Σάββατο 4 Ιανουαρίου 2025

ὁσάκις ἐὰν ζῶμεν, δι' ὑδάτων ζῶμεν· ὁσάκις ἐὰν πλουτῶμεν, δι' ὑδάτων πλουτοῦμεν·



ΜΕΓΑΣ ΒΑΣΙΛΕΙΟΣ
ΕΙΣ ΤΑ ΥΔΑΤΑ ΚΑΙ ΕΙΣ ΤΟ ΑΓΙΟΝ ΒΑΠΤΙΣΜΑ 
Τὸν λόγον χθὲς ἐπὶ τοὺς προφήτας καὶ πατριάρχας ἀποσχολήσας, παρ' ὀλίγον κατέλιπον τοῦ θεοῦ τὰ δημιουργήματα πάντα γὰρ τοῖς ὕδασι καὶ λούεται καὶ ποτίζεται καὶ καθαρίζεται. καὶ μὲν τῶν ὑδάτων ἡ φύσις μία, πολυμερῶς δὲ διὰ τῶν κτισμάτων μερίζεται· ἐν ἀμπέλῳ γίνεται στυφόν, ἐν ἐλαίῳ προσηνόν· ἐν κρίνῳ λευκόν, ἐρυθρὸν ἐν ῥόδῳ· ἐν γενήμασι θρεπτικόν, ἐν ξύλοις αὐξητικόν· τὰ τετράποδα ποτίζεται καὶ τοὺς ἰχθύας ἀνατρέφει· τὰ σώματα τῶν ἀνθρώπων καθαρίζει. ὁσάκις ἐὰν ζῶμεν, δι' ὑδάτων ζῶμεν· ὁσάκις ἐὰν πλουτῶμεν, δι' ὑδάτων πλουτοῦμεν· ὁσάκις ἐὰν ἀναπαυώμεθα, δι' ὑδάτων ἀναπαυόμεθα. ἄρα μὴ μικρά σοι φαίνεται ἡ τῶν ὑδάτων δύναμις; ἀλλὰ ταῦτα πάντα παρατρέχω διὰ τὸ μῆκος τοῦ λόγου. καὶ γὰρ ὁσάκις ἐὰν ἑρμηνεύσωμεν, τὰ πλείονα παραλιμπάνομεν· οὐ γὰρ ἐπαρκεῖ ὁ λόγος ὁ ἀνθρώπινος τὴν πολυύμνητον τῶν ὑδάτων χάριν ἀκριβῶς ἐξηγήσασθαι, ὡς οὐδ' ἔστιν θάλασσαν τῷ λόγῳ μετρῆσαι, οὐδ' ὅσα τῶν θαλασσίων ὑδάτων ἀγαθὰ τοῖς ἀνθρώποις ἐκ τῆς τοῦ θεοῦ σοφίας ἐπινενέμηται. καὶ πάλιν ἐπὶ τὴν καινὴν σπεύσω μὲν διαθήκην|καὶ γὰρ πολλὰ ὁμιλήσας περὶ ὑδάτων οὐκ οἶδα πόθεν ἐδίψησα καὶ ὕδασιν τοῦ παρόντος διανηχόμενος πάλιν διψῶ|ἀλλὰ μνημονεύσω τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ κηρύσσοντος ἐν εὐαγγελίοις καὶ λέγοντος· ἐάν τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω· ὁ γὰρ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. οὐκοῦν δράμωμεν πρὸς αὐτὸν καὶ θεραπευθῶμεν ἡμῶν τὴν δίψαν, πνευματικοῖς νάμασι ποτιζόμενοι καὶ ἐπουρανίοις ὕδασιν ἀρδευόμενοι. μήπως ἆρα [καὶ ποταμὸν εὑρεθῶ περιφέρων ἐν ἐμαυτῷ] καὶ ποταμὸν μόνον ἐπιζητῶν ἅπασαν τὴν πηγὴν εὑρεθῶ κεκτημένος; τὸ γὰρ ἀθάνατον κτῆμα τῶν ψυχῶν ἡμῶν Ἰησοῦς Χριστός ἐστιν καὶ ἐπουράνιος πηγή. ἀλλὰ ποῦ δράμω; τίς ὁ χειραγωγῶν; τίς ὁ τὸ ποτήριον τοῦτο ἐπιδεικνύμενος τῆς ζωῆς; χειραγωγήσατέ με, τὸν ξένον, ἐπὶ τὰ ὕδατα, ὁδηγήσατέ με πρὸς τὴν πηγὴν καὶ ποταμὸν καὶ νάματα πρὸς οὐρανὸν [ἀναβαλλόμενα] ἄνω πηγάζοντα κἀκεῖθεν ἀναβρύοντα, καὶ τοὺς πίστει πίνοντας εἰς τὴν τῶν οὐρανῶν βασιλείαν παραπέμποντα· πάνυ γὰρ ἐπιποθοῦμεν τοιούτων ὑδάτων εὑρεῖν σωτηρίαν. ἐλθέ, μακάριε τῶν ἀποστόλων, Ἰωάννη· κάλεσον ἡμᾶς εἰς τὸν Ἰορδάνην. πολλὰ γὰρ περιελθόντες ὕδατα παρὰ σοῦ τὸν θεικὸν ἐκδεχόμεθα στέφανον· καὶ γὰρ οἶδα μὲν προφήτας καὶ πατριάρχας δι' ὑδάτων [συμβολικῶς] σωζομένους καὶ τὴν κτίσιν ἅπασαν ὕδασιν λουομένην, θεὸν δὲ τὸν ἀναμάρτητον ὕδατι βαπτιζόμενον. οὗτος παρὰ τὸν Ἰορδάνην παραγίνεται βαπτισθῆναι καὶ τὸ μέγα θαῦμα καὶ παράδοξον ἐκπλαγῆναι, ὁ μονογενὴς θεός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ὁ ἐν ἀρχῇ πρὸς θεόν, θεός, λόγος καὶ θεοῦ υἱός, ὁ παρὰ τῶν ἀγγέλων προσκυνούμενος καὶ παρὰ τῶν ἀρχαγγέλων δοξαζόμενος, ὃν ὑμνεῖ τὰ Χερουβὶμ καὶ δοξάζει τὰ Σεραφίμ· μέγα καθάρσιον καὶ εὐαγγέλιον ἐκ τοῦ Ἰορδάνου τῷ κόσμῳ ἐφαπλώσας, διδάσκει τὸ γένος τῶν ἀνθρώπων μὴ καταφρονεῖν τῆς ἐπουρανίου ταύτης χάριτος. καὶ βαπτίζεται ὁ ἀναμάρτητος καὶ τὰ τῆς οἰκουμένης ὕδατα ἁγιάζει. Κύριος γὰρ ἐπὶ ὑδάτων πολλῶν, ἀλλὰ πληροφορεῖ τοὺς παρόντας τίς ὁ βαπτιζόμενος· καὶ γὰρ τὸ πνεῦμα τὸ ἅγιον ἐπ' αὐτὸν κατέβαινεν ἐν εἴδει περιστερᾶς, καὶ ὁ πατὴρ ἄνωθεν ἐξ οὐρανῶν ἐβόα· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα. ἀληθὴς ἡ προφητεία ἡ λέγουσα· Κύριος ἐπὶ ὑδάτων πολλῶν. ὁ θεὸς τῆς δόξης ἐβρόντησεν. τίς ἄρα μετὰ τοσαύτην δόξαν ἀπιστεῖ; τίς ἀμφιβάλλει περὶ τῆς ἐπουρανίου ταύτης χάριτος; οὐκ ἔνι τινὰ τὴν τῶν ἐπουρανίων βασιλείαν ἰδεῖν τοῦ βαπτίσματος μὴ καταξιωθέντα, οὐδὲ ἔστι τέλειον εὑρεθῆναι, κἂν πολιτεύηται κατὰ τοὺς ἀγγέλους, μὴ τῆς δωρεᾶς ταύτης τὸν στέφανον λαβόντα. αὐτὸς ἀπεφήνατο ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς λέγων ἡμῖν· ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς βασιλείαν τῶν οὐρανῶν. κἂν ἀγγελικῶς τὸν βίον κατορθώσῃ καὶ κατὰ τοὺς ἀποστόλους ἑαυτὸν ἀφιερώσῃ τῷ θεῷ, καταφρονήσῃ δὲ τῆς χάριτος τοῦ βαπτίσματος, οὐ δύναται τέλειος εὑρεθῆναι. οὕτως ἔλεγεν τῷ μακαρίῳ Κορνηλίῳ· Κορνήλιε, αἱ προσευχαί σου καὶ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον τοῦ θεοῦ. ἀλλ' ἐπὶ τούτοις ὁ τέλειος στέφανος, ἡ διὰ τῶν ὑδάτων πιστὴ δωρεά. διὸ μετεπέμψατο τὸν πρωτοστάτην τῶν ἀποστόλων, Πέτρον, καὶ τὸ λεῖπον ἀνεπλήρωσεν· ἦλθεν, ἐνουθέτησεν, ἐβάπτισεν, ἐστεφάνωσεν. ἵστασο λοιπὸν τῇ πίστει ἑδραῖος, μένε τεθεμελιωμένος ἐπὶ τῇ τῶν ὑδάτων χάριτι. μὴ βλέπῃς ὕδατα καὶ πάλιν ἀμφιβάλλῃς· ἰδὲ πῶς δι' ὑδάτων σοι ὁ θεὸς τὴν τῶν ἁμαρτημάτων ἄφεσιν χαρίζεται. μὴ βλέπῃς ὕδατα, καὶ τὸ τῆς δωρεᾶς εὔκολον εἰς καταφρόνησιν λαμβάνῃς. ὅταν ἴδῃς ὕδατα, δράμε μετὰ πίστεως· ταῦτα γάρ σοι τὰ ὕδατα τὴν γέενναν σβέννυσιν, ταῦτά σε δροσίζουσιν εἰς τὸν πύρινον ποταμόν, ταῦτα μόνα δυσωπεῖται τὸ φρόνημα τῆς γεέννης. οὕτως ἔλεγεν ζητῶν ὁ πλούσιος ἐν εὐαγγελίοις καὶ βλέπων τὸν Λάζαρον ἀναπαυόμενον ἐν τοῖς κόλποις τοῦ πατρὸς ἡμῶν Ἀβραάμ· ἐλέησόν με, πάτερ Ἀβραάμ, καὶ πέμψον τὸν Λάζαρον, ἵνα βάψῃ τὸν δάκτυλον αὐτοῦ ὕδατος καὶ καταψύξῃ μου τὴν γλῶσσαν, ὅτι ὀδυνῶμαι ἐν τῇ φλογὶ ταύτῃ. διὰ τοῦτο, ὅταν ἴδῃς ὕδατα, δράμε μετὰ προθυμίας· ταῦτα γάρ σοι τὰ ὕδατα τὸν οὐρανὸν διανοίγει, ταῦτά σε τὰ ὕδατα ἀπὸ δουλείας εἰς ἐλευθερίαν μεθίστησιν· ταῦτά σοι τὰ ὕδατα τὸν παράδεισον ἀνοίγει καὶ πνευματικοὺς ὀφθαλμοὺς χαρίζεται· ταῦτά σε τὰ ὕδατα πρὸς ἐπουράνια μυστήρια παραπέμπει, εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακῦψαι. ἐπτερώθης λοιπὸν τῇ διανοίᾳ εἰς οὐρανούς· εἶδες θεὸν τὴν τῶν ὑδάτων ἁγιάζοντα φύσιν· εἶδες ἁγίας τριάδος ἀδιάστατον συμφωνίαν ἐπὶ τῶν ὑδάτων· ἔλαβες παρὰ θεοῦ προφητικὰς ἐπαγγελίας, εὐαγγελιζομένας τὴν σὴν σωτηρίαν· ὁ τῆς ψυχῆς στέφανος πρόδηλος, ἡ τῶν πολυχρονίων ἁμαρτημάτων ἄφεσις ἐγγύς. πάντα καθαρῶς καὶ βεβαίως πρὸς τὴν ἑτοιμασίαν εὐτρέπισον, πίστιν καθαράν, λογισμὸν ἄτρωτον, θεικὸν φόβον, προσκύνησιν ἀληθῆ, ἀγγελικὴν στολήν, πάντα τέλεια τῷ τελείῳ προσκομίζων· μέλλεις γὰρ ὑπὸ τῶν λευιτῶν διακονεῖσθαι, ὑπὸ τῶν ἱερέων χειραγωγεῖσθαι, ὑπὸ τῶν ἀγγέλων δορυφορεῖσθαι, ὑπὸ τῶν ὑδάτων καθαρίζεσθαι, παρὰ τοῦ θεοῦ καὶ πατρὸς στεφανοῦσθαι, ὅτι αὐτῷ πρέπει ἡ δόξα ἅμα τῷ υἱῷ καὶ τῷ ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

Ἐν τοῖς Ἀποδείπνοις, Κανών, οὗ ἡ ἀκροστιχίς,

 Τῌ Ε' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ

Προεόρτια τῶν Φώτων 
Μνήμη τῶν Ἁγίων Μαρτύρων Θεοπέμπτου καὶ Θεωνᾶ
Μνήμη τῆς Ὁσίας Συγκλητικῆς.

Ἐν τοῖς Ἀποδείπνοις, Κανών, οὗ ἡ ἀκροστιχίς, ἄνευ τῶν Εἱρμῶν τῶν τεσσάρων πρώτων ᾨδῶν.
Καὶ σήμερον δὲ Σάββατον μέλπω μέγα. 
ᾨδὴ α'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς 
«Κύματι θαλάσσης, τὸν κρύψαντα πάλαι, διώκτην τύραννον, τὰ Ἰορδάνια, ῥεῖθρα συστέλλει καὶ κρύπτει, τὴν ἐμὴν νῦν καθαιρόμενον, ἀνθρωπίνως κάθαρσιν· ἐνδόξως γὰρ δεδόξασται».

Κύριε Θεέ μου, φωτώνυμον ὕμνον, καὶ προεόρτιον, ᾠδήν σοι ᾄσομαι, τῷ θείοις Θεοφανείοις, μυστικῶς ἀναγεννῶντι με, καὶ πρὸς τὴν λαμπρότητα, τὴν θείαν ἐπανάγοντι.

νω πρὸ αἰώνων, καὶ κάτω προσφάτως, ἐπιφανέντα σε, τὰ ὑπερκόσμια, καὶ τὰ περίγεια Σῶτερ, κατεπλήττοντο θεώμενα, καὶ τὴν ὑπὲρ λόγον σου, ἀνύμνουν συγκατάβασιν.

να σοῦ τῆς δόξης, τὰ πάντα πληρώσῃς, σαυτὸν ἐκένωσας, μέχρι καὶ δούλου μορφῆς, νῦν δὲ παλάμῃ τοῦ δούλου, ὑποκλινεὶς κεφαλὴν δουλικῶς, τὴν ἐμὴν ἀνάπλασιν, καὶ κάθαρσιν δωρούμενος.

ᾨδὴ γ'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς 
«Σὲ τὸν ἐπὶ ὑδάτων, ἑδράσαντα πᾶσαν τὴν γῆν ἀσχέτως, ἡ κτίσις κατιδοῦσα, σαρκὶ κρυπτόμενον νάμασι, θάμβει πολλῷ συνείχετο· Οὐκ ἒστιν Ἅγιος, πλὴν σου Κύριε κραυγάζουσα».

Σύμβολα πρὶν Προφήταις, παρέδειξας τῆς σῆς Θεοφάνειας, νῦν δὲ τὰ κεκρυμμένα, ταῖς ἐνεργείαις ἐγνώρισας, ἐπιφανεὶς μυστήρια, ἀνθρώποις σήμερον, νέμων νέαν ἀναγέννησιν.

πλωσεν Ἰορδάνης, τὰ ὕδατα ὡς νῶτα μετὰ τρόμου, τοῦ δέξασθαι τὸν Κτίστην, σωματικῶς βαπτιζόμενον, τὸν πάντας ἁγιάζοντα· Οὐκ ἒστιν Ἅγιος, πλὴν σου Κύριε κραυγάζοντας.

Μέγα πρὸς σωτηρίαν, ἐφόδιον τὸ Βάπτισμα παρέχει, Χριστὸς τοῖς αἰσθομένοις, αὐτοῦ τῆς θείας ἐλλάμψεως, ἐν εὐφροσύνῃ ψάλλουσιν· Οὐκ ἒστιν Ἅγιος, πλὴν σου Κύριε φιλάνθρωπε.

ᾨδὴ δ'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς 
«Τὴν πρὸς τὸ Βάπτισμά σου ἔλευσιν, προορῶν Ἀββακούμ, ἐξεστηκὼς ἐβόα· Εἰς θάλασσαν τοὺς ἵππους σου, ὕδατα πολλά, ἐπεβίβασας Σῶτερ διαταράσσοντας».

πιφανέντος σου ἐν σώματι, ἡγιάσθη ἡ γῆ, ὕδατα ηὐλογήθη, ὁ οὐρανὸς πεφώτισται· γένος δὲ βροτῶν, τῆς πικρᾶς τυραννίδος ἐχθροῦ λελύτρωται.

ήματι θείῳ νῦν ὁ Πρόδρομος, ἐξ ἐρήμου μολεῖ, πρός, Ἰορδάνην λέγων· Μετανοεῖτε ἤγγικεν, ἡ τῶν Οὐρανῶν Βασιλεία καλοῦσα, πάντας πρὸς δόξαν Θεοῦ.

μεταστρέψας πρὶν τὴν θάλασσαν, εἰς ξηρὰν καὶ πηγάς, ἐξ ἀκροτόμου βλύσας, πταισμάτων χωνευτήριον, νῦν ἀποτελεῖ, Ἰορδάνου τὸ ῥεῖθρον, πυρὶ τοῦ Πνεύματος.

ᾨδὴ ε'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς 
«Θεοφανείας σου Χριστέ, τῆς πρὸς ἡμᾶς συμπαθῶς γενομένης, Ἡσαΐας φῶς ἰδὼν ἀνέσπερον, ἐκ νυκτὸς ὀρθρίσας ἐκραύγαζεν. Οἱ πεφωτισμένοι ἣκατε, λούσασθε, καὶ δι᾽ ὕδατος θείου καὶ Πνεύματος σαφῶς, καὶ ψυχὴν καὶ τὸ σῶμα ἀποκαθάρατε».

Νεοποιεῖς τοὺς γηγενεῖς, νέος Ἀδὰμ χρηματίσας ὁ Πλάστης, ἐν πυρὶ καὶ Πνεύματι καὶ ὕδατι, ξένην ἐκτελῶν ἀναγέννησιν, καὶ ἀνάπλασιν θαυμαστήν, δίχα συντρίψεως, καὶ χωνευτηρίων, Βαπτίσματι θεουργῷ καινοποιούμενος.

Διὰ τοῦ Πνεύματος ψυχάς, καινοποιεῖς, διὰ δὲ τοῦ ὕδατος, ἁγιάζεις τὸ σῶμα τὸ σύνθετον, ζῶον ἀναπλάττων τὸν ἄνθρωπον· τῷ διπλῷ γὰρ τὰ συγγενῆ, χρησίμως φάρμακα σοφῇ προμηθείᾳ, προσάγεις ὡς ἰατρός, σωμάτων καὶ τῶν ψυχῶν.

ξ ἀλοχεύτου προελθών, ὁ γεννηθεὶς ἐκ Πατρὸς πρὸ αἰώνων, πρὸς τὸν ἐκ στείρας παραγέγονας, ἐξαιτῶν ὡς ἄνθρωπος Βάπτισμα, ἀλλ' ἐξ ὕδατος μυστικῶς, διὰ τοῦ Πνεύματος ἀπειργάσω Σῶτερ, πολύτεκνον Ἐκκλησίαν, τὴν πρὶν ἄγονον.

ᾨδὴ ς'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς 
«Συνεσχέθη, ἀλλ' οὐ κατεσχέθη, φόβῳ ὁ θεῖος Βαπτιστής· εἰ γὰρ καὶ συνεστάλη, προσεγγίσαι τῷ πυρὶ ὁ χόρτος, ἀλλὰ ἀκούσας· Ἄφες ἄρτι, ἔδραμε, τὸ ἐπίταγμα πληρῶν ὡς δοῦλος, θείας τε ἄνωθεν, μαρτυρούσης φωνῆς, ἢκουσεν Υἱὸν τὸν προαιώνιον».

πεγράφης, ἀλλ' οὐκ ἐδουλώθης, Καίσαρος θεσμοῖς πειθαρχῶν· εἰ γὰρ καὶ τῆς δουλείας, παραμύθιον ἡμῖν παρέχων, ἑκὼν ὑπείκεις, καὶ τελεῖς τὸ δίδραχμον, ἀλλὰ νόμῳ τῷ τῆς ἁμαρτίας, πρὶν πεπραμένους ἡμᾶς ἠλευθέρωσας νῦν, καὶ υἱοθεσίας κατηξίωσας.

Βασιλεύεις, ἀλλ' οὐ κατὰ κόσμον, φύσει πεφυκὼς Βασιλεύς· εἰ γὰρ καὶ κατὰ σάρκα, ἐκ φυλῆς Δαυῒδ τεχθεὶς τὸν θρόνον, τῆς βασιλείας Σῶτερ τούτου ἔλαβες, ἀλλ' ἀΐδιον ἔχεις τὸ κράτος, συμβασιλεύων Πατρί, πρὸ αἰώνων ἀεί, καὶ εἰς τοὺς αἰῶνας σὺν τῷ Πνεύματι.

Βασιλεὺς μέν, ὁ τοῦ κόσμου Ἄρχων, καὶ τῶν ἐν τοῖς ὕδασι, πάλαι προσηγορεύθη, ἀλλ' ἐμπνίγεται τῇ σῇ καθάρσει, καὶ καθαιρεῖται, ὡς τῇ λίμνῃ Λεγεών, τῶν χειρῶν δὲ σου Σῶτερ τὸ πλάσμα, τὸ δουλωθὲν ὑπ' αὐτοῦ, κραταιᾷ σου χειρί, τῆς ἐλευθερίας κατηξίωσας.

ᾨδὴ ζ'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς 
«φραστον θαῦμα! ὁ ἐν καμίνῳ ῥυσάμενος, τοὺς Ὁσίους Παῖδας ἐκ φλογός, κλίνει κορυφήν, καὶ αἰτεῖ τὸ Βάπτισμα, ὑπὸ τοῦ δούλου, καθαίρων τοὺς βοῶντας· Λυτρωτὰ ὁ Θεός, εὐλογητὸς εἶ».

Τέμνεται ῥεῖθρον, πρὶν μηλωτῇ Ἰορδάνιον, προτυπούσῃ Βάπτισμα τὸ σόν, δι' οὗ τῶν παθῶν, ῥήγνυται χιτώνιον· καὶ ἀφθαρσίας ἔνδυμα αὐτουργεῖται, τοῖς βοῶσι· Χριστὲ ὁ Θεός, εὐλογητὸς εἶ.

λβιον ῥεῖθρον· ἐν ἑαυτῷ γὰρ δεξάμενον, βαπτισθέντα τὸν Δημιουργόν, δέδεικται πηγή, ζωηφόρου νάματος, εἰς σωτηρίαν ἡμῶν τῶν μελῳδούντων· Λυτρωτὰ ὁ Θεός, εὐλογητὸς εἶ.

Νέκρωσιν θείαν, συμβολικῶς εἰκονίζοντες, καταδύσει ὕδατος τριττῇ, ἐν τῷ Βαπτισμῷ Χριστῷ συνθαπτόμεθα, τῇ τριημέρῳ ἐγέρσει κοινωνοῦντες, καὶ βοῶντες Χριστῷ· Εὐλογητὸς εἶ.

Μία ἡ χάρις, Πατρὸς Υἱοῦ τε καὶ Πνεύματος, τελειοῦσα τοὺς τὴν δωρεάν, στέργοντας πιστῶς, τοῦ θείου Βαπτίσματος, υἱοθεσίας λαβόντας ἐξουσίαν, τοῦ βοᾶν· Ὁ Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς 
«κστηθι φρίττων οὐρανέ, καὶ σαλευθήτωσαν, τὰ θεμέλια τῆς γῆς· ἰδοὺ γὰρ ὕδωρ περιβάλλεται, ὁ φλέξας ὕδασι πρίν, Δικαίου θυσίαν παραδόξως· ὂν Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, Λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Λύτρωσιν ἔρχεται Χριστός, διὰ Βαπτίσματος, παρασχεῖν πᾶσι πιστοῖς· ἐν τούτῳ τὸν Ἀδὰμ καθαίρει γάρ, τὸν πεπτωκότα ὑψοῖ, τὸν ῥίψαντα Τύραννον αἰσχύνει, τοὺς οὐρανοὺς ἀνοίγει, Πνεῦμα θεῖον καθέλκει, καὶ τῆς ἀφθαρσίας, τὴν μέθεξιν δωρεῖται.

Πέπαυται πλάνη τοῦ ἐχθροῦ· φωνὴ βοῶντος γάρ, ἐν ἐρήμῳ τὴν ὁδόν, Κυρίου κράζει εὐτρεπίσατε, καὶ πάσας τρίβους αὐτοῦ, εὐθείας ποιήσατε προστάττει· φάραγξ ἡ ταπεινὴ γάρ, φύσις βροτῶν ὑψοῦται· ὂρος καὶ βουνὸς δέ, δυσμενῶν ταπεινοῦνται.

παραδόξων δωρεῶν! ὢ θείας χάριτος, καὶ ἀφράστου ἀνοχῆς! Ἰδοὺ γὰρ ὕδατι καθαίρει με, πυρὶ φωτίζει με, καὶ Πνεύματι θείῳ τελειοῖ με, ὁ Πλάστης καὶ Δεσπότης, νῦν ἐν τῷ Ἰορδάνῃ, τὴν ἐμὴν φορέσας φύσιν ἀναμαρτήτως.

ᾨδὴ θ'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς 
«Μὴ ἐποδύρεσθε μάτην, ἀπογνώσεως βρόχοις, ἀποπνιγόμενοι βροτοί, ὑπεύθυνοι κακῶν, ἀλλ' ἐν κατανύξει ψυχῆς προσέλθωμεν, τῷ καθαίροντι πάντας, ὡς μόνῳ καθαρῶ, καὶ διδόντι συγγνώμην διὰ Βαπτίσματος».

πὶ τῷ ξένῳ σου τόκῳ, τὸ πρὶν ἐκ τῆς Παρθένου, ὑπερφυῶς ἐθαυμαστώθης, Λόγε τοῦ Θεοῦ, νῦν δὲ μεγαλύνῃ, μέγα Μυστήριον, ἐκτελῶν παραδόξως, μεθέξει τῇ σεπτῇ, Κολυμβήθραν πολύτεκνον θείῳ Πνεύματι.

Γῆ ἡγιάσθη Γεννήσει, τῇ ἁγίᾳ σου Λόγε, διηγουμένων οὐρανῶν, σὺν ἄστροις δόξαν σήν, νῦν δὲ τῶν ὑδάτων φύσις εὐλόγηται, σοῦ σαρκὶ βαπτισθέντος, καὶ γένος γηγενῶν, πρὸς τὴν πρὶν ἐπανῆλθεν αὖθις εὐγένειαν.

γαλλιάσθω Γῆ πᾶσα· Οὐρανὸς εὐφραινέσθω· Κόσμος σκιρτάτω· Ποταμοί, κροτείτωσαν χειρί, αἱ Πηγαὶ καὶ Λίμναι, Ἄβυσσοι θάλασσαι, συγχαιρέτωσαν· ἣκει Χριστὸς γὰρ τὸν Ἀδάμ, ἐκκαθᾶραι καὶ σῶσαι θείῳ Βαπτίσματι.

ΤΟΥ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΝΙΚΗΦΟΡΟΥ ΤΟΥ ΛΕΠΡΟΥ


ΤΟΥ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΝΙΚΗΦΟΡΟΥ ΤΟΥ ΛΕΠΡΟΥ
ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΕΙΣ ΤΟΝ ΟΣΙΟΝ ΝΙΚΗΦΟΡΟΝ ΤΟΝ ΛΕΠΡΟΝ : ΕΔΩ

ΣΥΝΑΞΑΡΙΟΝ
Τδ΄. τοῦ αὐτοῦ μηνός, μνήμην ἐπιτελοῦμεν τοῦ Ὁσίου καί θεοφόρου Πατρός ἡμῶν Νικηφόρου τοῦ λεπροῦ, τοῦ ἐν Χίῳ ἐπ’ ἐσχάτων τῇ καρτερίᾳ ἀθλήσαντος καί ἐν ἀσκήσει διαπρέψαντος.
Σχῆμα Μοναχῶν φορέσας Νικηφόρος, τύπος προσευχῆς ἐγένετο ἀπαύστου. 
Ἰανουαρίου τετράδι σάρξ λεπρῶσα Νικηφόρου χθονί ἐτάφη, πνεῦμα δέ ὁλόλαμπρον ἐν οὐρανοῖς ἀνέπτη. 
Οὗτος ὁ πανίερος καί ἐν ὁσίοις θαυμαστός πατήρ ἡμῶν Νικηφόρος, πατρίδα ἐπίγειον ἔσχε τό χωρίον Σηρικάριον τῆς μεγαλονήσου Κρήτης, ἔνθα ἐγεννήθη περί τά τέλη τοῦ δεκάτου ἐνάτου αἰῶνος (ἐν ἔτει 1890), ἐκ γονέων εὐσεβῶν καί τάς ἀρετάς ἐν ἁπλότητι ψυχῆς καί πίστει ἐπιμελουμένων. Τούτους, τήν παιδικήν ἔτι ἄγων ἡλικίαν ἐστερήθη, τήν δέ κηδεμονίαν αὐτοῦ ἀνέλαβεν ὁ ἐκ πατρός πάππος του Ἰωάννης Τζανακάκης. Τῇ θλίψει τῆς ὀρφανίας προσετέθη πάραυτα καί ἡ ἀνύποιστος ὀδύνη τῆς λέπρας καί τά ἐκ ταύτης ὅσα ἀλγεινά. Τό ἐμφανές τῶν στιγμάτων τῆς φοβερωτάτης καί ἀνιάτου ἔτι νόσου ταύτης, ἠνάγκασαν τόν δεκαεξάχρονον Νικόλαον, ὅπως μεταβῇ ἐκ τῶν Χανίων τῆς Κρήτης, ἔνθα τήν τοῦ κουρεύειν τέχνην ἐξεμάνθανεν, εἰς Ἀλεξάνδρειαν τήν μεγάλην. Κἀκεῖ ἐργαζόμενος τά τοῦ ζῆν ἐξοικονόμει καί τοῖς πολλοῖς φιλίαν συνάπτων, τῆς ἀγαθῆς καί καθαρᾶς αὐτοῦ καρδίας τήν ἀγάπην ἔκδηλον ἐποίει. Τιμήν δέ περισσήν προσνέμων τοῖς Ἀρχιερεῦσιν, ἱερεῦσι καί ἄλλοις ἐκκλησιαστικοῖς προσώποις, τήν αὐτῶν συμπαράστασιν ἀντέλαβεν ὡσαύτως. Τῇ συμβουλῇ ὅθεν καί ἐνισχύσει Ἀρχιερέως τοῦ Ἀλεξανδρινοῦ θρόνου, ἔφθασεν εἰς τήν ἱεράν τῆς Χίου νῆσον, παραδοθείς εἰς ὑπακοήν τελειωτάτην τοῦ μακαρίου καί ἐν ἀρεταῖς περιβοήτου Γέροντος Ἀνθίμου τοῦ Βαγιάνου. Οὗτος καταβαλών τό ποσόν τῶν τριάκοντα χρυσῶν λοϊζίων, ἐκ τῶν συναχθέντων πρός ἀνέγερσιν τῆς Ἱερᾶς Μονῆς «Παναγίας τῆς Βοηθείας», ἧς ἐγένετο κτίτωρ μετ’ ὀλίγον καί ἐν θαύμασι ξακουστός, συγκατερίθμησε τόν λεπρόν Νικόλαον εἰς τούς ἐγκαταβιοῦντας ἐν τῷ λεπροκομείῳ τῆς Χίου, ἐν ἔτει 1914. Μετά παρέλευσιν δύο ἐτῶν, ἔκειρε τοῦτον μεγαλόσχημον Μοναχόν, μετονομάσας αὐτόν Νικηφόρον. Τῷ ὄντι δέ ὕστερον ἡ κλῆσις τοῖς ἔργοις ἐπαληθεύσατο, καθ’ ὅσον ἐν ἀγῶσιν ἀσκητικοῖς διέπρεψεν οὗτος καί ἐν νίκαις ἱεραῖς ἐπεσφραγίσατο τούς κατά Θεόν αὐτοῦ καμάτους, γενόμενος ἀθλητής Χριστοῦ ἱκανώτατος. Ἐν καρτερίᾳ τῶν ἐκ τῆς λέπρας δεινῶν ἄκαμπτος, ἐν τῇ ὑπομονῇ ἀκέραιος, ἐν τῇ ἀσκήσει θαυμαστός. Νηστεύων οὐκ ἐπαύσατο, παρά τό ἀσθενές τοῦ πηλίνου σκεύους τῆς σαρκός, ἀπέχων καί αὐτοῦ τοῦ ἐλαίου τάς διατεταγμένας ὑπό τῆς Ἁγίας τοῦ Χριστοῦ Ἐκκλησίας ἡμέρας. Τάς ἀγρυπνίας ἐξαιρέτως ἠγάπα, προσευχόμενος ἐν νυκτί εἰς τό κελλίον του, ἔνθα ἀμετρήτους μετανοίας ἄχρις ἐδάφους ἐποίει. Τῆς ἐκκλησιαστικῆς συνάξεως οὐδέποτε ἐχωρίζετο, μετέχων ἐνεργῶς ὡς ψάλτης εἰς τόν ἱερόν Ναόν τοῦ Ἁγίου Λαζάρου, ἐν τῷ λεπροκομείῳ τῆς Χίου, ἔνθα ἐφυλάσσετο καί ἡ θαυματουργός εἰκών τῆς «Παναγίας τῆς Ὑπακοῆς», 27 ἥν ἐπιμελῶς ἐπεχρύσωσε ὁ ὅσιος Ἄνθιμος, τῇ ἐν ὁράματι αὐτοῦ προσταγῇ τῆς Κυρίας Θεοτόκου. Τό ἱερόν ψαλτήριον καί πλῆθος τροπαρίων ἀπήγγειλε μετά ζήλου ἐπαινετοῦ καί ἀπό στήθους πλειστάκις ἔλεγεν, ὅταν ἡ ὅρασις αὐτοῦ ἐμειώθη καί ἐξέλιπε σύν καιρῷ. Τῆς ἐργασίας οὐχ ἠμέλει, περιποιούμενος τόν μικρόν του ἀνθόκηπον μετά τοῦ μαθητοῦ καί βοηθοῦ αὐτοῦ Θεοδώρου. Τῆς ἐγκρατείας τύπος ἐγένετο, ἀρκούμενος εἰς τά πλέον χρειώδη καί μοιράζων τά λοιπά. Τῆς πτωχείας καί ἀκτημοσύνης εἰκών τελεία ἐφάνη, τῆς προσευχῆς δέ κεφάλαιον καί θησαυρός πολύτιμος, τό τοῦ Παύλου πληρῶν ἐν ἀκριβείᾳ: «ἀδιαλείπτως προσεύχεσθε». Τῆς εἰρήνης φίλος μηδέποτε φιλονικῶν, τῆς εὐσεβείας ἐραστής, τῆς πίστεως σφραγίς, τῆς δέ παρηγορίας στόμα γλυκύτατον. Χαρισμάτων τιμίων πλήρης κρατήρ, διακρίσεως στάθμη, διοράσεως μέτρον, προοράσεως δέ ὀφθαλμός καθαρός, τά πόῤῥω ὡς ἐγγύς γινώσκων, ἐν τῷ σώματι ἔτι περιών, ἀλλά καί μετά θάνατον ἐξαίσια τοιαῦτα ἐπιτελῶν, Θεοῦ συνεργοῦντος. Τῇ ταπεινώσει τά ὑψηλά ἐκτήσατο, ὁ θεσπέσιος οὗτος Νικηφόρος, εἰς μέτρα φθάσας Ἀγγέλων. Διό καί πρό τοῦ τέλους αὐτοῦ ἤρθη μετέωρος ἐν καιρῷ νυκτός, καθ’ ὅν προσηύχετο, ὡς ἔβλεψεν αὐτόν Εὐμένιος, ὁ τούτου μαθητής, ὁ διαμένων ὡς ἱερουργός ἐν τῷ ἀντιλεπρικῷ σταθμῷ «Ἁγία Βαρβάρα» Ἀθηνῶν, ἔνθα μετέβη ὁ ὁσιώτατος Νικηφόρος ἀπό τοῦ ἔτους 1957, ὅτε ἔπαυσεν ἡ λειτουργία τοῦ λεπροκομείου τῆς Χίου. Εἰς τοῦτον τόν ἐνάρετον ἄνδρα καί θεῖον Εὐμένιον ἐνεχείρισε τήν ἐπιστολήν τοῦ Ἁγίου Ἀνθίμου, τοῦ Γέροντός του, ὁ λεπρός Νικηφόρος, λέγουσαν ἐν ἄλλοις: «Προσέξατε τοῦτον τόν θησαυρόν, τοῦτον τόν πολύτιμον μαργαρίτην...». Μαργαρίτης Χριστοῦ πάνυ ἀκριβός, θησαυρός προσευχῆς μέγα ὑπέρτιμος, ὁ λεπρός τῷ σώματι, πλήν καθαρώτερος χιόνος 28 τῇ ψυχῇ Νικηφόρος. Τῆς νήψεως διδάσκαλος, τῆς νοερᾶς προσευχῆς καθηγητής ἐμπειρότατος, τῆς καθαρᾶς καρδίας ἐπιμελούμενος τήν τελειότητα, τῆς ὁμιλίας μετά τοῦ Θεοῦ Ἀγγέλων ἐφάμιλλος, τῆς ἁρπαγῆς τοῦ νοός γνώστης δοκιμώτατος, τῆς ἐλευθερίας τοῦ πνεύματος ὑψιπέτης ἀετός, Θεοῦ ἐραστής, Θεοῦ στρατιώτης, Θεοῦ θεράπων, Θεόν ἀναπνέων, Θεοῦ εὐωδία τοῦ μόνου εὐλογητοῦ. Τόν Ἰώβ ἐμιμήσατο ἄχρι τέλους, ὅτε ἐν κλίνῃ κατέκειτο, τῶν μελῶν αὐτοῦ ἐκ τῆς λέπρας παραλυθέντων. Ὡς Λάζαρος ὁ ἐν πληγαῖς, ἐν πραότητι ἐκαρτέρει, τόν Θεόν δοξολογῶν, οὗ εἰς χεῖρας τήν ψυχήν αὐτοῦ παρέδωκεν, ἔν ἔτει 1964, τῇ τετάρτῃ Ἰανουαρίου μηνός, ἐνταφιασθείς ἐν τῷ Κοιμητηρίῳ τοῦ ἀντιλεπρικοῦ σταθμοῦ ἐν Ἀθήναις. Οὕτως ἐν ἀφανείᾳ μετέβη εἰς οὐρανούς, ὁ τῷ Θεῷ γνωστός καί οἰκεῖος καί υἱός ὑπήκοος Αὐτοῦ, Νικηφόρος ὁ λεπρός. Τά τίμια καί εὐωδιάζοντα καί χαριτόβρυτα αὐτοῦ λείψανα, ἐφυλάσσοντο εἰς θήκην μικροῦ κιβωτίου, ὑπό τοῦ πνευματικοῦ του τέκνου, Εὐμενίου ἱερομονάχου, ὅστις διηκόνησε τόν Ὅσιον τοῦτον ἐπί τῷ τέλει τῆς ἐπί γῆς αὐτοῦ καλῆς στρατείας, διανεμηθέντα ὑπ’ αὐτοῦ τοῖς σεβομένοις τόν ὅσιον τοῦτον Πατέρα, τόν ἐν ἐσχάτοις χρόνοις ἄριστον ὑπογραμμόν τῆς ἀσκητικῆς πολιτείας καί πύκτην ἐμπειρότατον ἐν τοῖς ἐνθέοις ἀγωνίσμασιν, Νικηφόρον τόν λεπρόν, τό καύχημα τῆς τοῦ Χριστοῦ Ἐκκλησίας καί πάντων ἡμῶν πρέσβυν πρός Θεόν θερμότατον. Οὗ ταῖς πρεσβείαις ἀξιωθείημεν πάντες, ἐν ὑπομονῇ καί μετανοίᾳ εὐαρεστῆσαι τῷ ἐν Τριάδι Θεῷ ἡμῶν, Πατρί, Υἱῷ τε καί Πνεύματι Ἁγίῳ, ὧ ἡ τιμή καί προσκύνησις εἰς τούς αἰῶνας. ΑΜΗΝ.

Παρασκευή 3 Ιανουαρίου 2025

Ἐν τοῖς Ἀποδείπνοις ὁ Κανὼν οὗ ἡ ἀκροστιχίς

 


Τῌ Δ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ

Προεόρτια τῶν Φώτων
καὶ ἡ Σύναξις τῶν Ἁγίων Ἑβδομήκοντα Ἀποστόλων
Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοκτίστου.

 

Ἐν τοῖς Ἀποδείπνοις ὁ Κανὼν οὗ ἡ ἀκροστιχίς.
Τῇ μακρᾷ πέμπτῃ μακρὸν ὕμνον ἐξᾴδω.

ᾨδὴ α'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς 
«Τμηθείσῃ τμᾶται, πόντος ἐρυθρός, κυματοτρόφος δὲ ξηραίνεται βυθός, ὁ αὐτὸς ὁμοῦ ἀόπλοις γεγονὼς βατός, καὶ πανοπλίταις τάφος· ᾠδὴ δὲ θεοτερπὴς ἀναμέλπετο· Ἐνδόξως δεδόξασται, Χριστὸς ὁ Θεὸς ἡμῶν».

πανταιτία, καὶ παρεκτικὴ ζωῆς, ἡ ἄπειρος Σοφία τοῦ Θεοῦ, ᾠκοδόμησε τὸν οἶκον ἑαυτῆς, Ἁγνῆς ἐξ ἀπειράνδρου Μητρός, πρός, Ἰορδάνου δὲ νῦν ῥοὰς ἔρχεται, αἰτοῦσα τὸ Βάπτισμα, βροτῶν εἰς ἀνάπλασιν.

Μυσταγωγοῦσα, πάντας συγκαλεῖ, τοὺς ἐξ Ἐθνῶν ἡ τοῦ Θεοῦ Σοφία, πρὸς τὸ φῶς, τοὺς ἐν σκότει πρὶν ἀγνοίας ἀφεγγοῦς, κειμένους εἰς ἐπίγνωσιν ἀληθείας, ἀνάγουσα μυστικῶς τῷ Βαπτίσματι, καρδίας καθαίροντι, καὶ κτίζοντι Πνεύματι.

κουτισθῶμεν, νῦν προφητικῶν, ἐκπληρουμένων διὰ Πνεύματος φωνῶν· ὁ βαπτίζων γὰρ ἐν Πνεύματι καὶ πυρί, ἐπείγεται Χριστὸς πρὸς Ἰορδάνην. Προσέλθετε πρὸς αὐτὸν καὶ φωτίσθητε· ὑμῶν γὰρ τὰ πρόσωπα, οὐ καταισχυνθήσονται.

ᾨδὴ γ'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς 
«Κύριος ὢν πάντων, καὶ κτίστης Θεός, τὸ κτιστὸν ὁ ἀπαθής, πτωχεύσας σεαυτῷ ἣνωσας, καὶ τοῖς ρείθροις ἔμελλες ἐλθεῖν, αὐτὸς ὢν τοῖς λαοῖς προσεφώνεις· Ὕδωρ τῆς ζωῆς ἀντλήσατε, καὶ πίστει στερεωθήσεσθε».

ύσιον ψυχῶν, καὶ σωμάτων ἅμα, τοῦ Βαπτίσματος τὴν χάριν, Σῶτερ ἔρχῃ χαρίσασθαι· διὰ τοῦτο βραβεύεις νῦν ἡμῖν, καὶ χάριν ἀντὶ χάριτος κράζων· Ὕδωρ τῆς ζωῆς ἀντλήσατε, καὶ πίστει στερεωθήσεσθε.

φρων ἀνήρ, ὁ μὴ γινώσκων Θεόν· διαφθείρεται καὶ γάρ, ἀτόποις ἐπιτηδευμασιν, ἐλαττοῦται παντὸς ἐξ ἀγαθοῦ, καὶ πάσης ἐκπίπτει σωτηρίας, οὗπερ τῆς μερίδος ἅπαντες, οἱ Χριστὸν γνόντες ῥυσθείημεν.

ᾨδὴ δ'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς 
«Προκατιδὼν ὁ Προφήτης, τοῦ μυστηρίου σου τὸ ἀπόρρητον, Χριστὲ προανεφώνησεν· Ἔθου κραταιάν, Βαπτίσματος τὴν χάριν τοῖς πίστει, τοῦτο δεχομένοις ἅπασιν, εἰς λύτρωσιν τῶν ἀμπλακημάτων ἡμῶν».

πὶ τὸ Βάπτισμα σπεύδεις, τὸ τοῖς θνητοῖς πηγάζον τὴν ἄφεσιν, πεφορτισμένοις ἅπασι, πταίσμασι κακοῖς, κακῶς ἐν μοχθηρίᾳ βιοῦσι, τὴν κατὰ ψυχὴν ἀνάπαυσιν αὐτοῖς, ὡς οἰκτίρμων παρέξειν ἐπαγγειλάμενος.

Μεταλαβὼν τῆς σαρκός μου, τῆς σῆς θεότητος μεταδίδως μοι· εἰκὼν γὰρ ἀπαράλλακτος, ὢν τοῦ σοῦ Πατρός, χωρεῖς ἐπὶ χειρῶν σου Σῶτερ τὸ πλάσμα, πλὴν τῆς ἁμαρτίας, ἄνθρωπος φανείς, τῷ ὁμοίῳ καθαίρων, Λόγε τὸ ὅμοιον.

Πόμα καὶ χρῖσμα καὶ Πνεῦμα, τῆς σῆς σφραγῖδος Σῶτερ γνωρίσματα, καὶ μυστικὰ χαρίσματα, καὶ τῶν δωρεῶν τῶν θείων, ἀξιέραστα γέρα· τὸν Μονογενῆ καὶ γὰρ σε ἱλασμόν, ὁ Πατὴρ εἰς τὸν κόσμον ἀπέστειλεν.

ᾨδὴ ε'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς 
«Τῷ συνδέσμῳ τῆς δειλίας, συνεχόμενος νῦν ὁ Πρόδρομος, παραιτεῖται τὸ βαπτίζειν, εὐλαβῶς Χριστὸν θεασάμενος, γυμνὸν ἑστῶτα ἐπὶ τοῦ ὕδατος, ὕδατι στεγάζοντα τὰ ὑπερῷα».

τὸ ἄσχετον κρατοῦσα, καὶ ὑπερῷον ἐν αἰθέρι ὕδωρ, ἡ ἀβύσσους χαλινοῦσα, καὶ θαλάσσας ἀναχαιτίζουσα, Θεοῦ Σοφία, μολεῖ πρὸς Ἰορδάνην· Βάπτισμα δὲ δέχεται, χειρὸς ἐκ δούλου.

Μορφωθεὶς Ἀδὰμ τὸν πρῶτον, Βαπτισμῷ ἥκει καθᾶραι Χριστός, ὁ νεφέλαις δὲ τὸν πόλον, περιβάλλων καὶ ἀναβαλλόμενος φῶς, γυμνὸς ὁρᾶται, ἐν Ἰορδάνου ῥείθροις· καὶ χειρὶ κατέχεται, ὁ πάντα φέρων.

ᾨδὴ ς'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς 
«βυσσος ἐσχάτη, ἁμαρτημάτων ἐκύκλωσέ με, καὶ τὸν κλύδωνα μηκέτι φέρων, ὡς Ἰωνᾶς τῷ Δεσπότῃ βοῶ σοι· Ἐκ φθορᾶς με ἀνάγαγε».

Κύριόν σε γνόντες, οὐρανοὶ διηγοῦνται τὴν σήν, Σῶτερ δόξαν ἐν τῇ σῇ γεννήσει, νῦν δὲ Πατὴρ σε κηρύττει, Υἱὸν ἀγαπητὸν βαπτιζόμενον.

ύπον πᾶς ὁ φέρων, ἀπορρυφθήτω δακρύων κρουνοῖς, καὶ Χριστῷ ἐν τρόμῳ προσερχέσθω, πυρὶ καὶ Πνεύματι θείῳ, καθᾶραι προϊόντι τὴν φύσιν ἡμῶν.

ᾨδὴ ζ'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς 
«Οἱ Παῖδες ἐν Βαβυλῶνι, καμίνου φλόγα οὐκ ἔπτηξαν, ἀλλ' ἐν μέσῳ φλογὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν».

Νευστάζων κάραν πρὸς ἔχθραν, μηδεὶς δολίως κινήσειε, τῷ πλησίον κακῶς ἀποδοῦναι, κακὸν ἀντὶ κακοῦ μελετῶν, ἀλλ' ἐν ἀγάπῃ Κύριον, τὸν φανέντα τιμήσωμεν.

μῶν Χριστοῦ ὅσοι φίλοι, μικρὸν προσκακοπαθὴσατε, τούτῳ μορφωθέντι καὶ φανέντι, καθ' ἡμᾶς καὶ τὸ Βάπτισμα, ἐπειγομένῳ δέξασθαι, τῆς εἰκόνος εἰς κάθαρσιν.

Μεθ' ὅστις ἐμοῦ κατέλθῃ, καὶ συνταφῇ τῷ Βαπτίσματι, μετ' ἐμοῦ τῆς δόξης ἀπολαύσει, καὶ τῆς ἀναστάσεως, Χριστὸς νῦν ἐπαγγέλλεται· ᾧ πιστῶς ὑπαντήσωμεν.

ᾨδὴ η'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς 
«Νόμων πατρῴων οἱ μακαριστοί, ἐν Βαβυλῶνι Νέοι προκινδυνεύοντες, βασιλεύοντος κατέπτυσαν, προσταγῆς ἀλογίστου, καὶ συνημμένοι, ᾧ οὐκ ἐχωνεύθησαν πυρί, τοῦ κρατοῦντος ἐπάξιον, ἀνέμελπον τὸν ὕμνον· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

Οἱ δαιτυμόνες τῆς Θεοῦ τροφῆς, τῆς Βηθλεὲμ τῷ λόγῳ κατατρυφήσαντες, σὺν Ἀγγέλοις τε δοξάσαντες, καὶ Ποιμέσι καὶ Μάγοις, τὸν σαρκωθέντα, νῦν πρὸς Ἰορδάνην μυστικῶς, πορευθῶμεν ὀψόμενοι, μυστήριον τὸ μέγα, ὅπερ ἥκει Χριστὸς ἐκτελέσων, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Νόμου τηροῦντες τὸ κεφάλαιον, καὶ προφητῶν ἀγάπην ἐνστερνισάμενοι, μιμηταὶ Χριστοῦ γενώμεθα, δι' ἀγάπησιν ἄκραν σάρκα λαβόντος, καὶ διὰ Βαπτίσματος ἡμᾶς τῷ Πατρὶ καταλλάξαντος, καὶ διδάξαντος μέλπειν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

δεξιοῦτο τὸν ἐρχόμενον, τάς ἁμαρτίας πάντων καθᾶραι νάμασιν, ἀλλὰ τοῦτον διεκώλυε, συστελλόμενος φόβῳ· Ἐγὼ γὰρ χρείαν ἔχω βαπτισθῆναι ὑπὸ σοῦ, τῷ Νυμφίῳ ἀντέφησεν, ὁ φίλος ἡ φωνή τε τῷ Λόγῳ, καὶ Ἡλίῳ ὁ λύχνος, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς 
«Ξενίας Δεσποτικῆς, καὶ ἀθανάτου τραπέζης, ἐν πενιχρῷ σπηλαίῳ πρίν, ἀπολαύσαντες, νῦν πρὸς Ἰορδάνην δράμωμεν, μυστήριον ὀψόμενοι ξένον, τὸ τῆς ἄνω λαμπρότητος πρόξενον».

πιτε τῆς Βηθλεέμ, οἱ τρυφηταὶ τῶν θαυμάτων, πρὸς χώραν Ἰορδάνου, κἀκεῖ ὀψόμενοι, ἔργα μυστικῶς τελούμενα, Βαπτίσματί τε τὸν Χριστὸν προσελθόντα· τὸν Ἀδὰμ ἀναπλάσαι, καὶ γὰρ σεσάρκωται.

Δημιουργὸς γεννηθείς, ἐκ τοῦ Πατρὸς πρὸ αἰώνων, ἐτέχθη ἐπ' ἐσχάτων, ἀτρέπτως σαρκωθείς, Κόρης ἐξ ἁγνῆς θεόπαιδος, διπλοῦς Θεὸς καὶ ἄνθρωπος θέλων, τὸν Ἀδὰμ ἀναπλάσαι διὰ Βαπτίσματος.

ς ἄνθρωπος ἐπέστης, οὐσίᾳ οὐ φαντασίᾳ, ὡς εἷς ἐν μέσῳ πάντων, ζητῶν τὸ Βάπτισμα, ὁ μόνος φύσει ἀνεύθυνος· ἐνθάψαι γὰρ εὐθύνας ἦλθες, τῶν ἀνθρώπων, ἐν ὕδασι βαπτιζόμενος.

Η αγία Γενεβιέβη των Παρισίων

Η αγία Γενεβιέβη των Παρισίων
3 Ιανουαρίου
Η αγία Γενεβιέβη γεννήθηκε το 422 στο χωριό Ναντέρ κοντά στο Παρίσι. Ήταν μόλις επτά χρονών όταν ο άγιος Γερμανός της Ωξέρ (η μνήμη του εορτάζεται στις 31 Ιουλίου), διακρίνοντας την εύνοια του Θεού πάνω στο παιδί, ανακοίνωσε στους γονείς της ότι είχε επιλεγεί για να υπηρετήσει τη σωτηρία πολλών. Την ευλόγησε και της έδωσε ένα νόμισμα σημαδεμένο με ένα σταυρό ως σημείο της αφιέρωσής της στον Θεό. Από εκείνη τη στιγμή το παιδί αφοσιώθηκε όλο και περισσότερο στην άσκηση.

Μια μέρα η μητέρα της, εκνευρισμένη που την έβλεπε να συχνάζει τόσο πολύ στην εκκλησία, πήγε να την χτυπήσει, μα στη στιγμή ο Θεός την τύφλωσε. Ξαναβρήκε το φως της μετά δύο χρόνια, τρίβοντας τα μάτια της με νερό που η κόρη της είχε αναμείξει με τα δάκρυά της και το είχε σταυρώσει. Χωρίς εμπόδια πια από μέρους των δικών της η Γενεβιέβη αφιερώθηκε οριστικά στον Κύριο, διακονώντας τον επίσκοπο Βούργων Βίλικο, εξακολούθησε όμως την ασκητική της ζωή στην οικογενειακή οικία, καθώς τότε δεν υπήρχαν μοναστήρια στη Γαλατία.

Όταν πέθαναν οι γονείς της ήρθε να εγκατασταθεί στο Παρίσι, στο σπίτι της νονάς της. Αφού υπέμεινε καρτερικά μια σκληρή αρρώστια, επέβαλε στον εαυτό της μεγάλες στερήσεις: προσευχόταν αδιάκοπα, δεν έβγαινε έξω παρά για να βοηθήσει τους φτωχούς, έτρωγε μόνο δυο φορές την εβδομάδα λίγο ψωμί και κουκιά. Καθυπόταξε έτσι τις ορμές της σαρκός και ειρήνευσε την ψυχή της, σε σημείο που να υπομένει καρτερικά τις κατηγορίες και τις φήμες που διέδιδαν οι φθονεροί, μέχρις ότου ο άγιος Γερμανός της Ωξέρ με παρέμβασή του τους επέβαλε να σέβονται τη διακόνισσα του Θεού. Έτσι οι Παριζιάνοι άρχισαν να αναγνωρίζουν την αγιότητά της και νεαρές κοπέλες συνάχθηκαν γύρω της για να μιμηθούν τη βιοτή της.

Η φήμη της αγίας Γενεβιέβης απλώθηκε ως την Ανατολή, αφηγούνται μάλιστα ότι Σύροι έμποροι μετέφεραν στον άγιο Συμεών τον Στυλίτη (1 Σεπτ.) τις αρετές της ταπεινής παρθένας των Παρισίων και αυτός της έψαλε δοξαστικό και ήθελε να την επικαλείται στις προσευχές του.

Η αγία Γενεβιέβη είχε μεγάλη αφοσίωση στους αγίους που είχαν θεμελιώσει τη Γαλατική Εκκλησία. Οικοδόμησε την πρώτη βασιλική πάνω από τον τύμβο του αγίου Διονυσίου Παρισίων και ενέπνευσε στους Παριζιάνους την ευλαβική συνήθεια να έρχονται εδώ για προσκύνημα, ακόμη και με τη χειρότερη κακοκαιρία. Μια μέρα πήγε στη βασιλική εν μέσω καταιγίδας μ’ ενα κερί στο χέρι χωρίς να σβήνει η φλόγα του. Συνέβαλε ακόμη τα μέγιστα στην ανάπτυξη της τιμής του αγίου Μαρτίνου της Τουρ, που θα γινόταν ένα από τα μεγαλύτερα προσκυνήματα της Δύσης. Σε αυτά της τα ταξίδια θεράπευε τους αρρώστους και έδιωχνε δαιμόνια υπηρετώντας όλους ως όργανο της θείας Πρόνοιας.

Στις αρχές του 451 ο Αττίλας και η βάρβαρη ορδή του των Ούννων πλησίαζε επικίνδυνα το Παρίσι, λεηλατώντας και αφανίζοντας τα πάντα στο πέρασμά της. Οι κάτοικοι της πόλης πανικόβλητοι ήθελαν να φύγουν, μόνο η Γενεβιέβη διατηρώντας την ψυχραιμία της συγκέντρωσε τις γυναίκες στις εκκλησίες για να ικετεύσουν τη βοήθεια του Θεού με νηστεία, δάκρυα και προσευχή, και προσπάθησε να ενθαρρύνει τους άνδρες. Αυτοί συγκρούστηκαν μαζί της και μάλιστα ετοιμάστηκαν να τη ρίξουν στο Σηκουάνα, όταν ένας αγγελιοφόρος ήρθε εκ μέρους του αγίου Γερμανού της Ωξέρ, να επιβεβαιώσει για μια ακόμη φορά ότι ο Θεός είχε εκλέξει τη Γενεβιέβη προστάτιδα της πόλης.

Όντως, σύμφωνα με τις προρρήσεις της αγίας, ο Αττίλας γρήγορα παρέκαμψε το Παρίσι, υπέστη δεινή ήττα με το κοινό μέτωπο Φράγκων και Γαλλορωμαίων και αποχώρησε. Ο βασιλιάς των Φράγκων Χιλδέριχος ηγεμόνευσε τότε στην περιοχή για είκοσι χρόνια. Αν και παρέμενε βάρβαρος, έδειχνε σεβασμό για την Εκκλησία και με τις παρακλήσεις της αγίας συναίνεσε να απαλυνθούν τα βάσανα των φυλακισμένων. Οι Φράγκοι ωστόσο απωθήθηκαν από τους Ρωμαίους και προσπάθησαν να επωφεληθούν κατακρατώντας την τροφοδοσία της πόλης. Η σιτοδεία ήταν προ των πυλών και ο λαός έχανε ξανά την εμπιστοσύνη του στο Θεό. Η Γενεβιέβη κάλεσε μερικούς τολμηρούς λεμβούχους και με μεγάλη διακινδύνευση προμηθεύθηκε σιτάρι από την Αρκίς-συρ-Ωμπ και ξαναγύρισε να το μοιράσει σε όλους τους Παριζιάνους ευνοώντας τους φτωχότερους.

Το 481 ο Κλόβις γίνεται βασιλιάς των Φράγκων και με την επιρροή της συζύγου του αγίας Κλοτίλδης (τιμάται στις 3 Ιουνίου) επέδειξε πάντα μεγάλο σεβασμό για την αγία Γενεβιέβη. Άκουγε τις συμβουλές της και δεν δίσταζε να μεταβάλει την πολιτική του απέναντι στους κατατρεγμένους. Ενώ αποτέλειωνε την κατάκτηση της Γαλατίας, η αγία Κλοτίλδη έμεινε κοντά στη Γενεβιέβη στο Παρίσι και ο άγιος Ρεμί ερχόταν καμιά φορά να τις επισκεφθεί για να μιλήσουν για θεία πράγματα. Τρεις άγιοι επαγρυπνούσαν λοιπόν στη γέννηση της Γαλλίας.

Η αγία Γενεβιέβη έφθασε έτσι σε ηλικία ογδόντα ετών. Παρέδωσε την ψυχή της στον Θεό εν ειρήνη, περιβεβλημένη την αγάπη και την αφοσίωση ολόκληρου του λαού. Δεν έπαυσε ωστόσο να προστατεύει στους αιώνες την πόλη των Παρισίων και τους κατοίκους της. Τα άγια λείψανά της, που βρίσκονται στην εκκλησία της αγίας Γενεβιέβης, πάνω στον ομώνυμο από τότε λόφο, επιτελούν αναρίθμητες ιάσεις. Στους μεγάλους κινδύνους: πολέμους, πολιορκίες, επιδημίες, λιμούς, πλημμύρες, πυρκαγιές, ο λαός κατέφευγε σύσσωμος στην αγία. Γίνονταν μεγάλες λιτανείες με τη λειψανοθήκη μπροστά και ο Θεός δεν παρέλειπε να δείξει την εύνοιά του με θαύματα, ανταποκρινόμενος στις προσευχές της αγίας και στην πίστη του λαού της πόλης.

Τα λείψανά της κάηκαν στο μεγαλύτερο μέρος τους και ρίχθηκαν στο Σηκουάνα από τους επαναστάτες το 1793. Όμως η αγία παραμένει ζωντανή για αυτούς που ξέρουν να την επικαλούνται με πίστη.

 

Νέος Συναξαριστής
της Ορθοδόξου Εκκλησίας,
Τόμος 5ος Ιανουάριος.
Εκδόσεις Ορμύλια,

Πέμπτη 2 Ιανουαρίου 2025

Ἐν τοῖς Ἀποδείπνοις ψάλλομεν τὸ παρὸν Τριῴδιον

 

Τῌ Γ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ

Προεόρτια τῶν Φώτων
Μνήμη τοῦ Ἁγίου Προφήτου Μαλαχίου
Μνήμη τοῦ Ἁγίου Μάρτυρος Γορδίου.


Ἐν τοῖς Ἀποδείπνοις ψάλλομεν τὸ παρὸν Τριῴδιον, οὗ ἡ Ἀκροστιχίς.
Τετράδι ψαλῶ 
ᾨδὴ γ'
Ἦχος β'
Ὁ Εἱρμὸς 
«Τῆς πίστεως ἐν πέτρᾳ με στερεώσας, ἐπλάτυνας τὸ στόμα μου ἐπ' ἐχθρούς μου· ηὐφράνθη γὰρ τὸ πνεῦμά μου ἐν τῷ ψάλλειν· οὐκ ἔστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλὴν σου Κύριε».

ν κενοῖς ἡ ἐπίνοια τοῦ Ἡρῴδου, τοὺς μέλλοντας τυχεῖν τῆς ἐλευθερίας, ἀνόμως ἀνελόντος παῖδας· Χριστὸς γάρ, ὁ λυτρωτὴς ἡμῶν, ζωὴν χαρίζεται, πᾶσι τὴν ἀνώλεθρον βαπτιζόμενος.

Τὸ δεινὸν βουλευτήριον τοῦ Ἡρῴδου, νηπίων πρὶν ἀπέκτεινε νεολαίαν, τὴν Βηθλεὲμ αἱμάτων πληρῶσαν, νῦν δέ, τῇ Ἐκκλησίᾳ Χριστὸς ἔρχεται, τέκνα πολλά, διὰ τοῦ Βαπτίσματος εἰσποιήσασθαι.

Ἕτερον Τριῴδιον, οὗ ἡ Ἀκροστιχίς.
Προσάββατόν τε 
ᾨδὴ ε'
Ἦχος πλ. β'
Ὁ Εἱρμὸς 
«Πρὸς σὲ ὀρθρίζω, τὸν δι' εὐσπλαγχνίαν, σεαυτὸν τῷ πεσόντι, κενώσαντα ἀτρέπτως, καὶ δούλου χειρί, βαπτισθῆναι θελήσαντα, Λόγε Θεοῦ, τὴν εἰρήνην παράσχου μοι φιλάνθρωπε».

υφθέντες φρένας, καὶ προκαθαρθέντες, μυστηρίου μεθέξει, φρικτῆς οἰκονομίας, ἅπαντες πιστοί, ἐρχομένῳ Χριστῷ, ὑπαντήσωμεν, Ἰορδάνου τοῖς ῥείθροις ἐκκαθᾶραι ἡμᾶς.

ρᾶτε φίλοι, τὴν φωνὴν τοῦ Λόγου, τοῦ Ἡλίου τὸν λύχνον, τὸν φίλον τοῦ Νυμφίου· Μετανοεῖτε τοῖς λαοῖς ἐκβοῶντα, καὶ σπεύσατε καθαρθῆναι, τοῦ Κτίστου εἰς ὑπάντησιν.

ᾨδὴ η'
Ἦχος β'
Ὁ Εἱρμὸς 
«ῆμα τυράννου, ἐπεὶ ὑπερίσχυσεν, ἑπταπλασίως κάμινος, ἐξεκαύθη ποτέ, ἐν ᾗ Παῖδες οὐκ ἐφλέχθησαν, βασιλέως πατήσαντες δόγμα, ἀλλ' ἐβόων· Πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

ποκενοῦντες, δακρύων πηγὰς οἱ πιστοί, ἐξ ὀφθαλμῶν καθάρωμεν, πάντα ῥύπον ψυχῶν, καὶ φῶς ἐν φωτὶ τρισσὸν ὀψόμεθα, βαπτισθῆναι Χριστοῦ ἐρχομένου· ᾧ προσμαρτυρήσει Πατὴρ οὐρανόθεν, καὶ Πνεύματος Ἁγίου, λάμψει παρουσίᾳ, περιστερᾶς ἐν εἴδει.

Δάκρυον ἅπαν, Χριστὸς ἀφαιρούμενος, ἀπὸ παντὸς προσώπου, προέρχεται ψυχῶν, πολυώδυνα νοσήματα, ἀνωδύνως ἐν ὕδατι παύων, καὶ παλαιωθέντας ἀνθρώπους, καινίζων τῇ παλιγγενεσίᾳ, τοὺς ὑμνολογοῦντας αὐτὸν εἰς τοὺς αἰῶνας.

ερουργοῦνται, ψυχαὶ τοῦ Βαπτίσματος, τῷ θεοσδότῳ λουτρῷ, καὶ Πνεύματος πυρί, τοῦ τὰ πάθη ἐκκαθαίροντος, καὶ τὴν ὕλην συμφλέγοντος πᾶσαν, μοχθηρὰς κακίας, καὶ χάριν διδόντος, βοᾶν ἐν κατανύξει· Σὲ ὑπερυψοῦμεν, Χριστὲ εἰς τοὺς αἰῶνας.

Ἕτερος, Ἦχος πλ. β'
Στήλην κακίας 
πὸ βλεφάρων, ψυχῶν κακίας ὕπνον ἐκτιναξάμενοι, τάς πονηρίας ἀφελώμεθα, πιστοὶ καρδιῶν ἡμῶν, καὶ δάκρυσι θερμοῖς, λούσωμεν φρένας, θεαταὶ τοῦ ἐπιφανέντος, ὅπως ὀφθῶμεν, τὸν Χριστὸν δοξάζοντες εἰς τοὺς αἰῶνας.

Βέβηλον ἔπος, πονηρῶν ἐννοημάτων μὴ προσενέγκωμεν, λόγον δὲ θεῖον μελετήσαντες, τοῖς ὕμνοις προσάξωμεν τῷ Λόγῳ, δι' ἡμᾶς σαρκὶ φανέντι, καὶ φωτίζοντι τοὺς ἐν σκότει· ὂν πᾶσα κτίσις εὐλογεῖ, δοξάζουσα εἰς τοὺς αἰῶνας.

Βάθους σοφίας, κεκρυμμένον μυστήριον, νῦν φανεροῦται βροτοῖς, Θεοῦ κριμάτων νῦν ἡ ἄβυσσος, πιστοῖς ἐκκαλύπτεται, Θεοῦ μετὰ σαρκὸς ἐν γῇ φανέντος, εἰς ἀνάπλασιν βροτείου γένους· ὂν πᾶσα κτίσις εὐλογεῖ, δοξάζουσα εἰς τοὺς αἰῶνας.

παγορεύεις, Ἰωάννη ὅπερ δράσεις τάχος ὑπείκων μου· Ἄφες οὖν ἄρτι· οὕτω πρέπον γὰρ ἡμῖν ἐστιν ἅπασαν, πληρῶσαι ἀληθῶς δικαιοσύνην, ὁ Δεσπότης τῷ δούλῳ ἔφη· ὂν πᾶσα κτίσις εὐλογεῖ, δοξάζουσα εἰς τοὺς αἰῶνας. 
Ὁ Εἱρμὸς 
«Στήλην κακίας, τοῦ δεινοῦ Ἡρῴδου πάντες ἐκμυκτηρίσαντες, πρὸς Ἰορδάνην δεῦτε ἴωμεν, πιστοὶ ἵν᾽ ὀψώμεθα, Χριστὸν τὸν λυτρωτήν, ὑπὸ Προδρόμου, βαπτιζόμενον σαρκὶ ἐν ῥείθροις· ὂν πᾶσα κτίσις εὐλογεῖ, δοξάζουσα εἰς τοὺς αἰῶνας».

ᾨδὴ θ'
Ἦχος β'
Ὁ Εἱρμὸς 
«Ψυχαῖς καθαραῖς, καὶ ἀρρυπώτοις χείλεσι, δεῦτε μεγαλύνωμεν, τὴν ἀκηλίδωτον, καὶ ὑπέραγνον Μητέρα τοῦ Ἐμμανουήλ, δι' αὐτῆς τῷ ἐξ αὐτῆς, προσφέροντες πρεσβείαν τεχθέντι· Φεῖσαι τῶν ψυχῶν ἡμῶν, Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμᾶς».

γνώμων μηδείς, καὶ πρὸς Χριστὸν ἀχάριστος, ἔστω τὸ μακρόθυμον τῆς ἀνοχῆς αὐτοῦ, καὶ χρηστότητος ὑβρίζων καταφρονήσει, ἀλλ' ἐν φόβῳ καὶ χαρᾷ δουλεύσωμεν, αὐτῷ μελῳδοῦντες· Φεῖσαι τῶν ψυχῶν ἡμῶν, Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμᾶς.

Λέγει τοῖς λαοῖς, τῶν ἀπειθῶν ὁ Πρόδρομος· Τὶς ὑμῖν ὑπέδειξεν, ἐκ τῆς ὀργῆς φυγεῖν, ἐχιδνῶν γεννήματα τῆς μελλούσης; μετανοίας οὖν καρπούς, ἐνδείξασθε ἀξίους βοῶντες· Φεῖσαι τῶν ψυχῶν ἡμῶν, Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμᾶς.

πηρωτικῆς, ἀγνωμοσύνης τόλμημα! ὂν γὰρ οἱ ἀλλόφυλοι, ὡς λυτρωτὴν Χριστόν, προσεκύνησαν ἐν δώροις τετιμηκότες, οἱ οἰκεῖοι μανικῶς, ἐζήτουν ἀποκτεῖναι φανέντα. Φεῖσαι τῶν ψυχῶν ἡμῶν, Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμᾶς.

Ἕτερος, Ἦχος πλ. β'
Τὴν τιμιωτέραν 
λέθριον πτῶμα τὸ τοῦ Ἀδάμ, νῦν ἐπανορθώσων, ἐπεφάνη νέος, Ἀδάμ, τὴν ἐλευθερίαν, τῆς παλιγγενεσίας, παρέχων παραδόξως, διὰ Βαπτίσματος.

Νόμον καὶ Προφήτας ἀποπληρῶν, καὶ δικαιοσύνην, ἐκτελῶν ὁ πάντων Σωτήρ, νῦν ὑπὸ παλάμης, χειροθετεῖται δούλου, δουλείας ἀφαρπάζων, ἐχθροῦ τὸν ἄνθρωπον.

Τοῖς Ἔθνεσιν ἔλαμψε μέγα φῶς· τοῖς ἐσκοτισμένοις, θεϊκῇ ἀνέσχεν αὐγῇ, τοῖς ἐν σκιᾷ πάλαι θανάτου καθημένοις, ὁ Ἥλιος τῆς δόξης, Χριστὸς ἀνέτειλεν.

κύκλουν Ἀγγέλων αἱ στρατιαί, τὸν ἐν Ἰορδάνῃ, βαπτιζόμενον Λυτρωτήν, καὶ τρόμῳ τὸ μέγα, Μυστήριον ἀνύμνουν, τῆς τούτου ἀπορρήτου, συγκαταβάσεως. 
Εἶτα τὸν Εἱρμὸν 
«Τὴν τιμιωτέραν τῶν Χερουβίμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν».

Ο όσιος Σεραφείμ στην έρημο του Σαρώφ

 

Ο όσιος Σεραφείμ στην έρημο του Σαρώφ 
'Αγιος Ιουστίνος ( Πόποβιτς ) 
Εκτός των σωματικών κόπων στην έρημο, ο όσιος Σεραφείμ, για να προκόψει όσο το δυνατόν περισσότερο στην πνευματική τελειοποίηση, παραδινόταν στις υψηλές εργασίες του νου και της καρδιάς και μελετούσε πολλά βιβλία, ιδίως την αγία Γραφή, τα έργα των αγίων Πατέρων και τα λειτουργικά βιβλία. Γι’ αυτόν το σημαντικότερο βιβλίο ήταν το άγιο Ευαγγέλιο, το οποίο ποτέ δεν αποχωριζόταν. Η ασκητική ζωή, η καθαρότητα της καρδιάς, η κατά την προσευχή συνομιλία με τον Θεό, η πνευματική περισυλλογή και η εξαιρετική κατάρτισή του στην αγία Γραφή και τα πνευματικά βιβλία περιέλαμψαν τον νου του με τέτοιο φως, ώστε αντιλαμβανόταν καθαρά και με όλη την ψυχή του εισχωρούσε στο νόημα των λόγων του Θεού.

Στην έρημο έβαλε διαρκή κανόνα στον εαυτό του να μελετά καθημερινά και να ερμηνεύει μερικές περικοπές από το Ευαγγέλιο και τον Απόστολο. «Την ψυχή πρέπει να την εφοδιάζουμε με τον λόγο του Θεού», έλεγε αργότερα, «διότι ο λόγος του Θεού είναι αγγελικός άρτος, με τον οποίο τρέφονται οι ψυχές που πεινούν τον Θεό. Πάνω απ’ όλα πρέπει να μελετά κανείς την Καινή Διαθήκη και τους Ψαλμούς. Από την ανάγνωση της αγίας Γραφής φωτίζεται η διάνοια και υφίσταται θείαν αλλοίωση. Πρέπει να καταρτίσουμε τον εαυτό μας έτσι ώστε κυριολεκτικά να κολυμπά στον νόμο του Κυρίου, με την καθοδήγηση του οποίου πρέπει να ρυθμίζουμε όλη μας τη ζωή. Είναι ωφελιμότατο να μελετά κανείς τον λόγο του Θεού και να εμβαθύνει σε όλη την Βίβλο. Για μία τέτοια προσπάθεια, συνδυασμένη και με τα άλλα καλά έργα, ο Κύριος, κατά το μέγα Του έλεος, δεν θα εγκαταλείψει τον άνθρωπο, αλλά θα του δώσει το χάρισμα της κατανοήσεως των Γραφών».

Και ο όσιος από την ακατάπαυστη εξάσκηση στην ανάγνωση του λόγου του Θεού απόκτησε αυτό το χάρισμα της κατανοήσεως και παράλληλα την ειρήνη της ψυχής και το υψηλό χάρισμα της καρδιακής κατανύξεως. Στην αγία Γραφή δεν ζητούσε μόνο την αλήθεια, αλλά και τη θερμότητα του πνεύματος, και συχνά, όταν διάβαζε τα ιερά βιβλία, έτρεχαν από τα μάτια του δάκρυα κατανύξεως. Από τα δάκρυα αυτά, όπως ομολογούσε ο ίδιος, θερμαίνεται ο άνθρωπος και αξιώνεται πνευματικών δωρεών, οι οποίες γλυκαίνουν τον νου και την καρδιά. 
Ο όσιος διάβαζε καθημερινά το ψαλτήρι, τον δε μοναχικό κανόνα προσευχής τον έκανε κατά την διάταξη των αρχαιοτέρων χριστιανών ερημιτών. Τις διατεταγμένες ώρες διάβαζε και έψαλλε την πρώτη, τρίτη, έκτη και ενάτη ώρα, τον εσπερινό, το μικρό απόδειπνο, τις προσευχές προ του ύπνου, το μεσονυκτικό και άλλες ακολουθίες. Επίσης αντί του εσπερινού κανόνα έκανε χίλιες μετάνοιες. Αφού εξάσκησε όλες τις μορφές και τις βαθμίδες της προσευχής, κατόρθωσε όχι μόνο τη νοερά προσευχή, αλλά και την υψηλότερη επί γης κορυφή της θεωρίας, όταν νους και καρδιά ενώνονται στην προσευχή, οι λογισμοί δεν διασκορπίζονται και η καρδιά πυρπολείται από πνευματική θερμότητα, μέσα από την οποία εκλάμπει το φως του Χριστού πληρώνοντας με ειρήνη και χαρά όλον τον έσω άνθρωπο. 
Αγωνιζόμενος στην έρημο κατά τη διάρκεια της εβδομάδας ο όσιος Σεραφείμ ερχόταν παραμονές Κυριακών ή εορτών στο κοινόβιο του Σαρώφ, παρακολουθούσε τον εσπερινό, την αγρυπνία ή τον όρθρο, και στην πρωινή λειτουργία κοινωνούσε των αχράντων Μυστηρίων. Στη συνέχεια, μέχρι τον εσπερινό, δεχόταν τους αδελφούς που έρχονταν σ’ αυτόν με διάφορα προβλήματα και κατόπιν, αφού έπαιρνε μαζί του ψωμί για μία εβδομάδα, επέστρεφε στο ερημικό του κελλί. Ολόκληρη την πρώτη εβδομάδα της Μεγάλης Τεσσαρακοστής την περνούσε στην μονή, όπου ετοιμαζόταν για την θεία Μετάληψη, εξομολογούνταν και κοινωνούσε. 
Τις ανατάσεις της προσευχής ο μακάριος ασκητής συνεδύαζε με μεγάλη εγκράτεια και νηστεία. Στην αρχή της ερημικής, αναχωρητικής ζωής του τρεφόταν με σκληρό και ξερό ψωμί που το έπαιρνε από το μοναστήρι κάθε Κυριακή για ολόκληρη την εβδομάδα. Αλλά και από αυτή την ποσότητα ξεχώριζε αρκετό για τα ζώα και τα πουλιά της ερήμου, τα οποία τον υπεραγαπούσαν και συχνά επισκέπτονταν τον τόπο, όπου προσευχόταν και ασκήτευε. Ακόμη και στα άγρια θηρία ενέπνεε ο όσιος το δέος. Συχνά τον πλησίαζε μια πελώρια αρκούδα, στην οποία έδινε τροφή· κάποτε, μάλιστα, άφηνε και τους επισκέπτες του να της δώσουν. Μ’ ένα λόγο του, η αρκούδα έφευγε στο δάσος, και ερχόταν πάλι άλλη φορά. 
Αργότερα ο όσιος ενέτεινε ακόμη περισσότερο την νηστεία του. Κατάργησε το ψωμί και συνήθισε σε τέτοια εγκράτεια, ώστε τρεφόταν με λαχανικά του κήπου του, “εργαζόμενος ταις ιδίαις χερσί” κατά τον Απόστολο (Α’ Κορ. 4:12). Την πρώτη πάλι εβδομάδα της Μεγάλης Τεσσαρακοστής δεν γευόταν καθόλου τροφή μέχρι το Σάββατο, οπότε κοινωνούσε των αγίων Μυστηρίων. 
Αφού έπαυσε εντελώς το ψωμί, ζούσε επί δυόμισυ χρόνια χωρίς να παίρνει καθόλου τρόφιμα από το μοναστήρι. Οι αδελφοί απορούσαν με τι τρεφόταν ο γέροντας όλο αυτό το διάστημα, όχι μόνο το καλοκαίρι, αλλά και τον χειμώνα. Μόλις λίγο προ του θανάτου του διηγήθηκε ο όσιος σε κάποια προσφιλή του πρόσωπα, ότι τρία περίπου χρόνια τρεφόταν με τον ζωμό του χόρτου σνιτς * που το μάζευε το καλοκαίρι και το ξέραινε για τον χειμώνα. 
* Το χόρτο σνιτς είναι πολύ διαδεδομένο στη Ρωσία. Ο λαός το χρησιμοποιεί ως φάρμακο ορισμένων ασθενειών. Τα τρυφερά φύλλα του γίνονται σούπα.
Αρχιμ. Ιουστίνου Πόποβιτς, Οσίου Σεραφείμ του Σαρώφ Βίος, Εκδόσεις «Το Περιβόλι της Παναγίας», Θεσσαλονίκη 1991, σελ. 23.

Παρακλητικός Κανών Ἁγίας ΙΟΥΛΙΑΝΗΣ τοῦ Λαζάρεβο


Παρακλητικός Κανών Ἁγίας ΙΟΥΛΙΑΝΗΣ τοῦ Λαζάρεβο,

 Ἀντ. Μάρκου

Εὐλογήσαντος τοῦ Ἱερέως ὁ ρμβ΄ (142) Ψαλμός καί τό Θεός Κύριος μετά τῶν στίχων αὐτοῦ. Εἶτα  τά Τροπάρια. 
Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ σταυρῷ.
Ταῖς τῆς Ὁσίας ἱκεσίαις, Οἰκτῆρμον,* Ἰουλιανῆς τῆς ἐν Ῥωσίᾳ ἐκλαμψάσης,* τῆς ἐν Λαζάρεβῳ Μητρός ἡμῶν τῆς θαυματουργοῦ·* πέμψον τά ἐλέη Σου*ἐπί λαόν ἀσεβοῦντα* καί παραπικραίνοντα,* Σέ τόν τῶν ὅλων Δεσπότην·* αὕτην προσάγoμεν γάρ ὡς πρεσβευτήν,*ὡς κεκτημένην, τήν χάριν Σου, Κύριε.
Δόξα. Τό αὐτό. Καί  νῦν. Θεοτοκίον.

Τῇ Θεοτόκῳ ὡς μητρί ἐκβοῶμεν,*οἱ τυραννούμενοιἐχθροῦ δυναστείᾳ,*τῇθεϊκῇ Σου σκέπασον ἀγάπῃ   ἡμᾶς·*σπεῦσον, Κόρη, ῥύσασθαι* τῶν τοῦ Βελίαρ παγίδων* καί τῆς καταθλίψεως* καί τῆς δαιμόνων μανίας·* Σοί γάρ προσάγομεν πρεσβείαν εὐκλεῆ,* Ἰουλιανήν τήν Σήν θεράπαινα.

Ψαλμός Ν΄ (50).

Εἶτα   ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
ΙΟΥΛΙΑΝΗΝ ΤΗΝ ΕΛΕΗΜΟΝΑ ΥΜΝΩ. ΑΝΤΩΝΙΟΣ. 
ᾨδή α΄.
Ἦχος  πλ.  δ΄. Ὑγράν  διοδεύσας.
Ἰουλιανήν τήν θαυματουργόν* ὑμνήσωμεν πάντες,* αὐτῇ προσπίπτοντες οἱ πιστοί·* αἰτούμενοι θείας βοηθείας* παρά Κυρίου, αὐτῆς ταῖς δεήσεσι. 

Ὄγκον ἁμαρτίας τόν τῆς ψυχῆς* καί σώματος ἅμα* ἀποδίωξον ἀπ’ ἐμοῦ,* ἐλέους σου τῷ κρούοντι τήν θύραν,* ὡς Ἐλεήμων ἐλέει ἐλέησον.

Ὑγείαν καί ἄνεσιν δός ἡμῖν,* ἐλεῆμον Μῆτερ,* Ὀρθοδόξων ὁ βοηθός·* ἐν γάρ ἐν τῷ Μούρωμ ναῷ σου,* πάντες προσφεύγoμεν ἐν περιστάσεσι.
Θεοτοκίον.
Λύτρωσαι, Κόρη τῶν Οὐρανῶν,* λιταῖς τῆς Ὁσίας,* καί εὐσπλάχνως ἰδέ ἡμᾶς,* τους κατακλυσμῷ τῆς ἁμαρτίας,* παρασυρθέντας εἰς βάθη κολάσεως.

ᾨδή  γ΄. Οὐρανίας  ἁψίδος.
Ἰδεῖν τοῦ Πνεύματος, Μῆτερ,* ἐπιζητοῦμεν οἱ ἄθλιοι,* ἐφ’ ἡμᾶς ἐξ οὐρανῶν εὐλογίαν* καί τήν στερέωσιν,* ἐν τῇ ἀγάπῃ Χριστοῦ,* ὑπέρ ἡμῶν τοῦ παθόντος,* σαῖς θερμαῖς δεήσεσι,* θείοις τε ἐντεύξεσι. 

Ἄρον κύκλῳ καί εἶδε* καθικετεύομεν, πρόφθασον,* πᾶσι αὐγασθῆναι τοῖς πόθῳ* πρός σέ προσφεύγουσι,* τῷ ἐν τῷ Μούρωμ ναῷ* καί τῇ σεπτῇ σου Εἰκόνι,* τοῦ λαβεῖν τήν ἴασιν,* ταῖς σαῖς δεήσεσι. 

Νεῦσον, Μῆτερ, τοῖς πόθῳ* ὑπό τήν σκέπην σου σπεύδουσι* καί γονυκλινῶς αἰτουμένοις* τήν σήν ἀντίληψιν·* μή ἐπιλάθου ἡμῖν,* τῶν ἐξ Ἑλλάδος σῶν τέκνων* καί τῶν ὁμοχώρων σου,* ἀγάπης ἔσοπτρον.
Θεοτοκίον.
Ἡμεῖς ἄδομεν, Κόρη,* τά Σά θαυμάσια ψάλλοντες,* χαῖρε τῶν Παρθένων ἡ δόξα,* ἡμῶν τό στήριγμα·* ταῖς πρεσβείαις, Σεμνή,* Ἰουλιανῆς πανευφήμου,* πάντας περιφρούρησον,* θεία Μουρώμσκαγια. 

Διάσωσον* ταῖς τῆς Ἁγίας πρεσβείαις Παντελεῆμον,* ὅτι πάντες κατόπιν Σοῦ αὐτῇ καταφεύγομεν,* ὡς ἐχούσης τήν πρός Σέ παῤῥησίαν. 

Ἐπίβλεψον* ἐπικαμπτόμενος Θεοτόκου* καί τῆς Ἁγίας ταῖς λιταῖς Οἰκτῆρμον,* ἐφ’ ἡμᾶς τούς ἀσθενεῖς* καί λύτρωσαι τόν λαόν Σου.

Κάθισμα.
Ἦχος  πλ. δ΄. Τήν  Σοφίαν  καί  Λόγον.
Τούς ἀγῶνας καί κόπους τούς σούς, πιστοί* νοερῶς θεωροῦντες, πλήν εὐκρινῶς,* πάσης κατανύξεως τάς ψυχάς ἐμπιμπλάμεθα* καί πρός θεῖον ὕμνον* καί δόξαν καί αἴνεσιν,* τοῦ Κυρίου πάντων,* τοῦ τῶν ὅλων δεσπόζοντος,* πόθῳ ἐγκαρδίῳ* ἑαυτούς συγκινοῦμεν,* ὠδαῖς σέ γεραίροντες,* ὡς τῶν Ἁγίων ὁμότροπον* καί πιστῶς ἐκβοῶμεν σοι·* πρόφθασον ἰλέωσαι Κριτήν,* ταῖς πρός Αὐτόν Σαῖς ἐνθέρμοις δεήσεσιν·* Τοῦτον ἐπίκαμψον τῇ πρεσβείᾳ σου Μῆτερ,* ἡ τῆς Ῥωσίας καί κόσμου ἀγλάϊσμα.

ᾨδή δ΄. Εἰσακήκοα  Κύριε.
Ναῷ καί θήκῃ τιμίᾳ* τοῖς τῷ σῷ λειψάνῳ προσφεύγουσι,* τῇ δυνάμει τῇ τοῦ Πνεύματος,* ῥῦσαι ἐνεργειῶν τῶν τοῦ ἀλάστορος.

Τῆς τοῦ Κυρίου δούλης* Ἰουλιανῆς ἐλεήμονος* τῇ Εἰκόνι νῦν προσπίπτοντες* τῇ θαυματουργῷ, κατασπαζόμεθα.

Ἡμῶν ἁπάντων προστάτην* τῶν τε τρυχωμένων παντίαις θλίψεσι,* ἀνυμνήσωμεν θεόφρονες,* Ἰουλιανή τήν ἐλεήμονα.
Θεοτοκίον.
Νῦν προνοίᾳ Σου, Κόρη,* ἀπό καρδίας προσπίπτομεν,* τήν βεβαίαν Σου αἰτούμενοι* καί ἀναγκαίαν πᾶσιν ἡμῖν ἀντίληψιν.

ᾨδή ε΄. Φώτισον  ἡμᾶς.
Ἐπόμβρισον ἡμῖν* τοῖς προσπίπτουσι σῇ χάριτι* καί αἰτουμένοις ἀπό σοῦ τόν ἱλασμόν,* Ἰουλιανή ἐλεήμων καί φιλάνθρωπε. 

Λάμψον ἐφ’ ἡμᾶς* ταῖς εὐχαῖς σου τήν τοῦ Πνεύματος* φωτίζουσαν ψυχάς μαρμαρυγήν,* ὡς τοῦ Κυρίου δούλη καί θεράπαινα. 

Ἔλαμψιν ἡμῖν* τοῖς ἱκέταις σου κατάπεμψον*, τοῖς προστρέχουσι σῇ σκέπῃ καί ναῷ* ἐν ᾧ κεῖται τό σόν λείψανον τό ἄφθαρτον.
Θεοτοκίον.
Ἤρθησαν ὑπέρ* κεφαλῆς τά ἁμαρτήματα,* πλήν ἐπίκαμψον λιταῖς Σου τόν Θεόν* καί Υἱόν Σου,* ὦ Μητράναδρε Πανύμνητε.

ᾨδή  στ΄. Τήν  δέησιν.
Μυρίζεις* μύροις σοῦ θείου λειψάνου,* τάς ψυχάς τῶν προσιόντων σοι, Μῆτερ,* ἡ μυρεψός τῆς ἀγάπης δειχθεῖσα* καί μυροδόχος ἐλέους· μυρίζουσα* ἀποφοράν τήν τῶν πληγῶν,* τῶν τῆς ψυχῆς καί τοῦ σώματος, ἔνδοξε. 

Ὁλόκληρον* τόν δυσωδίᾳ καί ῥύπῳ* λελουσμένον τῇ ψυχῇ καί τό δέμας,* ὡς μυροδόχος τοῦ Μύρου τοῦ Μόνου,* μυρῖσαι σπεῦσον καί λοῦσαι, Φιλάνθρωπε,* παντελεήμων Ἰουλιανή,* τό τῆς ἀγάπης τῆς θείας ἐκτύπωμα. 

Ναόν Θεοῦ* τήν οἰκογένειαν ποίησον,* σαῖς ἐμπύροις πρός τόν Κύριον πρεσβείαις·* μήτηρ γάρ ὤφθης καλλίτεκνος ἐν πᾶσι,* εὐφραινομένη ἐπί τέκνοις καί χαίρουσα· διό ὡς προστάτης ἀληθῶς,* οἰκογενείας τοῦ λίκνου τετίμησαι.
Θεοτοκίον.
Ἀγάθηνον,* τοῖς δεομένοις, Παρθένε,* καί ἐπικάμφθητι φωνῇ τῶν ἱκετῶν Σου,* Χριστόν δυσώπει Σοῦ δεόμεθα, Κόρη,* τοῦ ἐλεῆσαι ἡμᾶς τούς προστρέχοντας,* ὑπό τήν σκέπην τήν σεπτήν* Σοῦ τῆς Μητρός Του, Μαρία Θεόνυμφε. 

Διάσωσον* ταῖς τῆς Ἁγίας πρεσβείαις Παντελεῆμον,* ὅτι πάντες κατόπιν Σοῦ αὐτῇ καταφεύγομεν,* ὡς ἐχούσης τήν πρός Σέ παῤῥησίαν. 

Ἐπίβλεψον* ἐπικαμπτόμενος Θεοτόκου* καί τῆς Ἁγίας ταῖς λιταῖς Οἰκτῆρμον,* ἐφ’ ἡμᾶς τούς ἀσθενεῖς* καί λύτρωσαι τόν λαόν Σου.

Κοντάκιον.
Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ἡ τῆς θείας χάριτος πεπληρωμένη,* τοῦ Χριστοῦ θεράπαινα* μήτηρ σεπτή Ἰουλιανή,* ἐν εὐποιΐᾳ ἐκραύγαζε,* διά ἐλέους ὁπίσω Σου ἔδραμον.

Προκείμενον. Δίκαιος  ὡς  φοῖνιξ  ἀνθήσει  καί  ὡσεί  κέδρος  ἡ  ἐν  τῷ  Λιβάνῳ πληθυνθήσεται.
Στ. Πεφυτευμένοι  ἐν  τῷ  οἴκῳ  Κυρίου, ἐν  αὐλαῖς  τοῦ  Θεοῦ  ἡμῶν  ἐξανθήσουσιν. 
Εὐαγγέλιον ἐκ τοῦ κατά Ἰωάννην  
(Κεφ. ιε΄ 17 – στ΄ 2).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· ταῦτα ἐντέλλομαι ὑμῖν, ἵνα ἀγαπᾶτε ἀλλήλους. Εἰ ὁ κόσμος ὑμᾶς μισεῖ, γινώσκετε ὅτι ἐμέ πρῶτον ὑμῶν μεμίσηκεν. Εἰ ἐκ τοῦ κόσμου ἦτε, ὁ κόσμος ἄν τό ἴδιον ἐφίλει. Ὅτι δέ ἐκ τοῦ κόσμου οὐκ ἐστέ, ἀλλ’ ἐγώ ἐξελεξάμην ὑμᾶς ἐκ τοῦ κόσμου, διά τοῦτο μισεῖ ὑμᾶς ὁ κόσμος. Μνημονεύεται τοῦ λόγου, οὗ ἐγώ εἶπον ὑμῖν. Οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ. Εἰ ἐμέ ἐδίωξαν καί ὑμᾶς διώξωσιν. Εἰ τόν λόγον μου ἐτήρησαν καί τόν ὑμέτερον τηρήσουσιν. Ἀλλά ταῦτα πάντα ποιήσουσιν ὑμῖν διά τό ὄνομά μου, ὅτι οὐκ οἴδασι τόν πέμψαντά με. Εἰ μή ἦλθον καί ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον. Νῦν δέ πρόφασιν οὐκ ἔχουσι περί τῆς ἁμαρτίας αὐτῶν. Ὁ ἐμέ μισῶν καί τόν Πατέρα μου μισεῖ. Εἰ τά ἔργα μή ἐποίησα αὐτοῖς, ἅ οὐδείς ἄλλος πεποίηκεν, ἁμαρτίαν οὐκ εἶχον. Νῦν δέ καί ἑωράκασι καί μεμισήκασι καί ἐμέ καί τόν Πατέρα μου. Ἀλλ’ ἵνα πληρωθῆ ὁ λόγος ὁ γεγραμμένος ἐν τῶ νόμῳ αὐτῶν, ὅτι ἐμίσησάν με δωρεάν. Ὅταν δέ ἔλθη ὁ Παράκλητος, ὅν ἐγώ πέμψω ὑμῖν παρά τοῦ Πατρός, τό Πνεῦμα τῆς ἀληθείας, ὅ παρά τοῦ Πατρός ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περί ἐμοῦ. Καί ὑμεῖς δέ μαρτυρεῖτε, ὅτι ἀπ’ ἀρχῆς μετ’ ἐμοῦ ἐστε. Ταῦτα λελάληκα ὑμῖν, ἵνα μή σκανδαλισθῆτε. Ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς, ἀλλ’ ἔρχεται ὥρα ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς, δόξῃ λατρείαν προσφέρειν τῶ Θεῶ.
Δόξα. Ταῖς  τῆς  Σῆς  Ἁγίας…
Καί  νῦν. Ταῖς  τῆς  Θεοτόκου…
Στ. Ἐλέησόν  με,  ὁ  Θεός,… 
Προσόμοιον.
Ἦχος  πλ. β΄.
Ὅλην  ἀποθέμενοι.
Δεῦτε Ἰουλιανήν* τήν τοῦ Λαζάρεβῳ ὕμνοις* καί ὡδαῖς τιμήσωμεν,* οἱ αὐτῇ προσπίπτοντες μετά πίστεως·* τῷ Θεῷ αὕτη γάρ,* ὑπέρ λαοῦ ἅπαντος,* μετά ζέσεως προσδέεται,* ἐπιδαψιλεύουσα* ἡμῖν τήν τοῦ Κυρίου ἀντίληψιν* καί Τούτου τήν σωτήριον* ἐπί τοῖς δεομένοις βοήθειαν·* χαῖρε αὐτῇ βοῶντες,* δοχεῖον τοῦ Κυρίου ἐκλεκτόν* καί τῆς Αὐτοῦ παρατάξεως* μέλος τιμιώτατον.

ᾨδή  ζ΄. Οἱ  ἐκ  τῆς  Ἰουδαίας.
Ὕμνος ἡ σή ἐφάνη* βιοτή Κυρίῳ* τῷ Θεῷ σου, διό ἀξιάγαστε,* Ῥωσίας πέλεις κλέος* καί Ἐκκλησίας δόξα,* ἥ καί ψάλλει κραυγάζουσα·* ὁ Πατέρων ἡμῶν* Θεός, εὐλογητός εἶ. 

Μέγιστα ἐργάζῃ* καί μετά λῆξιν, Μῆτερ,* νῦν σημεῖα καί θαύματα* τεράστια τοῖς πᾶσι,* τοῖς πόθῳ προσιοῦσι* και μετά πόθου κραυγάζουσι·* ὁ Πατέρων ἡμῶν* Θεός, εὐλογητός εἶ. 

Νόσων πολυτρόπων* ἰατρός ἐδόθης,* διό τά πάθη θεράπευσον,* πληγάς τε ἀοράτους* καί τάς ὀρωμένας* ἡμῶν, τῶν πίστει βοώντων σοί·* ὁ Πατέρων ἡμῶν* Θεός, εὐλογητός εἶ.
Θεοτοκίον.
Ὦ Κόρη καί Παρθένε,* ἐπαίρουσα μή παύῃς* χεῖρας Υἱῷ Σου καί Θεῷ·* ἀνάψυξον, Κυρία,* ψυχάς πεπυρωμένας,* τῶν μετά πόθου βοώντων Σοι·* χαῖρε οὐράνιε λιμήν,* πάντων τῶν σωζομένων.

ᾨδή η΄. Τόν  Βασιλέα.
Ἅπαντες πίστει* εἰλικρινεῖ προσιῶμεν,* τῇ θήκῃ τῶν σεπτῶν σου λειψάνων,* ψυχῶν τε καί σωμάτων* λαμβάνοντες τήν ῥῶσιν. 

Ναός καί λάρναξ* μητρός τῆς φιλανθρώπου,* ἱατρεῖον ἱερόν πρόκεινται τοῖς πᾶσι,* τῶν τιμώντων αὐτῆς* μνήμην τήν θειοτάτην. 

Τόν Ἐλεήμονα* Θεόν, Μῆτερ ἐμιμήσω* διό προστάτης ἡμῶν καί ἔφορος νῦν πέλεις,* ἐλεημοσύνης* ῥαίνουσα τήν δρόσον. 

Θεοτοκίον. 
Ὦ τῆς ψυχῆς μου* δεινῆς ἀορασίας·* φωταγώγησόν μεν Σύ,* φωτός ἀκτίστου Μῆτερ,* τοῦ δεομένου* τυχεῖν τοῦ Σοῦ ἐλέους.

ᾨδή θ΄. Κυρίως  Θεοτόκον.
Νικήσασα τόν κόσμον,* ἐν πόλῳ ἐπιπολεύεις* καί ταῖς Ἁγίων χορείαις εὐφραίνει νῦν,* ἡμῖν ὀμβρίζουσα ἀφειδῶς,* τοῦ Παρακλήτου τήν δρόσον τοῦ Πνεύματος. 

Ἴδε μου τήν πτωχείαν,* τοῦ ταῦτα στιχουργοῦντος* καί σαῖς πρεσβείαις πρός Κύριον πλούτισον* διψῶσαν τήν ἐμήν ψυχήν,* τῶν δωρεῶν καί χαρίτων τοῦ Πνεύματος. 

Ὄγκον ἀνομιῶν μου* καί τῶν πταισμάτων λῦσον,* τό δέ χειρόγραφον, Μῆτερ, διάρρηξον* τῆς ἁμαρτίας, τοῦ τήν σήν* ἁγίαν μνήμην τοῖς πᾶσι κηρύττοντος. 
Θεοτοκίον. 
Σωτῆραν ἡ τεκοῦσα,* Παρθένε Θεοτόκε,* σύν τῇ Ὁσίᾳ Κυρίῳ πρεσβεύσατε,* ἵνα δωρήσῃ πᾶσιν ὡς Θεός,* ἁμαρτημάτων τήν λύσιν καί ἄφεσιν.

Μεγαλυνάρια.
Ἄξιον ἐστιν ὡς ἀληθῶς,* μακαρίζειν Σε τήν Θεοτόκον,* τήν ἀειμακάριστον καί παναμώμητον* καί μητέρα τοῦ Θεοῦ ἡμῶν.* Τήν τιμιωτέραν τῶν Χερουβείμ* καί ἐνδοξοτέραν* ἀσυγκρίτως τῶν Σεραφείμ,* τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν,* τήν ὄντως Θεοτόκον* Σέ μεγαλύνομεν. 

Χαίροις τῶν Δικαίων ἡ καλλονή,* Ἰουλιανή θεία,* τῆς Ῥωσίας ὁ στολισμός·* χαίροις οἰκογενείας ἡ ἀπό Θεοῦ προστάτης,* πάντων τῶν Ὀρθοδόξων* εὐχαῖς Σου πρόμαχος. 

Χαίροις ἡ Ῥωσίας γόνος λαμπρά,* πόλεως τοῦ Μούρωμ* πολιοῦχος καί βοηθός,* πάντων Ὀρθοδόξων τῶν ἐπικαλουμένων,* τήν Σήν θερμήν πρεσβείαν* καί τήν ἀντίληψιν. 

Ἁγία γλυκυτάτη Μῆτερ ἡμῶν, τούς σοί προσφυγόντας* σπεῦσον τοῦ σῶσαι τῶν πονηροῦ* προσβολῶν ματαίων* καί τείχισον εὐχαῖς σου,* πάντας τούς Ὀρθοδόξους,* τούς ἀνυμνοῦντας σε. 

Τούς ἀθροιζομένους τῷ σῷ ναῷ,* ἀοράτων πάντας,* ὁρατῶν τε ἐπιβουλῆς,* ἡμᾶς τυραννούντων, δεόμεθα ῥυσθῆναι,* ὑπό τῆς χάριτός σου,* Μῆτερ ἀοίδημε. 

Τά πεπυρωμένα βέλη τά τοῦ ἐχθροῦ,* ἐνέδρᾳ παγίδων* διασκέδασον ἐξ ἡμῶν,* τῇ δυνάμει, Μῆτερ, τῇ ἐκ Θεοῦ δοθείσῃ,* ὅπως αὐτῶν ῥυσθέντες* σέ μεγαλύνομεν. 

Τό Μεγαλυνάριον τοῦ Ἁγίου τοῦ Ναοῦ ἤ τοῦ Ἁγίου τῆς ἡμέρας. Καί κλείομεν μετά τοῦ· 

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί,* Πρόδρομε Κυρίου,* Ἀποστόλων ἡ δωδεκάς,* οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου,* ποιήσατε πρεσβείαν* εἰς τό σωθῆναι ἡμᾶς.

Τό  Τρισάγιον  καί  τά  Τροπάρια  ταῦτα.

Ἦχος  πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε,* ἐλέησον ἡμᾶς·* πάσης γάρ ἀπολογίας ἀποροῦντες,* ταύτην Σοι τήν ἱκεσίαν,* ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν,* ἐλέησον ἡμᾶς. 
Δόξα. 
Κύριε ἐλέησον ἡμᾶς,* ἐπί Σοί γάρ πεποίθαμεν·* μή ὀργισθῆς ἡμῖν σφόδρα,* μηδέ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν·* ἀλλ’ ἐπίβλεψον καί νῦν ὡς εὔσπλαχνος* καί λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν.* Σύ γάρ εἶ Θεός ἡμῶν καί ἡμεῖς λαός Σου,* πάντες ἔργα χειρῶν Σου* καί τό ὄνομά Σου ἐπικεκλήμεθα.
Καί  νῦν. Θεοτοκίον.
Τῆς εὐσπλαχνίας τήν πύλην ἄνοιξον ἡμῖν,* εὐλογημένη Θεοτόκε,* ἐλπίζοντες εἰς Σέ μή ἀστοχήσωμεν,* ῥυσθείημεν διά Σοῦ τῶν περιστάσεων·* Σύ γάρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἀπόλυσις. 
Καί  τῶν  Χριστιανῶν  ἀσπαζομένων  τήν  Εἰκόνα τῆς Ἁγίας καί χριομένων  δι’ ἁγίου  ἐλαίου, ψάλλονται  τά  παρόντα  Τροπάρια.

Ἦχος β΄. Ὅτε  ἐκ  τοῦ ξύλου.
Δεῦτε προσκυνήσωμεν πιστοί,* ἱεράν εἰκόνα καί θήκην θείου Λειψάνου τε,* Ἰουλιανῆς θεόφρονος, ἡμῶν προστάτιδος* καί ταύτῃ προσείπωμεν* σεμνῶς μελωδοῦντες,* χαῖρε εὐωδέστατον δοχεῖον Πνεύματος·* δόξα τῆς Χριστοῦ Ἐκκλησίας,* ἡμῶν δέ προστασία ἐν ἀνάγκαις,* πάντων Ὀρθοδόξων τε ἡ ἀντίληψις. 

Δέσποινα πρόσδεξαι* τάς δεήσεις τῶν δούλων Σου* καί λύτρωσαι ἡμᾶς* ἀπό πάσης ἀνάγκης καί θλίψεως. 

Τήν πᾶσαν ἐλπίδα μου* εἰς Σέ ἀνατίθημι,* Μῆτερ τοῦ Θεοῦ,* φύλαξόν με ὑπό τήν σκέπην Σου.

Ἀπολυτίκιον.
Ἦχος  πλ. α΄. Τόν  συνάναρχον  Λόγον.
Τῶν ἐν κόσμῳ πραγμάτων τήν ματαιότητα,* Οὐρανῶν Βασιλείας χαράν τήν μένουσαν* κατανοήσασα, σεμνή,* ταύτης τετύχηκας*, δι’ ἐργασίας ἀρετῶν* τῆς πρός πλησίον ἀγάπης·* διό ἐν ὕμνοις εὐήχοις,* ὡς κεκτημένην παρρησίαν,* Ἰουλιανή σέ μακαρίζομεν.

Στίχοι·
Οἰκογενείας λῖκνον βαλλόμενον κυκλόθεν, 
παντοίαις προσβολαῖς, σύ Μῆτερ περιφρούρει, 
ὡς μήτηρ ὑπάρξασα τέκνων τριῶν και δέκα, 
καλλίτεκνος οὐ μόνον πολύτεκνος φανεῖσα.

Δημοφιλείς αναρτήσεις