Τῌ Γ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ
Προεόρτια τῶν ΦώτωνΜνήμη τοῦ Ἁγίου Προφήτου ΜαλαχίουΜνήμη τοῦ Ἁγίου Μάρτυρος Γορδίου.
Ἐν τοῖς Ἀποδείπνοις ψάλλομεν τὸ παρὸν Τριῴδιον, οὗ ἡ Ἀκροστιχίς.Τετράδι ψαλῶ
ᾨδὴ γ'Ἦχος β'Ὁ Εἱρμὸς«Τῆς πίστεως ἐν πέτρᾳ με στερεώσας, ἐπλάτυνας τὸ στόμα μου ἐπ' ἐχθρούς μου· ηὐφράνθη γὰρ τὸ πνεῦμά μου ἐν τῷ ψάλλειν· οὐκ ἔστιν ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλὴν σου Κύριε».Ἐν κενοῖς ἡ ἐπίνοια τοῦ Ἡρῴδου, τοὺς μέλλοντας τυχεῖν τῆς ἐλευθερίας, ἀνόμως ἀνελόντος παῖδας· Χριστὸς γάρ, ὁ λυτρωτὴς ἡμῶν, ζωὴν χαρίζεται, πᾶσι τὴν ἀνώλεθρον βαπτιζόμενος.Τὸ δεινὸν βουλευτήριον τοῦ Ἡρῴδου, νηπίων πρὶν ἀπέκτεινε νεολαίαν, τὴν Βηθλεὲμ αἱμάτων πληρῶσαν, νῦν δέ, τῇ Ἐκκλησίᾳ Χριστὸς ἔρχεται, τέκνα πολλά, διὰ τοῦ Βαπτίσματος εἰσποιήσασθαι.Ἕτερον Τριῴδιον, οὗ ἡ Ἀκροστιχίς.Προσάββατόν τε
ᾨδὴ ε'Ἦχος πλ. β'Ὁ Εἱρμὸς«Πρὸς σὲ ὀρθρίζω, τὸν δι' εὐσπλαγχνίαν, σεαυτὸν τῷ πεσόντι, κενώσαντα ἀτρέπτως, καὶ δούλου χειρί, βαπτισθῆναι θελήσαντα, Λόγε Θεοῦ, τὴν εἰρήνην παράσχου μοι φιλάνθρωπε».Ῥυφθέντες φρένας, καὶ προκαθαρθέντες, μυστηρίου μεθέξει, φρικτῆς οἰκονομίας, ἅπαντες πιστοί, ἐρχομένῳ Χριστῷ, ὑπαντήσωμεν, Ἰορδάνου τοῖς ῥείθροις ἐκκαθᾶραι ἡμᾶς.Ὁρᾶτε φίλοι, τὴν φωνὴν τοῦ Λόγου, τοῦ Ἡλίου τὸν λύχνον, τὸν φίλον τοῦ Νυμφίου· Μετανοεῖτε τοῖς λαοῖς ἐκβοῶντα, καὶ σπεύσατε καθαρθῆναι, τοῦ Κτίστου εἰς ὑπάντησιν.ᾨδὴ η'Ἦχος β'Ὁ Εἱρμὸς«Ῥῆμα τυράννου, ἐπεὶ ὑπερίσχυσεν, ἑπταπλασίως κάμινος, ἐξεκαύθη ποτέ, ἐν ᾗ Παῖδες οὐκ ἐφλέχθησαν, βασιλέως πατήσαντες δόγμα, ἀλλ' ἐβόων· Πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».Ἀποκενοῦντες, δακρύων πηγὰς οἱ πιστοί, ἐξ ὀφθαλμῶν καθάρωμεν, πάντα ῥύπον ψυχῶν, καὶ φῶς ἐν φωτὶ τρισσὸν ὀψόμεθα, βαπτισθῆναι Χριστοῦ ἐρχομένου· ᾧ προσμαρτυρήσει Πατὴρ οὐρανόθεν, καὶ Πνεύματος Ἁγίου, λάμψει παρουσίᾳ, περιστερᾶς ἐν εἴδει.Δάκρυον ἅπαν, Χριστὸς ἀφαιρούμενος, ἀπὸ παντὸς προσώπου, προέρχεται ψυχῶν, πολυώδυνα νοσήματα, ἀνωδύνως ἐν ὕδατι παύων, καὶ παλαιωθέντας ἀνθρώπους, καινίζων τῇ παλιγγενεσίᾳ, τοὺς ὑμνολογοῦντας αὐτὸν εἰς τοὺς αἰῶνας.Ἱερουργοῦνται, ψυχαὶ τοῦ Βαπτίσματος, τῷ θεοσδότῳ λουτρῷ, καὶ Πνεύματος πυρί, τοῦ τὰ πάθη ἐκκαθαίροντος, καὶ τὴν ὕλην συμφλέγοντος πᾶσαν, μοχθηρὰς κακίας, καὶ χάριν διδόντος, βοᾶν ἐν κατανύξει· Σὲ ὑπερυψοῦμεν, Χριστὲ εἰς τοὺς αἰῶνας.Ἕτερος, Ἦχος πλ. β'Στήλην κακίαςἈπὸ βλεφάρων, ψυχῶν κακίας ὕπνον ἐκτιναξάμενοι, τάς πονηρίας ἀφελώμεθα, πιστοὶ καρδιῶν ἡμῶν, καὶ δάκρυσι θερμοῖς, λούσωμεν φρένας, θεαταὶ τοῦ ἐπιφανέντος, ὅπως ὀφθῶμεν, τὸν Χριστὸν δοξάζοντες εἰς τοὺς αἰῶνας.Βέβηλον ἔπος, πονηρῶν ἐννοημάτων μὴ προσενέγκωμεν, λόγον δὲ θεῖον μελετήσαντες, τοῖς ὕμνοις προσάξωμεν τῷ Λόγῳ, δι' ἡμᾶς σαρκὶ φανέντι, καὶ φωτίζοντι τοὺς ἐν σκότει· ὂν πᾶσα κτίσις εὐλογεῖ, δοξάζουσα εἰς τοὺς αἰῶνας.Βάθους σοφίας, κεκρυμμένον μυστήριον, νῦν φανεροῦται βροτοῖς, Θεοῦ κριμάτων νῦν ἡ ἄβυσσος, πιστοῖς ἐκκαλύπτεται, Θεοῦ μετὰ σαρκὸς ἐν γῇ φανέντος, εἰς ἀνάπλασιν βροτείου γένους· ὂν πᾶσα κτίσις εὐλογεῖ, δοξάζουσα εἰς τοὺς αἰῶνας.Ἀπαγορεύεις, Ἰωάννη ὅπερ δράσεις τάχος ὑπείκων μου· Ἄφες οὖν ἄρτι· οὕτω πρέπον γὰρ ἡμῖν ἐστιν ἅπασαν, πληρῶσαι ἀληθῶς δικαιοσύνην, ὁ Δεσπότης τῷ δούλῳ ἔφη· ὂν πᾶσα κτίσις εὐλογεῖ, δοξάζουσα εἰς τοὺς αἰῶνας.
Ὁ Εἱρμὸς«Στήλην κακίας, τοῦ δεινοῦ Ἡρῴδου πάντες ἐκμυκτηρίσαντες, πρὸς Ἰορδάνην δεῦτε ἴωμεν, πιστοὶ ἵν᾽ ὀψώμεθα, Χριστὸν τὸν λυτρωτήν, ὑπὸ Προδρόμου, βαπτιζόμενον σαρκὶ ἐν ῥείθροις· ὂν πᾶσα κτίσις εὐλογεῖ, δοξάζουσα εἰς τοὺς αἰῶνας».ᾨδὴ θ'Ἦχος β'Ὁ Εἱρμὸς«Ψυχαῖς καθαραῖς, καὶ ἀρρυπώτοις χείλεσι, δεῦτε μεγαλύνωμεν, τὴν ἀκηλίδωτον, καὶ ὑπέραγνον Μητέρα τοῦ Ἐμμανουήλ, δι' αὐτῆς τῷ ἐξ αὐτῆς, προσφέροντες πρεσβείαν τεχθέντι· Φεῖσαι τῶν ψυχῶν ἡμῶν, Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμᾶς».Ἀγνώμων μηδείς, καὶ πρὸς Χριστὸν ἀχάριστος, ἔστω τὸ μακρόθυμον τῆς ἀνοχῆς αὐτοῦ, καὶ χρηστότητος ὑβρίζων καταφρονήσει, ἀλλ' ἐν φόβῳ καὶ χαρᾷ δουλεύσωμεν, αὐτῷ μελῳδοῦντες· Φεῖσαι τῶν ψυχῶν ἡμῶν, Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμᾶς.Λέγει τοῖς λαοῖς, τῶν ἀπειθῶν ὁ Πρόδρομος· Τὶς ὑμῖν ὑπέδειξεν, ἐκ τῆς ὀργῆς φυγεῖν, ἐχιδνῶν γεννήματα τῆς μελλούσης; μετανοίας οὖν καρπούς, ἐνδείξασθε ἀξίους βοῶντες· Φεῖσαι τῶν ψυχῶν ἡμῶν, Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμᾶς.Ὢ πηρωτικῆς, ἀγνωμοσύνης τόλμημα! ὂν γὰρ οἱ ἀλλόφυλοι, ὡς λυτρωτὴν Χριστόν, προσεκύνησαν ἐν δώροις τετιμηκότες, οἱ οἰκεῖοι μανικῶς, ἐζήτουν ἀποκτεῖναι φανέντα. Φεῖσαι τῶν ψυχῶν ἡμῶν, Χριστὲ ὁ Θεός, καὶ σῶσον ἡμᾶς.Ἕτερος, Ἦχος πλ. β'Τὴν τιμιωτέρανὈλέθριον πτῶμα τὸ τοῦ Ἀδάμ, νῦν ἐπανορθώσων, ἐπεφάνη νέος, Ἀδάμ, τὴν ἐλευθερίαν, τῆς παλιγγενεσίας, παρέχων παραδόξως, διὰ Βαπτίσματος.Νόμον καὶ Προφήτας ἀποπληρῶν, καὶ δικαιοσύνην, ἐκτελῶν ὁ πάντων Σωτήρ, νῦν ὑπὸ παλάμης, χειροθετεῖται δούλου, δουλείας ἀφαρπάζων, ἐχθροῦ τὸν ἄνθρωπον.Τοῖς Ἔθνεσιν ἔλαμψε μέγα φῶς· τοῖς ἐσκοτισμένοις, θεϊκῇ ἀνέσχεν αὐγῇ, τοῖς ἐν σκιᾷ πάλαι θανάτου καθημένοις, ὁ Ἥλιος τῆς δόξης, Χριστὸς ἀνέτειλεν.Ἐκύκλουν Ἀγγέλων αἱ στρατιαί, τὸν ἐν Ἰορδάνῃ, βαπτιζόμενον Λυτρωτήν, καὶ τρόμῳ τὸ μέγα, Μυστήριον ἀνύμνουν, τῆς τούτου ἀπορρήτου, συγκαταβάσεως.
Εἶτα τὸν Εἱρμὸν«Τὴν τιμιωτέραν τῶν Χερουβίμ, καὶ ἐνδοξοτέραν, ἀσυγκρίτως τῶν Σεραφίμ, τὴν ἀδιαφθόρως, Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν».
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου