Σάββατο 1 Ιουνίου 2024

ΜΗΝΟΛΟΓΙΟ ΙΟΥΝΙΟΥ

ΜΗΝ ΙΟΥΝΙΟΣ 
Ἔ­χων ἡ­μέ­ρας 30. 
Ἡ ἡ­μέρα ἔ­χει ὥ­ρας 15 καὶ ἡ νὺξ ὥ­ρας 9. 

1. Τοῦ Ἁ­γίου Μάρ­τυ­ρος Ἰ­ου­στί­νου τοῦ Φι­λο­σό­φου.

Ἀ­πο­λυ­τί­κιον. Ἦ­χος δ´. 
Οἱ Μάρ­τυ­ρές σου Κύ­ριε. (Βλ. σελ. 186). 
Ἕ­τε­ρον Ἀ­πο­λυ­τί­κιον. 
Ἦ­χος δ´. Ὁ ὑ­ψω­θεὶς ἐν τῷ Σταυρῷ. 
Φι­λο­σο­φίας ταῖς ἀ­κτῖ­σιν ἐ­κλάμ­πων, θε­ο­γνω­σίας ὑ­πο­φή­της ἐ­δεί­χθης, σο­φῶς πα­ρα­τα­ξά­με­νος κατὰ τῶν δυ­σμε­νῶν· σὺ γὰρ ὡ­μο­λόγη­σας, ἀ­λη­θείας τὴν γνῶ­σιν, καὶ Μαρ­τύ­ρων σύ­σκη­νος, δι᾿ ἀ­θλή­σεως ὤ­φθης, μεθ᾿ ὧν δυ­σώ­πει πάν­τοτε Χρι­στόν, ὦ Ἰ­ου­στῖνε, ὑ­πὲρ τῶν ψυ­χῶν ἡ­μῶν. 
Κον­τά­κιον. Ἦ­χος β´. Τοὺς ἀ­σφα­λεῖς. 
Τὸν ἀ­ληθῆ, τῆς εὐ­σε­βείας κή­ρυκα, καὶ εὐ­κλεῆ τῶν μυ­στη­ρίων ῥή­τορα, Ἰ­ου­στῖ­νον τὸν φι­λό­σο­φον, μετ᾿ ἐγ­κω­μίων εὐ­φη­μή­σω­μεν· δυ­νά­μει γὰρ σο­φίας τε καὶ χά­ρι­τος, τὸν λό­γον κα­τε­τρά­νωσε τῆς πί­στεως, αἰ­τού­με­νος πᾶσι θείαν ἄ­φε­σιν.

Με­γα­λυ­νά­ριον. 
Χά­ριτι σο­φίας κα­ταυ­γα­σθείς, ὡς αὐ­το­σο­φίαν, ἐ­θε­ρά­πευ­σας τὸν Χρι­στόν, ὑ­πὲρ οὗ ἐν­δό­ξως, ἀ­θλή­σας Ἰ­ου­στῖνε, σὺν τούτῳ εἰς αἰ­ῶ­νας δο­ξάζῃ ἔν­δοξε. 
2. Τοῦ ἐν Ἁ­γί­οις Πα­τρὸς ἡ­μῶν Νι­κη­φό­ρου, Ἀρ­χι­ε­πι­σκό­που Κων­σταν­τι­νου­πό­λεως, τοῦ Ὁ­μο­λο­γη­τοῦ. 
Ἀ­πο­λυ­τί­κιον. Ἦ­χος δ´. 
Κα­νόνα πί­στεως. (Βλ. σελ. 186). 
Ἕ­τε­ρον Ἀ­πο­λυ­τί­κιον. 
Ἦ­χος γ´. Θείας πί­στεως. 
Νί­κην ἤ­νεγκε, τῇ Ἐκ­κλη­σίᾳ, ἡ σὴ ἔν­θεος, ὁ­μο­λο­γία ἱ­ε­ράρχα Νι­κη­φόρε θε­ό­λη­πτε· τὴν γὰρ εἰ­κόνα τοῦ Λό­γου σε­βό­με­νος, ὑ­πε­ρο­ρίᾳ ἀ­δί­κως ὡ­μί­λη­σας. Πά­τερ ὅ­σιε, Χρι­στὸν τὸν Θεὸν ἱ­κέ­τευε, δω­ρή­σα­σθαι ἡ­μῖν τὸ μέγα ἔ­λεος. 
Κον­τά­κιον. 
Ἦ­χος δ´. Ἐ­πε­φά­νης σή­με­ρον. 
Τὸν τῆς νί­κης στέ­φα­νον, ὦ Νι­κη­φόρε, οὐ­ρα­νό­θεν σή­με­ρον, ὡς εἰ­λη­φὼς παρὰ Θεοῦ, σῷζε τοὺς πί­στει τι­μῶν­τάς σε, ὡς Ἱ­ε­ράρ­χην ὁ­μοῦ καὶ δι­δά­σκα­λον.

Με­γα­λυ­νά­ριον. 
Χαί­ροις Ἐκ­κλη­σίας ἔμ­πνους εἰ­κών, καὶ εἰ­κο­νο­μά­χων, κα­θαι­ρέ­της ὁ ἰ­σχυ­ρός· χαί­ροις θε­οσ­δό­των, δο­γμά­των ὁ προ­στά­της, θε­ό­φρον Νι­κη­φόρε, πί­στεως ἔ­ρει­σμα. 
3. Τοῦ Ἁ­γίου Μάρ­τυ­ρος Λου­κιλ­λι­α­νοῦ.

Ἀ­πο­λυ­τί­κιον. 
Ἦ­χος δ´. Ταχὺ προ­κα­τά­λαβε. 
Ὁ Μάρ­τυς σου Κύ­ριε. (Βλ. σελ. 186). 
Ἕ­τε­ρον Ἀ­πο­λυ­τί­κιον. 
Ἦ­χος α´. Χο­ρὸς ἀγ­γε­λι­κός. 
ς ἄ­στρον φα­ει­νόν, ἐκ νυ­κτὸς τῆς ἀ­πά­της, ὦ Λου­κιλ­λι­ανέ, εὐ­σε­βῶς ἀ­να­λάμ­ψας, νο­μί­μως ἠ­γώ­νι­σαι, καὶ τὸν δό­λιον ἔκ­τει­­νας· ὅ­θεν πρέ­σβευε, σὺν τῇ θε­ό­φρονι Παύλῃ, καὶ τοῖς τέσ­σαρσι Παισὶ Χρι­στῷ ἀ­θλο­φόρε, ὑ­πὲρ τῶν ψυ­χῶν ἡ­μῶν.

Κον­τά­κιον. 
Ἦ­χος β´. Τὰ ἄνω ζη­τῶν. 
Μαρ­τύ­ρων Χρι­στοῦ, ἰ­σό­τι­μος γε­γέ­νη­σαι, βα­σά­νων σφο­δρῶν, κα­τα­τολ­μή­σας ἔν­δοξε· καὶ σὺν Παύλῃ ἔ­κρα­ζες, καὶ Παισὶ τοῖς θεί­οις τῷ Κτί­στῃ σου· Ἰ­δοὺ ὡς πρό­βατα σφα­γῆς, θυ­ό­μεθα Σῶ­τερ, διὰ πό­θον τὸν σόν. 
Με­γα­λυ­νά­ριον. 
Σπό­ρον γε­ωρ­γή­σας τὸν λο­γι­κόν, Μαρ­τύ­ρων ἐ­δρέψω, δι᾽ ἀ­θλή­σεως τὸν καρ­πόν, δι᾽οὗ τοὺς τι­μῶν­τας, ὦ Λου­κιλ­λι­ανέ σε, ἐ­κτρέ­φεις ἀ­ποῤῥή­τως, ἐν θείῳ Πνεύ­ματι.

4. Τοῦ ἐν Ἁ­γί­οις Πα­τρὸς ἡ­μῶν Μη­τρο­φά­νους, Ἀρ­χι­ε­πι­σκό­που Κων­σταν­τι­νου­πό­λεως.

Ἀ­πο­λυ­τί­κιον. 
Ἦ­χος δ΄. Κα­νόνα πί­στεως. (Βλ. σελ. 186). 
Ἕ­τε­ρον Ἀ­πο­λυ­τί­κιον.
Ἦ­χος πλ. α´. Τὸν συ­νά­ναρ­χον Λό­γον. 
Ἀ­ρε­τῶν ταῖς ἀ­κτῖσι κα­τα­λαμ­πό­με­νος, Πα­τρι­αρ­χῶν ἀ­νε­δεί­χθης γέ­ρας καὶ θεία κρη­πίς, ὡς Χρι­στοῦ μυ­στα­γω­γὸς Πά­τερ Μη­τρό­φα­νες, ἀπὸ δὲ θρό­νου ὑ­ψη­λοῦ, τῇ Ἐκ­κλη­σίᾳ δα­δου­χεῖς, τὸ φέγ­γος τῆς εὐ­σε­βείας. Καὶ νῦν ἀπαύ­στως δυ­σώ­πει, ἐ­λε­η­θῆ­ναι τὰς ψυ­χὰς ἡ­μῶν. 
Κον­τά­κιον. 
Ἦ­χος β´. Τὰ ἄνω ζη­τῶν. 
Τὴν πί­στιν Χρι­στοῦ, τρα­νῶς σὺ ἐ­δο­γμά­τι­σας, καὶ ταύ­την τη­ρῶν εἰς πλῆ­θος ὄν­τως ηὔ­ξη­σας, τὸ πι­στόν σου ποί­μνιον σὺν Ἀγ­γέ­λοις ὅ­θεν Μη­τρο­φά­νες, συ­να­γάλλῃ νῦν καὶ Χρι­στῷ, πρε­σβεύ­εις ἀ­παύ­στως ὑ­πὲρ πάν­των ἡ­μῶν. 
Με­γα­λυ­νά­ριον.
Χαί­ροις τῶν Πα­τέ­ρων ἡ καλ­λονή· χαί­ροις τῶν Ὁ­σίων, κα­νὼν θεῖος ἐν ἀ­ρετῇ· χαί­ροις Ἐκ­κλη­σίας, ὡ­ρά­ϊ­σμα καὶ κλέος, βά­θρον Πα­τρι­αρ­χείας, Πά­τερ Μη­τρό­φα­νες.

5. Τοῦ Ἁ­γίου Ἱ­ε­ρο­μάρ­τυ­ρος Δω­ρο­θέου, Ἐ­πι­σκό­που Τύ­ρου.

Ἀ­πο­λυ­τί­κιον. 
Ἦ­χος δ´. Ταχὺ προ­κα­τά­λαβε. 
Καὶ τρό­πων μέ­το­χος. (Βλ. σελ. 186). 
Ἕ­τε­ρον Ἀ­πο­λυ­τί­κιον. 
Ἧ­χος δ´. Ταχὺ προ­κα­τά­λαβε. 
ς δώ­ρημα τέ­λειον, ἐκ τοῦ τῶν φώ­των Πα­τρός, σο­φίας τὴν ἔλ­λαμ­ψιν, ὡς ἱ­ε­ράρ­χης Χρι­στοῦ, ἐ­δέξω Δω­ρό­θεε· ὅ­θεν καὶ πλε­ο­νά­σας, τὸ σὸν τά­λαν­τον, μά­καρ, ἤ­θλη­σας ὑ­πὲρ φύ­σιν, βα­θυ­τάτῳ ἐν γήρᾳ, πρε­σβεύων Ἱ­ε­ρο­μάρ­τυς, ὑ­πὲρ τῶν ψυ­χῶν ἡ­μῶν.

Κον­τά­κιον. 
Ἦ­χος γ´. Ἡ Παρ­θέ­νος σή­με­ρον. 
ρ­θο­δό­ξοις δό­γμα­σιν, Ἱ­ε­ρο­μάρ­τυς κη­ρύ­ξας, δῶ­ρον θεῖον ἅ­γιον, σαὐ­τὸν προ­σῆ­ξας τῷ Κτί­στῃ, πρό­τε­ρον ἐν τῇ ἀ­σκή­σει ἐν­δι­α­πρέ­ψας, ὕ­στε­ρον τῷ μαρ­τυ­ρίῳ στεῤ­ῥῶς ἀ­θλή­σας, καὶ νο­μί­μως ὑ­πε­δέξω, βρα­βεῖον νί­κης, παρὰ Χρι­στοῦ τοῦ Θεοῦ. 
Με­γα­λυ­νά­ριον. 
Χαί­ροις τῆς σο­φίας μυ­στα­γω­γός, καὶ τῆς Ἐκ­κλη­σίας, λο­γο­γρά­φος ὁ ἱ­ε­ρός· χαί­ροις ὁ Μαρ­τύ­ρων, τῆς δω­ρεᾶς τρυ­φή­σας, ὡς θεῖος Ἱ­ε­ράρ­χης, πά­τερ Δω­ρό­θεε.

6. Τοῦ Ὁ­σίου Πα­τρὸς ἡ­μῶν Ἱ­λα­ρί­ω­νος τοῦ Νέου, Ἡ­γου­μέ­νου τῆς Μο­νῆς τῶν Δαλ­μά­των. 
Ἀ­πο­λυ­τί­κιον. Ἦ­χος πλ. δ´. 
Ἐν σοὶ Πά­τερ ἀ­κρι­βῶς. (Βλ. σελ. 186). 
Ἕ­τε­ρον Ἀ­πο­λυ­τί­κιον. 
Ἦ­χος α´. Τοῦ λί­θου σφρα­γι­σθέν­τος. 
Τῶν λό­γων τοῦ Κυ­ρίου γε­ωρ­γή­σας τὴν χά­ριν, ἤν­θη­σας κα­θά­περ ἐ­λαία, παμ­μά­καρ Ἱ­λα­ρίων· ἐ­λαίῳ τῶν θείων ἀ­ρε­τῶν, καὶ τῆς ὁ­μο­λο­γίας σου σοφέ, ἱ­λα­ρύ­νων τὰς καρ­δίας καὶ τὰς ψυ­χάς, τῶν πί­στει σοι ἐκ­βο­ών­των· δόξᾳ τῷ δε­δω­κότι σοι ἰ­σχύν, δόξα τῷ σὲ στε­φα­νώ­σαντι, δόξα τῷ ἐ­νερ­γοῦντι διὰ σοῦ, πᾶ­σιν ἰ­ά­ματα.

Κον­τά­κιον. 
Ἦ­χος δ´. Ἐ­πε­φά­νης σή­με­ρον. 
Τοῦ Χρι­στοῦ τοῖς ἴ­χνε­σιν, ἀ­κο­λου­θή­σας, ἐν Ὁ­σί­οις ἔ­φα­νας, ὥ­σπερ ἀ­στὴρ ἑ­ω­θι­νός, κα­τα­πυρ­σεύων τοῖς τρό­ποις σου, τοὺς σὲ τι­μῶν­τας, Ἱ­λα­ρίων ὅ­σιε.

Με­γα­λυ­νά­ριον.
­θυ­νας πρὸς χλόην τῶν ἀ­ρε­τῶν, Πά­τερ Ἰ­λα­ρίων, βα­κτη­ρίᾳ τῇ λο­γικῇ, τὴν Μο­νὴν Δαλ­μά­των, ὡς ταύ­της ποι­με­νάρ­χης· διὸ σὺν τοῖς Ὁ­σί­οις λαμ­πρῶς δε­δό­ξα­σαι.

7. Τοῦ Ἁ­γίου Ἱ­ε­ρο­μάρ­τυ­ρος Θε­ο­δό­του, τοῦ ἐν Ἀγ­κύρᾳ. 
Ἀ­πο­λυ­τί­κιον. 
Ἦ­χος δ´. Ταχὺ προ­κα­τά­λαβε. 
Καὶ τρό­πων μέ­το­χος. (Βλ. σελ. 186). 
Ἕ­τε­ρον Ἀ­πο­λυ­τί­κιον. 
Ἦ­χος γ´. Θείας πί­στεως. 
Δό­σιν ἔν­θεον, κα­τα­πλου­τή­σας, τὴν τῆς χά­ρι­τος ἱ­ε­ρουρ­γίαν, ἱ­ε­ρο­μάρ­τυς τρι­σμά­καρ Θε­ό­δοτε, κα­θά­περ δῶρα Θεῷ προ­σε­νή­νο­χας, τὰς ἀ­ρι­στείας τῶν θείων ἀ­γώ­νων σου. Πά­τερ ὅ­σιε, Χρι­στὸν τὸν Θεὸν ἱ­κέ­τευε, δω­ρή­σα­σθαι ἡ­μῖν τὸ μέγα ἔ­λεος.

Κον­τά­κιον. 
Ἦ­χος β´. Τοῖς τῶν αἱ­μά­των σου. 
Τῶν ἱ­ε­ρέων ἐν στά­σει γε­νό­με­νος, τῶν ἀ­θλο­φό­ρων τοὺς τρό­πους ἐ­ζή­λω­σας, καὶ στέ­φος δι­πλοῦν κο­μι­σά­με­νος, σὺν Ἀ­σω­μά­τοις χο­ρεύ­εις Θε­ό­δοτε, πρε­σβεύων ὑ­πὲρ τῶν ψυ­χῶν ἡ­μῶν.

Με­γα­λυ­νά­ριον. 
Χαί­ροις Ἀ­θλο­φό­ρων ὁ κοι­νω­νός· χαί­ροις Ἱ­ε­ρέων, ὑ­πο­τύ­πω­σις ἀ­λη­θής· χαί­ροις ὁ φαυ­λί­σας, τυ­ράν­νων τὴν μα­νίαν, Θε­ό­δοτε τρι­σμά­καρ, τῇ καρ­τε­ρίᾳ σου. 
8. Μνήμη τῆς ἀ­να­κο­μι­δῆς τοῦ λει­ψά­νου τοῦ Ἁ­γίου Με­γα­λο­μάρ­τυ­ρος Θε­ο­δώ­ρου τοῦ Στρα­τη­λά­του.

Κα­τά­λυ­σις οἴ­νου καὶ ἐ­λαίου. 
Ἀ­πο­λυ­τί­κιον. 
Ἦ­χος δ´. Ὁ ὑ­ψω­θεὶς ἐν Σταυρῷ. 
Στρα­το­λο­γίᾳ ἀ­λη­θεῖ ἀ­θλο­φόρε, τοῦ οὐ­ρα­νίου στρα­τη­γὸς Βα­σι­λέως, πε­ρι­καλ­λὴς γε­γέ­νη­σαι Θε­ό­δωρε· ὅ­πλοις γὰρ τῆς πί­στεως, πα­ρε­τάξω ἐμ­φρό­νως, καὶ κα­τε­ξω­λό­θρευ­σας, τῶν δαι­μό­νων τὰ στίφη, καὶ νι­κη­φό­ρος ὤ­φθης ἀ­θλη­τής· ὅ­θεν σε πί­στει, ἀεὶ μα­κα­ρί­ζο­μεν. 
Ἕ­τε­ρον Ἀ­πο­λυ­τί­κιον.
Ἦ­χος πλ. α´. Τὸν συ­νά­ναρ­χον Λό­γον.
Δω­ρεῶν θε­οσ­δό­των ὄλ­βον ἀ­κέ­νω­τον, τὴν τῶν σε­πτῶν σου λει­ψά­νων θή­κην πλου­τοῦν­τες σοφέ, τὴν με­τά­θε­σιν αὐ­τῶν παν­η­γυ­ρί­ζο­μεν· ἁ­γι­α­σμοῦ τὰς δω­ρεάς, πο­ρι­ζό­με­νοι πι­στῶς, Θε­ό­δωρε Στρα­τη­λάτα· διὸ μὴ παύσῃ πρε­σβεύων, ἐ­λε­η­θῆ­ναι τὰς ψυ­χὰς ἡ­μῶν. 
Κον­τά­κιον. 
Ἦ­χος πλ. δ´. Εἰ καὶ ἐν τάφῳ.
Εἰ καὶ νε­κρὸς ἐν τῇ θήκῃ κα­τά­κει­σαι, ἀλλὰ ζωὴν ἐ­κτρυ­γᾷς τὴν αἰ­ώ­νιον, καὶ βλυ­στά­νεις δι­α­παν­τός, πη­γὴν δω­ρεῶν, τοῖς προσ­ψαύ­ουσι πόθῳ τῶν θείων λει­ψά­νων σου, καὶ τὴν σὴν ἐ­ξαι­τοῦσι τα­χεῖαν ἀν­τί­λη­ψιν, ὁ Στρα­τη­λά­της τοῦ Λό­γου Θε­ό­δω­ρος.

Με­γα­λυ­νά­ριον.
Πνέ­ουσα τὴν χά­ριν τὴν μυ­στι­κήν, ὡς ἀν­θώ­δης κῆ­πος, τῶν Λει­ψά­νων σου ἡ σο­ρός, ἐκ τῆς Ἡ­ρα­κλείας, τῇ σῇ πα­τρίδι ἧκε, Θε­ό­δωρε τρι­σμά­καρ ἀ­ξι­ο­θαύ­μα­στε.

9. Τοῦ ἐν Ἁ­γί­οις Πα­τρὸς ἡ­μῶν Κυ­ρίλ­λου, Ἀρ­χι­ε­πι­σκό­που Ἀ­λε­ξαν­δρείας. 
Ἀ­πο­λυ­τί­κιον.Ἦ­χος πλ. δ΄. 
ρ­θο­δο­ξίας ὀ­δηγέ. (Βλ. σελ. 186).

Ἕ­τε­ρον Ἀ­πο­λυ­τί­κιον. 
Ἧ­χος δ´. Ταχὺ προ­κα­τά­λαβε.
ς κῦ­ρος οὐ­ρά­νιον, θε­ο­λο­γία ἡ σή, βρα­βεύει ἐν πνεύ­ματι, τῇ Ἐκ­κλη­σίᾳ Χρι­στοῦ, τὴν χά­ριν τὴν ἔν­θεον· σὺ γὰρ κα­θυ­πο­γρά­ψας, τῆς Τρι­ά­δος τὴν δό­ξαν, μύ­στης τῆς Θε­ο­τό­κου, καὶ ὑ­πέρ­μα­χος ὤ­φθης, παρ᾿ ἧς λαμ­πρῶς ἐ­δο­ξά­σθης, Ἱ­ε­ράρχα παμ­­μά­καρ Κύ­ριλλε. 
Κον­τά­κιον. 
Ἦ­χος δ´. Ὁ ὑ­ψω­θεὶς ἐν τῷ Σταυρῷ. 
Τὰς τῶν αἱ­ρέ­σεων πλο­κὰς δι­αῤ­ῥή­ξας, ἐν τῇ δυ­νά­μει τοῦ Χρι­στοῦ θεί­οις λό­γοις, τὴν Ἐκ­κλη­σίαν Κύ­ριλλε ἐ­πλού­τι­σας, πάντα τὰ ζι­ζά­νια, τοῦ Νε­στο­ρίου ἐκ­κό­ψας· ὅ­θεν καὶ πα­ρί­στα­σαι, σὺν Ἀγ­γέ­λων χο­ρεί­αις, Χρι­στῷ πρε­σβεύων μά­καρ ἐ­κτε­νῶς, πᾶσι πται­σμά­των δω­ρή­σα­σθαι ἄ­φε­σιν.

Με­γα­λυ­νά­ριον.
ή­τωρ εὐ­σε­βείας ἀ­να­δει­χθείς, δο­γμά­των τὸν λό­γον, θε­η­γό­ρως δι­α­τρα­νοῖς, καὶ τὴν τοῦ Σω­τῆ­ρος πα­νά­φθο­ρον Μη­τέρα, κη­ρύτ­τεις Θε­ο­τό­κον, πάν­σοφε Κύ­ριλλε.

10. Τῶν Ἁ­γίων Μαρ­τύ­ρων Ἀ­λε­ξάν­δρου καὶ Ἀν­τω­νί­νης.

Ἀ­πο­λυ­τί­κιον. 
Ἦ­χος δ΄. Ταχὺ προ­κα­τά­λαβε.
Οἱ Μάρ­τυ­ρές σου Κύ­ριε. (Βλ. σελ. 186).

Ἕ­τε­ρον Ἀ­πο­λυ­τί­κιον. 
Ἦ­χος α´. Τῆς ἐ­ρή­μου πο­λί­της.
Ξυ­νω­ρὶς ἡ ἁ­γία τῶν Μαρ­τύ­ρων ὑ­μνεί­σθω μοι, σὺν τῷ εὐ­κλεεῖ Ἀ­λε­ξάν­δρῳ, Ἀν­τω­νίνα ἡ πάν­σε­μνος· ἀ­γάπῃ γὰρ καὶ πί­στει εὐ­σε­βεῖ, ἐ­κλάμ­ψαν­τες ἐν ἄ­θλοις ἱ­ε­ροῖς, ἰ­α­μά­των ἐ­φα­πλοῦσι μαρ­μα­ρυ­γάς, τοῖς πόθῳ ἀ­να­κρά­ζουσι· δόξα τῷ ἐ­νι­σχύ­σαντι ὑ­μᾶς, δόξα τῷ στε­φα­νώ­σαντι, δόξα τῷ ἐ­νερ­γοῦντι δι᾿ ὑ­μῶν, πᾶ­σιν ἰ­ά­ματα.

Κον­τά­κιον. 
Ἦ­χος β´. Τοὺς ἀ­σφα­λεῖς.
Τοὺς ἐν Χρι­στῷ, πνευ­μα­τι­κοὺς ὁ­μαί­μο­νας, καὶ ἐν ὁ­δοῖς τῆς εὐ­σε­βείας σύμ­φρο­νας, τὸν θε­ό­φρονα Ἀ­λέ­ξαν­δρον, σὺν Ἀν­τω­νίνῃ μα­κα­ρί­σω­μεν· τοὺς ἄ­θλους γὰρ ἐ­κεί­νων καὶ τὰ στί­γματα, ὡς μύ­ρον εὐ­ω­δίας προ­σε­δέ­ξατο, ὁ τού­τους δο­ξά­σας ὡς ηὐ­δό­κησε.

Με­γα­λυ­νά­ριον.
Χαί­ροις ὦ Ἀ­λέ­ξαν­δρε Ἀ­θλητά· χαί­ροις Ἀν­τω­νίνα, νύμφη ἄ­μωμε τοῦ Χρι­στοῦ· γνώμῃ γὰρ τε­λείᾳ, ἐ­χθροῦ τὰς με­θο­δείας, ἀ­θλη­τικῇ δυ­νά­μει, κα­τη­δα­φί­σατε.

11. Ἡ Σύ­να­ξις τῆς Ὑ­πε­ρα­γίας Θε­ο­τό­κου ἐν τῷ «Ἄ­δειν», ἤ­τοι τὸ «Ἄ­ξιόν ἐ­στιν», καὶ τῶν Ἁ­γίων Ἀ­πο­στό­λων Βαρ­θο­λο­μαίου καὶ Βαρ­νάβα.

Κα­τά­λυ­σις οἴ­νου καὶ ἐ­λαίου. 
Ἀ­πο­λυ­τί­κιον τῆς Θε­ο­τό­κου. 
Ἦ­χος δ´. Ταχὺ προ­κα­τά­λαβε.
Πα­τέ­ρων ἀ­θροί­σθητε, πᾶσα τοῦ Ἄθω πλη­θύς, πι­στῶς ἑ­ορ­τά­ζον­τες, σή­με­ρον χαί­ρον­τες, καὶ φαι­δρῶς ἀ­λα­λά­ζον­τες, πάν­τες ἐν εὐ­φρο­σύνη· τοῦ Θεοῦ γὰρ ἡ Μή­τηρ, νῦν παρὰ τοῦ Ἀγ­γέ­λου, πα­ρα­δό­ξως ὑ­μνεῖ­ται· διὸ ὡς Θε­ο­τό­κον ἀεὶ ταύ­την δο­ξά­ζο­μεν.

Ἀ­πο­λυ­τί­κιον τῶν Ἀ­πο­στό­λων. Ἦ­χος γ´.
Ἀ­πό­στο­λοι Ἅ­γιοι. (Βλ. σελ. 186).

Ἕ­τε­ρον Ἀ­πο­λυ­τί­κιον τῶν Ἀ­πο­στό­λων.
Ἦ­χος ὁ αὐ­τός. Θείας πί­στεως.
Θεῖα ὄρ­γανα, τοῦ Πα­ρα­κλή­του, καὶ ἐκ­φάν­το­ρες, τοῦ Θεοῦ Λό­γου, ἀ­νε­δεί­χθητε θε­ό­πται Ἀ­πό­στο­λοι, Βαρ­θο­λο­μαῖε τῶν Δώ­δεκα σύ­σκηνε, καὶ Βαρ­νάβα ὡς υἱὸς πα­ρα­κλή­σεως. Ἀλλ᾿ αἰ­τή­σα­σθε, Χρι­στὸν τὸν Θεὸν πα­νεύ­φη­μοι, δω­ρή­σα­σθαι ἡ­μῖν τὸ μέγα ἔ­λεος.

Κον­τά­κιον τῆς Θε­ο­τό­κου. 
Ἦ­χος δ´. Ἐ­πε­φά­νης σή­με­ρον.
­ορ­τά­ζει σή­με­ρον, ἅ­πας ὁ Ἄ­θως, ὅτι ὕ­μνους δέ­δε­κται, ὑπὸ Ἀγ­γέ­λου θαυ­μα­στῶς, σοῦ τῆς ἁ­γνῆς Θε­ο­μή­το­ρος, ἣν πᾶσα κτί­σις γε­ραί­ρει δο­ξά­ζουσα.

Κον­τά­κιον τῶν Ἀ­πο­στό­λων. 
Ἦ­χος δ´. Ἐ­πε­φά­νης σή­με­ρον.
ς Χρι­στοῦ Ἀ­πό­στο­λοι, καὶ ὑ­πη­ρέ­ται, εὐ­σε­βείας δό­γμασι, πᾶ­σαν λαμ­πρύ­νετε τὴν γῆν, Βαρ­θο­λο­μαῖε θε­ό­λη­πτε, σὺν τῷ Βαρ­νάβᾳ· διὸ ὑ­μᾶς μέλ­πο­μεν. 
Με­γα­λυ­νά­ριον τῆς Θε­ο­τό­κου.
­ξιον ὑ­μνεῖν σε διὰ παν­τός, τὴν Θεοῦ Μη­τέρα καὶ προ­στά­τιν τῶν γη­γε­νῶν, παρὰ τοῦ Ἀγ­γέ­λου, Παρ­θένε δι­δα­χθέν­τες, ὑ­μνοῦ­μεν καθ᾽ ἑ­κά­στην τὰ με­γα­λεῖά σου. 
Με­γα­λυ­νά­ριον τῶν Ἀ­πο­στό­λων. 
Χαί­ροις Ἀ­πο­στό­λων ἡ ξυ­νω­ρίς, τῆς οί­κο­νο­μίας, τοῦ Σω­τῆ­ρος οἱ λει­τουρ­γοί, σὺν Βαρ­θο­λο­μαίῳ, Βαρ­νά­βας ὁ θε­ό­φρων, πνευ­μα­τι­καὶ κι­νύ­ραι, τῶν ὑ­πὲρ ἔν­νοιαν.

12. Τῶν Ὁ­σίων Πα­τέρων ἡ­μῶν Ὀ­νου­φρίου, τοῦ Αἰ­γυ­πτίου, καὶ Πέ­τρου, τοῦ ἐν τῷ Ἄθῳ.

Ἀ­πο­λυ­τί­κιον, κοι­νόν. Ἦ­χος δ´.
Θεὸς τῶν Πα­τέ­ρων ἡ­μῶν. (Βλ. σελ. 176).

Ἕ­τε­ρον Ἀ­πο­λυ­τί­κιον, κοι­νόν. 
Ἦ­χος α´. Τῆς ἐ­ρή­μου πο­λί­της. 
Τῶν Ἀγ­γέ­λων τὸν βίον ἐν σαρκὶ μι­μη­σά­με­νοι, ὤ­φθητε ἐ­ρή­μου πο­λῖ­ται, καὶ χα­ρί­των κει­μή­λια, Ὀ­νού­φριε Αἰ­γύ­πτου καλ­λονή, καὶ Πέ­τρε τῶν ἐν Ἄθῳ ὁ φω­στήρ· διὰ τοῦτο τοὺς ἀ­γῶ­νας ὑ­μῶν ἀεὶ, τι­μῶ­μεν ἀ­να­μέλ­πον­τες· δόξα τῷ ἐ­νι­σχύ­σαντι ὑ­μᾶς, δόξα τῷ στε­φα­νώ­σαντι, δόξα τῷ ἐ­νερ­γοῦντι δι᾿ ὑ­μῶν πᾶ­σιν ἰ­ά­ματα.

Ἀπολυτίκιον τοῦ Ὁσίου Ὀνουφρίου.
Ἦχος α´. Τῆς ἐρήμου πολίτης. 
Τῆς ἐρήμου πολίτης καὶ ἐν σώματι Ἄγγελος, καὶ θαυμα­τουργὸς ἀνεδείχθης θεοφόρε Πατὴρ ἡμῶν Ὀνούφριε· νηστείᾳ, ἀγρυπνίᾳ, προσευχῇ, οὐράνια χαρίσματα λαβών, θεραπεύεις τοὺς νοσοῦν­τας, καὶ τὰς ψυχὰς τῶν πίστει προστρεχόντων σοι. Δόξα τῷ δε­δω­κότι σοι ἰσχύν· δόξα τῷ σὲ στεφανώσαντι· δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.

Ἀπολυτίκιον τοῦ Ὁσίου Πέτρου. 
Ἦ­χος πλ. δ´. 
Ταῖς τῶν δα­κρύων σου ῥο­αῖς, τῆς ἐ­ρή­μου τὸ ἄ­γο­νον ἐ­γε­ώρ­γη­σας, καὶ τοῖς ἐκ βά­θους στε­να­γμοῖς, εἰς ἑ­κα­τὸν τοὺς πό­νους ἐ­καρ­πο­φό­ρη­σας· καὶ γέ­γο­νας φω­στήρ, τῇ οἰ­κου­μένῃ, λάμ­πων τοῖς θαύ­μα­σιν, Πέτρε Πα­τὴρ ἡ­μῶν Ὅ­σιε. Πρέ­σβευε Χρι­στῷ τῷ Θεῷ, σω­θῆ­ναι τὰς ψυ­χὰς ἡ­μῶν. 
Κον­τά­κιον κοι­νόν. 
Ἦ­χος πλ. δ´. Τῇ ὑ­περ­μάχῳ. 
ς τῆς ἐ­ρή­μου πο­λι­στὰς οὐ­ρα­νο­βά­μο­νας, καὶ δω­ρεῶν τῶν ὑ­πὲρ φύ­σιν κα­τα­γώ­για, τὸν Ὀ­νού­φριον ὑ­μνή­σω­μεν σὺν τῷ Πέ­τρῳ· ὁ μὲν ὤ­φθη ἐν Αἰ­γύ­πτῳ φοῖ­νιξ εὔ­καρ­πος, ὁ δὲ ἔ­λαμ­ψεν ἐν Ἄθῳ ὡς ἰ­σάγ­γε­λος, τού­τοις λέ­γον­τες· θε­ο­φό­ρη­τοι χαί­ρετε.

Κοντάκιον τοῦ Ὁσίου Ὀνουφρίου.
Ἦχος β´. Τὰ ἄνω ζητῶν. 
στὴρ φαεινός, ἐδείχθης τοῖς μονάζουσιν, ὡς φέγγος νυκτί, αὐγάζεις ἐν τοῖς πέρασιν· οὕτω Πάτερ ἔλαμψας ἐν ἀσκήσει καθάπερ ἥλιος· διὰ τοῦτο Ὀνούφριε, μὴ παύσῃ πρεσβεύων ὑπὲρ πάντων ἡμῶν. 
Κοντάκιον τοῦ Ὁσίου Πέτρου.
Ἦχος πλ. δ´. Πίστιν Χριστοῦ. 
Φῶς νοητὸν καὶ οὐράνιον Πέτρε, λαβὼν ἐν καρδίᾳ σου, τῆς ἀχωρήτου Τριάδος δοχεῖον ὤφθης λαμπρότατον, καὶ χάριν τῶν θαυμάτων, ἀπείληφας κραυγάζων· Ἀλληλούϊα.

Με­γα­λυ­νά­ριον κοι­νόν. 
Χαί­ροις τῆς Αἰ­γύ­πτου θεῖος πυρ­σός, Ὀ­νού­φριε Πά­τερ, νο­μο­στά­θμη ἡ­συ­χα­στῶν· χαί­ροις τῶν ἐν Ἄθῳ, ἀ­κρό­της μά­καρ Πέ­τρε, Τρι­ά­δος τῆς Ἁ­γίας, ἐν­δι­αι­τή­ματα.

Με­γα­λυ­νά­ριον τοῦ Ὁσίου Ὀνουφρίου. 
Χαίροις ἡσυχίας θεῖος πυρσός, Ὀνούφριε Πάτερ, καὶ θησαύρισμα ἀρετῶν· χαίροις τῆς Τριάδος, θεράπων θεοφόρος, καὶ πρέσβυς ἡμῶν μέγας, πρὸς τὸν φιλάνθρωπον.

Με­γα­λυ­νά­ριον τοῦ Ὁσίου Πέτρου. 
Χαίροις τῶν Ἀγγέλων ὁ μιμητής, καὶ τῶν Μοναζόντων, γνώμων θεῖος καὶ ὁδηγός· χαίροις ἀπαθείας, τὸ φωτοφόρον σέλας, ὦ Πέτρε θεοφόρε, Ὁσίων καύχημα.

13. Τῆς Ἁ­γίας Μάρ­τυ­ρος Ἀ­κυ­λί­νης.

Ἀ­πο­λυ­τί­κιον. Ἦ­χος δ´. Κα­τε­πλάγη Ἰ­ω­σήφ. 
Ἡ ἀ­μνάς σου Ἰ­η­σοῦ. (Βλ. σελ. 186).

Ἕ­τε­ρον Ἀ­πο­λυ­τί­κιον. 
Ἧ­χος δ´. Ταχὺ προ­κα­τά­λαβε. 
Παρ­θέ­νος ἀ­κή­ρα­τος, καὶ Ἀ­θλη­φό­ρος σε­μνή, ἐ­δεί­χθης τοῖς πέ­ρασι, τῇ ἀ­γα­πή­σει Χρι­στοῦ, Ἀ­κυ­λίνα θε­ό­νυμφε· σὺ γὰρ κα­θά­περ ῥό­δον, νο­η­τὸν τε­θη­λυῖα, ἔ­πνευ­σας ἐν ἀ­θλή­σει τῆς ἁ­γνείας τὴν χά­ριν, πρε­σβεύ­ουσα τῷ Κυ­ρίῳ, ὑπὲρ τῶν τιμών­των σε.

Κον­τά­κιον. 
Ἦ­χος γ´. Ἡ Παρ­θέ­νος σή­με­ρον. 
αν­τι­σμοῖς αἱ­μά­των σου, κα­θη­γνι­σμέ­νην παρ­θένε, καὶ Μαρ­τύ­ρων στέμ­μασι, σὲ Ἀ­κυ­λίνα στε­φθεῖ­σαν, δέ­δωκε, τοῖς ἐν ἀ­νάγ­καις τῶν νο­ση­μά­των, ἴ­α­σιν, καὶ σω­τη­ρίαν ὁ σὸς νυμ­φίος, τοῖς προ­στρέ­χου­σιν ἐν πί­στει, Χρι­στὸς ὁ βρύων ζωὴν αἰ­ώ­νιον.

Με­γα­λυ­νά­ριον. 
Μύ­ρων αἰ­σθο­μένη τῶν νο­η­τῶν, Μάρ­τυς Ἀ­κυ­λίνα, ὡς νε­ᾶ­νις πα­νευ­πρε­πής, κό­σμου τὸ δυ­σῶ­δες, ἐμ­φρόνως ὑ­πε­ρεῖ­δες, καὶ ἄ­θλοις μαρ­τυ­ρίου, Χρι­στῷ νε­νύμ­φευ­σαι.

14. Τοῦ Ἁ­γίου Προ­φή­του Ἐ­λισ­σαίου καὶ τοῦ ἐν Ἁ­γί­οις Πα­τρὸς ἡ­μῶν Με­θο­δίου, Ἀρ­χι­ε­πι­σκό­που Κων­σταν­τι­νου­πό­λεως τοῦ Ὁ­μο­λο­γη­τοῦ.

Ἀ­πο­λυ­τί­κιον τοῦ Προ­φή­του. 
Ἦ­χος δ´. Ταχὺ προ­κα­τά­λαβε.
ἔν­σαρ­κος Ἄγ­γε­λος. (Βλ. σελ. 186).

Ἕ­τε­ρον Ἀ­πο­λυ­τί­κιον τοῦ Προ­φή­του.
Ἦ­χος δ´. Ὁ ὑ­ψω­θεὶς ἐν τῷ Σταυρῷ. 
ς ὑ­πο­φή­την ἀ­ληθῆ τοῦ Σω­τῆ­ρος, καὶ τῶν ἐν νόμῳ παι­δευ­τὴν καὶ φω­στῆρα, τοῖς πόῤῥω σε ἐ­δή­λω­σεν ὁ τό­κος σου σοφέ· σὺ γὰρ κλη­ρω­σά­με­νος, τοῦ Θε­σβί­του τὴν χά­ριν, θαύ­μασι δι­έ­πρε­ψας, καὶ δυ­νά­μεσι πλεί­σταις· Καὶ νῦν ἀ­παύ­στως φύ­λαττε ἡ­μᾶς, ὦ Ἐ­λισ­σαῖε προ­φῆτα θε­σπέ­σιε.

Ἀ­πο­λυ­τί­κιον τοῦ Ἱ­ε­ράρ­χου. Ἦ­χος πλ. δ´.
Ὀρ­θο­δο­ξίας ὁ­δηγέ. (Βλ. σελ. 186).

Ἕ­τε­ρον Ἀ­πο­λυ­τί­κιον τοῦ Ἱ­ε­ράρ­χου.
Ἦ­χος πλ. α´. Τὸν συ­νά­ναρ­χον Λό­γον. 
Εὐ­σε­βείας τὴν μέ­θο­δον προ­βαλ­λό­με­νος, αἱ­ρε­τι­κῶν δι­α­λύ­εις τὰς ἐ­πι­νοίας στεῤ­ῥῶς, Ὀρ­θο­δό­ξων ἡ κρη­πὶς πά­τερ Με­θό­διε· τὴν γὰρ εἰ­κόνα τοῦ Χρι­στοῦ, ἀ­νε­στή­λω­σας τι­μᾷν, ὡς θεῖος ἱ­ε­ρο­φάν­τωρ· καὶ νῦν ἀεὶ ἐκδυσώπει, ἐλεηθῆναι τὰς ψυχὰς ἡ­μῶν.

Κον­τά­κιον τοῦ Προ­φή­του. 
Ἦ­χος πλ. δ´. Τῇ ὑ­περ­μάχῳ. 
Δι­πλῆν τὴν χά­ριν εἰ­λη­φὼς παρὰ τοῦ Πνεύ­μα­τος, Προ­φή­της ὤ­φθης θαυ­μα­στὸς πᾶσι τοῖς πέ­ρασι, τοὺς ὑ­μνοῦν­τάς σε λυ­τρού­με­νος ἐκ κιν­δύ­νων, καὶ δω­ρού­με­νος τὴν χά­ριν τῶν θαυ­μά­των σου, Ἐλισσαῖε τοῖς ἐκ πόθου σοι προ­στρέ­χου­σι· καὶ κραυ­γά­ζουσι, χαί­ροις σκεῦος τῆς χάριτος.

Κον­τά­κιον τοῦ Ἱ­ε­ράρ­χου. 
Ἦ­χος β´. Τοὺς ἀ­σφα­λεῖς. 
ς ἱ­ε­ρόν ὁ­μο­λο­γίας πρό­βο­λον, καὶ ἀῤῥα­γές τῆς Ἐκ­κλη­σίας ἔ­ρει­σμα, Ἱ­ε­ράρ­χην σε πε­ρί­δο­ξον, ὁ Ἰ­η­σοῦς προ­ε­χει­ρί­σατο· τὴν τού­του γὰρ Εἰ­κόνα κα­τα­σπά­ζε­σθαι, ἐν σχέ­σει ἀ­νε­κή­ρυ­ξας Με­θό­διε, πα­ρέ­χων ἡ­μῖν πται­σμά­των ἄ­φε­σιν.

Με­γα­λυ­νά­ριον τοῦ Προ­φή­του. 
Σύ­σκη­νος ὑ­πάρ­χων καὶ φοι­τη­τής, Ἠ­λιοὺ παμ­μά­καρ, Ἐ­λισ­σαῖε τοῦ ζη­λω­τοῦ, τῆς ἐ­κεί­νου δό­ξης, ἀ­νά­πλεως ἐ­δεί­χθης, θαυ­μά­των ἐ­νερ­γείᾳ κα­τα­λαμ­πό­με­νος.

Με­γα­λυ­νά­ριον τοῦ Ἱ­ε­ράρ­χου. 
Τῆς Ὀρ­θο­δο­ξίας λύρα τερ­πνή, καὶ τῆς Ἐκ­κλη­σίας, ὑ­πο­βά­θρα θε­ο­πα­γής, ὤ­φθης Ἱ­ε­ράρχα, Εἰ­κο­νο­μά­χων θρά­σος, εἰς γῆν κα­τε­δα­φί­σας, Πά­τερ Με­θό­διε.

15. Τοῦ Ἁ­γίου Προ­φή­του Ἀ­μώς.

Ἀ­πο­λυ­τί­κιον. Ἦ­χος β´.
Τοῦ Προ­φή­του σου Ἀ­μὼς. (Βλ. σελ. 186).

Ἕ­τε­ρον Ἀ­πο­λυ­τί­κιον. 
Ἦ­χος α´. Τὸν τά­φον σου Σω­τήρ.
Προ­φή­την σε πι­στόν, καὶ τῶν ἄνω ἐ­πό­πτην, ἀ­νέ­δει­ξεν Ἀ­μώς, ἐκ ποι­μνίου ὁ Λό­γος, τοῦ βίου σου δε­ξά­με­νος, εὐ­με­νῶς τὴν χρη­στό­τητα· ὅ­θεν ἤ­λεγ­ξας, τοὺς ἀ­σε­βοῦν­τας ἀν­δρείως, καὶ τὸν θά­να­τον, μαρ­τυ­ρι­κῶς δε­δε­γμέ­νος, ζωῆς θείας ἔ­τυ­χες.

Κον­τά­κιον. 
Ἦ­χος β´. Τοῖς τῶν αἱ­μά­των σου.
Τὴν θε­ο­δώ­ρη­τον φαί­νων ἐ­νέρ­γειαν, προ­φη­τικῷ ἀ­ξι­ώ­ματι ἔ­λαμ­ψας, καὶ πᾶσι προ­λέ­γων τὰ μέλ­λοντα, τὴν τῶν ἀν­θρώ­πων ἀ­νόρ­θω­σιν εἴ­ρη­κας, Ἀ­μὼς ὡς προ­φή­της θε­ό­λη­πτος.

Με­γα­λυ­νά­ριον.
Χαί­ροις ὦ Προ­φῆτα Θεοῦ Ἀ­μώς· τὴν γὰρ πε­πτω­κυῖαν, ὡς προ­έ­φης σκη­νὴν Δα­βίδ, σαρ­κω­θεὶς ὁ Λό­γος, ἀ­νέ­στη­σεν ἐν­δό­ξως, καὶ ταύ­την θε­ουρ­γή­σας, Πα­τρὶ προ­σή­γαγε.

16. Τοῦ Ἁ­γίου Πα­τρὸς ἡ­μῶν Τύ­χω­νος, Ἐ­πι­σκό­που Ἀ­μα­θοῦν­τος τῆς Κύ­πρου.

Ἀ­πο­λυ­τί­κιον. 
Ἦ­χος α´. Τοῦ λί­θου σφρα­γι­σθέν­τος.
Τῆς ἐ­ρή­μου πο­λί­της. (Βλ. σελ. 186).

Ἕ­τε­ρον Ἀ­πο­λυ­τί­κιον. 
Ἦ­χος γ´. Θείας πί­στεως.
Θείας ἔ­τυ­χες, ἱ­ε­ρα­τείας, νεύ­σει κρείτ­τονι ἐ­κλε­λε­γμέ­νος, ὡς θε­ρά­πων τῆς Τρι­ά­δος ἐ­πά­ξιος· σὺ γὰρ τῶν ἔρ­γων ἐ­κλάμ­πων ταῖς χά­ρισι, τὴν Ἐκ­κλη­σίαν ἐ­στή­ρι­ξας θαύ­μασι. Τύ­χων ὅ­σιε, Χρι­στὸν τὸν Θεὸν ἱ­κέ­τευε, δω­ρή­σα­σθαι ἡ­μῖν τὸ μέγα ἔ­λεος.

Κον­τά­κιον. 
Ἦ­χος γ´. Ἡ Παρ­θέ­νος σή­με­ρον.
ν ἀ­σκή­σει ἅ­γιε, θε­ο­φι­λεῖ δι­α­πρέ­ψας, Πα­ρα­κλή­του δύ­να­μιν, ἐξ ὕ­ψους κα­θυ­πε­δέξω, ξό­ανα, κα­θαι­ρεῖν πλά­νης λα­οὺς δὲ σῴ­ζειν, δαί­μο­νας, ἀ­πο­δι­ώ­κειν νό­σους ἰ­ᾶ­σθαι· διὰ τοῦτό σε τι­μῶ­μεν, ὡς Θεοῦ φί­λον, Τύ­χων μα­κά­ριε.

Με­γα­λυ­νά­ριον.
Χαί­ροις τῶν Ὁ­σίων ὁ κοι­νω­νός· χαί­ροις τὸ δο­χεῖον, τῶν τοῦ Πνεύ­μα­τος ἀ­γα­θῶν· χαί­ροις ὁ τῆς Κύ­πρου, ἀ­νέ­σπε­ρος δα­δοῦ­χος· ὢ Τύ­χων Ἀ­μα­θοῦν­τος Ποι­μὴν μα­κά­ριε.

17. Τῶν Ἁ­γίων Μαρ­τύ­ρων, Ἰ­σαύ­ρου, Βα­σι­λείου, Ἰν­νο­κεν­τίου, Ἑρ­μείου, Φή­λι­κος καὶ Πε­ρε­γρί­νου, καὶ τῶν Ἁ­γίων Μαρ­τύ­ρων, Μα­νουήλ, Σα­βὲλ καὶ Ἰ­σμαήλ.
Ἀ­πο­λυ­τί­κιον. Ἦ­χος δ´.
Οἱ Μάρ­τυ­ρές σου Κύ­ριε. (Βλ. σελ. 186).

Ἕ­τε­ρον Ἀ­πο­λυ­τί­κιον. 
Ἦ­χος γ´. Τὴν ὡ­ραι­ό­τητα.
ς ἐν­νε­ά­ρι­θμον, τοῦ Λό­γου σύν­τα­γμα, ἐ­χθρῶν τὰς φά­λαγ­γας, κα­τε­τρο­πώ­σαντο, Ἴ­σαυ­ρος Φῆ­λιξ σὺν αὐ­τοῖς, Ἑρ­μείας καὶ Πε­ρε­γρῖ­νος, ἅμα Ἰν­νο­κέν­τιος, Μα­νουὴλ καὶ Βα­σί­λειος, Ἰ­σμαὴλ ὁ ἔν­δο­ξος, καὶ Σα­βὲλ ὁ μα­κά­ριος· διὸ καὶ τὰ βρα­βεῖα τῆς νί­κης, εὗ­ρον ὡς Μάρ­τυ­ρες Κυ­ρίου.

Κον­τά­κιον. 
Ἦ­χος δ´. Ἐ­πε­φά­νης σή­με­ρον.
ς χο­ρὸς θε­ό­πλο­κος, κα­τηρ­τι­σμέ­νοι, Ἀ­θλη­ταὶ ἐν­νά­ρι­θμοι, ἀν­δρα­γα­θεῖτε εὐ­κλεῶς, ἐν ὁ­μο­νοίᾳ κραυ­γά­ζον­τες· Σὺ τῶν Μαρ­τύ­ρων Χρι­στὲ τὸ κρα­ταί­ωμα.

Με­γα­λυ­νά­ριον.
Χαί­ροις Ἀ­θλο­φό­ρων πα­ρεμ­βολή, Ἴ­σαυρε παμ­μά­καρ, καὶ οἱ σύ­να­θλοι οἱ κλει­νοί· Χαί­ρετε γεν­ναῖοι, ὁ­πλῖ­ται τοῦ Κυ­ρίου, Ἀγ­γέ­λων συμ­πο­λῖ­ται, καὶ ἰ­σο­στά­σιοι.

18. Τοῦ Ἁ­γίου Μάρ­τυ­ρος Λε­ον­τίου.

Ἀ­πο­λυ­τί­κιον. Ἦ­χος δ´.
Ὁ Μάρ­τυς σου Κύ­ριε. (Βλ. σελ. 186).

Ἕ­τε­ρον Ἀ­πο­λυ­τί­κιον. 
Ἦ­χος γ´. Θείας πί­στεως.
ώ­μην ἔν­θεον, δι­ε­ζω­σμέ­νος, ἐ­θρι­άμ­βευ­σας, ἐν τοῖς ἀ­γῶ­σιν, ἀ­θλο­φόρε τοῦ Σω­τῆ­ρος Λε­όν­τιε· σὺ γὰρ ὡς λέων πρὸς ἄ­θλη­σιν ὥρ­μη­σας, καὶ πο­λε­μίων τὸ κρά­τος κα­τέ­βα­λες. Μάρ­τυς ἔν­δοξε, Χρι­στὸν τὸν Θεὸν ἱ­κέ­τευε, δω­ρή­σα­σθαι ἡ­μῖν τὸ μέγα ἔ­λεος.

Κον­τά­κιον. 
Ἦ­χος γ´. Ἡ Παρ­θέ­νος σή­με­ρον.
Τῶν τυ­ράν­νων ἤ­λεγ­ξας, τὰς πο­νη­ρὰς ἐ­πι­νοίας, καὶ Ἑλ­λή­νων ᾔ­σχυ­νας, τὴν ἀ­θε­ώ­τα­τον πλά­νην· ηὔ­φρα­νας τὰς τῶν Ἀγ­γέ­λων χο­ρο­στα­σίας· ἴ­α­σιν τῶν νο­ση­μά­των πι­στοῖς πα­ρέ­χεις· διὰ τοῦτο σοῦ τὴν μνή­μην, τι­μῶ­μεν πόθῳ, σοφὲ Λε­όν­τιε.

Με­γα­λυ­νά­ριον.
Δόξῃ δι­α­πρέ­πων στρα­τη­γικῇ, αἴ­γλῃ ἐ­λαμ­πρύν­θης, ἐν Κυ­ρίῳ ἀ­θλη­τικῇ· σὺ γὰρ τοῦ Σω­τῆ­ρος, τὸ ὄ­νομα δο­ξά­σας, με­γα­λο­μάρ­τυς ὤ­φθης, αὐ­τοῦ Λε­όν­τιε.

19. Τοῦ Ἁ­γίου Ἀ­πο­στό­λου Ἰ­ούδα καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Παϊσίου τοῦ Μεγάλου. 
Ἀ­πο­λυ­τί­κιον τοῦ Άποστόλου. Ἦ­χος γ´.
Ἀ­πό­στολε Ἅ­γιε Ἰ­ούδα. (Βλ. σελ. 186).

Ἕ­τε­ρον Ἀ­πο­λυ­τί­κιον τοῦ Άποστόλου. Ἦ­χος α´. Τὸν τά­φον σου Σω­τήρ.
Χρι­στοῦ σε συγ­γενῆ, ὦ Ἰ­ούδα εἰ­δό­τες, καὶ Μάρ­τυρα στεῤ­ῥόν, ἱ­ε­ρῶς εὐ­φη­μοῦ­μεν, τὴν πλά­νην πα­τή­σαντα, καὶ τὴν πί­στιν τη­ρή­σαντα· ὅ­θεν σή­με­ρον, τὴν πα­να­γίαν σου μνή­μην, ἑ­ορ­τά­ζον­τες, ἁ­μαρ­τη­μά­των τὴν λύ­σιν, εὐ­χαῖς σου λαμ­βά­νο­μεν. 
Ἀπολυτίκιον τοῦ Ὁσίου.
Ἧχος δ´. Ταχὺ προκατάλαβε.
ἔνσαρκος ἄγγελος, τῶν μοναστῶν κορωνίς, ὁ ἄσαρκος ἄνθρωπος, τῶν οὐρανῶν οἰκιστής, ὁ θεῖος Παΐσιος, χαίρει τῇ αὐτοῦ μνήμῃ, σὺν ἡμῖν ἑορτάζων, νέμει τοῖς κοπιῶσι, δι᾿ αὐτὸν θείαν χάριν· διὸ ἐν προθυμίᾳ πολλῇ, τοῦτον τιμή­σω­μεν.

Κον­τά­κιον τοῦ Άποστόλου. 
Ἦ­χος α´. Χο­ρὸς Ἀγ­γε­λι­κός.
κ ῥί­ζης εὐ­κλε­οῦς, θε­ο­δώ­ρη­τον κλῆμα, ἀ­νέ­τει­λας ἡ­μῖν, τοῦ Κυ­ρίου αὐ­τό­πτα, Ἀ­πό­στολε θε­ά­δελφε, τοῦ Χρι­στοῦ κῆ­ρυξ πάν­σοφε, τρέ­φων ἅ­παντα, κό­σμον καρ­ποῖς σου τῶν λό­γων, τὴν ὀρ­θό­δο­ξον, πί­στιν Κυ­ρίου δι­δά­σκων, ὡς μύ­στης τῆς χά­ρι­τος.

Κον­τά­κιον τοῦ Ὁσίου. 
Ἦ­χος πλ. δ ´. Τῇ ὑπερμάχῳ.
ς τῆς ἐρήμου πολιοῦχον καὶ κοσμήτορα, καὶ τῶν Ὁσίων χαρακτῆρα καὶ ἀκρέμονα, μακαρίζομέν σε πάντες Θεοῦ θερά­πον. Σὺ γὰρ ὤφθης ἐκ παιδὸς ὅλος θεόληπτος, καὶ προσφόρως τῇ σῇ κλήσει πεπολίτευσαι· διὸ κράζομεν· χαί­ροις πάτερ Πα­ΐσιε.

Με­γα­λυ­νά­ριον τοῦ Άποστόλου.
Δεῦτε τὸν θε­ά­δελ­φον Μα­θη­τήν, καὶ τῆς εὐ­σε­βείας, τὸν φω­στῆρα τὸν θε­αυγῆ, ὑ­μνή­σω­μεν πόθῳ, χαῖρε αὐτῷ βο­ῶν­τες, Ἀ­πό­στολε Ἰ­ούδα, Χρι­στοῦ δι­ά­κονε.

Μεγαλυνάριον τοῦ Ὁσίου.
Τῷ Χριστῷ ἐκ βρέφους ἀνατεθείς, ηὔξησαι εἰς μέτρον, ἡλικίας πνευματικῆς, καὶ τῶν ἐν ἐρήμῳ, στῦλος φωτὸς ἐφάνης, Παΐσιε παμμάκαρ, Αἰγύπτου βλάστημα.

20. Τοῦ Ἁ­γίου Ἱ­ε­ρο­μάρ­τυ­ρος Με­θο­δίου, Ἐ­πι­σκό­που Πα­τά­ρων. 
Ἀ­πο­λυ­τί­κιον. 
Ἦ­χος δ΄. Ταχὺ προ­κα­τά­λαβε.
Καὶ τρό­πων μέ­το­χος. (Βλ. σελ. 186).

Ἀ­πο­λυ­τί­κιον. 
Ἦ­χος γ´. Θείας πί­στεως.
Θείαν μέ­θο­δον τῆς εὐ­σε­βείας, ἐ­θη­σαύ­ρι­σας τῇ Ἐκ­κλη­σίᾳ, ὡς Ἱ­ε­ράρ­χης καὶ μάρ­τυς Με­θό­διε· σὺ γὰρ σο­φίας τὸν πλοῦ­τον δρε­ψά­με­νος, ἀ­θλη­τι­κῶς τὸ σὸν τά­λαν­τον ηὔ­ξη­σας. Πά­τερ Ὅσιε, Χρι­στὸν τὸν Θεὸν ἱ­κέ­τευε, δω­ρή­σα­σθαι ἡ­μῖν τὸ μέγα ἔ­λεος.

Κον­τά­κιον. 
Ἦ­χος δ´. Ἐ­πε­φά­νης σή­με­ρον.
ς πυρ­σὸν κτη­σά­με­νος, τὴν θείαν γνῶ­σιν, ἐν ἀ­θλή­σει ἔ­φα­νας, μυ­στα­γωγὲ τῶν ὑ­πὲρ νοῦν, κα­τα­φαι­δρύ­νων τοὺς ψάλ­λον­τας· Χαί­ροις ἐκ­φάν­τορ τοῦ Λό­γου Με­θό­διε.

Με­γα­λυ­νά­ριον.
Εὔ­ση­μος κι­θάρα καὶ με­λουρ­γός, θείων δι­δα­γμά­των, ἀ­νε­δεί­χθης Ἱ­ε­ρουργέ· ὅ­θεν καὶ τῷ ξί­φει, τμη­θείς σου τὸν αὐ­χένα, ἀ­πέ­τε­μες τὴν πλά­νην, Πά­τερ Με­θό­διε.

21. Τοῦ Ἁ­γίου Μάρ­τυ­ρος Ἰ­ου­λι­α­νοῦ τοῦ Ταρ­σέως.

Ἀ­πο­λυ­τί­κιον. 
Ἦ­χος δ´. Ταχὺ προ­κα­τά­λαβε.
μάρ­τυς σου Κύ­ριε. (Βλ. σελ. 186).

Ἕ­τε­ρον Ἀ­πο­λυ­τί­κιον.
Ἦ­χος πλ. α´. Τὸν συ­νά­ναρ­χον Λό­γον.
Μη­τρι­καῖς ὑ­πο­θή­καις μυ­στα­γω­γού­με­νος, πα­νευ­κλεὴς στρα­τι­ώ­της ὤ­φθης Χρι­στοῦ τοῦ Θεοῦ, παν­τευ­χίαν μυ­στι­κὴν πε­ρι­ζω­σά­με­νος· ὅ­θεν κα­θεῖ­λες τὸν ἐ­χθρόν, ὡς γεν­ναῖος ἀ­ρι­στεύς, καὶ ἤ­θλη­σας θε­ο­φρό­νως, Ἰ­ου­λι­ανὲ θε­ό­φρον, ὑ­πὲρ ἡ­μῶν ἀεὶ πρε­σβεύων Θεῷ.

Κον­τά­κιον. 
Ἦ­χος γ´. Ἡ Παρ­θέ­νος σή­με­ρον.
Νε­α­νίας ἔ­κλαμ­προς, ὡς ἀ­λη­θῶς δε­δει­γμέ­νος, ἀ­θλο­φό­ρος ἔν­δο­ξος, τῆς εὐ­σε­βείας ἐ­φά­νης· πό­νων γὰρ, τῶν ἐν ἀ­θλή­σει κα­τα­φρο­νή­σας, ἔ­φε­ρες, τὸν ἐν θα­λάσσῃ πνι­γμὸν ἀν­δρείως, Ἰ­ου­λι­ανὲ παμ­μά­καρ· διὸ πρὸς ὕ­δωρ, ζωῆς ἐ­σκή­νω­σας.

Με­γα­λυ­νά­ριον.
Σώ­ματι ἀ­κμά­ζοντι καὶ τερ­πνῷ, καὶ ψυχῇ ἀ­ρί­στῃ, ὑ­πε­δέξω ὡς πίων γῆ, τῆς μη­τρὸς τοὺς λό­γους, καὶ τού­τους γε­ωρ­γή­σας, ἀ­θλη­τι­κοὺς προ­σά­γεις καρ­ποὺς τῷ Κτί­στῃ σου.

22. Τοῦ Ἁ­γίου Ἱ­ε­ρο­μάρ­τυ­ρος Εὐ­σε­βίου, Ἐ­πι­σκό­που Σα­μο­σά­των.

Ἀρχὴ θέρους.

Ἀ­πο­λυ­τί­κιον. 
Ἦ­χος δ΄. Ταχὺ προ­κα­τά­λαβε.
Καὶ τρό­πων μέ­το­χος. (Βλ. σελ. 186).

Ἕτερον Ἀ­πο­λυ­τί­κιον. 
Ἧ­χος δ´. Ταχὺ προ­κα­τά­λαβε.
Σο­φίας τοῦ Πνεύ­μα­τος, κα­ταυ­γα­σθεὶς τῷ φωτί, τὸν λό­γον ἐ­τρά­νω­σας, τῆς εὐ­σε­βείας ἡ­μῖν, Εὐ­σέ­βιε ἔν­δοξε· σὺ γὰρ ἱ­ε­ραρ­χή­σας, εὐ­σε­βῶς τῇ Τρι­άδι, ἤ­θλη­σας θε­ο­φρό­νως, καὶ τὴν πλά­νην κα­θεῖ­λες· καὶ νῦν Πά­τερ δυ­σώ­πη­σον, σῴ­ζε­σθαι ἅ­παν­τας.

Κον­τά­κιον. 
Ἦ­χος πλ. δ´. Τῇ ὑ­περ­μάχῳ.
Τῆς εὐ­σε­βείας κα­τα­σπεί­ρας τὰ δι­δά­γματα, τὰ τοῦ Ἀ­ρείου ἐ­ν­απέ­τε­μες ζι­ζά­νια, καὶ μαρ­τύ­ρων τῷ στε­φάνῳ κα­τε­κο­σμή­θης· τὸν γὰρ Λό­γον σὺν Πα­τρί τε καὶ τῷ Πνεύ­ματι, ὁ­μο­ού­σιον καὶ σύν­θρο­νον ἐ­κή­ρυ­ξας, ὅ­θεν κρά­ζο­μεν· χαί­ροις πά­τερ Εὐ­σέ­βιε.

Με­γα­λυ­νά­ριον.
Χαί­ροις τῆς Τρι­ά­δος μυ­στα­γωγέ, καὶ τῶν Σα­μο­σά­των, ποι­με­νάρχα καὶ ὁ­δηγέ· χαί­ροις ὁ τοῦ Λό­γου, πιὼν μετ᾿ εὐ­φρο­σύ­νης, πο­τή­ριον τὸ θεῖον, μά­καρ Εὐ­σέ­βιε.

23. Τῆς Ἁ­γίας Μάρ­τυ­ρος Ἀ­γριπ­πί­νης.

Ἀ­πο­λυ­τί­κιον. 
Ἦ­χος δ΄. Κα­τε­πλάγη Ἰ­ω­σήφ.
ἀ­μνάς σου Ἰ­η­σοῦ. (Βλ. σελ. 186).

Ἕ­τε­ρον Ἀ­πο­λυ­τί­κιον. 
Ἦ­χος γ´. Θείας πί­στεως.
Θείῳ Πνεύ­ματι, κρα­ται­ω­θεῖσα, ἠν­δρα­γά­θη­σας, γεν­ναι­ο­φρό­νως, Ἀ­γριπ­πίνα παρ­θε­νίας ὀ­σφρά­διον· ὅ­θεν Χρι­στοῦ δο­ξα­σθεῖσα τῇ χά­ριτι, πη­γὰς θαυ­μά­των βλυ­στά­νεις τοῖς πέ­ρασι· Μάρ­τυς ἔν­δοξε, Χρι­στὸν τὸν Θεὸν ἱ­κέ­τευε, δω­ρή­σα­σθαι ἡ­μῖν τὸ μέγα ἔ­λεος.

Κον­τά­κιον. 
Ἦ­χος β´. Τοῖς τῶν αἱ­μά­των σου.
­σπερ παρ­θέ­νον σε­μνὴν καὶ ἀ­μό­λυν­τον, καὶ ἀ­θλη­φό­ρον στεῤ­ῥὰν καὶ ἀ­ήτ­τη­τον, Χρι­στός σε λαμ­πρῶς προ­σε­λά­βετο, καὶ θαυ­μα­στῶς Ἀ­γριπ­πίνα ἐ­δό­ξα­σεν, ὁ μό­νος ὑ­πάρ­χων φι­λάν­θρω­πος.

Με­γα­λυ­νά­ριον.
Φίλ­τρῳ πτε­ρω­θεῖσα τῷ ἱ­ερῷ, νύμφη ἀ­νε­δεί­χθης, τοῦ Σω­τῆ­ρος πα­νευ­πρε­πής, οὗ ἰ­χνη­λα­τοῦσα, μαρ­τυ­ρι­κῶς τὸ πά­θος, τῆς τού­του Ἀ­γριπ­πῖνα, εὐ­κλείας ἔ­τυ­χες.

24. Τὸ Γε­νέ­σιον τοῦ Τι­μίου ἐν­δό­ξου Προ­φή­του Προ­δρό­μου καὶ Βα­πτι­στοῦ Ἰ­ω­άν­νου.

Ἀργία καὶ κα­τά­λυ­σις ἰχθύος. 
Ἀ­πο­λυ­τί­κιον. 
Ἦ­χος δ´. Ταχὺ προ­κα­τά­λαβε.
Προ­φῆτα καὶ Πρό­δρομε, τῆς πα­ρου­σίας Χρι­στοῦ, ἀ­ξίως εὐ­φη­μῆ­σαί σε, οὐκ εὐ­πο­ροῦ­μεν ἡ­μεῖς, οἱ πόθῳ τι­μῶν­τές σε· στεί­ρω­σις γὰρ τε­κού­σης, καὶ πα­τρὸς ἀ­φω­νία, λέ­λυν­ται τῇ ἐν­δόξῳ καὶ σε­πτῇ σου γεν­νή­σει, καὶ σάρ­κω­σις Υἱοῦ τοῦ Θεοῦ, κό­σμῳ κη­ρύτ­τε­ται.

Κον­τά­κιον. 
Ἦ­χος γ´. Ἡ Παρ­θέ­νος σή­με­ρον.
πρὶν στεῖρα σή­με­ρον, Χρι­στοῦ τὸν Πρό­δρο­μον τί­κτει, καὶ αὐ­τὸς τὸ πλή­ρωμα, ἁ­πά­σης τῆς προ­φη­τείας· ὅν περ γάρ, προ­­ανε­κή­ρυ­ξαν οἱ προ­φῆ­ται, τοῦ­τον δέ, ἐν Ἰ­ορ­δάνῃ χει­ρο­θε­τή­σας, ἀ­νε­δεί­χθη Θεοῦ Λό­γου, Προ­φή­της Κῆ­ρυξ, ὁ­μοῦ καὶ Πρό­δρο­μος.

Με­γα­λυ­νά­ριον.
ν­θος τὸ θε­όσ­δο­τον ἐκ­φυέν, σή­με­ρον ἐκ στεί­ρας, εὐ­ω­δίας ἁ­γι­α­σμοῦ, ἔ­πλησε τὰ πάντα, τὴν ἔ­ρη­μον τὰ ὄρη, τῶν πο­τα­μῶν τὰ ῥεῖ­θρα, Χρι­στοῦ ὁ Πρό­δρο­μος.

25. Τῆς Ἁ­γίας Ὀ­σι­ο­μάρ­τυ­ρος Φε­βρω­νίας.

Ἀ­πο­λυ­τί­κιον τοῦ Προ­δρό­μου με­θε­όρ­τιον.
Ἧ­χος δ´. Ταχὺ προ­κα­τά­λαβε.
πάν­των ἐ­πέ­κεινα, ἐν γεν­νη­τοῖς γυ­ναι­κῶν, ἐκ στεί­ρας γε­γέ­νη­σαι, καὶ γη­ρα­λέας μη­τρός, Προ­φῆτα καὶ Πρό­δρομε· ὅ­θεν τῇ σῇ γεν­νή­σει, με­θε­όρ­τιον αἶ­νον, ᾄ­δο­μεν χαρ­μο­σύ­νως, ἐκ­βο­ῶν­τές σοι πόθῳ· Πα­ρά­σχου ἡ­μῖν τὰ κρείτ­τονα, Βα­πτι­στὰ ἄ­νω­θεν.

Ἀ­πο­λυ­τί­κιον τῆς Ὁ­σι­ο­μάρ­τυ­ρος.
Ἦ­χος δ΄. Κα­τε­πλάγη Ἰ­ω­σήφ.
ἀ­μνάς σου Ἰ­η­σοῦ. (Βλ. σελ. 186).

Ἕ­τε­ρον Ἀ­πο­λυ­τί­κιον τῆς Ὁ­σι­ο­μάρ­τυ­ρος.
Ἦ­χος γ´. Τὴν ὡ­ραι­ό­τητα.
ς τῆς ἀ­σκή­σεως, ῥό­δον ἡ­δύ­πνευ­στον, ὀ­σμὴν ἀ­θλή­σεως, τῷ κό­σμῳ ἔ­πνευ­σας, εἰς ὀ­σμὴν μύ­ρων τοῦ Χρι­στοῦ δρα­μοῦσα ἀ­σχέτῳ πόθῳ· ὅ­θεν ὡς παρ­θέ­νον σε, καὶ ὁ­σίαν καὶ μάρ­τυρα, θαυ­μα­στῶς ἐ­δό­ξασε, Φε­βρω­νία ὁ Κύ­ριος· ᾧ πρέ­σβευε ὑ­πὲρ τῶν βο­ών­των· χαῖρε σε­μνὴ ὁ­σι­ο­μάρ­τυς.

Κον­τά­κιον τοῦ Προ­δρό­μου μεθεόρτιον.
Ἦ­χος δ´. Ἐ­πε­φά­νης σή­με­ρον.
ς αὐγὴ πο­λύ­φω­τος ἡ γέν­νη­σίς σου, προ­μη­νύει Πρό­δρομε, Ἀ­να­το­λὴν τὴν νο­η­τήν, τοῖς εὐ­σε­βῶς ἀ­να­κρά­ζουσι· Σῷζε τοὺς πί­στει τι­μῶν­τάς σε ἔν­δοξε.

Κον­τά­κιον τῆς Ὁ­σι­ο­μάρ­τυ­ρος.
Ἦ­χος γ´. Ἡ Παρ­θέ­νος σή­με­ρον.
Παρ­θε­νίας χά­ρισι, καὶ μαρ­τυ­ρίου τῷ κάλ­λει, κο­σμη­θεῖσα ἔν­δοξε, ὡς πα­να­κή­ρα­τος νύμφη, ἔ­δρα­μες, λαμ­πα­δη­φό­ρος τῷ σῷ νυμ­φίῳ, ἔστεψαι, τῆς ἀ­φθαρ­σίας τῇ εὐ­πρε­πείᾳ, καὶ πρε­σβεύ­εις Φε­βρω­νία, ὑ­πὲρ τῶν πί­στει ὑ­μνο­λο­γούν­των σε.

Με­γα­λυ­νά­ριον τοῦ Προ­δρό­μου μεθεόρτιον.
Στεῖρά σε ὡς δέν­δρον ἀ­ει­θα­λές, προ­ή­γα­γεν ἤδη, ἀ­φθαρ­σίας τὰς ἀ­παρ­χάς, δα­ψι­λῶς τῷ κό­σμῳ, καρ­πο­φο­ροῦν Προ­φῆτα, καὶ τρέ­φον τοὺς τι­μῶν­τας, τὰ σὰ γε­νέ­θλια.

Με­γα­λυ­νά­ριον τῆς Ὁσιομάρτυρος.
Χαί­ροις Φε­βρω­νία πα­νευ­κλεής, Ὁ­σίων ἡ δόξα, καὶ Μαρ­τύ­ρων ἡ καλ­λονή· ἐν γὰρ ἀμ­φο­τέ­ροις, ἀ­θλή­σασα νο­μί­μως, εἰ­κό­τως καὶ βρα­βείων διπλῶν ἠ­ξί­ω­σαι.

26. Τοῦ Ὁ­σίου Πα­τρὸς ἡ­μῶν Δαυῒδ τοῦ ἐν Θεσ­σα­λο­νίκῃ.

Ἀ­πο­λυ­τί­κιον. 
Ἦ­χος πλ. δ´.
ν σοὶ Πά­τερ ἀ­κρι­βῶς. (Βλ. σελ. 186).

Ἕ­τε­ρον Ἀ­πο­λυ­τί­κιον. 
Ἦ­χος δ´. Ταχὺ προ­κα­τά­λαβε.
ς φοί­νιξ ἐ­ξήν­θη­σας, τῶν ἀ­ρε­τῶν τοὺς καρ­πούς, ἀ­σκή­σας ὡς ἄ­σαρ­κος, ἀ­μυ­γδα­λῆς ἐν φυτῷ, Δα­βὶδ Πά­τερ Ὅ­σιε· ὅ­θεν Θεσ­­σα­λο­νίκη, τοῖς ὁ­σί­οις σου πό­νοις, χά­ριν παρὰ Κυ­ρίου, δα­ψιλῆ καρ­που­μένη, γε­ραί­ρει ὡς με­σί­την σε, θερ­μὸν πρὸς τὸν Κύ­ριον.

Κον­τά­κιον. 
Ἦ­χος β´. Τοὺς ἀ­σφα­λεῖς.
ς μι­μη­τὴν τῶν οὐ­ρα­νίων τά­ξεων, καὶ ἀ­γα­θῶν τῶν ἐ­πι­γείων πά­ροι­κον, ἐ­πα­ξίως μα­κα­ρί­ζο­μεν, σὲ ὦ Δαυΐδ θε­ο­μα­κά­ρι­στε· τὸν βίον γὰρ ὡς ἄγ­γε­λος ἐ­τέ­λε­σας, καὶ θείων δω­ρη­μά­των κα­τε­τρύ­φη­σας· ἐξ ὧν καὶ ἡ­μῖν με­τά­δος Ὅ­σιε.

Με­γα­λυ­νά­ριον.
­νεγ­κας ὡς κλῆμα ἐν τῇ Ἐ­δέμ, ἑ­στὼς ὑ­πὲρ φύ­σιν, ἐπὶ δέν­δρου πά­τερ Δα­βίδ, βό­τρυας ἡ­δί­στους, ἠ­θῶν δι­και­ο­σύ­νης, δι᾿ ὧν ἀεὶ εὐ­φραί­νεις τοὺς σὲ γε­ραί­ρον­τας.

27. Τοῦ Ὁ­σίου Πα­τρὸς ἡ­μῶν Σαμ­ψὼν τοῦ Ξε­νο­δό­χου.

Ἀ­πο­λυ­τί­κιον. 
Ἦ­χος πλ. δ´.
ν τῇ ὑ­πο­μονῇ σου ἐ­κτήσω. (Βλ. σελ. 186).

Ἕ­τε­ρον Ἀ­πο­λυ­τί­κιον. 
Ἧ­χος δ´. Ταχὺ προ­κα­τά­λαβε.
φέ­ρων τὴν μί­μη­σιν, τῶν τοῦ Θεοῦ οἰ­κτιρ­μῶν, ἐν­θέου χρη­στό­τη­τος, ἀ­να­βλυ­στά­νεις κρου­νούς, Σαμ­ψὼν ἱ­ε­ρώ­τατε· σὺ γὰρ θε­ο­μι­μήτῳ ἐλ­λαμ­φθεὶς συμ­πα­θείᾳ, ὤ­φθης τῶν τε­θλιμ­μέ­νων, καὶ πα­σχόν­των ἀ­κέ­στωρ, πα­ρέ­χων τοῖς σὲ τι­μῶσι, ῥῶ­σιν ἀ­έ­ναον.

Κον­τά­κιον. 
Ἦ­χος δ´.
ς ἰ­α­τρὸν πα­νά­ρι­στον, καὶ λει­τουρ­γὸν εὐ­πρόσ­δε­κτον, οἱ τῇ σορῷ σου τῇ θείᾳ προ­στρέ­χον­τες, Σαμ­ψὼν θέ­ο­φρον Ὅ­σιε, συν­ελ­θόν­τες σε ὕ­μνοις, καὶ ψαλ­μοῖς ἀ­νυ­μνοῦ­μεν, Χρι­στὸν δο­ξά­ζον­τες, τὸν τοι­αύ­την σοι χά­ριν πα­ρέ­χοντα τῶν ἰ­ά­σεων.

Με­γα­λυ­νά­ριον.
Χαί­ροις ἀ­σθε­νούν­των ὁ ἰ­α­τρός· χαί­ροις θλι­βο­μέ­νων, ὁ θερ­μό­τα­τος ἀ­ρω­γός· χαί­ροις τῶν πε­νή­των, καὶ ξέ­νων ἀν­τι­λή­πτωρ, Σαμ­ψὼν Χρι­στοῦ θε­ρά­πον, ἀ­ξι­ο­θαύ­μα­στε.

28. Μνήμη τῆς Ἀ­να­κο­μι­δῆς τῶν Λει­ψά­νων τῶν Ἁ­γίων καὶ θαυ­μα­τουρ­γῶν Ἀ­ναρ­γύ­ρων, Κύ­ρου καὶ Ἰ­ω­άν­νου.

Ἀ­πο­λυ­τί­κιον. 
Ἦ­χος πλ. α´.
Τὰ θαύ­ματα τῶν Ἁ­γίων σου Μαρ­τύ­ρων. (Βλ. σελ. 186).

Ἕ­τε­ρον Ἀ­πο­λυ­τί­κιον. 
Ἦ­χος γ´. Θείας πί­στεως.
Θείας χά­ρι­τος, τῇ ἐ­νερ­γείᾳ, ἀ­να­βλύ­ζοντα, θαυ­μά­των ῥεῖ­θρα, ἀ­ναρ­γύ­ρως τὰ σε­πτὰ ὑ­μῶν λεί­ψανα, ἐκ τῶν λα­γό­νων τῆς γῆς κό­σμῳ ἔ­λαμ­ψαν, Κῦρε θε­ό­φρον Ἰ­ω­άννη τε ἔν­δοξε· ὅ­θεν ἅ­παν­τες, τὴν τού­των τι­μῶν­τες εὕ­ρε­σιν, αἰ­τοῦ­μεν δι᾿ ὑ­μῶν τὸ μέγα ἔ­λεος.

Κον­τά­κιον. 
Ἦ­χος β´. Χει­ρό­γρα­φον εἰ­κόνα.
Τὸ μέγα ἰ­α­τρεῖον τῆς οἰ­κου­μέ­νης, τὸ ζεῦ­γος τοῦ Χρι­στοῦ τὸ πε­πο­θη­μέ­νον, τοὺς φω­στῆ­ρας τοὺς ἐ­κλάμ­πον­τας, ταῖς αὐ­γαῖς τῶν ἰ­ά­σεων, ὑ­μνή­σω­μεν πι­στοὶ με­γα­λο­φώ­νως, ἔν­δον τοῦ ναοῦ αὐ­τῶν βο­ῶν­τες· Κῦ­ρος καὶ Ἰ­ω­άν­νης, οἱ χο­ρη­γοὶ τῶν θαυ­μά­των, καὶ ἰ­α­τροὶ τῶν νο­σούν­των, αὐ­γά­ζουσι τὰ πέ­ρατα.

Με­γα­λυ­νά­ριον.
εῖ­θρα ἰ­α­μά­των παν­το­δα­πῶν, βλύ­ζοντα τῷ κό­σμῳ, ἀ­νε­φά­νη­σαν ἐκ τῆς γῆς, ὑ­μῶν νῦν τὰ σκήνη, Κῦρε καὶ Ἰ­ω­άννη, ἐξ ὧν ῥῶ­σιν τρυ­γῶ­μεν, ψυ­χῆς καὶ σώ­μα­τος.

29. Τῶν Ἁ­γίων ἐν­δό­ξων καὶ πα­νευ­φή­μων Ἀ­πο­στό­λων καὶ Πρω­το­κο­ρυ­φαίων, Πέ­τρου καὶ Παύ­λου.

Ἀργία καὶ κα­τά­λυ­σις ἰχθύος. 
Ἀ­πο­λυ­τί­κιον κοινόν. Ἦ­χος δ´.
Οἱ τῶν Ἀ­πο­στό­λων πρω­τό­θρο­νοι, καὶ τῆς οἰ­κου­μέ­νης δι­δά­σκα­λοι, τῷ Δε­σπότῃ τῶν ὅ­λων πρε­σβεύ­σατε, εἰ­ρή­νην τῇ οἰ­κου­μένῃ δω­ρή­σα­σθαι, καὶ ταῖς ψυ­χαῖς ἡ­μῶν τὸ μέγα ἔ­λεος.

Ἕ­τε­ρον Ἀ­πο­λυ­τί­κιον κοινόν. 
Ἦ­χος γ´. Θείας πί­στεως.
Θεῖοι κή­ρυ­κες, τῆς εὐ­σε­βείας, κρήνη δί­κρου­νος, θε­ο­γνω­σίας, καὶ δο­γμά­των οὐ­ρα­νίων ἐκ­φάν­το­ρες, Πέ­τρε καὶ Παῦλε σα­φῶς ἀ­νε­δεί­χθητε, ὡς Ἀ­πο­στό­λων τῶν θείων Πρω­τό­θρο­νοι· ἀλλ᾽ αἰ­τή­σα­σθε σω­τή­ριον ἡ­μῖν ἔλ­λαμ­ψιν, καὶ λύ­τρω­σιν πα­θῶν καὶ μέγα ἔ­λεος. 
Ἀπολυτίκιον τοῦ Ἀποστόλου Παύλου.
Ἦχος δ´. Κανόνα πίστεως.
Ποίημα Χρυσοστόμου (Παπαδοπούλου), + Ἀρχιεπ. Ἀθηνῶν.
θνῶν σε κήρυκα καὶ φωστῆρα τρισμέγιστον, Ἀθηναίων διδάσκαλον, Οἰκουμένης ἀγλάϊσμα, εὐφροσύνως γεραίρομεν· τοὺς ἀγῶνας τιμῶμεν καὶ τὰς βασάνους διὰ Χριστόν, τὸ σεπτόν σου μαρτύριον. Ἅγιε Παῦλε Ἀπόστολε, πρέσβευε Χριστῷ τῷ Θεῷ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Κον­τά­κιον. 
Ἦ­χος β´. Αὐ­τό­με­λον.
Τοὺς ἀ­σφα­λεῖς καὶ θε­ο­φθόγ­γους κή­ρυ­κας, τὴν κο­ρυ­φὴν τῶν Ἀ­πο­στό­λων Κύ­ριε, προ­σε­λά­βου εἰς ἀ­πό­λαυ­σιν, τῶν ἀ­γα­θῶν σου καὶ ἀ­νά­παυ­σιν· τοὺς πό­νους γὰρ ἐ­κεί­νων καὶ τὸν θά­να­τον, ἐ­δέξω ὑ­πὲρ πᾶ­σαν ὁ­λο­κάρ­πω­σιν, ὁ μό­νος γι­νώ­σκων τὰ ἐγ­κάρ­δια. 
Με­γα­λυ­νά­ριον.
Πέ­τρε θεῖον ἅρμα Χε­ρου­βι­κόν, οὐ­ρά­νιε Παῦλε, ὄ­χημά τε Σε­ρα­φι­κόν, ἡ πύ­ρι­νος γλῶσσα, τοῦ Θε­αν­θρώ­που Λό­γου, πυ­ρός με τῆς γε­έ­νης ἀ­πο­λυ­τρώ­σαθε.

30. Ἡ Σύ­να­ξις τῶν Ἁ­γίων ἐν­δό­ξων καὶ πα­νευ­φή­μων Ἀ­πο­στό­λων τῶν ΙΒ´. 
Ἀργία καὶ κα­τά­λυ­σις οἴνου καὶ ἐλαίου. 
Ἀ­πο­λυ­τί­κιον. 
Ἦ­χος γ´.
­πό­στο­λοι Ἅ­γιοι, πρε­σβεύ­σατε τῷ ἐ­λε­ή­μονι Θεῷ, ἵνα πται­σμά­των ἄ­φε­σιν, πα­ρά­σχῃ ταῖς ψυ­χὰς ἡ­μῶν. 
Ἕ­τε­ρον Ἀ­πο­λυ­τί­κιον. 
Ἦ­χος γ´. Τὴν ὡ­ραι­ό­τητα.
ς δω­δε­κά­πυρ­σος, λυ­χνία ἔ­λαμ­ψαν, οἱ Δω­δε­κά­ρι­θμοι, Χρι­στοῦ Ἀ­πό­στο­λοι, Πέ­τρος καὶ Παῦ­λος σὺν Λουκᾶ, Ἀν­δρέας καὶ Ἰ­ω­άν­νης, Βαρ­θο­λο­μαῖος Φί­λιπ­πος σὺν Ματ­θαίῳ καὶ Σί­μωνι, Μᾶρ­κος καὶ Ἰ­ά­κω­βος, καὶ Θω­μᾶς ὁ μα­κά­ριος, καὶ ηὔ­γα­σαν τοὺς πί­στει βο­ῶν­τας· χαί­ρετε Λό­γου οἱ αὐ­τό­πται. 
Κοντά­κιον. 
Ἦ­χος β´. Τὰ ἄνω ζη­τῶν.
πέ­τρα Χρι­στός, τὴν πέ­τραν τῆς πί­στεως, δο­ξά­ζει φαι­δρῶς, τῶν μα­θη­τῶν τὸν πρό­κρι­τον, καὶ σὺν Παύλῳ ἅ­πα­σαν δω­δε­κά­ρι­θμον φά­λαγγα σή­με­ρον· ὧν τὴν μνή­μην τε­λοῦν­τες πι­στῶς, τὸν τοὺ­τους δο­ξά­σαντα δο­ξά­ζο­μεν. 
Ἕ­τε­ρον Κον­τά­κιον. 
Ἦ­χος δ´. Ὁ ὑ­ψω­θεὶς ἐν τῷ Σταυρῷ.
δω­δε­κά­χορ­δος καὶ εὔ­ση­μος νά­βλα, τῶν πα­νευ­φή­μων καὶ σο­φῶν Ἀ­πο­στό­λων, ἐμ­πνε­ο­μένη Πνεύ­μα­τος ταῖς θεί­αις αὐ­γαῖς, πᾶσι μὲν ἐ­κή­ρυ­ξεν, εὐ­σε­βείας τὸν φθόγ­γον, γλώσ­σας δὲ ἐ­φί­μω­σεν, ἀ­σε­βείας τῷ λόγῳ· οὓς εὐ­φη­μοῦν­τες εἴ­πω­μεν τρα­νῶς· χαί­ρετε μύ­σται, Χρι­στοῦ καὶ δι­ά­κο­νοι. 
Με­γα­λυ­νά­ριον.
Πέ­τρον Παῦ­λον Μᾶρ­κον σὺν τῷ Λουκᾷ, Φί­λιπ­πον Ἀν­δρέαν, Ἰ­ω­άν­νην τε καὶ Θω­μᾶν, Σί­μωνα Ματ­θαῖον, καὶ τὸν Βαρ­θο­λο­μαῖον, σὺν θείῳ Ἰ­α­κώβῳ ὕ­μνοις τι­μή­σω­μεν.

Δεν υπάρχουν σχόλια:

Δημοφιλείς αναρτήσεις