταπεινώσει Χριστῷ δουλεύσαντες, αὐτῷ ἡμᾶς δουλεύειν, ἐν πάσῃ εὐσεβείᾳ ἐνισχύσατε Ἅγιοι, ἵνα τῆς ἄνω ζωῆς, ὀφθῶμεν κληρονόμοι.
Θεοτοκίον.
Ἐξ ἀγνῶν σοὺ αἱμάτων, σαρκωθεὶς ὑπὲρ φύσιν ὁ Ὕπερούσιος, τὴν βρότειον οὐσίαν, ἐκάθηρε Παρθένε, καὶ ἀνύψωσε ψάλλουσαν· Ὃ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.᾿Ωδὴ η΄. Τὸν Βασιλέα.
Ῥῶσιν αἰτεῖσθε, κατὰ ψυχήν τε καὶ σῶμα, ὦ Θεόχαρες ὁμοῦ σὺν Ἀποστόλῳ, τοῖς ὑπερυψοῦσι, Χριστὸν εἰς τοὺς αἰῶνας.Ἀρτὰ γεραίρει, ὑμῶν τὴν μνήμην τιμῶσα, ὦ Ἀπόστολε ὁμοῦ σὺν Θεοχάρει, ἧπερ ἐξαιτεῖτε, τοὺς οἰκτιρμοὺς τοὺς θείους.
Σὕντριψον τάχος, ὦ ξυνωρὶς αὐταδέλφων, τὰ βουλεύματα τὰ καθ᾽ ἡμῶν τοῦ πλάνου, ταῖς πρὸς τὸν Δεσπότην, ὑμῶν ἱκετηρίαις.
Θεοτοκίον.
Ἰασαι Κόρη, τὴν ἀσθενοῦσαν ψυχὴν μου, πολλοῖς πάθεσιν ἐχθροῦ τῇ ἐπηρείᾳ, καί ἀνόρθωσόν με, πρὸς γνῶσιν μετανοίας.ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Μονᾶς τὰς οὐρανίους, ἤδη κατοικοῦντες, σὺν Θεοχάρει θεόφρον Ἀπόστολε, ὑπὲρ ἡμῶν δυσωπεῖτε τὸν μόνον εὔσπλαγχνον.Ὀμόνοιαν αἰτεῖσθε, ἡμῖν καὶ σωτηρίαν, τῶν αὐταδέλφων δυὰς ἧ ὑπέρτιμος, καὶ πειρασμῶν πολυτρόπων τὴν ἀπολύτρωσιν.
Ὑψώσατε τὸν νοῦν μου, εκ τῶν χαμαιζήλων, πρὸς τὴν ἀγάπην τὴν θείαν τοῦ Κτίσαντος, σὺν Θεοχάρει τῷ θείῳ μάκαρ Ἀπόστολε.
Θεοτοκίον.
Ὑδάτων ἀπωλείας ρῦσαί μὲ Παρθένε. καὶ πότισόν με ζωῆς θείας ὕδατι, ἵνα ὑμνῷ καὶ δοξάζω τὰ μεγαλεῖά σου.Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαῖροις αὐταδέλφων ἣ ξυνωρίς, Θεόχαρες μάκαρ, καὶ Ἀπόστολε ἱερέ· βίῳ γὰρ ἀμέμπτῳ, ἐν γῇ πολιτευθέντες, τῆς αἰωνίου δόξης, κατηξιώθητε.Ολὴν τὴν διάνοιαν πρὸς Χριστόν, γνώμης συμφωνίᾳ, ἀνατείναντες ἐκ παιδός, πάντων τῶν ἐν κόσμῳ, παρείδετε τὴν σχέσιν, αὐτάδελφοι καὶ βίον, θεῖον ἠνύσατε.
Πάσῃ ἐγκρατείᾳ καὶ προσευχῇ, καὶ ἐν ἡσυχίᾳ, διανύοντὲς τὴν ζωήν, Θεόχαρες μάκαρ, ὁμοῦ σὺν ᾿Αποστόλῳ, Κυρίῳ θεοφρόνως, εὐηρεστήσατε.
Ἐργοις ἐναρέτοις πόθῳ θερμῷ, αὐτάδελφοι θεῖοι, ἐφεπόμενοι τῷ Χριστῷ, θείας ἐνεργείας, ἐδέξασθε τάς δόσεις, καὶ τοῦ ἐχθροῦ τὸ θράσος, κατηδαφίσατε.
Οσίων μιμούμενοι τὴν ζωήν, Θεόχαρες μάκαρ, καὶ Ἀπόστολε ἱερέ, θείων χαρισμάτων, ἐδείχθητε δοχεῖα και τῆς ἁγιωσύνης σκεύη πολύτιμα.
Δὀξης οὐρανίου καί θαυμαστῆς, ἐν σκηναῖς ἁγίαις, ἀπολαύοντες νοερῶς, Θεόχαρες μάκαρ, ὁμοῦ σὺν Ἀποστόλῳ, ἡμῶν τὰς ἱκεσίας, πληροῦτε πάντοτε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καί ἁγίῳ Πνεύματι,
καί νῦν, καί ἀεί, καί εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τάς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καί ἴασαι τάς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῷ, καί ἐπί τῆς γῆς. Τόν ἄρτον ἡμῶν τόν ἐπιούσιον δός ἡμῖν σήμερον· καί ἄφες ἡμῖν τά ὀφειλήματα ἡμῶν, ὡς καί ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καί μή εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλά ῥῦσαι ἡμᾶς ἀπό τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
καί τά Τροπάρια ταῦτα.
Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γάρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τήν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπί Σοί γάρ πεποίθαμεν. Μή ὀργισθῆς ἡμῖν σφόδρα, μηδέ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καί τό ὄνομά Σου ἐπικεκλήμεθα.Καί νῦν.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσομεν, ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων· Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τα ἑξῆς·
Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Δἥμοις καὶ χορείαις ἱεραῖς, πάντων τῶν Ἀγίων συνόντες, καὶ ἀγαλλόμενοι, ἅγιε Θεόχαρες σὺν Ἀποστόλῳ ὁμοῦ, θεοφόροι. αὐτάδελφοι, ἀεί δυσωπεῖτε, χάριν τε καὶ ἔλεος, δίδοσθαι πάντοτε, πᾶσι τοῖς ὑμῖν προσιοῦσι, καὶ πειρατηρίων ποικίλων, λύτρωσιν δεόμεθα μακάριοι.Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην Σου.
Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
Ἀμήν.Διστιχον·
Θεόχαρες δέξασθε σὺν Ἀποστόλῳ
Τὴν παροῦσαν δέησιν τοῦ Γερασίμου.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου