Τετάρτη 1 Ιανουαρίου 2025

ΕΝΙΑΥΣΙΟΣ ΣΤΕΦΑΝΟΣ - Περιέχων Απολυτίκια, Κοντάκια και Μεγαλυνάρια του όλου Ενιαυτού

 


ΕΝΙΑΥΣΙΟΣ ΣΤΕΦΑΝΟΣ 
***
Περιέχων Απολυτίκια, Κοντάκια και Μεγαλυνάρια του όλου Ενιαυτού

ΜΗΝ ΙΑΝΟΥΑΡΙΟΣ

Ἔ­χων ἡ­μέ­ρας 31.

Ἡ ἡ­μέρα ἔ­χει ὥ­ρας 10 κ΄ ἡ νὺξ ὥ­ρας 14.

 

1. Ἡ κατὰ σάρκα Πε­ρι­τομὴ τοῦ Κυ­ρίου καὶ Θεοῦ καὶ Σω­τῆ­ρος ἡ­μῶν Ἰ­η­σοῦ Χρι­στοῦ­ καὶ μνήμη τοἐν Ἁ­γί­οις Πα­τρὸς ἡ­μῶν Βα­σι­λείου, Ἀρ­χι­ε­πι­σκό­που Και­σα­ρείας Καπ­­πα­­δο­κίας, Οὐ­ρα­νο­φάν­το­ρος τοῦ Με­γά­λου.

Ἀρ­γία καὶ κα­τά­λυ­σις εἰς πάντα.

Ἀ­πο­λυ­τί­κιον τῆς Ἑ­ορ­τῆς.

Ἦ­χος α´. Τοῦ λί­θου σφρα­γι­σθέν­τος.

Μορ­φὴν ἀ­ναλ­λοι­ώ­τως ἀν­θρω­πί­νην προ­σέ­λα­βες, Θεὸς ὢν κατ᾿ οὐ­σίαν, πο­λυ­εύ­σπλαγ­χνε Κύ­ριε· καὶ Νό­μον ἐκ­πλη­ρῶν πε­ρι­­το­μὴν, θε­λή­σει κα­τα­δέχῃ σαρ­κι­κήν, ὅ­πως παύ­σῃς τὰ σκι­ώδη, καὶ πε­ρι­έ­λῃς τὸ κά­λυμμα τῶν πα­θῶν ἡ­μῶν· δόξα τῇ ἀ­γα­θό­τητι τῇ σῇ· δόξα τῇ εὐ­σπλαγ­χνίᾳ σου· δόξα τῇ ἀ­νεκ­φρά­στῳ Λόγε συγ­κα­τα­βά­σει σου.

Ἀ­πο­λυ­τί­κιον τοῦ Ἁ­γίου. Ὅ­μοιον.

 Ἦ­χος α´. Τοῦ λί­θου σφρα­γι­σθέν­τος.

Εἰς πᾶ­σαν τὴν γῆν ἐ­ξῆλ­θεν ὁ φθόγ­γος σου, ὡς δε­ξα­μέ­νην τὸν λό­γον σου· δι᾿ οὗ θε­ο­πρε­πῶς ἐ­δο­γμά­τι­σας, τὴν φύ­σιν τῶν ὄν­των ἐ­τρά­νω­σας, τὰ τῶν ἀν­θρώ­πων ἤθη κα­τε­κό­σμη­σας. Βα­σί­λειον ἱ­ε­ρά­τευμα, Πά­τερ ὅ­σιε, Χρι­στὸν τὸν Θεὸν ἱ­κέ­τευε, δω­ρή­σα­σθαι ἡ­μῖν τὸ μέγα ἔ­λεος.

Κον­τά­κιον τῆς Ἑ­ορ­τῆς. 

Ἦ­χος γ´. Ἡ Παρ­θέ­νος σή­με­ρον.

τῶν ὅ­λων Κύ­ριος, Πε­ρι­το­μὴν ὑ­πο­μέ­νει, καὶ βρο­τῶν τὰ πταί­σματα, ὡς ἀ­γα­θὸς πε­ρι­τέ­μνει· δί­δωσι, τὴν σω­τη­ρίαν σή­με­ρον κό­σμῳ· χαί­ρει δὲ, ἐν τοῖς ὑ­ψί­στοις καὶ ὁ τοῦ Κτί­στου, Ἱ­ε­ράρ­χης καὶ φω­σφό­ρος, ὁ θεῖος μύ­στης Χρι­στοῦ Βα­σί­λειος.

Κον­τά­κιον τοῦ Ἁ­γίου. 

Ἦ­χος δ´. Ἐ­πε­φά­νης σή­με­ρον.

­φθης βά­σις ἄ­σει­στος τῇ Ἐκ­κλη­σίᾳ, νέ­μων πᾶ­σιν ἄ­συ­λον, τὴν κυ­ρι­ό­τητα βρο­τοῖς, ἐ­πι­σφρα­γί­ζων σοῖς δό­γμα­σιν, Οὐ­ρα­νο­φάν­τορ Βα­σί­λειε ὅ­σιε.

Με­γα­λυ­νά­ριον τῆς Ἑ­ορ­τῆς.

Σάρκα ὀ­κτα­ή­με­ρος ὡς βρο­τός, ὁ τῶν ὅ­λων Κτί­στης, πε­ρι­τέ­μνε­ται νο­μι­κῶς, τὴν ἐξ ἀ­κρα­σίας, ἡ­μῶν κα­κίαν τέ­μνων· Αὐ­τοῦ τὴν ἀ­γα­θό­τητα με­γα­λύ­νω­μεν.

Με­γα­λυ­νά­ριον τοῦ Ἁ­γίου.

Τὸν οὐ­ρα­νο­φάν­τορα τοῦ Χρι­στοῦ, μύ­στην τοῦ Δε­σπό­του, τὸν φω­στῆρα τὸν φα­ει­νόν, τὸν ἐκ Και­σα­ρείας, καὶ Καπ­πα­δό­κων χώ­ρας, Βα­σί­λειον τὸν μέ­γαν, πάν­τες τι­μή­σω­μεν.

2. Προ­ε­όρ­τια τῶν Φώ­των καὶ μνήμη τοἐν Ἁ­γί­οις Πα­τρὸς ἡ­μῶν Σιλ­βέ­στρου, Πάπα Ῥώ­μης.

Ἀ­πο­λυ­τί­κιον Προ­ε­όρ­τιον. Ἦ­χος δ´.

­τοι­μά­ζου Ζα­βου­λών, καὶ εὐ­τρε­πί­ζου Νε­φθα­λείμ. Ἰ­ορ­δάνη πο­ταμέ, στῆθι ὑ­πό­δε­ξαι σκιρ­τῶν, τοῦ βα­πτι­σθῆ­ναι ἐρ­χό­με­νον τὸν Δε­σπό­την. Ἀ­γάλ­λου ὁ Ἀ­δὰμ σὺν τῇ Προ­μή­τορι· μὴ κρύ­πτετε ἑ­αυ­τούς, ὡς ἐν Πα­ρα­δείσῳ τὸ πρίν· καὶ γὰρ γυ­μνοὺς ἰ­δὼν ὑ­μᾶς ἐ­πέ­φα­νεν, ἵνα ἐν­δύσῃ τὴν πρώ­την στο­λήν. Χρι­στὸς ἐ­φάνη, τὴν πᾶ­σαν κτί­σιν, θέ­λων ἀ­να­και­νί­σαι.

 Ἀ­πο­λυ­τί­κιον τοῦ Ἁ­γίου. 

Ἧ­χος δ´. Ταχὺ προ­κα­τά­λαβε.

Στο­λὴν ἐν­δυ­σά­με­νος, ἱ­ε­ραρ­χίας πιστῶς, ἀ­μέμ­πτως ἱ­έρευ­σας, τῷ ἐπὶ πάν­των Θεῷ, Πα­τὴρ ἡ­μῶν Σίλ­βε­στρε· ἔ­χων γὰρ πο­λι­τείᾳ, συ­νε­κλάμ­ποντα λό­γον, θαύ­μα­σιν ἐ­βε­βαί­ους, εὐ­σε­βείας τὴν δό­ξαν, δι ἧς οὐ­ρα­νίου δό­ξης ὤ­φθης συμ­μέ­το­χος.

Κον­τά­κιον Προ­ε­όρ­τιον. 

Ἦ­χος δ´. Ἐ­πε­φά­νης σή­με­ρον.

ν τοῖς ῥεί­θροις σή­με­ρον τοῦ Ἰ­ορ­δά­νου, γε­γο­νὼς ὁ Κύ­ριος, τῷ Ἰ­ω­άννῃ ἐκ­βοᾷ· Μὴ δει­λι­ά­σῃς βα­πτί­σαι με· σῶ­σαι γὰρ ἥκω, Ἀ­δὰμ τὸν πρω­τό­πλα­στον.

Κον­τά­κιον τοῦ Ἁ­γίου. 

Ἧ­χος δ´. Ὁ ὑ­ψω­θεὶς ἐν τῷ Σταυρῷ.

ν ἱ­ε­ρεῦ­σιν ἱ­ε­ρεὺς ἀ­νε­δεί­χθης, τοῦ βα­σι­λέως καὶ Θεοῦ θε­ο­φόρε, τῶν ἀ­σκη­τῶν συ­νό­μι­λος γε­νό­με­νος· ὅ­θεν συ­να­γάλλῃ νῦν, τοῖς χο­ροῖς τῶν Ἀγ­γέ­λων, πά­τερ εὐ­φραι­νό­με­νος, ἐν τοῖς ἐ­που­ρα­νί­οις· Σίλ­βε­στρε Ῥώ­μης ἔν­δοξε ποι­μήν, σῷζε τοὺς πόθῳ, τε­λοῦν­τας τὴν μνή­μην σου.

Με­γα­λυ­νά­ριον. Προ­ε­όρ­τιον.

­δατι ἐκ­πλῦ­ναι τὴν τοῦ Ἀ­δάμ, θέ­λων ἁ­μαρ­τίαν, ὁ ἀ­τρέ­πτως σάρκα λα­βών, ἤδη πρὸς τὰ ῥεῖ­θρα τοῦ Ἰ­ορ­δά­νου ἤ­κει. Αὐτῷ οὖν ὑ­παν­τή­σω­μεν ἐν φαι­δρό­τητι.

Με­γα­λυ­νά­ριον τοῦ Ἁ­γίου.

Τῆς ἱ­ε­ραρ­χίας σου τὴν στο­λὴν, τρό­ποις ἐ­να­ρέ­τοις, καὶ θαυ­μά­των τῇ δω­ρεᾷ, εὐ­κλεῶς ποι­κί­λας, πε­ποι­κιλ­μέ­νος ἔ­βης, Σίλ­βε­στρε Ἱ­ε­ράρχα, πρὸς τὰ οὐ­ρά­νια.

3. ΤοἉ­γίου Προ­φή­του Μα­λα­χίου καὶ τοἉ­γίου Μάρ­τυ­ρος Γορ­δίου.

Ἀ­πο­λυ­τί­κιον τοῦ Προ­φή­του. 

Ἦ­χος πλ. α´. Τὸν συνάναρχον Λόγον.

γ­γε­λώ­νυ­μον κλῆ­σιν πλου­τί­σας ἔν­δοξε, ἀγ­γε­λο­μί­μη­τον βίον ἐ­πο­λι­τεύ­σω ἐν γῆ, Μα­λα­χία Προ­φη­τῶν τὸ ἀ­κρο­θί­νιον· ὅ­θεν Ἀγ­γέ­λους ἐ­σχη­κώς, συλ­λα­λοῦν­τας νο­ε­ρῶς, ἐ­πλή­σθης ἀ­ΰ­λου δό­ξης, καὶ τῶν μελ­λόν­των τὴν γνῶ­σιν, δι­α­τυ­ποῖς πρὸς φω­τι­σμὸν ἡ­μῶν.

 Ἀ­πο­λυ­τί­κιον τοῦ Μάρ­τυ­ρος.

Ἧ­χος δ´. Ταχὺ προ­κα­τά­λαβε.

Τῷ ζήλῳ τῆς πί­στεως, πυρ­πο­λη­θεὶς τὴν ψυ­χήν, αὐ­τό­κλη­τος ὤρ­μη­σας, ἐν τῷ στα­δίῳ σοφέ, καὶ χαί­ρων ἠ­γώ­νι­σαι· ὅ­θεν τοῖς ἐξ αὐ­χέ­νος, ὀ­χε­τοῖς τῶν αἱ­μά­των, ἔ­σβε­σας Ἀ­θλο­φόρε, τῆς κα­κίας τὴν φλόγα· διό σε ὁ Ζω­ο­δό­της, Γόρ­διε ἐ­δό­ξασε.

Κον­τά­κιον τοῦ Προ­φή­του. 

Ἦ­χος γ´. Ἡ Παρ­θέ­νος σή­με­ρον.

Τῆς σο­φίας ἔμ­πλεως, τῆς ὑ­περ­σό­φου καὶ θείας, Μα­λα­χία μέ­γι­στε, σὺ πε­φυ­κὼς ὡς Προ­φή­της, ἄ­νω­θεν, αὐ­τὸν τὸν ὄντα Θεοῦ σο­φίαν, ἔ­δει­ξας, τοῖς πᾶσι κάτω ἀ­να­στρα­φέντα· διὰ τοῦτό σε τι­μῶ­μεν, τε­λοῦν­τες πί­στει τὴν θείαν μνή­μην σου.

Κον­τά­κιον τοῦ Μάρ­τυ­ρος.

Ἦ­χος πλ. δ´. Ὡς ἀ­παρ­χὰς τῆς φύ­σεως.

Οἱ σοὶ ἱ­δρῶ­τες ἔν­δοξε, τὴν πᾶ­σαν γῆν κα­τήρ­δευ­σαν· καὶ τοῖς τι­μί­οις σου αἵ­μασι Γόρ­διε, τὸν κό­σμον ἅ­παντα εὔ­φρα­νας· ταῖς εὐ­χαῖς σου θε­ό­φρον, σῶ­σον πάν­τας τοὺς πί­στει σε ἀ­να­μέλ­πον­τας, καὶ τι­μῶν­τας ἀ­ξίως, πα­νεύ­φημε, ὡς πο­λύ­α­θλον.

Με­γα­λυ­νά­ριον τοῦ Προ­φή­του.

Θείας ἐμ­φα­νείας ἀγ­γε­λι­κῆς, κα­τη­ξι­ω­μέ­νος, ὡς τῷ βίῳ δι­α­πρε­πής, ὤ­φθης προ­ση­μάν­τωρ, τῶν ἱ­ε­ρῶν κρι­μά­των, Προ­φῆ­τα Μα­λα­χία, Ἀγ­γέ­λων σύ­σκηνε.

Με­γα­λυ­νά­ριον τοῦ Μάρ­τυ­ρος.

Ἔ­λι­πες στρα­τείαν τὴν ὑ­λι­κήν, καὶ τῇ οὐ­ρα­νίῳ, πα­νο­πλίᾳ ὀ­χυ­ρω­θείς, τὰς ἀν­τι­κει­μέ­νας, κα­θεῖ­λες πα­ρα­τά­ξεις, ὡς τοῦ Χρι­στοῦ ὁ­πλί­της, ἔν­δοξε Γόρ­διε.

4. Σύ­να­ξις τῶν Ἁ­γίων Ἑ­βδο­μή­κοντα Ἀ­πο­στό­λων καὶ­τοὉ­σίου Πα­τρὸς ἡ­μῶν Θε­ο­κτί­στου τοἐν Κου­κούμῳ τῆς Σι­κε­λίας.

Τῶν  Ἀ­πο­στό­λων. 

Ἦ­χος γ´. Θείας πί­στεως.

Θείας πί­στεως, τῷ ἀμ­φι­βλή­στρῳ, ἐ­ξω­γρή­σατε, ἐ­θνῶν ἀ­γέ­λας, ἑ­βδο­μή­κοντα Κυ­ρίου Ἀ­πό­στο­λοι, πρὸς εὐ­σε­βείας τὴν θείαν ἐ­πί­γνω­σιν, ὡς δε­δε­γμέ­νοι τὴν χά­ριν τοῦ Πνεύ­μα­τος. Μύ­σται ἔν­θεοι, Χρι­στῷ τῷ Θεῷ πρε­σβεύ­σατε, δω­ρή­σα­σθαι ἡ­μῖν τὸ μέγα ἔ­λεος.

 Ἀ­πο­λυ­τί­κιον τοῦ Ὁ­σίου. 

Ἦ­χος γ´. Τὴν ὡ­ραι­ό­τητα.

Κτί­σις βα­σί­λειος, Θεοῦ γε­νό­με­νος, βίον κα­τάλ­λη­λον, τῇ κλή­σει ἔ­σχη­κας, εὐ­α­ρε­στή­σας τῷ Θεῷ, ἐν ἔρ­γοις δι­και­ο­σύ­νης· ὅ­θεν Μο­να­ζόν­των σε, πο­δη­γέ­την ἀ­νέ­δειξε, Χρι­στὸς ὁ φι­λάν­θρω­πος, ὁ δε­χθεὶς τοὺς ἀ­γῶ­νας σου· ὧ πρέ­σβευε ὑ­πὲρ τῶν βο­ών­των σοι· χαί­ροις Θε­ό­κτι­στε θε­ό­φρον.

Κον­τά­κιον τῶν Ἀ­πο­στό­λων.

Ἦ­χος δ´. Ὁ ὑ­ψω­θεὶς ἐν τῷ Σταυρῷ.

Τοὺς Ἑ­βδο­μή­κοντα σο­φοὺς Ἀ­πο­στό­λους, ὡς εὐ­σε­βείας γε­ωρ­γοὺς θε­η­γό­ρους, χαρ­μο­νι­κῶς αἰ­νέ­σω­μεν ᾀ­σμά­των ᾠ­δαῖς· οὗ­τοι γὰρ τῆς πί­στεως, τὸν σω­τή­ριον λό­γον, κό­σμῳ ἐγ­κα­τέ­σπει­ραν, ὡς Χρι­στοῦ οἰ­κο­νό­μοι· καὶ νῦν ἀ­παύ­στως νέ­μου­σιν ἡ­μῖν, τῶν ἐ­πται­σμέ­νων, θε­ό­θεν τὴν ἄ­φε­σιν.

Κον­τά­κιον τοῦ Ὁ­σίου. 

Ἦ­χος δ´. Ἐ­πε­φά­νης σή­με­ρον.

κ Δυ­σμῶν ὡς ἥ­λιος, ἐ­ξα­να­τεί­λας, μυ­στι­κῶς κα­τηύ­γα­σας, τὴν Ἐκ­κλη­σίαν τοῦ Χρι­στοῦ, ἀ­σκη­τι­καῖς σου φαι­δρό­τησι, Πά­τερ παμ­μά­καρ, Θε­ό­κτι­στε Ὅ­σιε.

Με­γα­λυ­νά­ριον τῶν Ἀ­πο­στό­λων.

­βδο­μη­κον­τά­ρι­θμος καὶ σε­πτός, δῆ­μος Ἀ­πο­στό­λων, τὸν τῆς πί­στεως θη­σαυ­ρόν, τοῖς ἐν ἀ­πι­στίᾳ, δι­έ­δω­καν πλου­σίως· ὑ­μνή­σω­μεν τὴν τού­των, θείαν συ­νέ­λευ­σιν.

Με­γα­λυ­νά­ριον τοῦ Ὁ­σίου.

Φοί­νιξ ἐ­να­ρέ­του ὤ­φθης ζωῆς, θάλ­λων δι­ε­ξό­δοις, σῶν ἱ­δρώ­των τῶν εὐ­α­γῶν· ὅ­θεν δι­α­τρέ­φεις, καρ­ποῖς σου ἀ­θα­νά­τοις, ἡ­μῶν τὰς δι­α­νοίας, Πά­τερ Θε­ό­κτι­στε.

5. Τῶν Ἁ­γίων Μαρ­τύ­ρων Θε­ο­πέμ­πτου καὶ Θε­ωνᾶ καὶ­ τῆς Ὁ­σίας Μη­τρὸς ἡ­μῶν Συγ­κλη­τι­κῆς.

Ἀ­πο­λυ­τί­κιον Προ­ε­όρ­τιον.
Ἦ­χος δ´. Κα­τε­πλάγη Ἰ­ω­σήφ.

­πε­στρέ­φετο ποτέ, ὁ Ἰ­ορ­δά­νης πο­τα­μός, τῇ μη­λωτῇ Ἐ­λισ­σαιέ, ἀ­να­λη­φθέν­τος Ἠ­λιού, καὶ δι­ῃ­ρεῖτο τὰ ὕ­δατα ἔν­θεν καὶ ἔν­θεν· καὶ γέ­γο­νεν αὐτῷ, ξηρὰ ὁ­δὸς ἡ ὑ­γρά, εἰς τύ­πον ἀ­λη­θῶς τοῦ Βα­πτί­σμα­τος, δι᾿ οὗ ἡ­μεῖς τὴν ῥέ­ου­σαν τοῦ βίου, δι­α­πε­ρῶ­μεν δι­ά­βα­σιν. Χρι­στὸς ἐ­φάνη ἐν Ἰ­ορ­δάνῃ, ἁ­γι­ά­σαι τὰ ὕ­δατα.

 Ἀ­πο­λυ­τί­κιον τῶν Μαρ­τύ­ρων.

Ἦ­χος δ´. Ὁ ὑ­ψω­θεὶς ἐν τῷ Σταυρῷ.

­ε­ρω­σύ­νης τῇ στολῇ δι­α­πρέ­πων, ἀ­θλη­τι­κῶς τὸν δυ­σμενῆ ἐν­τρο­πώσω, ὡς Ἱ­ε­ράρ­χης ἔν­θεος Θε­ό­πεμ­πτε· ὅ­θεν πρὸς ἐ­πί­γνω­σιν ἀ­λη­θείας προ­σά­γεις, Θε­ω­νᾶν τὸν ἔν­δο­ξον, προ­σελ­θόντα Κυ­ρίῳ· μεθ᾿ οὗ δυ­σώ­πει πάν­τοτε σοφέ, ὑ­πὲρ τῶν πί­στει, τι­μών­των τοὺς ἄ­θλους σου.

Ἀ­πο­λυ­τί­κιον τῆς Ὁ­σίας.

Ἦ­χος δ´. Ταχὺ προ­κα­τά­λαβε.

Σο­φίᾳ καὶ χά­ριτι κε­κο­σμη­μένη σε­μνή, ἀ­κλό­νη­τος ἔ­μει­νας ὡς ὁ Ἰὼβ ὁ κλει­νός, ἐχθροῦ ἐ­πι­θέ­σε­σιν· ὅ­θεν Συγ­κλη­τική σε, ἡ οὐ­ρά­νιος δόξα, δέ­δε­κται μετὰ τέ­λος ὡς παρ­θέ­νον φρο­νί­μην· ἐν ᾗ τῶν με­μνη­μέ­νων σου ἀεὶ μνη­μό­νευε.

Κον­τά­κιον Προ­ε­όρ­τιον. 

Ἦ­χος δ´. Ἐ­πε­φά­νης σή­με­ρον.

ν τοῖς ῥεί­θροις σή­με­ρον, τοῦ Ἰ­ορ­δά­νου, γε­γο­νὼς ὁ Κύ­ριος, τῷ Ἰ­ω­άννῃ ἐκ­βοᾷ· Μὴ δει­λι­ά­σῃς βα­πτί­σαι με· σῶ­σαι γὰρ ἥκω, Ἀ­δὰμ τὸν πρω­τό­πλα­στον.

Κον­τά­κιον τῶν Μαρ­τύ­ρων. 

Ἦ­χος β´. Τοὺς ἀ­σφα­λεῖς.

ς ἱ­ε­ρεύς, τῶν ἀ­ποῤῥή­των ὅ­σιος, καὶ λει­τουρ­γός, θε­ο­ει­δὴς τῆς χά­ρι­τος, μαρ­τυ­ρίου τοῖς πα­λαί­σμασι, μυ­στα­γω­γεῖς πρὸς πί­στιν ἔν­θεον, Θε­ό­πεμ­πτε τὸν Θε­ω­νᾶν τὸν ἔν­δο­ξον, μεθ᾽ οὗ ἐν τῷ στα­δίῳ ἀ­νε­κραύ­γα­ζες· Χρι­στὸς τῶν Μαρ­τύ­ρων τὸ ἑ­δραί­ωμα.

Κον­τά­κιον τῆς Ὁ­σίας. 

Ἦ­χος γ´. Ἡ Παρ­θέ­νος σή­με­ρον.

­ρε­τῶν ἐ­κλάμ­ψασα, ταῖς οὐ­ρα­νί­αις ἀ­κτῖ­σιν, ὡς λαμ­πὰς ἀ­εί­φω­τος, Συγ­κλη­τικὴ θε­ο­φόρε, ἤμ­βλυ­νας, τοῦ πα­λα­μναίου ἐ­χθροῦ τὰ κέν­τρα, ἴ­θυ­νας πρὸς τὸν νυμ­φῶνα τῆς ἄνω δό­ξης, δῆ­μον ἅ­γιον παρ­θέ­νων, μεθ᾽ ὧν δυ­σώ­πει, ἐ­λε­η­θῆ­ναι ἡ­μᾶς.

Με­γα­λυ­νά­ριον Προ­ε­όρ­τιον.

Τέρ­που Ἰ­ορ­δά­νης ὁ πο­τα­μός· ἐπὶ σοὶ γὰρ ἦλθε βα­πτι­σθῆ­ναι ὁ Λυ­τρω­τής· δέ­χου Ἰ­ω­άννη, ὁ φί­λος τὸν Νυμ­φίον, τὸν Πνεύ­ματι Ἁ­γίῳ, κό­σμον κα­θαί­ροντα.

Με­γα­λυ­νά­ριον τῶν Μαρ­τύ­ρων.

Αἴ­γλῃ δι­α­λάμ­πων ἀ­θλη­τικῇ, Θε­ό­πεμ­πτε μά­καρ, κα­τε­φώ­τι­σας πρὸς ζωήν, Θε­ω­νᾶν τὸν θεῖον, θαυ­μά­των ἐ­νερ­γείᾳ, μεθ᾽ οὗ καὶ συ­να­θλή­σας, ἡ­μῶν μνη­μό­νευε.

Με­γα­λυ­νά­ριον τῆς Ὁ­σίας.

Χαί­ροις τῶν παρ­θέ­νων ἡ καλ­λονή, καὶ Ἰὼβ τοῦ θείου, ἐ­κμα­γεῖον ἐν πει­ρα­σμοῖς· χαί­ροις οὐ­ρα­νίου, συγ­κλή­του κλη­ρο­νόμε, Συγ­κλη­τικὴ θε­ό­φρον, Πνεύ­μα­τος ὄρ­γα­νον.

 

6. ΤἍ­για Θε­ο­φά­νεια τοῦ Κυ­ρίου καὶ Θεοῦ καὶ Σω­τῆ­ρος ἡ­μῶν ἡ­μῶν Ἰ­η­σοῦ Χρι­στοῦ.

Ἀργία καὶ κα­τά­λυ­σις εἰς πάντα.

Ἀ­πο­λυ­τί­κιον. Ἦ­χος α´.

ν Ἰ­ορ­δάνῃ βα­πτι­ζο­μέ­νου σου Κύ­ριε, ἡ τῆς Τρι­ά­δος ἐ­φα­νε­ρώθη προ­σκύ­νη­σις· τοῦ γὰρ Γεν­νή­το­ρος ἡ φωνὴ προ­σε­μαρ­τύ­ρει σοι, ἀ­γα­πη­τόν σε Υἱὸν ὀ­νο­μά­ζουσα· καὶ τὸ Πνεῦμα ἐν εἴ­δει πε­ρι­στε­ρᾶς, ἐ­βε­βαίου τοῦ λό­γου τὸ ἀ­σφα­λές. Ὁ ἐ­πι­φα­νεὶς Χρι­στὲ ὁ Θεός, καὶ τὸν κό­σμον φω­τί­σας δόξα σοι.

Κον­τά­κιον. 

Ἦ­χος δ´. Αὐ­τό­με­λον.

Ἐ­πε­φά­νης σή­με­ρον, τῇ οἰ­κου­μένῃ, καὶ τὸ φῶς σου Κύ­ριε, ἐ­ση­μει­ώθη ἐφ᾿ ἡ­μᾶς, ἐν ἐ­πι­γνώ­σει ὑ­μνοῦν­τάς σε. Ἦλ­θες, ἐ­φά­νης τὸ Φῶς τὸ ἀ­πρό­σι­τον.

Με­γα­λυ­νά­ριον.

­φε­σιν πη­γά­ζων τοῖς ἐξ Ἀ­δάμ, ὁ τῆς ἀ­φθαρ­σίας, ἀ­νε­ξάν­τλη­τος πο­τα­μός, ἐν τῷ Ἰ­ορ­δάνῃ, βα­πτί­ζε­ται θε­λή­σει· ἀν­τλή­σω­μεν οὖν πάν­τες ὕ­δωρ σω­τή­ριον.

7. Ἡ Σύ­να­ξις τοῦ τι­μίου ἐν­δό­ξου Προ­φή­του Προ­δρό­μου καὶ Βα­πτι­στοἸ­ω­άν­νου.

Ἀργία καὶ κα­τά­λυ­σις ἰχθύος.

Ἀ­πο­λυ­τί­κιον τοῦ Ἁ­γίου. Ἦ­χος β´.

Μνήμη δι­καίου μετ᾿ ἐγ­κω­μίων· σοὶ δὲ ἀρ­κέ­σει ἡ μαρ­τυ­ρία τοῦ Κυ­ρίου Πρό­δρομε· ἀ­νε­δεί­χθης γὰρ ὄν­τως καὶ προ­φη­τῶν σε­βα­σμι­ώ­τε­ρος· ὅτι καὶ ἐν ῥεί­θροις βα­πτί­σαι κα­τη­ξι­ώ­θης τὸν κη­ρυτ­τό­με­νον. Ὅ­θεν τῆς ἀ­λη­θείας ὑ­πε­ρα­θλή­σας, χαί­ρων εὐ­ηγ­γε­λίσω, καὶ τοῖς ἐν ᾍδῃ, Θεὸν φα­νε­ρω­θέντα ἐν σαρκί, τὸν αἴ­ροντα τὴν ἁ­μαρ­τίαν τοῦ κό­σμου, καὶ πα­ρέ­χοντα ἡ­μῖν τὸ μέγα ἔ­λεος.

Κον­τά­κιον. 

Ἦ­χος πλ. β´. Αὐ­τό­με­λον.

Τὴν σω­μα­τι­κήν σου πα­ρου­σίαν δε­δοι­κὼς ὁ Ἰ­ορ­δά­νης, τρόμῳ ὑ­πε­στρέ­φετο· τὴν πνευ­μα­τι­κὴν δὲ λει­τουρ­γίαν ἐκ­πλη­ρῶν ὁ Ἰ­ω­άν­νης, φόβῳ ὑ­πε­στέλ­λετο· τῶν Ἀγ­γέ­λων αἱ τά­ξεις ἐ­ξε­πλήτ­τοντο, ὁ­ρῶ­σαί σε ἐν ῥεί­θροις σαρκὶ βα­πτι­ζό­με­νον· καὶ πάν­τες οἱ ἐν τῷ σκό­τει κα­τηυ­γά­ζοντο, ἀ­νυ­μνοῦν­τές σε τὸν φα­νέντα, καὶ φω­τί­σαντα τὰ πάντα.

Με­γα­λυ­νά­ριον.

Χειρί σου βα­πτί­σας ὦ Βα­πτι­στά, τὸν διὰ θα­λάσ­σης, ἀ­γα­γόντα τὸν Ἰσ­ραήλ, Προ­φη­τῶν ἁ­πάν­των, ὑ­πέρ­τε­ρος ἐ­δεί­χθης· διὸ ἀ­νευ­φη­μοῦ­μεν τὴν θείαν χά­ριν σου.

8. ΤοὉ­σίου Πα­τρὸς ἡ­μῶν Γε­ωρ­γίου τοῦ Χο­ζε­βί­του καὶ­τῆς Ὁ­σίας Μη­τρὸς ἡ­μῶν Δο­μνί­κης.

 Ἀ­πο­λυ­τί­κιον τοῦ Ὁ­σίου.

Ἦ­χος πλ. α´. Τὸν συ­νά­ναρ­χον λό­γον.

Γε­ωρ­γή­σας τὸν λό­γον Πά­τερ τῆς χά­ρι­τος, δι­και­ο­σύ­νης ἐ­δρέψω καρ­πο­φο­ρίαν λαμ­πράν, ὡς τὴν ἔν­θεον ζωὴν αἱ­ρε­τι­σά­με­νος· ὅ­θεν τῆς δό­ξης κοι­νω­νός, ἀ­νε­δεί­χθης τοῦ Χρι­στοῦ, Γε­ώρ­γιε θε­ο­φόρε· ὧ καὶ πρε­σβεύ­εις ἀ­παύ­στως, ἐ­λε­η­θῆ­ναι τὰς ψυ­χὰς ἡ­μῶν.

 Ἀ­πο­λυ­τί­κιον τῆς Ὁ­σίας.

Ἧ­χος δ´. Ταχὺ προ­κα­τά­λαβε.

­γάπῃ τῇ κρείτ­τονι, κα­ταυ­γα­σθεῖσα τὸν νοῦν, ἀ­σκή­σει ἐ­ξ­έλαμ­ψας, ὥ­σπερ λαμ­πὰς φα­εινή, Δο­μνίκα πα­νεύ­φημε· ὅ­θεν Μο­να­ζου­σῶν σε ὁ­δη­γὸν φω­το­φό­ρον, ἔ­δει­ξεν ὁ Δε­σπό­της διὰ βίου καὶ λό­γου· ὧ πρέ­σβευε θε­ο­φόρε, σῴ­ζε­σθαι ἅ­παν­τας.

Κον­τά­κιον τοῦ Ὁ­σίου. 

Ἦ­χος πλ. δ´. Τῇ ὑ­περ­μάχῳ.

ς γε­ωρ­γὸν τῶν νο­η­τῶν φυ­τῶν πα­νά­ρι­στον, καὶ τῶν Ἀγ­γέ­λων μι­μη­τὴν καὶ ἰ­σο­στά­σιον, ἀ­νυ­μνοῦ­μέν σε οἱ παῖ­δές σου θε­ο­φόρε· ἀλλ᾽ ὡς ἔ­χων παῤῥη­σίαν πρὸς τὸν Κύ­ριον, ἀπὸ πά­σης ἀ­πο­λύ­τρω­σαι κα­κώ­σεως· τοὺς βο­ῶν­τάς σοι, χαί­ροις Πά­τερ Γε­ώρ­γιε.

Κον­τά­κιον τῆς Ὁ­σίας. 

Ἦ­χος α´. Χο­ρὸς Ἀγ­γε­λι­κός.

Χο­ρείαν εὐ­κλεῆ, σε­μνο­τά­των παρ­θέ­νων, δι᾽ ἔρ­γων ἱ­ε­ρῶν, καὶ σο­φῶν δι­δα­γμά­των, ἐν­θέως ὡ­δή­γη­σας, πρὸς πα­στάδα ἀ­κή­ρα­τον, ἔνθα πέ­φυκε, ζωῆς τὸ ξύ­λον Δο­μνίκα· δι᾽ οὗ ζώ­ω­σον, τὴν νε­κρω­θεῖ­σαν ψυ­χήν μου, Ὁ­σία θε­ό­λη­πτε.

Με­γα­λυ­νά­ριον τοῦ Ὁ­σίου.

Τὸν Σταυ­ρὸν ὡς ἄ­ρο­τρον ἐ­σχη­κώς, σε­αυ­τὸν ὁ­σίως, ἐ­γε­ώρ­γη­σας τῷ Θεῷ, ὅ­θεν τὴν ψυ­χήν μου, Γε­ώρ­γιε παμ­μά­καρ, ἠ­θῶν τῇ γε­ωρ­γίᾳ, ἤδη νε­ούρ­γη­σον.

Με­γα­λυ­νά­ριον τῆς Ὁ­σίας.

Χαί­ροις ὦ Δο­μνίκα πα­νευ­κλεής· σὺ γὰρ τὸν Δε­σπό­την, ἀ­γα­πή­σασα ἐκ ψυ­χῆς, ἴ­χνεσι τοῖς τού­του, ὥ­σπερ ἀ­μνὰς τι­μία, ἀ­μέμ­πτως ἐ­πο­ρεύ­θης· διὸ δε­δό­ξα­σαι.

9. ΤοἉ­γίου Μάρ­τυ­ρος Πο­λυ­εύ­κτου.

Ἀ­πο­λυ­τί­κιον.

Ἦ­χος α´. Τῆς ἐ­ρή­μου πο­λί­της.

Μυ­η­θεὶς οὐ­ρα­νό­θεν εὐ­σε­βείας τὴν ἔλ­λαμ­ψιν, ὤ­φθης στρα­τι­ώ­της γεν­ναῖος, τοῦ Σω­τῆ­ρος Πο­λύ­ευ­κτε· καὶ ξί­φει ἐ­κτμη­θεὶς τὴν κε­φα­λήν, μαρ­τύ­ρων ἠ­ρι­θμή­θης τοῖς χο­ροῖς, μεθ᾿ ὧν πρέ­σβευε θε­ό­φρον διὰ παν­τός, ὑ­πὲρ τῶν ἐκ­βο­ών­των σοι· δόξα τῷ δε­δω­κότι σοι ἰ­σχύν, δόξα τῷ σὲ στε­φα­νώ­σαντι, δόξα τῷ δω­ρου­μένῳ διὰ σοῦ, πᾶσι τὰ κρείτ­τονα.

Κον­τά­κιον. 

Ἦ­χος δ´. Ἐ­πε­φά­νης σή­με­ρον.

Τοῦ Σω­τῆ­ρος κλί­ναν­τος, ἐν Ἰ­ορ­δάνῃ, κε­φα­λὴν ἐ­θλά­σθη­σαν, αἱ τῶν δρα­κόν­των κε­φα­λαί· τοῦ Πο­λυ­εύ­κτου ἡ κάρα δέ, ἀ­πο­τμη­θεῖσα, τὸν δό­λιον ᾔ­σχυνε.

Με­γα­λυ­νά­ριον.

Πο­λύ­ευ­κτον χά­ριν ἐ­πι­πο­θῶν, πο­λύ­ευ­κτον πί­στιν, προ­σε­λά­βου ὡς νου­νε­χής· ὅ­θεν πο­λυ­εύ­κτου, τρυ­φῆς κα­τη­ξι­ώ­θης, Πο­λύ­­ευ­κτε τρι­σμά­καρ, ἀ­θλή­σας ἄ­ρι­στα.

10. Τῶν ἐν Ἁ­γί­οις Πα­τέ­ρων ἡ­μῶν Γρη­γο­ρίου Ἐ­πι­σκό­που Νύσ­σης καὶ Δο­με­τι­α­νοἘ­πι­σκό­που Με­λι­τι­νῆς.

Ἀ­πο­λυ­τί­κιον Γρη­γο­ρίου Νύσ­σης. 

Ἦ­χος γ´. Θείας πί­στεως.

Θείαν γρή­γορ­σιν, ἐν­δε­δει­γμέ­νος, στόμα σύν­το­νον, τῆς εὐ­σε­βείας, ἀ­νε­δεί­χθης Ἱ­ε­ράρχα Γρη­γό­ριε· τῇ γὰρ σο­φίᾳ τῶν θείων δο­γμά­των σου, τῆς Ἐκ­κλη­σίας εὐ­φραί­νεις τὸ πλή­ρωμα. Πά­τερ Ὅ­σιε, Χρι­στὸν τὸν Θεὸν ἱ­κέ­τευε, δω­ρή­σα­σθαι ἡ­μῖν τὸ μέγα ἔ­λεος.

Ἀ­πο­λυ­τί­κιον Δο­με­τι­α­νοῦ Με­λι­τη­νῆς.
Ἦ­χος δ´. Ὁ ὑ­ψω­θεὶς ἐν τῷ Σταυρῷ.

ς κα­θα­ρὸς καὶ φω­τι­σμοῦ θείου πλή­ρης, τὴν τοῦ ποι­μαί­νειν ἐ­πι­στεύ­θης φρον­τίδα, τοὺς ἄρ­νας Πά­τερ ὅ­σιε Χρι­στοῦ τοῦ Θεοῦ· ὅ­θεν δι᾿ ἀ­σκή­σεως, καὶ ποι­κί­λων θαυ­μά­των, τῆς ἱ­ε­ραρ­χίας σου, τὴν χλα­μύδα κο­σμή­σας, τῆς Ἐκ­κλη­σίας Δο­με­τι­ανέ, ὤ­φθης κο­σμή­τωρ, αὐ­τῆς προ­ϊ­στά­με­νος.

Κον­τά­κιον Γρη­γο­ρίου Νύσ­σης.
Ἦ­χος β´. Τὴν ἐν πρε­σβεί­αις.

Τῆς Ἐκ­κλη­σίας ὁ ἔν­θεος ἱ­ε­ράρ­χης, καὶ τῆς σο­φίας σε­βά­σμιος ὑ­μνο­γρά­φος, Νύσ­σης ὁ γρή­γο­ρος νοῦς Γρη­γό­ριος, σὺν Ἀγ­γέ­λοις χο­ρεύων, καὶ ἐν­τρυ­φῶν τῷ θείῳ φωτί, πρε­σβεύει ἀ­παύ­στως ὑ­πὲρ πάν­των ἡ­μῶν.

Κον­τά­κιον Δο­με­τι­α­νοῦ Με­λι­τη­νῆς.
Ἦ­χος γ´. Ἡ Παρ­θέ­νος σή­με­ρον.

Τοῦ Ἁ­γίου Πνεύ­μα­τος, γε­γε­νη­μέ­νος δο­χεῖον, ἐν τῷ ὕ­ψει ἔ­λαμ­ψας, τῆς τοῦ Χρι­στοῦ Ἐκ­κλη­σίας· χά­ριτι ἱ­ε­ρω­σύ­νης γὰρ δι­α­πρέ­πων, ἅ­πα­σιν, δι᾽ ἀ­ρε­τὴν αἰ­δέ­σι­μος ὤ­φθης, Δο­με­τι­ανὲ τρι­σμά­καρ, Ἀρ­χι­ε­ρέων τὸ ἐγ­καλ­λώ­πι­σμα.

Με­γα­λυ­νά­ριον τοῦ Ἁ­γίου Γρη­γο­ρίου.

Χαί­ροις τῆς σο­φίας ὁ θη­σαυ­ρός, καὶ τῆς Ἐκ­κλη­σίας, θε­οῤῥή­μων ὑ­φη­γη­τής· χαί­ροις θε­ο­φθόγ­γων, δο­γμά­των ἡ κι­θάρα, Γρη­γό­ριε παμ­μά­καρ, Νύσ­σης ὁ πρό­ε­δρος.

Με­γα­λυ­νά­ριον τοῦ Ἁ­γίου Δο­με­τι­α­νοῦ.

Ἔ­λαμ­ψας ὡς ἄ­στρον πε­ρι­φα­νές, ταῖς τῶν πα­νολ­βίων, ἀ­ρε­τῶν σου μαρ­μα­ρυ­γαῖς, καὶ τὴν Ἐκ­κλη­σίαν, ἀ­ει­φα­νῶς πυρ­σεύ­εις, ὦ Δο­με­τι­ανέ σε, ἀεὶ γε­ραί­ρου­σαν.

11. ΤοὉ­σίου Πα­τρὸς ἡ­μῶν Θε­ο­δο­σίου τοῦ Κοι­νο­βι­άρ­χου.

Κατάλυσις οἴνου καἐλαίου.

Ἀ­πο­λυ­τί­κιον.

Ἦ­χος πλ. α´. Τὸν συ­νά­ναρ­χον Λό­γον.

­ρε­ταῖς θε­οσ­δό­τοις ἐ­κλάμ­ψας ὅ­σιε, Μο­να­στι­κῆς πο­λι­τείας ὤ­φθης λαμ­πρὸς χα­ρα­κτήρ, καὶ φω­στὴρ θε­ο­ει­δὴς Πά­τερ καὶ ἔ­ξαρ­χος, Θε­ο­δό­σιε σοφέ, τῶν Ἀγ­γέ­λων μι­μητά, θε­ρά­πων ὁ τῆς Τρι­ά­δος· ἣν ἐκ­δυ­σώ­πει ἀ­παύ­στως, ἐ­λε­η­θῆ­ναι τὰς ψυ­χὰς ἡ­μῶν.

Κον­τά­κιον τοῦ Ὁ­σίου. 

Ἦ­χος πλ. δ´. Τῇ ὑ­περ­μάχῳ.

Πε­φυ­τευ­μέ­νος ἐν αὐ­λαῖς ταῖς τοῦ Κυ­ρίου σου, τὰς φα­νο­τά­τας ἀ­ρε­τὰς τερ­πνῶς ἐ­ξήν­θη­σας, καὶ ἐ­πλή­θυ­νας τὰ τέ­κνα σου ἐν ἐ­ρήμῳ, τῶν δα­κρύων σου τοῖς ὄμ­βροις ἀρ­δευ­ό­μενα, ἀ­γε­λάρχα τῶν Θεοῦ θείων ἐ­παύ­λεων· ὅ­θεν κρά­ζο­μεν· χαί­ροις Πά­τερ Θε­ο­δό­σιε.

Με­γα­λυ­νά­ριον τοῦ Ὁ­σίου.

Δό­σιν θε­ο­δώ­ρη­τον εἰ­λη­φώς, δό­σε­σιν ὁ­σί­αις, τὰς χο­ρείας τῶν μο­να­στῶν, ἱ­ε­ρῶς ῥυ­θμί­σας, δο­τοὺς Θεῷ προ­σῆ­ξας, τοὺς σοὶ ἐ­φε­πο­μέ­νους, ὦ Θε­ο­δό­σιε.

12. Τῆς Ἁ­γίας Μάρ­τυ­ρος Τα­τι­α­νῆς.

 Ἀ­πο­λυ­τί­κιον. 

Ἦ­χος δ´. Ταχὺ προ­κα­τά­λαβε.

Ἰ­σχύϊ τῆς πί­στεως, κρα­ται­ω­θεῖσα σε­μνή, νο­μί­μως ἐ­νή­θλη­σας, ὑ­πὲρ Χρι­στοῦ τοῦ Θεοῦ, Τα­τι­ανὴ ἔν­δοξε· πά­σας γὰρ τὰς ἰ­δέας, τῶν δει­νῶν ἐ­νεγ­κοῦσα, ᾔ­σχυ­νας τὸν Βε­λίαρ, τῇ ἀ­τρέ­πτῳ σου στά­σει· ἐξ οὗ τῆς κα­κο­τρο­πίας πάν­τας ἀ­πάλ­λα­ξον.

Κον­τά­κιον. 

Ἦ­χος β´. Τὰ ἄνω ζη­τῶν.

Παρ­θέ­νος σε­μνὴ καὶ Μάρ­τυς ἀ­πε­ρί­τρε­πτος, ἐ­δεί­χθης σα­φῶς, Τα­τι­ανὴ θε­ό­νυμφε· Χρι­στὸν γὰρ πο­θή­σασα, δι᾽ ἀ­γώ­νων τοῦ­τον ἐ­δό­ξα­σας· ὅν δυ­σώ­πει ῥῦ­σαι ἡ­μᾶς, πα­θῶν ἀ­δο­ξίας, καὶ παν­τοίων δει­νῶν.

Με­γα­λυ­νά­ριον.

Ἱ­ε­ρῶν αἱ­μά­των σου ταῖς βα­φαῖς, βά­ψασα χι­τῶνα, ἀ­φθαρ­σίας πορ­φυ­ραυγῆ, ᾧ καὶ στο­λι­σθεῖσα, Τα­τι­ανὴ θε­ό­φρον, πρὸς φῶς ἀ­θα­να­σίας, χαί­ρουσα ἔ­δρα­μες.

13. Τῶν Ἁ­γίων Μαρ­τύ­ρων Ἑρ­μύ­λου καὶ Στρα­το­νί­κου.
Συμ­ψάλ­λε­ται σή­με­ρον καὶ τῶν Ὁ­σίων Πα­τέ­ρων ἡ Ἀ­κο­λου­θία διὰ τὴν τῆς ἑ­ορ­τῆς ἀ­πό­δοσιν ἐπὶ τὴν αὔ­ριον.

 Ἀ­πο­λυ­τί­κιον τῶν Μαρ­τύ­ρων.

Ἦ­χος γ´. Θείας πί­στεως.

Δυὰς ἔν­θεος, ὁ­μο­λο­γοῦν­τες, τὴν Ὑ­πέρ­θεον, πι­στῶς Τρι­άδα, ἀ­νε­δεί­χθητε πα­νεύ­φη­μοι Μάρ­τυ­ρες, ὁ εὐ­κλεὴς καὶ ἀ­ήτ­τη­τος Ἔρ­μυ­λος καὶ ὁ στεῤ­ῥὸς καὶ θε­ό­φρων Στρα­τό­νι­κος· Ἀλλ᾿ ὡς σύμ­μορ­φοι, ἐν δόξῃ τῇ ὑ­πὲρ ἔν­νοιαν, αἰ­τή­σα­σθε ἡ­μῖν τὸ μέγα ἔ­λεος.

 Ἀ­πο­λυ­τί­κιον τῶν Ὁ­σι­ο­μαρ­τύ­ρων.

Ἦ­χος δ´. Ὁ ὑ­ψω­θεὶς ἐν τῷ Σταυρῷ.

ς ἁ­γι­ό­λε­κτος τοῦ Λό­γου χο­ρεία, ἐν τῷ Σινᾷ καὶ Ῥα­ϊθῷ οἱ Ἀβ­βά­δες, ἀγ­γε­λι­κῶς ἠ­ρί­στευ­σαν ἀ­γῶ­σιν ἱ­ε­ροῖς· ἱ­δρῶσι γὰρ ἀ­σκή­σεως τῶν αἱ­μά­των τοὺς ὄμ­βρους, μυ­στι­κῶς κε­ρά­σαν­τες, χα­ρι­σμά­των κρα­τῆρα, πνευ­μα­τι­κῶς προ­τί­θεν­ται ἡ­μῖν, ἐξ οὗ τρυ­φῶν­τες αὐ­τοὺς μα­κα­ρί­σω­μεν.

Κον­τά­κιον τῶν Μαρ­τύ­ρων. 

Ἦ­χος α´. Χο­ρὸς Ἀγ­γε­λι­κός.

­γώ­νων τῷ βυθῷ, τὸν ἐ­χθρὸν τὸν δι­ώ­κτην, πον­τί­σαν­τες στεῤῥῶς, Ἀ­θλο­φό­ροι γεν­ναῖοι, τὸ τέ­λος ἐ­δέ­ξα­σθε, πο­τα­μί­οις ἐν ῥεύ­μασι, καὶ ἰ­θύν­θητε, πρὸς ἀ­φθαρ­σίας τὸ ὕ­δωρ, θεῖε Ἕρ­μυλε, σὺν τῷ κλεινῷ Στρα­το­νίκῷ, Χρι­στὸν με­γα­λύ­νον­τες.

Κον­τά­κιον τῶν Ὁ­σι­ο­μαρ­τύ­ρων. 

Ἦ­χος α´. Τὰ ἄνω ζη­τῶν.

κ τῆς κο­σμι­κῆς συγ­χύ­σεως ἐ­φύ­γετε, καὶ πρὸς γα­λη­νήν κα­τά­στα­σιν με­τέ­στητε, μαρ­τυ­ρίου αἵ­μασι, καὶ ἀ­σκή­σεως πό­νοις στε­φό­με­νοι· ὅ­θεν καὶ ἀ­νε­δεί­χθητε, μαρ­τύ­ρων καὶ Ὁ­σίων ὁ­μό­σκη­νοι.

Με­γα­λυ­νά­ριον τῶν Μαρ­τύ­ρων.

Γνώμῃ ὁ­μο­ψύχῳ καὶ στα­θηρᾷ, Ἕρ­μυ­λος ὁ θεῖος, καὶ Στρα­τό­νι­κος ὁ κλει­νός, τοῦ Χρι­στοῦ τὸ πά­θος, δο­ξά­σαν­τες δι᾽ ἄ­θλων, τῆς ἀ­ει­ζώου δό­ξης κα­τη­ξι­ώ­θη­σαν.

Με­γα­λυ­νά­ριον τῶν Ὁ­σι­ο­μαρ­τύ­ρων..

Χαί­ροις πα­νο­σία πα­ρεμ­βολή, Ῥα­ϊθῶ πο­λῖ­ται, καὶ Σι­ναίου οἱ οἰ­κι­σταί· χαί­ρετε οἱ πό­νοις, ἀ­θλη­τι­κοῖς στε­φθέν­τες, βαρ­βα­ρι­κῆς μα­νίας, θύ­ματα ἄ­μωμα.

14. Τῶν Ὁ­σίων Πα­τέ­ρων ἡ­μῶν, τῶν ἐν Σινᾷ καῥα­ϊθἀ­ναι­ρε­θέν­των.

Ἐν ταύτῃ τῇ ἡ­μέρα ἀ­πο­δί­δο­ται ἡ τῶν Θε­ο­φα­νείων ἑ­ορτή.

15. Τῶν Ὁ­σίων καὶ θε­ο­φό­ρων Πα­τέ­ρων ἡ­μῶν Παύ­λου τοῦ Θη­βαίου καἸ­ω­άν­νου τοῦ Κα­λυ­βί­του.

 Ἀ­πο­λυ­τί­κιον τοῦ Ὁ­σίου Παύ­λου.

Ἦ­χος γ´. Θείας πί­στεως.

Θείου Πνεύ­μα­τος, τῇ ἐ­πι­νεύ­σει, πρῶ­τος ᾤ­κη­σας, ἐν τῇ ἐ­ρήμῳ, Ἠ­λιοὺ τὸν ζη­λω­τὴν μι­μη­σά­με­νος· καὶ δι᾿ ὀρ­νέου τρα­φεὶς ὡς ἰ­σάγ­γε­λος, ὑπ᾿ Ἀν­τω­νίου τῷ κό­σμῳ ἐ­γνώ­ρι­σαι. Παῦλε Ὅ­σιε, Χρι­στὸν τὸν Θεὸν ἱ­κέ­τευε, δω­ρή­σα­σθαι ἡ­μῖν τὸ μέγα ἔ­λεος.

Ἀ­πο­λυ­τί­κιον τοῦ ὁ­σίου Ἰ­ω­άν­νου.

Ἦ­χος δ´. Ταχὺ προ­κα­τά­λαβε.

κ βρέ­φους τὸν Κύ­ριον, ἐ­πι­πο­θή­σας θερ­μῶς, τὸν κό­σμον κα­τέ­λι­πες, καὶ τὰ ἐν κό­σμῳ τερ­πνά, καὶ ἤ­σκη­σας ἄ­ρι­στα· ἔ­πη­ξας τὴν κα­λύ­βην, πρὸ πυ­λῶν σῶν γο­νέων· ἔ­θραυ­σας τῶν δαι­μό­νων, τὰς ἐ­νέ­δρας Παμ­μά­καρ· διό σε Ἰ­ω­άννη Χρι­στός, ἀ­ξίως ἐ­δό­ξα­σεν.

Κον­τά­κιον τοῦ Ὁ­σίου Παύ­λου.

Ἦ­χος δ´. Ἐ­πε­φά­νης σή­με­ρον.

Τὸν φω­στῆρα ἅ­παν­τες, τὸν ἐν τῷ ὕ­ψει, ἀ­ρε­τῶν ἐ­κλά­ψαντα, ἀ­νευ­φη­μή­σω­μεν πι­στοί, Παῦ­λον τὸν θεῖον κραυ­γά­ζον­τες· Σὺ τῶν ὁ­σίων, Χρι­στὲ ἀ­γαλ­λί­αμα.

Κον­τά­κιον τοῦ Ὁ­σίου Ἰ­ω­άν­νου. 

Ἦ­χος β´. Τὰ ἄνω ζη­τῶν.

Πο­θή­σας σοφέ, πτω­χείαν χρι­στο­μί­μη­τον, γο­νέων τῶν σῶν, τὸν πλοῦ­τον ἐγ­κα­τέ­λι­πες· καὶ τὸ Εὐ­αγ­γέ­λιον ἐν χερσί σου κρα­τῶν ἠ­κο­λού­θη­σας, Ἰ­ω­άννη Χρι­στῷ τῷ Θεῷ, πρε­σβεύων ἀ­παύ­στως ὑ­πὲρ πάν­των ἡ­μῶν.

Με­γα­λυ­νά­ριον τοῦ Ὁ­σίου Παύ­λου.

Χαί­ροις τῶν Ὁ­σίων ἡ ἀ­παρχή· χαί­ροις τῆς ἐ­ρή­μου, πρω­το­πό­ρος καὶ οἰ­κι­στής, Παῦλε θε­ο­φόρε, Ἀγ­γέ­λων συμ­πο­λῖτα, μεθ᾽ὧν ἐ­ξευ­με­νί­ζου, ἡ­μῖν τὸν Εὔ­σπλαγ­χνον.

Με­γα­λυ­νά­ριον τοῦ Ὁ­σίου Ἰ­ω­άν­νου.

Πλοῦ­τον ἀ­παν­θοῦντα κα­τα­λι­πών, ἐν πτω­χείᾳ πλού­του, πλοῦ­τος ὤ­φθης πνευ­μα­τι­κός· καὶ ἀντὶ κα­λύ­βης, φω­το­φανῆ πα­στάδα, ὁ Λό­γος Ἰ­ω­άννη, λαμ­πρῶς σοι δέ­δωκε.

16. Ἡ προ­σκύ­νη­σις τῆς τι­μίας Ἁ­λύ­σεως τοἉ­γίου καὶ πα­νευ­φή­μου Ἀ­πο­στό­λου Πέ­τρου.

Κα­τά­λυ­σις οἴ­νου καἐ­λαίου.

Ἀ­πο­λυ­τί­κιον. Ἦ­χος δ´.

Τὴν Ῥώ­μην μὴ λι­πών, πρὸς ἡ­μᾶς ἐ­πε­δή­μη­σας, δι᾿ ὧν ἐ­φό­ρε­σας τι­μίων Ἁ­λύ­σεων, τῶν Ἀ­πο­στό­λων Πρω­τό­θρονε· ἃς ἐν πί­στει προ­σκυ­νοῦν­τες δε­ό­μεθα, ταῖς πρὸς Θεὸν πρε­σβεί­αις σου, δώ­ρη­σαι ἡ­μῖν τὸ μέγα ἔ­λεος.

Κον­τά­κιον. 

Ἧ­χος β´. Τὰ ἄνω ζη­τῶν.

πέ­τρα Χρι­στός, τὴν πέ­τραν τῆς πί­στεως, δο­ξά­ζει φαι­δρῶς, τῶν μα­θη­τῶν τὸν πρω­τό­θρο­νον· συγ­κα­λεῖ γὰρ ἅ­παν­τας, ἑ­ορ­τά­σαι Πέ­τρου τὰ θαύ­ματα, τῆς τι­μίας ἁ­λυ­σεως· καὶ νέ­μει πται­σμά­των τὴν συγ­χώ­ρη­σιν. 

Με­γα­λυ­νά­ριον.

Σύν­δη­σον ἀ­γάπῃ εἰ­λι­κρι­νεῖ, Πέ­τρε κο­ρυ­φαῖε, ὁ φι­λή­σας Χρι­στὸν θερ­μῶς, τοὺς τὴν Ἅ­λυ­σίν σου, σε­μνῶς ἀ­σπα­ζο­μέ­νους, Ἀ­πό­στολε θε­ό­πτα, καὶ σὲ δο­ξά­ζον­τας.

17. ΤοὉ­σίου καὶ Θε­ο­φό­ρου Πα­τρὸς ἡ­μῶν Ἀν­τω­νίου τοῦ Με­γά­λου.

Ἀρ­γία καὶ κα­τά­λυ­σις οἴ­νου καἐ­λαίου.

Ἀ­πο­λυ­τί­κιον. Ἦ­χος δ´.

Τὸν ζη­λω­τὴν Ἠ­λίαν τοῖς τρό­ποις μι­μού­με­νος, τῷ Βα­πτι­στῇ εὐ­θεί­αις ταῖς τρί­βοις ἑ­πό­με­νος, πά­τερ Ἀν­τώ­νιε, τῆς ἐ­ρή­μου γέ­γο­νας οἰ­κι­στής, καὶ τὴν οἰ­κου­μέ­νην ἐ­στή­ρι­ξας εὐ­χαῖς σου· διὸ πρέ­σβευε Χρι­στῷ τῷ Θεῷ, σω­θῆ­ναι τὰς ψυ­χὰς ἡ­μῶν.

Κον­τά­κιον. 

Ἦ­χος β´. Τὰ ἄνω ζη­τῶν.

Τοὺς βι­ω­τι­κοὺς θο­ρύ­βους ἀ­πω­σά­με­νος, ἡ­συ­χα­στι­κῶς τὸν βίον ἐ­ξε­τέ­λε­σας, τὸν Βα­πτι­στὴν μι­μού­με­νος, κατὰ πάντα τρό­πον Ὁ­σι­ώ­τατε· σὺν αὐτῷ οὖν σε γε­ραί­ρο­μεν, πα­τέ­ρων πά­τερ Ἀν­τώ­νιε.

Με­γα­λυ­νά­ριον.

Χαί­ροις τῶν Ὁ­σίων ὁ ἀρ­χη­γός, καὶ τῆς ἰ­σαγ­γέ­λου, πο­λι­τείας κα­θη­γη­τής· χαί­ροις τῆς ἐ­ρή­μου, στυ­λο­ει­δὴς νε­φέλη, Ἀν­τώ­νιε παμ­μά­καρ, Πα­τέ­ρων καύ­χημα.

18. Τῶν ἐν Ἁ­γί­οις Πα­τέ­ρων ἡ­μῶν Ἀ­θα­να­σίου τοῦ Με­γά­λου καὶ Κυ­ρίλ­λου, Ἀρ­χι­ε­πι­σκό­πων Ἀ­λε­ξαν­δρείας.

Ἀρ­γία καὶ κα­τά­λυ­σις οἴ­νου καἐ­λαίου.

Ἀ­πο­λυ­τί­κιον. 

Ἦ­χος γ´. Θείας πί­στεως.

ρ­γοις λάμ­ψαν­τες, ὀρ­θο­δο­ξίας, πᾶ­σαν σβέ­σαν­τες, κα­κο­δο­ξίαν, νι­κη­ταὶ τρο­παι­ο­φό­ροι γε­γό­νατε· τῇ εὐ­σε­βείᾳ τὰ πάν­τα πλου­τή­σαν­τες, τὴν Ἐκ­κλη­σίαν με­γά­λως κο­σμή­σαν­τες, ἀ­ξίως εὕ­ρατε Χρι­στὸν τὸν Θεὸν εὐ­χαῖς ὑ­μῶν, δω­ρού­με­νον πᾶσι τὸ μέγα ἔ­λεος.

 Ἀ­πο­λυ­τί­κιον. 

Ἦ­χος γ´. Τὴν ὡ­ραι­ό­τητα.

ς βρύ­σις δί­κρου­νος, λαμ­πρῶς βλυ­στά­νετε, δο­γμά­των πέ­λα­γος, πᾶσι τοῖς πέ­ρα­σιν, Ἱ­ε­ραρ­χῶν ἡ ξυ­νω­ρίς, ἐκ­φάν­το­ρες τῶν ἀῤῥή­των, Πά­τερ Ἀ­θα­νά­σιε, τῆς Τρι­ά­δος τὸ ὄρ­γα­νον, καὶ θε­ό­φρον Κύ­ριλλε, Θε­ο­τό­κου ὁ πρό­μα­χος, σο­φίας οὐ­ρα­νίου κρα­τῆ­ρες, πᾶσι ζωῆς κιρ­νῶν­τες πόμα.

Κον­τά­κιον. 

Ἦ­χος δ´. Ἐ­πε­φά­νης σή­με­ρον.

­ε­ράρ­χαι μέ­γι­στοι τῆς εὐ­σε­βείας, καὶ γεν­ναῖοι πρό­μα­χοι, τῆς Ἐκ­κλη­σίας τοῦ Χρι­στοῦ, πάν­τας φρου­ρεῖτε τοὺς μέλ­πον­τας· σῶ­σον οἰ­κτίρ­μον, τοὺς πί­στει τι­μῶν­τάς σε.

Με­γα­λυ­νά­ριον.

ν­θραξ Ἀ­θα­νά­σιος νο­η­τός, ὤ­φθη κα­τα­φλέ­γων, τὴν Ἀ­ρείου ὕ­λην σα­θράν· κῦ­ρος δὲ δο­γμά­των, ὁ Κύ­ριλ­λος πα­ρέ­χει, ἐ­λέγ­χων Νε­στο­ρίου τὴν ἀ­θε­ό­τητα.

19. ΤοὉ­σίου Πα­τρὸς ἡ­μῶν Μα­κα­ρίου τοῦ Αἰ­γυ­πτίου.

Ἀ­πο­λυ­τί­κιον τῶν Ὁ­σίων Μα­κα­ρίου τοῦ Αἰ­γυ­πτίου καὶ Μα­κα­ρίου τοῦ Ἀ­λε­ξαν­δρέως.

Ἦ­χος α´. Τῆς ἐ­ρή­μου πο­λί­της.

Ζωῆς τῆς μα­κα­ρίας φε­ρω­νύ­μως ἐ­τύ­χετε, ὡς πο­λι­τευ­θέν­τες ὁ­σίως, θε­ο­φό­ροι Μα­κά­ριοι· ἐν νόμῳ γὰρ τῷ θείῳ εὐ­σε­βῶς, ἰ­θύ­ναν­τες τὰς τρί­βους τῆς ψυ­χῆς, θείας δό­ξης ἀ­νε­δεί­χθητε κοι­νω­νοί, σῴ­ζον­τες τοὺς κραυ­γά­ζον­τας· δόξα τῷ ἐ­νι­σχύ­σαντι ἡ­μᾶς, δόξα τῷ στε­φα­νώ­σαντι, δόξα τῷ ἐ­νερ­γοῦντι δι᾿ ὑ­μῶν, πᾶ­σιν ἰ­ά­ματα.

Κον­τά­κιον τοῦ Ὁ­σίων Μα­κα­ρίων.
Ἦ­χος δ´. Ἐ­πε­φά­νης σή­με­ρον.

ν τῷ οἴκῳ Κύ­ριος, τῆς ἐγ­κρα­τείας, ὡς ἀστέρας ἔθετο, ὑμᾶς Πατέρες ἀ­πλανεῖς, φω­τα­γω­γοῦντας τὰ πέ­ρατα, φωτὶ ἀΰλῳ, Μα­κά­ριοι Ὅ­σιοι.

Με­γα­λυ­νά­ριον τῶν Ὁ­σίων Μα­κα­ρίων.

Χαί­ροις τῆς Αἰ­γύ­πτου γό­νος σε­πτός, Μα­κά­ριε Πά­τερ, τῶν Ὁ­σίων ἡ καλ­λονή· χαί­ροις θε­ο­φόρε, Μα­κά­ριε παμ­μά­καρ, Ἀ­λε­ξαν­δρείας κλέος, καὶ θεῖον βλά­στημα.

20. ΤοὉ­σίου Πα­τρὸς ἡ­μῶν Εὐ­θυ­μίου τοῦ Με­γά­λου.

Ἀρ­γία καὶ κα­τά­λυ­σις οἴ­νου καἐ­λαίου.

Ἀ­πο­λυ­τί­κιον. Ἦ­χος δ´.

Εὐ­φραί­νου ἔ­ρη­μος ἡ οὐ τί­κτουσα, εὐ­θύ­μη­σον ἡ οὐκ ὠ­δί­νουσα· ὅτι ἐ­πλή­θυνέ σοι τέ­κνα ἀ­νὴρ ἐ­πι­θυ­μιῶν τῶν τοῦ Πνεύ­μα­τος, εὐ­σε­βείᾳ φυ­τεύ­σας, ἐγ­κρα­τείᾳ ἐκ­θρέ­ψας, εἰς ἀ­ρε­τῶν τε­λει­ό­τητα· ταῖς αὐ­τοῦ ἱ­κε­σί­αις Χρι­στὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡ­μῶν.

Κον­τά­κιον.
Ἦ­χος πλ. δ´. Ὡς ἀ­παρ­χὰς τῆς φύ­σεως.

ν τῇ σε­πτῇ γεν­νή­σει σου, χα­ρὰν ἡ κτί­σις εὕ­ρατο, καὶ ἐν τῇ θείᾳ μνήμῃ σου Ὅ­σιε, τὴν εὐ­θυ­μίαν ἔ­λαβε τῶν πολ­λῶν σου θαυ­μά­των· ἐξ ὧν πα­ρά­σχου πλου­σίως ταῖς ψυ­χαῖς ἡ­μῶν, καὶ ἀ­πο­κά­θα­ρον ἁ­μαρ­τη­μά­των κη­λῖ­δας, ὅ­πως ψάλ­λω­μεν· Ἀλ­λη­λούϊα.

Με­γα­λυ­νά­ριον.

ξ ἀ­κάρ­που μή­τρας ἀ­πο­τε­χθείς, κα­τά­καρ­πος ὤ­φθης, τοῖς τοῦ Πνεύ­μα­τος ἀ­γα­θοῖς, δι᾿ ὧν ἀ­γα­θύ­νεις, Πα­τέ­ρων τὰς χο­ρείας, Εὐ­θύ­μιε παμ­μά­καρ, ἀ­σκή­σας ἄ­ρι­στα.

21. ΤοὉ­σίου Πα­τρὸς ἡ­μῶν Μα­ξί­μου τοὉ­μο­λο­γη­τοῦ καὶ τοἉ­γίου Μάρ­τυ­ρος Νε­ο­φύ­του.

 Ἀ­πο­λυ­τί­κιον τοῦ Ὁ­σίου. 

Ἦ­χος γ´. Θείας πί­στεως.

Θείου Πνεύ­μα­τος, τῇ ἐ­πομ­βρίᾳ, ῥεῖ­θρα ἔ­βλυ­σας, τῇ Ἐκ­κλη­σίᾳ, ὑ­περ­κο­σμίων δο­γμά­των πα­νεύ­φημε· θε­ο­λο­γῶν δὲ τοῦ Λό­γου τὴν κέ­νω­σιν, ὁ­μο­λο­γίας ἀ­γῶσι δι­έ­λαμ­ψας· Πά­τερ Μά­ξιμε, Χρι­στὸν τὸν Θεὸν ἱ­κέ­τευε, δω­ρή­σα­σθαι ἡ­μῖν τὸ μέγα ἔ­λεος.

 Ἀ­πο­λυ­τί­κιον τοῦ Μάρ­τυ­ρος.

Ἦ­χος πλ. α´. Τὸν συ­νά­ναρ­χον Λό­γον

κ σπαρ­γά­νων ἐ­πλή­σθης τῆς θείας χά­ρι­τος, ὥ­σπερ νε­ό­φυ­τον ἔρ­νος χα­ρι­τω­θεὶς τὴν ψυ­χήν, καὶ θαυ­μά­των αὐ­τουρ­γὸς ξέ­νων γε­νό­με­νος, ἠν­δρα­γά­θη­σας στεῤ­ῥῶς, δι᾿ ἀ­γώ­νων ἱ­ε­ρῶν, Νε­ό­φυτε Ἀ­θλο­φόρε· ἀλλὰ μὴ παύσῃ πρε­σβεύων, ἐ­λε­η­θῆ­ναι τὰς ψυ­χὰς ἡ­μῶν.

Κον­τά­κιον τοῦ Ὁ­σίου. 

Ἦ­χος πλ. δ´. Τῇ ὑ­περ­μάχῳ.

ς τῆς Τρι­ά­δος ἐ­ρα­στὴς καὶ μύ­στης ἔν­θεος, Ὀρ­θο­δο­ξίας ἐκ­δι­δά­σκεις τὴν ἀ­κρί­βειαν, διὰ λό­γου τε καὶ βίου ἠ­κρι­βω­μέ­νου· τὸν Χρι­στὸν γὰρ ἐν δυσὶ τε­λεί­αις φύ­σε­σιν, ἐ­νερ­γεί­αις καὶ θε­λή­σε­σιν ἐ­κή­ρυ­ξας· τοῖς βο­ῶσί σοι, χαί­ροις μέ­γι­στε Μά­ξιμε.

Κον­τά­κιον τοῦ Μάρτυρος. 

Ἦ­χος δ´. Ἐ­πε­φά­νης σή­με­ρον.

κ τοῦ ὄ­ρους ἤ­στρα­ψας, ἐν τῷ στα­δίῳ, καὶ Χρι­στὸν ἐ­δό­ξα­σας, ἀ­θλη­τι­καῖς σου ἀ­γω­γαῖς, Με­γα­λο­μάρ­τυς Νε­ό­φυτε· ὅ­θεν ἐ­δέξω, τὸν ἄ­φθαρ­τον στέ­φα­νον.

Με­γα­λυ­νά­ριον τοῦ Ὁ­σίου.

Χαί­ροις εὐ­σε­βείας στήλη λαμ­πρά, καὶ θε­ο­λο­γίας, ἐ­πι­στή­μων θε­ο­ει­δής· χαί­ροις ὀρ­θο­δό­ξων δο­γμά­των μυ­στο­γράφε, Μά­­­­ξι­με θε­η­γόρε, σο­φίας τρό­φιμε.

Με­γα­λυ­νά­ριον Μάρτυρος.

Νέος ὢν τῷ σώ­ματι κο­μιδῇ, τὸν ἀρ­χαῖον ὄ­φιν, ἐ­τρο­πώσω μαρ­τυ­ρι­κῶς· ὅ­θεν ἐ­δο­ξά­σθης, τῇ θείᾳ χο­ρη­γίᾳ, Νε­ό­φυτε τρισ­­­μά­­καρ, πι­στῶν ἀν­τί­λη­ψις.

22. ΤοἉ­γίου Ἀ­πο­στό­λου Τι­μο­θέου καὶ τοἉ­γίου Ὁ­σι­ο­μάρ­τυ­ρος Ἀ­να­στα­σίου τοῦ Πέρ­σου.

Κα­τά­λυ­σις οἴ­νου καἐ­λαίου.

 Ἀ­πο­λυ­τί­κιον τοῦ Ἀ­πο­στό­λου.

Ἦ­χος γ´. Θείας πί­στεως.

Τέκνον γνήσιον, τοῦ Παύλου ὤφθης, ὡς παρίστησι, καὶ συνεργάτης, ἀγαπητὸς κατὰ πάντα Τιμόθεε· καὶ διαπρέψας τῷ λόγῳ τῆς χάριτος, ἀθλητικῶς ἐδοξάσθης Ἀπόστολε· ὅθεν πρέσβευε Κυρίῳ τῷ σὲ δοξάσαντι, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

 Ἀ­πο­λυ­τί­κιον τοῦ Ὁ­σι­ο­μάρ­τυ­ρος.

Ἧ­χος δ´. Ταχὺ προ­κα­τά­λαβε.

Τὴν πλά­νην ἀ­φέ­με­νος, τὴν τῶν Περ­σῶν νου­νε­χῶς, τῇ πί­στει προ­σέ­δρα­μες, τῇ τοῦ Χρι­στοῦ εὐ­σε­βῶς, σοφὲ Ἀ­να­στά­σιε· ὅ­θεν καὶ ἐν ἀ­σκή­σει, δι­α­πρέ­ψας ἐν­θέως, ἤ­θλη­σας ὑ­πὲρ φύ­σιν, καὶ τὸν ὄ­φιν κα­θεῖ­λες· διὸ δι­πλῷ στε­φάνῳ, θε­ό­θεν ἐ­στε­φά­νω­σαι.

Κοντάκιον τοῦ Ἀποστόλου. 

Ἦχος α΄. Χορὸς Ἀγγελικός.

Τιμόθεον πιστοί, τὸν συνέκδημον παύλου, καὶ θεῖον μαθη­τήν, καὶ πιστὸν συνεργάτην, ἐνθέως τιμήσωμεν, πρὸς αὐτὸν ἀνα­κράζοντες· ἀεὶ πρέσβευε, τῷ Βασιλεῖ τῶν ἁπάντων, δοῦ­ναι ἄφεσιν, ἁμαρτιῶν ἡμῖν πᾶσιν, ὡς θεῖος Ἀπόστολος.

Κοντάκιον τοῦ Ὁσιομάρτυρος.  

 Ἦχος δ΄. Ἐπεφάνης σήμερον.

ν ἀσκήσει πρότερον, ἐνδιαπρέψας, καρτερῶς διήνυσας, τοῦ μαρτυρίου τὴν ὁδόν· ὅθεν ἀξίως δεδόξασαι, Ὁσιομάρτυς, Χρι­στοῦ Ἀναστάσιε.

Κον­τά­κιον κοι­νόν, Ἀ­πο­στό­λου καὶ Ὁ­σι­ο­μάρ­τυ­ρος.

 Ἦ­χος α´. Χο­ρὸς ἀγ­γε­λι­κός.

Τὸν θεῖον Μα­θη­τήν, καὶ συ­νέκ­δη­μον Παύ­λου, Τι­μό­θεον πι­στοί, ἀ­νυ­μνή­σω­μεν πάν­τες, σὺν τούτῳ γε­ραί­ρον­τες, τὸν σο­φὸν Ἀ­να­στά­σιον, τὸν ἐ­κλάμ­ψαντα, ἐκ τῆς Περ­σί­δος ὡς ἄ­στρον, καὶ ἐ­λαύ­νοντα, τὰ ψυ­χικὰ ἡ­μῶν πάθη, καὶ νό­σους τοῦ σώ­μα­τος.

Μεγαλυνάριον τοῦ Ἀποστόλου.

Τοῦ κηρύγματός σου ταῖς ἀστραπαῖς, τοὺς ἐν σκότει ὄντας, κατεφώτισας θαυμαστέ, λάτρας ἀναδείξας, Τριάδος τῆς Ἁγίας, Τιμόθεε παμμάκαρ, μύστα τῆς χάριτος.

Μεγαλυνάριον τοῦ Ὁ­σι­ο­μάρ­τυ­ρος.

Τὸν Ὁσιομάρτυρα τοῦ Χριστοῦ, τὸν ἐκ τῆς Περσίας, ἀπα­στρά­­­ψαντα μυστικῶς, ἀρετῶν ἀσκήσει, καὶ ἄθλοις μαρτυ­ρίου, τὸν θεῖον Ἀναστάσιον μακαρίσωμεν.

Με­γα­λυ­νά­ριον κοι­νόν, Ἀ­πο­στό­λου καὶ Ὁ­σι­ο­μάρ­τυ­ρος.

Παύ­λου ἐ­χρη­μά­τι­σας μα­θη­τής, Τι­μό­θεε μά­καρ, ὡς Ἀ­πό­στο­λος εὐ­κλεής· θείων δὲ χα­ρί­των ἐ­πλή­σθης ἐ­να­θλή­σας, Χρι­στοῦ Ὁ­σι­ο­μάρ­τυς, ὦ Ἀ­να­στά­σιε.

23. ΤοἉ­γίου Ἱ­ε­ρο­μάρ­τυ­ρος Κλή­μεν­τος Ἀγ­κύ­ρας κα
τοἉ­γίου Μάρ­τυ­ρος Ἀ­γα­θαγ­γέ­λου.

Ἀ­πο­λυ­τί­κιον τοῦ Ἱ­ε­ρο­μάρ­τυ­ρος. Ἦ­χος δ´.

Κλῆμα ὁ­σι­ό­τη­τος, καὶ στέ­λε­χος ἀ­θλή­σεως, ἄν­θος ἱ­ε­ρώ­τα­τον, καὶ καρ­πὸς ὡς θε­όσ­δο­τος, τοῖς πι­στοῖς πα­νί­ερε, ἡ­δύ­τα­τος ἐ­βλά­στη­σας. Ἀλλ᾿ ὡς Μαρ­τύ­ρων σύ­να­θλος, καὶ ἱ­ε­ραρ­χῶν σύν­θρο­νος, πρέ­σβευε Χρι­στῷ τῷ Θεῷ, σω­θῆ­ναι τὰς ψυ­χὰς ἡ­μῶν.

 Ἀ­πο­λυ­τί­κιον τοῦ Μάρ­τυ­ρος.

Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

ς ἀγαθῶν ἀγγελιῶν προμηθέα, τῆς πρὸς ἡμᾶς τοῦ Ἰησοῦ εὐσπλαχνίας, χαρμονικῶς ὑμνοῦμέν σε Μαρτύρων στεῤῥέ, σὺ γὰρ Ἀγαθάγγελε, ἐναθλήσας νομίμως, στάσεως ἠξίωσαι, τῆς Ἀγγέλων ἀξίως· μεθ᾿ ὧν πρεσβεύοις πάντοτε Χριστῷ, πάσης ῥυσθῆναι, ἡμᾶς περιστάσεως.

Κον­τά­κιον τοῦ Ἱ­ε­ρο­μάρ­τυ­ρος.

Ἦ­χος δ´. Ἐ­πε­φά­νης σή­με­ρον.

Τῆς ἀμ­πέ­λου γέ­γο­νας, τί­μιον κλῆμα, τοῦ Χρι­στοῦ πα­νεύ­φημε, Κλήμη πο­λύ­α­θλος ὀ­φθείς, σὺν τῷ συ­νά­θλῳ τε ἔ­κρα­ζες· Χρι­στὲ Μαρ­τύ­ρων, φαι­δρὸν ἀ­γαλ­λί­αμα.

Κον­τά­κιον τοῦ Μάρ­τυ­ρος. 

Ἦ­χος δ´. Ἐ­πε­φά­νης σή­με­ρον.

ν ἀ­θλή­σει ἄγ­γε­λος, μά­καρ ἐ­δεί­χθης, ἐ­νεγ­κὼν ὡς ἄ­σαρ­κος, τῶν ἀλ­γη­δό­νων τὰς ποι­νάς· ὅ­θεν Χρι­στὸς Ἀ­γα­θάγ­γελε, ὑ­περ­­φυ­οῦς σε, ἠ­ξί­ω­σε χά­ρι­τος.

Με­γα­λυ­νά­ριον τοῦ Ἁ­γίου Κλή­μεν­τος.

Βό­τρυας ἐ­νέγ­κας ζω­ο­ποι­ούς, ἄ­θλων γε­ωρ­γίᾳ, ὥ­σπερ ἄμ­πε­λος εὐ­καρ­πής, οἶ­νον ἀ­πο­στά­ζεις, ἀῤῥή­του κοι­νω­νίας, μυ­στα­γωγέ τοῦ Λό­γου, Κλήμη πα­νά­ρι­στε. 

Με­γα­λυ­νά­ριον τοῦ Ἁ­γίου Ἀ­γα­θαγ­γέ­λου.

Φέγ­γει ἀ­λη­θείας κα­ταυ­γα­σθείς, υἱὸς φω­τὸς ὤ­φθης, δι᾽ ἀ­γώ­νων μαρ­τυ­ρι­κῶν· ὅ­θεν ὡς Χρι­στοῦ σε, γεν­ναῖον στρα­τι­ώ­την, ὑ­μνοῦ­μεν ἐ­πα­ξίως, ὦ Ἀ­γα­θάγ­γελε.

24. Τῆς Ὁ­σίας Μη­τρὸς ἡ­μῶν Ξέ­νης.

Ἀ­πο­λυ­τί­κιον. 

Ἦ­χος γ´. Θείας πί­στεως.

Ξέ­νην ἤ­νυ­σας, ζωὴν ἐν κό­σμῳ, ξέ­νην ἔ­σχη­κας, προ­ση­γο­ρίαν, ὑ­πεμ­φαί­νου­σαν τῇ κλή­σει τὸν τρό­πον σου· σὺ γὰρ νυμ­φίον λι­ποῦσα τὸν πρό­σκαι­ρον, τῷ ἀ­θα­νάτῳ ὁ­σίως νε­νύμ­φευ­σαι. Ξένη ἔν­δοξε, Χρι­στὸν τὸν Θεὸν ἱ­κέ­τευε, δω­ρή­σα­σθαι ἡ­μῖν τὸ μέγα ἔ­λεος.

Κον­τά­κιον. 

Ἦ­χος β´. Τοῖς τῶν αἱ­μά­των σου.

Τὸ σὸν ξε­νό­τρο­πον Ξένη μνη­μό­συ­νον, ἐ­πι­τε­λοῦν­τες οἱ πόθῳ τι­μῶν­τες σε, ὑ­μνοῦ­μεν Χρι­στὸν τὸν ἐν ἅ­πασι, σοὶ πα­ρέ­χοντα ἰ­σχὺν τῶν ἰ­ά­σεων· ὃν πάν­τοτε δυ­σώ­πει, ὑ­πὲρ πάν­των ἡ­μῶν.

Με­γα­λυ­νά­ριον.

Θά­λα­μον λι­ποῦσα τὸν νυμ­φι­κόν, ξε­νο­τρό­πως Μῆ­τερ, ἠ­κο­λού­θη­σας τῷ Χρι­στῷ, ᾧ καὶ νυμ­φευ­θεῖσα, τῇ ξένῃ βι­οτῇ σου, ὦ Ξένη πα­νολ­βία, ἡ­μῶν μνη­μό­νευε.

25. Τοἐν Ἁ­γί­οις Πα­τρὸς ἡ­μῶν Γρη­γο­ρίου, Ἀρ­χι­ε­πι­σκό­που Κων­σταν­τι­νου­πό­λεως, τοῦ Θε­ο­λό­γου.

Ἀργία καὶ κατάλυσις οἴνου καἐλαίου.

Ἀ­πο­λυ­τί­κιον. Ἦ­χος α´.

ποι­με­νι­κὸς αὐ­λὸς τῆς θε­ο­λο­γίας σου, τὰς τῶν ῥη­τό­ρων ἐ­νί­κησε σάλ­πιγ­γας· ὡς γὰρ τὰ βάθη τοῦ Πνεύ­μα­τος ἐκ­ζη­τή­σαντι, καὶ τὰ κάλλη τοῦ φθέ­γμα­τος προ­σε­τέθη σοι. Ἀλλὰ πρέ­σβευε Χρι­στῷ τῷ Θεῷ, Πά­τερ Γρη­γό­ριε, σω­θῆ­ναι τὰς ψυ­χὰς ἡ­μῶν.

Κον­τά­κιον. 

Ἦ­χος γ´. Ἡ Παρ­θέ­νος σή­με­ρον.

Θε­ο­λόγῳ γλώττῃ σου, τὰς συμ­πλο­κὰς τῶν ῥη­τό­ρων, δι­α­λύ­σας ἔν­δοξε, Ὀρ­θο­δο­ξίας χι­τῶνα, ἄ­νω­θεν ἐ­ξυ­φαν­θέντα τὴν Ἐκ­κλη­σίαν, ἐ­στό­λι­σας, ὃν καὶ φο­ροῦσα σὺν ἡ­μῖν κρά­ζει, τοῖς σοῖς τέ­κνοις· χαί­ροις Πά­τερ, θε­ο­λο­γίας, ὁ νοῦς ὁ ἀ­κρό­τα­τος.

Με­γα­λυ­νά­ριον.

Χαί­ροις ὁ οὐ­ρά­νιος θεῖος νοῦς, στόμα τὸ πυ­ρί­πνουν, ὁ τῆς χά­ρι­τος ὀ­φθαλ­μός, σάλ­πιγξ εὐ­σε­βείας, πηγὴ θε­ο­λο­γίας, ὑ­περ­κο­σμίων μύ­στης, σοφὲ Γρη­γό­ριε.

26. ΤοὉ­σίου Πα­τρὸς ἡ­μῶν Ξε­νο­φῶν­τος καὶ τῆς Συ­νο­δίας αὐ­τοῦ.

 Ἀ­πο­λυ­τί­κιον. 

Ἦ­χος δ´. Ὁ ὑ­ψω­θεὶς ἐν τῷ Σταυρῷ.

ς γε­νεὰ εὐ­λο­γητὴ τῷ Κυ­ρίῳ, τῆς οὐ­ρα­νίου ἠ­ξι­ώ­θη­σαν δό­ξης, ἀ­σκη­τι­κῶς δο­ξά­σαν­τες Χρι­στὸν ἐπὶ τῆς γῆς, Ξε­νο­φῶν ὁ Ὅ­σιος, καὶ ἡ τού­του συμ­βία, σὺν τοῖς ἀ­ρι­στεύ­σα­σιν, ἱ­ε­ροῖς αὐ­τῶν τέ­κνοις, οὓς εὐ­φη­μοῦν­τες εἴ­πω­μεν φαι­δρῶς· χαί­ροις Ὁ­σίων, χο­ρεία τε­τρά­ρι­θμε.

Κον­τά­κιον. 

Ἦ­χος δ´. Ἐ­πε­φά­νης σή­με­ρον.

ν αὐ­λαῖς ἠ­γρύ­πνη­σας, ταῖς τοῦ Δε­σπό­του, τοῖς πτω­χοῖς σκορ­πί­σας σου, μά­καρ τὸν πλοῦ­τον ἱ­λα­ρῶς, σὺν τῇ συ­ζύγῳ καὶ τέ­κνοις σου· διὸ κλη­ροῦ­σθε, τὴν θείαν ἀ­πό­λαυ­σιν.

