Τῌ Ε' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ
Προεόρτια τῶν Φώτων
Μνήμη τῶν Ἁγίων Μαρτύρων Θεοπέμπτου καὶ ΘεωνᾶΜνήμη τῆς Ὁσίας Συγκλητικῆς.Ἐν τοῖς Ἀποδείπνοις, Κανών, οὗ ἡ ἀκροστιχίς, ἄνευ τῶν Εἱρμῶν τῶν τεσσάρων πρώτων ᾨδῶν.Καὶ σήμερον δὲ Σάββατον μέλπω μέγα.
ᾨδὴ α'Ἦχος πλ. β'Ὁ Εἱρμὸς«Κύματι θαλάσσης, τὸν κρύψαντα πάλαι, διώκτην τύραννον, τὰ Ἰορδάνια, ῥεῖθρα συστέλλει καὶ κρύπτει, τὴν ἐμὴν νῦν καθαιρόμενον, ἀνθρωπίνως κάθαρσιν· ἐνδόξως γὰρ δεδόξασται».Κύριε Θεέ μου, φωτώνυμον ὕμνον, καὶ προεόρτιον, ᾠδήν σοι ᾄσομαι, τῷ θείοις Θεοφανείοις, μυστικῶς ἀναγεννῶντι με, καὶ πρὸς τὴν λαμπρότητα, τὴν θείαν ἐπανάγοντι.Ἄνω πρὸ αἰώνων, καὶ κάτω προσφάτως, ἐπιφανέντα σε, τὰ ὑπερκόσμια, καὶ τὰ περίγεια Σῶτερ, κατεπλήττοντο θεώμενα, καὶ τὴν ὑπὲρ λόγον σου, ἀνύμνουν συγκατάβασιν.Ἵνα σοῦ τῆς δόξης, τὰ πάντα πληρώσῃς, σαυτὸν ἐκένωσας, μέχρι καὶ δούλου μορφῆς, νῦν δὲ παλάμῃ τοῦ δούλου, ὑποκλινεὶς κεφαλὴν δουλικῶς, τὴν ἐμὴν ἀνάπλασιν, καὶ κάθαρσιν δωρούμενος.ᾨδὴ γ'Ἦχος πλ. β'Ὁ Εἱρμὸς«Σὲ τὸν ἐπὶ ὑδάτων, ἑδράσαντα πᾶσαν τὴν γῆν ἀσχέτως, ἡ κτίσις κατιδοῦσα, σαρκὶ κρυπτόμενον νάμασι, θάμβει πολλῷ συνείχετο· Οὐκ ἒστιν Ἅγιος, πλὴν σου Κύριε κραυγάζουσα».Σύμβολα πρὶν Προφήταις, παρέδειξας τῆς σῆς Θεοφάνειας, νῦν δὲ τὰ κεκρυμμένα, ταῖς ἐνεργείαις ἐγνώρισας, ἐπιφανεὶς μυστήρια, ἀνθρώποις σήμερον, νέμων νέαν ἀναγέννησιν.Ἣπλωσεν Ἰορδάνης, τὰ ὕδατα ὡς νῶτα μετὰ τρόμου, τοῦ δέξασθαι τὸν Κτίστην, σωματικῶς βαπτιζόμενον, τὸν πάντας ἁγιάζοντα· Οὐκ ἒστιν Ἅγιος, πλὴν σου Κύριε κραυγάζοντας.Μέγα πρὸς σωτηρίαν, ἐφόδιον τὸ Βάπτισμα παρέχει, Χριστὸς τοῖς αἰσθομένοις, αὐτοῦ τῆς θείας ἐλλάμψεως, ἐν εὐφροσύνῃ ψάλλουσιν· Οὐκ ἒστιν Ἅγιος, πλὴν σου Κύριε φιλάνθρωπε.ᾨδὴ δ'Ἦχος πλ. β'Ὁ Εἱρμὸς«Τὴν πρὸς τὸ Βάπτισμά σου ἔλευσιν, προορῶν Ἀββακούμ, ἐξεστηκὼς ἐβόα· Εἰς θάλασσαν τοὺς ἵππους σου, ὕδατα πολλά, ἐπεβίβασας Σῶτερ διαταράσσοντας».Ἐπιφανέντος σου ἐν σώματι, ἡγιάσθη ἡ γῆ, ὕδατα ηὐλογήθη, ὁ οὐρανὸς πεφώτισται· γένος δὲ βροτῶν, τῆς πικρᾶς τυραννίδος ἐχθροῦ λελύτρωται.Ῥήματι θείῳ νῦν ὁ Πρόδρομος, ἐξ ἐρήμου μολεῖ, πρός, Ἰορδάνην λέγων· Μετανοεῖτε ἤγγικεν, ἡ τῶν Οὐρανῶν Βασιλεία καλοῦσα, πάντας πρὸς δόξαν Θεοῦ.Ὁ μεταστρέψας πρὶν τὴν θάλασσαν, εἰς ξηρὰν καὶ πηγάς, ἐξ ἀκροτόμου βλύσας, πταισμάτων χωνευτήριον, νῦν ἀποτελεῖ, Ἰορδάνου τὸ ῥεῖθρον, πυρὶ τοῦ Πνεύματος.ᾨδὴ ε'Ἦχος πλ. β'Ὁ Εἱρμὸς«Θεοφανείας σου Χριστέ, τῆς πρὸς ἡμᾶς συμπαθῶς γενομένης, Ἡσαΐας φῶς ἰδὼν ἀνέσπερον, ἐκ νυκτὸς ὀρθρίσας ἐκραύγαζεν. Οἱ πεφωτισμένοι ἣκατε, λούσασθε, καὶ δι᾽ ὕδατος θείου καὶ Πνεύματος σαφῶς, καὶ ψυχὴν καὶ τὸ σῶμα ἀποκαθάρατε».Νεοποιεῖς τοὺς γηγενεῖς, νέος Ἀδὰμ χρηματίσας ὁ Πλάστης, ἐν πυρὶ καὶ Πνεύματι καὶ ὕδατι, ξένην ἐκτελῶν ἀναγέννησιν, καὶ ἀνάπλασιν θαυμαστήν, δίχα συντρίψεως, καὶ χωνευτηρίων, Βαπτίσματι θεουργῷ καινοποιούμενος.Διὰ τοῦ Πνεύματος ψυχάς, καινοποιεῖς, διὰ δὲ τοῦ ὕδατος, ἁγιάζεις τὸ σῶμα τὸ σύνθετον, ζῶον ἀναπλάττων τὸν ἄνθρωπον· τῷ διπλῷ γὰρ τὰ συγγενῆ, χρησίμως φάρμακα σοφῇ προμηθείᾳ, προσάγεις ὡς ἰατρός, σωμάτων καὶ τῶν ψυχῶν.Ἐξ ἀλοχεύτου προελθών, ὁ γεννηθεὶς ἐκ Πατρὸς πρὸ αἰώνων, πρὸς τὸν ἐκ στείρας παραγέγονας, ἐξαιτῶν ὡς ἄνθρωπος Βάπτισμα, ἀλλ' ἐξ ὕδατος μυστικῶς, διὰ τοῦ Πνεύματος ἀπειργάσω Σῶτερ, πολύτεκνον Ἐκκλησίαν, τὴν πρὶν ἄγονον.ᾨδὴ ς'Ἦχος πλ. β'Ὁ Εἱρμὸς«Συνεσχέθη, ἀλλ' οὐ κατεσχέθη, φόβῳ ὁ θεῖος Βαπτιστής· εἰ γὰρ καὶ συνεστάλη, προσεγγίσαι τῷ πυρὶ ὁ χόρτος, ἀλλὰ ἀκούσας· Ἄφες ἄρτι, ἔδραμε, τὸ ἐπίταγμα πληρῶν ὡς δοῦλος, θείας τε ἄνωθεν, μαρτυρούσης φωνῆς, ἢκουσεν Υἱὸν τὸν προαιώνιον».Ἀπεγράφης, ἀλλ' οὐκ ἐδουλώθης, Καίσαρος θεσμοῖς πειθαρχῶν· εἰ γὰρ καὶ τῆς δουλείας, παραμύθιον ἡμῖν παρέχων, ἑκὼν ὑπείκεις, καὶ τελεῖς τὸ δίδραχμον, ἀλλὰ νόμῳ τῷ τῆς ἁμαρτίας, πρὶν πεπραμένους ἡμᾶς ἠλευθέρωσας νῦν, καὶ υἱοθεσίας κατηξίωσας.Βασιλεύεις, ἀλλ' οὐ κατὰ κόσμον, φύσει πεφυκὼς Βασιλεύς· εἰ γὰρ καὶ κατὰ σάρκα, ἐκ φυλῆς Δαυῒδ τεχθεὶς τὸν θρόνον, τῆς βασιλείας Σῶτερ τούτου ἔλαβες, ἀλλ' ἀΐδιον ἔχεις τὸ κράτος, συμβασιλεύων Πατρί, πρὸ αἰώνων ἀεί, καὶ εἰς τοὺς αἰῶνας σὺν τῷ Πνεύματι.Βασιλεὺς μέν, ὁ τοῦ κόσμου Ἄρχων, καὶ τῶν ἐν τοῖς ὕδασι, πάλαι προσηγορεύθη, ἀλλ' ἐμπνίγεται τῇ σῇ καθάρσει, καὶ καθαιρεῖται, ὡς τῇ λίμνῃ Λεγεών, τῶν χειρῶν δὲ σου Σῶτερ τὸ πλάσμα, τὸ δουλωθὲν ὑπ' αὐτοῦ, κραταιᾷ σου χειρί, τῆς ἐλευθερίας κατηξίωσας.ᾨδὴ ζ'Ἦχος πλ. β'Ὁ Εἱρμὸς«Ἄφραστον θαῦμα! ὁ ἐν καμίνῳ ῥυσάμενος, τοὺς Ὁσίους Παῖδας ἐκ φλογός, κλίνει κορυφήν, καὶ αἰτεῖ τὸ Βάπτισμα, ὑπὸ τοῦ δούλου, καθαίρων τοὺς βοῶντας· Λυτρωτὰ ὁ Θεός, εὐλογητὸς εἶ».Τέμνεται ῥεῖθρον, πρὶν μηλωτῇ Ἰορδάνιον, προτυπούσῃ Βάπτισμα τὸ σόν, δι' οὗ τῶν παθῶν, ῥήγνυται χιτώνιον· καὶ ἀφθαρσίας ἔνδυμα αὐτουργεῖται, τοῖς βοῶσι· Χριστὲ ὁ Θεός, εὐλογητὸς εἶ.Ὄλβιον ῥεῖθρον· ἐν ἑαυτῷ γὰρ δεξάμενον, βαπτισθέντα τὸν Δημιουργόν, δέδεικται πηγή, ζωηφόρου νάματος, εἰς σωτηρίαν ἡμῶν τῶν μελῳδούντων· Λυτρωτὰ ὁ Θεός, εὐλογητὸς εἶ.Νέκρωσιν θείαν, συμβολικῶς εἰκονίζοντες, καταδύσει ὕδατος τριττῇ, ἐν τῷ Βαπτισμῷ Χριστῷ συνθαπτόμεθα, τῇ τριημέρῳ ἐγέρσει κοινωνοῦντες, καὶ βοῶντες Χριστῷ· Εὐλογητὸς εἶ.Μία ἡ χάρις, Πατρὸς Υἱοῦ τε καὶ Πνεύματος, τελειοῦσα τοὺς τὴν δωρεάν, στέργοντας πιστῶς, τοῦ θείου Βαπτίσματος, υἱοθεσίας λαβόντας ἐξουσίαν, τοῦ βοᾶν· Ὁ Θεὸς εὐλογητὸς εἶ.ᾨδὴ η'Ἦχος πλ. β'Ὁ Εἱρμὸς«Ἒκστηθι φρίττων οὐρανέ, καὶ σαλευθήτωσαν, τὰ θεμέλια τῆς γῆς· ἰδοὺ γὰρ ὕδωρ περιβάλλεται, ὁ φλέξας ὕδασι πρίν, Δικαίου θυσίαν παραδόξως· ὂν Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, Λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».Λύτρωσιν ἔρχεται Χριστός, διὰ Βαπτίσματος, παρασχεῖν πᾶσι πιστοῖς· ἐν τούτῳ τὸν Ἀδὰμ καθαίρει γάρ, τὸν πεπτωκότα ὑψοῖ, τὸν ῥίψαντα Τύραννον αἰσχύνει, τοὺς οὐρανοὺς ἀνοίγει, Πνεῦμα θεῖον καθέλκει, καὶ τῆς ἀφθαρσίας, τὴν μέθεξιν δωρεῖται.Πέπαυται πλάνη τοῦ ἐχθροῦ· φωνὴ βοῶντος γάρ, ἐν ἐρήμῳ τὴν ὁδόν, Κυρίου κράζει εὐτρεπίσατε, καὶ πάσας τρίβους αὐτοῦ, εὐθείας ποιήσατε προστάττει· φάραγξ ἡ ταπεινὴ γάρ, φύσις βροτῶν ὑψοῦται· ὂρος καὶ βουνὸς δέ, δυσμενῶν ταπεινοῦνται.Ὢ παραδόξων δωρεῶν! ὢ θείας χάριτος, καὶ ἀφράστου ἀνοχῆς! Ἰδοὺ γὰρ ὕδατι καθαίρει με, πυρὶ φωτίζει με, καὶ Πνεύματι θείῳ τελειοῖ με, ὁ Πλάστης καὶ Δεσπότης, νῦν ἐν τῷ Ἰορδάνῃ, τὴν ἐμὴν φορέσας φύσιν ἀναμαρτήτως.ᾨδὴ θ'Ἦχος πλ. β'Ὁ Εἱρμὸς«Μὴ ἐποδύρεσθε μάτην, ἀπογνώσεως βρόχοις, ἀποπνιγόμενοι βροτοί, ὑπεύθυνοι κακῶν, ἀλλ' ἐν κατανύξει ψυχῆς προσέλθωμεν, τῷ καθαίροντι πάντας, ὡς μόνῳ καθαρῶ, καὶ διδόντι συγγνώμην διὰ Βαπτίσματος».Ἐπὶ τῷ ξένῳ σου τόκῳ, τὸ πρὶν ἐκ τῆς Παρθένου, ὑπερφυῶς ἐθαυμαστώθης, Λόγε τοῦ Θεοῦ, νῦν δὲ μεγαλύνῃ, μέγα Μυστήριον, ἐκτελῶν παραδόξως, μεθέξει τῇ σεπτῇ, Κολυμβήθραν πολύτεκνον θείῳ Πνεύματι.Γῆ ἡγιάσθη Γεννήσει, τῇ ἁγίᾳ σου Λόγε, διηγουμένων οὐρανῶν, σὺν ἄστροις δόξαν σήν, νῦν δὲ τῶν ὑδάτων φύσις εὐλόγηται, σοῦ σαρκὶ βαπτισθέντος, καὶ γένος γηγενῶν, πρὸς τὴν πρὶν ἐπανῆλθεν αὖθις εὐγένειαν.Ἀγαλλιάσθω Γῆ πᾶσα· Οὐρανὸς εὐφραινέσθω· Κόσμος σκιρτάτω· Ποταμοί, κροτείτωσαν χειρί, αἱ Πηγαὶ καὶ Λίμναι, Ἄβυσσοι θάλασσαι, συγχαιρέτωσαν· ἣκει Χριστὸς γὰρ τὸν Ἀδάμ, ἐκκαθᾶραι καὶ σῶσαι θείῳ Βαπτίσματι.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου