Δευτέρα 18 Απριλίου 2022

Εἰς τὸν Ἰωσὴφ καὶ περὶ σωφροσύνης - Αγίου Ιωάννου Χρυσοστόμου

Αγίου Ιωάννου Χρυσοστόμου 
Εἰς τὸν Ἰωσὴφ καὶ περὶ σωφροσύνης. 
Οἱ ἐκ πελάγους μεγάλα σαλεύοντες κυβερνῆται, οἷς οὐκ ἤπειρος, οὐκ ὄρος, οὐ βουνὸς, οὐ σκόπελοί τινες τὴν χέρσον σημαίνουσι, πρός τινας ἀστέρας ἀποβλέποντες, καὶ πρὸς ἐκείνους τὸ σκάφος ῥυθμίζοντες ἀναυάγητοι διαμένουσιν· οἱ δέ γε τῆς Ἐκκλησίας μαθηταὶ οἱ ἐν τῷ πελάγει τοῦ βίου τούτου τυγχάνοντες, οὐ πρὸς ἀστέρας τινὰς ἀποβλέποντες, ἀλλὰ πρὸς τοὺς πατέρας τὸ ὄνομα τῆς διανοίας τείνοντες, καὶ τοῖς ἐκείνων ἴχνεσι πόθῳ ψυχῆς ἀκολουθοῦντες, εἰς τὸν αὐτὸν λιμένα τῆς βασιλείας ἐλαύνουσι. Διὰ τοῦτο γάρ τοι καὶ ὁ Κύριος ἡμῶν ἐν ταῖς ἱεραῖς Βίβλοις τὸν βίον αὐτῶν ἀνεκήρυξεν, ἵνα μὴ μόνον ἀκούοντες ἐπαινῶμεν, ἀλλ' ἵνα καὶ ποθήσαντες τὴν αὐτῶν πολιτείαν ζηλώσωμεν. Φύσει γὰρ φιλόκαλον οὖσαν τὴν φύσιν τῶν ἀνθρώπων εἰδὼς ὁ Κύριος, καὶ ἀεὶ τῶν κρειττόνων διὰ φιλοτιμίαν ἐφιεμένην, ὥσπερ κόσμιά τινα προτέθεικε τοὺς τῶν πατέρων ἄθλους, ἵνα ἕκαστος ἡμῶν πρὸς ἣν ἂν βούληται ἄθλησιν ἑαυτὸν μεταῤῥυθμίζῃ. Ὑπομονῆς οὖν διδάσκαλος ἄριστος ὁ τοῦ μακαρίου Ἰὼβ βίος, ἀνεξικακίας ὁ τοῦ Μωυσέως, πραότητος ὁ τοῦ Δαυὶδ, νηστείας καὶ προσευχῆς ὁ τοῦ Δανιὴλ, σωφροσύνης ὁ τοῦ Ἰωσὴφ καὶ τῆς μακαρίας Σουσάννης. Πρέπων δὲ καὶ ἐπέραστος τοῖς νέοις ὁ τοῦ Ἰωσὴφ βίος, καὶ ταῖς νέαις, μάλιστα ταῖς ἐν γάμῳ βιούσαις, ἡ τῆς μακαρίας Σουσάννης ἐνάρετος ἄθλησις· ἰσοστάσιος γὰρ ἀμφοτέροις ὁ ἀγών. Ὁ μὲν γὰρ δεσποίνης φόβον διὰ σωφροσύνην ἐπάτησεν, ἡ δὲ ἀρχόντων ἀπειλὰς θανατηφόρους διὰ σωφροσύνην παρελογίσατο. Ἀλλὰ πρότερον ἡμῖν ὁ τοῦ μακαρίου Ἰωσὴφ βίος διαγεγράφθω· ἐπειδὴ καὶ ἀρχαιότερος ὁ πατήρ· εἶθ' οὕτως ὁ τῆς μακαρίας Σουσάννης. Ὁ μακάριος τοίνυν Ἰωσὴφ ἐξ εὐγενῶν γονέων ὁρμώμενος, νέος ἔτι ὑπάρχων, ἄρτι τῶν ἰούλων τῶν τριχῶν ἐν ταῖς παρειαῖς ἀναβαλλόντων, ῥόδου δίκην ἀνθηροῦ ἀνὰ μέσον τῆς ξανθῆς γενειάδος τὸ τῆς μορφῆς ἄνθος πυκάζων, ἴου ἐαρινοῦ πορφυρίζοντος ἐν ταῖς κόραις τῶν ὀφθαλμῶν ἀποσώζων τὴν ὄψιν, λευκοὺς ἔχων ὀδόντας ὡς γάλα, πυρίζων τοῖς χείλεσιν, ὀφρύας ἔχων ἡπλωμένας ὑπὸ κρινοχρόῳ μετώπῳ δασύτητι τῶν τριχῶν ἀλλήλαις συνεζευγμένας. Καὶ τί πειρῶμαι τὸν νέον τῷ κάλλει διαγράφειν, ὃν ἡ Γραφὴ ὑπεράγαν ἐπῄνεσεν εἰρηκυῖα, Καλὸς τῷ εἴδει, καὶ ὡραῖος τῇ ὄψει σφόδρα; Οὗτος πιπράσκεται διὰ βασκανίαν ἀδελφῶν, ὡς μὲν αὐτοῖς ἐδόκει, πρὸς δουλείαν, ὡς δὲ τῷ Θεῷ προώριστο, πρὸς βασιλείαν· καὶ ἤγετο εἰς Αἴγυπτον τὸ παιδάριον ὡς μειράκιον εὐτελές· οὔπω γὰρ ἑώρων αὐτοῦ οἱ πριάμενοι τὸν πλοῦτον τῶν ἀρετῶν, καὶ ἠγνόουν αὐτὸν μέλλειν διὰ σωφροσύνης κοσμιότητα ὅλης Αἰγύπτου δεσπόζειν, καὶ ὅλην αὐτὴν ὀλλυμένην λιμῷ διασώζειν. Ἄγεται οὖν εἰς Αἴγυπτον, καὶ πιπράσκεται δεύτερον, καὶ οὐδ' ἅπαξ δουλοῦται. Ὁ γὰρ τῇ γνώμῃ ἐλεύθερος, κἂν μυριάκις πραθῇ, οὐδ' ἅπαξ δουλοῦται· ὥσπερ πάλιν δοῦλος τοῖς τρόποις, κἂν μυριάκις ἐλευθερωθῇ, οὐδ' ἅπαξ ἐλευθεροῦται· ὃν γὰρ ὁ ἴδιος τρόπος οὐκ ἐλευθεροῖ, τοῦτον μυρίοι χάρται καὶ μέλανα γράμματα ἐλευθερῶσαι οὐ δύνανται. Ἄγεται οὖν εἰς Αἴγυπτον, πιπράσκεται εἰς οἶκον Αἰγύπτιον, φιλεῖται ὑπὸ δεσπότου, φιλεῖται ὑπὸ δεσποίνης· ἀλλ' ὁ μὲν τοῦ δεσπότου πόθος ἀγαθὸς, ὁ δὲ τῆς δεσποίνης ἔρως πονηρός. Ὁ μὲν γὰρ αὐτὸν ἐφίλει δι' εὐλάβειαν, ἡ δὲ δι' οἶστρον ἀκολασίας· καὶ ὅσον ἐμηκύνετο ὁ χρόνος, καὶ τὸ τῆς μορφῆς κάλλος ἐπήνθει, τοσοῦτον ἐκείνης ὁ περὶ αὐτὸν δεινὸς ἔρως ἐπηύξανε, καὶ ἔμφυτον τὸ πῦρ τοῦ φίλτρου τὴν καρδίαν αὐτῆς διενέμετο. Καὶ δὴ ἀπατῆσαι τὸν νέον σκεπτομένη διὰ πάντων τῶν ἀπατώντων τὰς ὄψεις τῶν νέων ἐχώρει. τὴν μὲν ὄψιν ὥσπερ λειμῶνα διανθίζουσα, φύκει τὰς παρειὰς ἐρυθραίνουσα, ψιμμυθίῳ δὲ τὸ μέτωπον λευκαίνουσα, καὶ μέλανι τοὺς ὀφθαλμοὺς ὑπογράφουσα, χρυσέοις δὲ κόσμοις τὸν τράχηλον αὐτῆς καὶ τὰς χεῖρας καλλωπίζουσα, καὶ τὴν μαλακὴν αὐτῆς ἐσθῆτα μυρίσμασι διαφόροις καπνίζουσα· καὶ ἦν ἁπλῶς παγὶς θανατηφόρος, διὰ πασῶν τῶν αἰσθήσεων, ὡς ἐνόμιζεν, ἀπατῆσαι τὸν νέον, τὴν μὲν ὄψιν ἐκ τοῦ φαινομένου καλλωπισμοῦ, τὴν δὲ ἀκοὴν ταῖς κολακείαις μαγεύουσα, τὴν δὲ ὄσφρησιν τοῖς μυρίσμασι γοητεύουσα. Ἀλλ' ὅρα μοι γενναίου ἀθλητοῦ τὴν ἀνδρείαν· οἶμαι γὰρ ὅτι ὁ Θεὸς συνεχώρει κατὰ τοῦ παιδὸς φέρεσθαι τὸν πειρασμὸν, ἵνα ὁμοῦ τε κρυπτομένην ἀρετὴν ἐν νέῳ φανερώσῃ, καὶ τῇ Ἐκκλησίᾳ παιδευτήριον μέγιστον τὸν ἐκείνου βίον καταλείψῃ. Οὐδὲν γάρ ἐστιν ὑπὸ τῶν πατέρων γεγονὸς ἀγαθὸν, ὃ μὴ ἐν τῇ Ἐκκλησίᾳ ὥσπερ στήλην ὑπόμνημα φέρουσαν τοῦ βίου καθίδρυσεν Θεός. Ὅρα οὖν μοι γενναίου ἀθλητοῦ τὴν ἀνδρείαν, ὅσα ἦν αὐτῷ τὰ μαχόμενα· Ἡ ἰδία νεότης αὐτῷ ἐπολέμει, ἡ ἡδονὴ ἔσωθεν ἐγαργάλιζε, καὶ ἡ γυνὴ ἔξωθεν προσεπάλαιεν τῇ ἐπαγγελίᾳ θωπεύουσα, καὶ τῇ θωπείᾳ κολακεύουσα· τὰ ἐπιπεμπόμενα γύναια ἐμόχλευε, καὶ ἡ κολακεία τὴν ἀκοὴν αὐτῷ καὶ τὴν αἴσθησιν ἔκνιζεν· ἀλλ' οὐδὲν τούτων κατισχῦσαι αὐτοῦ ἠδυνήθη. Οὔτε γὰρ ταῖς κολακείαις χαυνούμενος τὰς ἡνίας ἐνεδίδου, οὔτε ταῖς ἐπαγγελίαις φυσώμενος κατεφρόνει τῆς σωφροσύνης, οὔτε ταῖς ἀπειλαῖς ταπεινούμενος προεδίδου τὸν πλοῦτον τῶν ἀρετῶν· ἀλλὰ πάντα τὰ τοῦ σώματος αὐτοῦ μόρια τῷ σώφρονι λογισμῷ ἐχαλίνου. Καὶ ἐπεὶ οὐκ ἠδυνήθη τὸν νέον διὰ τοσούτων ὀργάνων ἀπατῆσαι τῶν ἐν αὐτῇ, δι' ἑαυτῆς ἐν οἰκίσκῳ τινὶ λαθραίως καὶ βιαίως κατεῖχεν αὐτὸν πρὸς ἄτακτον εὐνήν. Ἦν οὖν ἰδεῖν θέατρον μέγιστον, οὐκ ἐπίγειον, ἀλλ' οὐράνιον. Ἦν γὰρ ὁ Ἰωσὴφ ἐν τῷ σκάμματι τοῦ πειρασμοῦ μαχόμενος· τὸ στάδιον ἥπλωτο, οἱ ἀγῶνες ἐπετελοῦντο, ἡ σάλπιγξ ἐβόα, ὁ ἀγωνοθέτης ἄνωθεν ἐπεῖδε τῇ πάλῃ, καὶ ὁ δῆμος τῶν ἀγγέλων ἐπικεκυφὼς ἐθεώρει· οἱ δαίμονες κάτω τὰ βραβεῖα προετίθουν τῇ Αἰγυπτίᾳ, καὶ οἱ ἄγγελοι ἄνω ἔπλεκον τῷ Ἰωσὴφ τοὺς στεφάνους· τῇ γὰρ Αἰγυπτίᾳ συνέτρεχον δαίμονες, καὶ τῷ Ἰωσὴφ συνέπνεον ἄγγελοι. Πολὺς ἦν ὁ ἀγὼν, τίς τίνα νικήσει· φροντὶς ἦν τοῖς ἀγγέλοις πολλὴ περὶ τοῦ Ἰωσὴφ, μή ποτε ἄρα τὰ μυρίσματα τοῦ γυναίου χαυνώσῃ τὸν νέον, μὴ τὰ μαλακὰ ἱμάτια, μὴ τὸ βλέμμα, μὴ τὸ σχῆμα, μὴ τὸ βῆμα, μὴ ἡ ἀκοὴ, μὴ ἡ θωπεία, μὴ ἡ κολακεία ἐκνευρώσῃ τὸν νέον· πολλὴ ἦν φροντὶς τοῖς ἀγγέλοις, πολλὴ ἡ ἐλπὶς τῶν δαιμόνων. Ὁ Ἰωσὴφ περὶ στεφάνου ἠγωνίζετο, ἡ Αἰγυπτία περὶ αἰσχύνης ἐμάχετο· ὁ μὲν περὶ ζωῆς, ἡ δὲ περὶ θανάτου. Καὶ οἷα ἦν τὰ ὑπὸ Αἰγυπτίας λεγόμενα; Τὰ μὲν ἐν ἀπειλαῖς, τὰ δὲ ἐν κολακείαις· ταῖς μὲν ἀπειλαῖς πτοοῦσα τὸν νέον, ταῖς δὲ κολακείαις μαγεύουσα· καὶ ταῖς μὲν ἀπειλαῖς λέγουσα· Δέσποινά σού εἰμι, ἀργυρώνητός μου γέγονας· ταύτης ἕνεκα τῆς χρείας μοι πέπρασαι· κἂν ἀντείπῃς, δεσμὰ καὶ φυλακαί σε μενοῦσι, καὶ μετὰ ταῦτα ἀπαραίτητος θάνατος· ἐὰν δὲ πεισθῇς, τιμαὶ, καὶ δορυφορίαι, καὶ παντὸς τοῦ οἴκου μου ἡ ἐξουσία ἐν τῇ χειρί σου δοθήσεται. Ἀλλὰ φοβῇ τὸν ἔλεγχον; Δυνατὸν λαθεῖν τόν τε ἄνδρα τὸν ἐμὸν καὶ τοὺς ἐν τῷ οἴκῳ· μόνον πείσθητι, μόνον σύνθου τῇ πράξει, καὶ πάντων ἔσῃ δεσπότης. Ταῦτα ἀκούσας ὁ Ἰωσὴφ τῇ Αἰγυπτίᾳ εἶπεν· Ὦ γύναι, δοῦλος μὲν γέγονα οὐδέποτε· εὐγενῶν γὰρ γονέων εἰμὶ ἀπόγονος· Ἀβραὰμ γὰρ καὶ Ἰσαὰκ οἱ τῷ Θεῷ ὁμιλήσαντες ἐμοῦ πάπποι γεγόνασιν, Ἰακὼβ δὲ ὁ μετ' ἀγγέλου παλαίσας ἐμὸς πατήρ· δι' ὃ καὶ θαῤῥῶν σοι παλαίω· πέπραμαι δέ σοι διὰ βασκανίαν ἀδελφῶν· ἀλλ' οὐδὲν βλάψει τὴν τῆς ψυχῆς μου εὐγένειαν τὸ ὄνομα τῆς δουλείας. Καὶ γὰρ ἀχλὺς πολλάκις βάσκανος ἐπελθοῦσα τὰς τοῦ ἡλίου φαιδρὰς ἀκτῖνας πρὸς ὀλίγον ἀμαυροῖ, ἀλλ' οὐκ εἰς τέλος σκοτίζει· τῇ γὰρ ῥύμῃ τοῦ ἡλιακοῦ φωτὸς εὐθὺς ἐξελαύνεται· ὡσαύτως καὶ τὸ ὄνομα τῆς δουλείας οὐ σβέσει τὴν τῆς εὐγενείας μου αἴγλην· μετ' οὐ πολὺ γὰρ ὑπὸ τῆς ἀκτῖνος τῶν τρόπων μου διαχυθήσεται, καὶ ἀνὰ πᾶσαν τὴν Αἴγυπτον ἐκλάμψει τὸ τῆς εὐγενείας μου κάλλος. Πέπραμαί σοι, σύμφημι κἀγὼ, οὐκ ἀρνοῦμαι· δουλείας τὴν πρέπουσάν σοι ὑπηρεσίαν ἐξεπλήρωσα· ἀψευδής σοι γέγονα, ἀβλαβὴς, ἄμεμπτος, ἄδολος, ἀπρόσκοπος, ἀκατήγορος· οὐδεμία σοι κατ' ἐμοῦ ἀταξίας κατηγορία γεγένηται· καὶ νῦν συμβουλεύεις μοι ποιῆσαι πρᾶγμα ἀνόσιον, καὶ λαθραίως μοι, ὡς ὄφις, ὑποψιθυρίζεις, οἰομένη με δελεάζειν, καὶ ἀπειλαῖς θανατηφόροις κατακάμπτειν πρὸς τὸ ποθούμενόν σοι τῆς ἀκολασίας δρᾶμα; Μὴ ἀπατῶ, γύναι, μὴ πρόσεχέ μου τῇ νεότητι· δύναται καὶ νέος ἀσκὸς οἶνον φέρειν παλαιὸν, καὶ βαλάν τιον καινὸν μαργαρίτας ἀρχαίους βαστάζειν. Νεαρὰν ὁρᾷς μου τὴν χλόην, ἀλλὰ πολιὸν περιβλέπου τὸ ἦθος· νεωτέραν μου τὴν ὄψιν ἡ φύσις παρέσχετο· πολιὰν δέ μου τὴν καρδίαν ὁ νόμος εἰργάσατο. Μὴ ἀπατῶ, γύναι, οὐ νικήσεις μου τὴν ἀρετήν· οὐ νικήσεις Ἰωσὴφ τὸν τοῦ Ἰακὼβ υἱὸν, Ἰακὼβ ἐκείνου τοῦ ἔτι ἐν κοιλίᾳ ὄντος καὶ πτερνίσαντος, καὶ μετὰ ταῦτα μετὰ ἀγγέλου ἰσχύσαντος παλαῖσαι· μὴ ἀπατῶ, τὰ αὐτὰ τῷ πατρί μου παλαίω. Ἀλλὰ καὶ ἐπαγγελίαις θωπεύειν με νομίζεις. Τί τοιοῦτον, εἰπέ μοι, δύνασαί μοι ἐπαγγείλασθαι, οἷόν ἐστιν ἡ σωφροσύνη; Ποία βασιλεία ἰσόῤῥοπος αὐτῇ ἐστι, ποῖος θησαυρὸς ἰσοστάσιος αὐτῇ ἐστιν; ἀγνοεῖς, ὅτι ἡ σωφροσύνη οὐράνιόν ἐστι κτῆμα, ἀγγελικὸν πρᾶγμα, Θεοῦ χάρισμα; Ἔχε σου τὰς ἐπαγγελίας· αἱ σαὶ τιμαὶ ἀτιμίας εἰσὶ πρόξενοι· αἱ σαὶ τιμαὶ, ἃς ἐπαγγέλλῃ, αἰσχύνης εἰσὶν ἀπαρχαί· ὁ σὸς χρυσὸς γῆς ἐστι γέννημα, καὶ ἰοῦ δαπάνη· ὁ ἐμὸς δὲ χρυσὸς Θεοῦ ἐστι γέννημα, ἀίδιον βλάστημα. Ἀλλὰ λανθάνειν οἴει τὸ πρᾶγμα. Ἀγνοεῖς τὸν τοῦ Θεοῦ ἀκοίμητον ὀφθαλμὸν, τὸν πάντα τὰ ἐν τῷ σκότει γινόμενα ἐφορῶντα πράγματα; πόσους δὲ οἴει νῦν ἐνθάδε ἑστάναι ἀγγέλους; ὑπὸ πόσοις δὲ μάρτυσι γίνεσθαι τὰ πραττόμενα; Ἐννόησον, γύναι, τὸν ἄνδρα σου, τοὺς ἀδελφούς σου, τοὺς φίλους, τοὺς γείτονας, τοὺς συγγενεῖς, τοὺς ἐπὶ τῇ σεμνότητί σου καυχωμένους· ἐννόησον τοὺς παρόντας ἀγγέλους, καὶ ἢ αὐτοὺς αἰσχύνθητι, ἢ τοὺς ἀπόντας ἀνθρώπους αἰδέσθητι. Ποίοις δὲ ὄμμασιν ἐπὶ τὸν ἄνδρα σου ὄψει, ᾧ ἐπιβουλεῦσαι προείλω; ποίας δὲ ἀγκάλας ἁπλώσεις αὐτῷ, ὃν θανατῶσαι ἐθέλησας; ποίοις ῥήμασιν αὐτὸν κολακεύσεις, οὗ τὴν εὐνὴν, τὸ ὅσον ἐπὶ σοὶ, ἐμίανας; Μνήσθητι, ὅσα αὐτῷ ὑπέσχου· πῶς τῆς σωφροσύνης τὴν πίστιν φυλάττειν αὐτῷ, πῶς πλεῖον ἑαυτῆς ἐκεῖνον μεθ' ὅρκων ἀγαπᾷν διεβεβαιοῦ. Μίμησαι, γύναι, τὴν τρυγόνα· ἐκείνη γὰρ ἑνὶ ἀνδρὶ μιγεῖσα, ἑτέρῳ οὐκ ἔτι μίγνυται· κἂν συμβῇ τὸν ταύτης ἄῤῥενα ὑπὸ ἰξευτοῦ θηραθῆναι, ἢ ὑπὸ ἀετοῦ ἀναλωθῆναι, ἑτέρῳ ἄῤῥενι οὐκ ἐπιμίγνυται, ἀλλὰ μένει ἐκδεχομένη ἀεὶ τὸν ποθούμενον, καὶ τῇ ἐκείνου μνήμῃ ἐναποθνήσκει. Παιδευσάτω σε, γύναι, ἢ ὁ τοῦ Θεοῦ φόβος, ἢ ὁ τῶν Ἑβραίων νόμος, ἢ ἡ τῶν ἀρχαίων σεμνὴ πολιτεία. Ταῦτα εἰρηκὼς ὁ Ἰωσὴφ, καὶ ἰδὼν αὐτὴν ἔτι ἀναιδῶς κατέχουσαν αὐτοῦ τῶν ἱματίων, καὶ καιομένην πλεῖον πρὸς τὸν οἶστρον (οἱ γὰρ ἔρωτες τότε πλεῖον πρὸς τὸ ποθούμενον ἐξάπτονται, ὅταν αὐτοῦ ἐφικέσθαι μὴ δυνηθῶσιν), ὥσπερ γενναῖος ἀθλητὴς, ἀποδυσάμενος τὰ ἱμάτια, καὶ ὅλην αὐτὴν σὺν τοῖς ἱματίοις εἰς τὸ χαμαὶ κενώσας, γυμνὸς τοῦ μύσους ἐκ τοῦ σκάμματος ἐξήλα το, τῆς σωφροσύνης τὴν νίκην βαστάζων. Καὶ ἡ μὲν Αἰγυπτία κατεῖχε τὰ φύλλα τῆς ἀταξίας, ὁ δὲ Ἰωσὴφ τὸν καρπὸν τῆς δικαιοσύνης ἐβάσταζε. Χαρὰ ἦν ἐν τῷ οὐρανῷ ἐπὶ τῇ νίκῃ τοῦ Ἰωσήφ· ἔχαιρον ἄγγελοι, ἔκλαιον δαίμονες, ἐστεφανοῦτο Ἰωσὴφ, ᾐσχύνετο ἡ Αἰγυπτία· ἥψατο αὐτῆς ἡ νίκη· τρέπεται πρὸς συκοφαντίαν, καὶ διαβάλλει τὸν Ἰωσὴφ πρὸς τὸν ἄνδρα τὸν ἴδιον, αἶσχος αὐτῷ ἐπιφημίσασα, Τί, λέγουσα, εἰσήγαγες ὧδε παῖδα Ἑβραῖον ἐμπαίζειν ἡμῖν; Ἀγανακτεῖ ὁ ἀνὴρ, καὶ ἐμβάλλει αὐτὸν εἰς φυλακήν. Ἀναγκαῖος γὰρ ἦν ὁ λύχνος τοῖς ἐν σκότει, ὁ σιτοδότης πρὸς τοὺς πεινῶντας, ὁ λιμὴν πρὸς τοὺς χειμαζομένους, ὁ ἰατρὸς πρὸς τοὺς ἀσθενοῦντας. Ἐμβάλλονται καὶ δύο εὐνοῦχοι τοῦ Φαραὼ εἰς φυλακήν· ὁρῶσιν ἐνύπνια· οὐδεὶς ἦν ὁ συγκρίνων· ἀναφέρουσι τῷ Ἰωσήφ· σαφηνίζει τὸ ἐγκεκαλυμμένον. Ἐκβάλλονται οἱ εὐνοῦχοι τῆς φυλακῆς· ἀποβαίνει αὐτοῖς καθ' ἃ συνέκρινεν ὁ Ἰωσήφ. Ὁρᾷ ὁ βασιλεὺς Φαραὼ ἐνύπνιον· οὐδεὶς ἦν ὁ σαφηνίζων· ἀναγγέλλει ὁ εὐνοῦχος περὶ τοῦ Ἰωσήφ· ἐκβάλλεται ἐκ τῆς φυλακῆς διὰ τὸ ἐνύπνιον. Καὶ ὅρα μοι μυστήριον· Δι' ἐνύπνιον ἐπράθη· δι' ἐνύπνιον ἠλευθερώθη. Τί γάρ; Συγκρίνει τοῦ Φαραὼ τὸ ἐνύπνιον, ὁρᾷ αὐτοῦ ἀγχίνοιαν ὁ βασιλεὺς, καὶ ἐλευθέρωσεν αὐτὸν βασιλεύειν, πᾶσαν ἐξουσίαν αὐτῷ τῆς Αἰγύπτου ἐμπιστεύσας. Λαβὼν τὴν ἐξουσίαν ὁ Ἰωσὴφ, ἐν τῷ καιρῷ τοῦ λιμοῦ πάντας εὐεργέτει, ἀποδήμους, ἐνδήμους, φίλους, ἐχθροὺς, ξένους· ἔρχεται ὁ πατὴρ αὐτοῦ εἰς Αἴγυπτον· προσκυνεῖ αὐτῷ καὶ ἡ μήτηρ σὺν τῷ πατρί. Εἰ γὰρ καὶ κατὰ τὴν ὁδὸν ἐτελεύτησεν ἐρχομένη, ἀλλ' οὖν γε ἐν τῷ ἀνδρὶ προσεκύνησεν· ἀνὴρ γὰρ καὶ γυνὴ σὰρξ μία εἰσίν. Ἔρχονται καὶ οἱ ἀδελφοὶ αὐτοῦ οἱ ἕνδεκα, προσκυνοῦσιν αὐτῷ· καὶ ἐπληρώθη τὸ ὅραμα, ὃ εἶδεν Ἰωσήφ· Ὤμην γὰρ, φησὶν, ὅτι ὁ ἥλιος, καὶ σελήνη, καὶ ἕνδεκα ἀστέρες προσεκύνουν μοι. Διὰ τί ἕνδεκα; Ἐπεὶ ὁ Ἰούδας ἀπήγξατο· σύμβολον γὰρ ἦν ὁ πραθεὶς Ἰωσὴφ τοῦ πραθέντος ὑπὸ Ἰούδα Χριστοῦ. Ὁρᾷς πῶς διὰ σωφροσύνην ἐδικαιώθη, διὰ σωφροσύνην ἐν οὐρανοῖς βασιλεύει; Ταῦτα δὲ ἡμῖν εἴρηται, ἵνα καὶ ὑμεῖς τὴν αὐτὴν πολιτείαν ζηλώσαντες, τὴν αὐτὴν δόξαν παρὰ Θεοῦ κομίσησθε. Ἀλλ' ἔδει ἡμᾶς καὶ περὶ τῆς μακαρίας Σουσάννης εἰπεῖν, μάλιστα ἐπαγγειλαμένους· ἀλλ' ἐπειδὴ βέλτιόν ἐστι μᾶλλον διψῶντας ἀναχωρῆσαι, καὶ μὴ τοὺς κορεσθέντας καὶ ἃ ἐδέξαντο ἐκπτύσαι, ἐν ἄλλῃ τηρήσαντες ἡμέρᾳ τὴν διήγησιν, Θεοῦ βουλήσει, νῦν ἐπὶ τὸν κρατῆρα τῆς μυσταγωγίας ἐκδράμωμεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Δεν υπάρχουν σχόλια:

Δημοφιλείς αναρτήσεις