Με­γα­λυ­νά­ριον.

ίζα ἀ­γλα­ό­καρ­πος καὶ σε­πτή, Ξε­νο­φῶν ἐ­δεί­χθη, σὺν εὐ­νέ­τιδι τῇ σε­μνῇ, ἔ­χον­τες ὡς κλά­δους τὴν τῶν υἱῶν δυ­άδα· μεθ᾽ ὧν τῷ Θεῷ Λόγῳ, κα­τη­κο­λού­θη­σαν.

27. ἀ­να­κο­μιδὴ τοῦ Λει­ψά­νου τοἐν Ἁ­γί­οις Πα­τρὸς ἡ­μῶν Ἰ­ω­άν­νου τοῦ Χρυ­σο­στό­μου.

Ἀργία καὶ κατάλυσις οἴνου καἐλαίου.

Ἀ­πο­λυ­τί­κιον. Ἦ­χος πλ. δ´.

τοῦ στό­μα­τός σου κα­θά­περ πυρ­σὸς ἐ­κλάμ­ψασα χά­ρις, τὴν οἰ­κου­μέ­νην ἐ­φώ­τι­σεν· ἀ­φι­λαρ­γυ­ρίας τῷ κό­σμῳ θη­σαυ­ροὺς ἐ­ν­απέ­θετο· τὸ ὕ­ψος ἡ­μῖν τῆς τα­πει­νο­φρο­σύ­νης ὑ­πέ­δει­ξεν. Ἀλλὰ σοῖς λό­γοις παι­δεύων, Πά­τερ, Ἰ­ω­άννη Χρυ­σό­στομε, πρέ­σβευε τῷ Λόγῳ Χρι­στῷ τῷ Θεῷ, σω­θῆ­ναι τὰς ψυ­χὰς ἡ­μῶν.

Ἀ­πο­λυ­τί­κι­ον τῆς Ἀνακο­μιδῆς.  

Ἦ­χος δ ΄. Ταχὺ προκατάλαβε.

Ως πλοῦτον οὐράνιον, ἐκ τῶν Κο­μά­νων ποτέ, τὴν θήκην με­τή­γαγον τοῦ σοῦ λειψάνου σοφέ, πρὸς πόλιν βασίλειον· ταύτης οὖν ἐκ­τε­λοῦντες, τὴν ἀνάμνησιν πόθῳ, μέλ­πομεν Ἱεράρχα, τὴν δοθεῖσάν σοι χάριν, δι᾿ ἧς ἡμᾶς ῥυθμίζεις, Ἰω­άν­νη Χρυσόστομε.

Κον­τά­κιον. 

Ἦ­χος α´. Χο­ρὸς Ἀγ­γε­λι­κός.

Ἐ­φράνθη μυ­στι­κῶς, ἡ σε­πτὴ Ἐκ­κλη­σία, τῇ ἀ­να­κο­μιδῇ, τοῦ σε­πτοῦ σου λει­ψά­νου, καὶ τοῦτο κα­τα­κρύ­ψασα, ὡς χρυ­σίον πο­λύ­τι­μον, τοῖς ὑ­μνοῦσί σε, ἀ­δι­α­λεί­πτως πα­ρέ­χει, ταῖς πρε­σβεί­αις σου, τῶν ἰ­α­μά­των τὴν χά­ριν, Ἰ­ω­άννη Χρυ­σό­στομε.

Με­γα­λυ­νά­ριον.

Ἧ­κεν ἐκ Κο­μά­νων λαμ­προ­φα­νῶς, τὸ σε­πτόν σου σκῆ­νος, ὡς ἑ­στία ἁ­γι­α­σμοῦ, τέρ­πον καὶ πλου­τί­ζον, χα­ρί­των χρυ­σουρ­γίᾳ, τὴν Ἐκ­κλη­σίαν πᾶ­σαν, πά­τερ Χρυ­σό­στομε.

28. ΤοὉ­σίου Πα­τρὸς ἡ­μῶν Ἐ­φραὶμ τοῦ Σύ­ρου.

Ἀ­πο­λυ­τί­κιον. 

Ἦ­χος γ´. Θείας πί­στεως.

εῖ­θρον ἄ­ϋ­λον, ἐν τῇ ψυχῇ σου, τὸν ζω­ήῤ­ῥυ­τον, πλου­τή­σας φό­βον, κα­τα­νύ­ξεως κρα­τὴρ ἀ­να­δέ­δει­ξαι· ὅ­θεν ἡ­μᾶς πρὸς ἠ­θῶν τε­λει­ό­τητα, τοῖς ἱ­ε­ροῖς σου ῥυ­θμί­ζεις δι­δά­γμα­σιν. Ἐ­φραὶμ Ὅ­σιε, Χρι­στὸν τὸν Θεὸν ἱ­κέ­τευε, δω­ρή­σα­σθαι ἡ­μῖν τὸ μέγα ἔ­λεος.

Κον­τά­κιον. 

Ἦ­χος β´. Τὰ ἄνω ζη­τῶν.

Τὴν ὥ­ραν ἀεί προ­βλέ­πων τῆς ἐ­τά­σεως, ἐ­θρή­νεις πι­κρῶς Ἐ­φραὶμ δάκρυα κατανύξεως· πρα­κτι­κὸς δὲ γέ­γο­νας ἐν τοῖς ἔρ­γοις δι­δά­σκα­λος Ὅ­σιε. Ὅ­θεν Πά­τερ παγ­κό­σμιε, ῥᾳ­θύ­μους ἐ­γεί­ρεις πρὸς με­τά­νοιαν.

Με­γα­λυ­νά­ριον.

Σάλ­πιγγι τῶν λό­γων σου τῶν σο­φῶν, πρὸς ἔν­θεον φό­βον, δι­ε­γεί­ρεις πᾶ­σαν ψυ­χήν· σὺ γὰρ τῆς δευ­τέ­ρας, τοῦ Λό­γου ἐμ­φα­νείας, τὸν τρό­πον προ­ση­μαί­νεις, Ἐ­φραὶμ Πα­τὴρ ἡ­μῶν.

29. Ἀ­να­κο­μιδὴ τῶν Λει­ψά­νων τοἉ­γίου Ἱ­ε­ρο­μάρ­τυ­ρος Ἰ­γνα­τίου τοῦ Θε­ο­φό­ρου.

 Ἀ­πο­λυ­τί­κιον. 

Ἦ­χος δ´. Ὁ ὑ­ψω­θεὶς ἐν τῷ Σταυρῷ

ς θη­σαυ­ρὸν πλου­το­ποιῶν δω­ρη­μά­των, τὴν τῶν λει­ψά­νων σου μυ­ρί­πνοον θή­κην, τῇ ποί­μνῃ σου με­τή­γα­γον ἐκ Ῥώ­μης εὐ­σε­βῶς· ἧ­σπερ τὴν ἐ­πά­νο­δον, ἑ­ορ­τά­ζον­τες πόθῳ, χά­ριν ἀ­ρυ­ό­μεθα, πολ­λα­πλῶν ἰ­α­μά­των, τοὺς σοὺς ἀ­γῶ­νας μέλ­πον­τες ἀεί, Ἱ­ε­ρο­μάρ­τυς Ἰ­γνά­τιε ἔν­δοξε.

Κον­τά­κιον. 

Ἦ­χος δ´. Ἐ­πε­φά­νης σή­με­ρον.

ξ Ἑ­ῴας σή­με­ρον, ἐ­ξα­να­τεί­λας, καὶ τὴν κτί­σιν ἅ­πα­σαν, κα­τα­λαμ­πρύ­νας δι­δα­χαῖς, τῷ Μαρ­τυ­ρίῳ κε­κό­σμη­ται, ὁ Θε­ο­φό­ρος καὶ θεῖος Ἰ­γνά­τιος.

Με­γα­λυ­νά­ριον.

Χά­ριν ἀ­να­βλύ­ζει οἷα πηγή, δω­ρεῶν ἀ­ΰ­λων, ἡ σὴ θήκη ἡ εὐ­α­γής, καὶ σω­μά­των πάθη, καὶ καρ­διῶν τοὺς σπί­λους, ἀεὶ ἀ­να­κα­θαί­ρει, Πά­τερ Ἰ­γνά­τιε.

30. Τῶν ἐν ἁ­γί­οις πα­τέ­ρων ἡ­μῶν καὶ οἰ­κου­με­νι­κῶν δι­δα­σκά­λων, Βα­σι­λείου τοῦ Με­γά­λου, Γρη­γο­ρίου τοῦ Θε­ο­λό­γου καἸ­ω­άν­νου τοῦ Χρυ­σο­στό­μου.

Ἀργία καὶ κατάλυσις οἴνου καἐλαίου.

Ἀ­πο­λυ­τί­κιον. 

Ἦ­χος α´. Τοὺς τρεῖς με­γί­στους φω­στῆ­ρας.

Τοὺς τρεῖς με­γί­στους φω­στῆ­ρας τῆς τρι­ση­λίου Θε­ό­τη­τος, τοὺς τὴν οἰ­κου­μέ­νην ἀ­κτῖσι, δο­γμά­των θείων πυρ­σεύ­σαν­τας· τοὺς με­λιῤ­ῥύ­τους πο­τα­μοὺς τῆς σο­φίας, τοὺς τὴν κτί­σιν πᾶ­σαν θε­ο­γνω­σίας νά­μασι κα­ταρ­δεύ­σαν­τας· Βα­σί­λειον τὸν μέ­γαν, καὶ τὸν Θε­ο­λό­γον Γρη­γό­ριον, σὺν τῷ κλεινῷ Ἰ­ω­άννῃ, τῷ τὴν γλῶτ­ταν χρυ­σοῤ­ῥή­μονι· πάν­τες οἱ τῶν λό­γων αὐ­τῶν ἐ­ρα­σταί, συ­νελ­θόν­τες ὕ­μνοις τι­μή­σω­μεν· αὐ­τοὶ γὰρ τῇ Τρι­άδι, ὑ­πὲρ ἡ­μῶν ἀεὶ πρε­σβεύ­ου­σιν.

Ἕτερον Ἀπολυτίκιον. Ἦχος δ´.

ς τῶν Ἀποστόλων ὁμότροποι, καὶ τῆς οἰκουμένης Διδά­σκαλοι, τῷ Δεσπότῃ τῶν ὅλων πρεσβεύσατε, εἰρήνην τῇ οἰκου­μένῃ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Κον­τά­κιον. 

Ἦ­χος β´. Τοὺς ἀ­σφα­λεῖς.

Τοὺς ἱ­ε­ροὺς καὶ θε­ο­φθόγ­γους Κή­ρυ­κας, τὴν κο­ρυ­φὴν τῶν Δι­δα­σκά­λων Κύ­ριε, προ­σε­λά­βου εἰς ἀ­πό­λαυ­σιν τῶν ἀ­γα­θῶν σου καὶ ἀ­νά­παυ­σιν· τοὺς πό­νους γὰρ ἐ­κεί­νων καὶ τὸν κά­μα­τον, ἐ­δέξω ὑ­πὲρ πᾶ­σαν ὁ­λο­κάρ­πω­σιν, ὁ μό­νος δο­ξά­ζων τοὺς Ἁ­γί­ους σου.

Με­γα­λυ­νά­ριον.

ή­το­ρες σο­φίας θε­ο­ει­δεῖς, στῦ­λοι Ἐκ­κλη­σίας, οὐ­ρα­νίων μυ­στα­γω­γοί, Βα­σί­λειε πά­τερ, Γρη­γό­ριε θε­ό­φρον, καὶ θεῖε Ἰ­ω­άννη, κό­σμῳ ἐ­δεί­χθητε.        

31. Τῶν Ἁ­γίων καὶ Θαυ­μα­τουρ­γῶν Ἀ­ναρ­γύ­ρων Κύ­ρου καἸ­ω­άν­νου.


Ἀ­πο­λυ­τί­κιον. 

Ἦ­χος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

ς ἀ­θλο­φό­ροι εὐ­κλε­εῖς τοῦ Σω­τῆ­ρος, καὶ ἰ­α­τῆ­ρες τῶν ψυ­χῶν καὶ σω­μά­των, Ἀ­νάρ­γυ­ροι ἐ­κλάμ­πετε ἐν πάσῃ τῇ γῇ, νό­σων μὲν ἰ­ώ­με­νοι, ἀ­νω­δύ­νως τὰ βάρη, χά­ριν δὲ πο­ρί­ζον­τες, τοῖς βο­ῶ­σιν ἀ­παύ­στως· χαί­ρετε κρῆ­ναι θείων δω­ρεῶν, Κῦρε θε­ό­φρον, καὶ Ἰ­ω­άννη ἔν­δοξε.

Κον­τά­κιον. 

Ἦ­χος γ´. Ἡ Παρ­θέ­νος σή­με­ρον.

κ τῆς θείας χά­ρι­τος, τὴν δω­ρεὰν τῶν θαυ­μά­των, εἰ­λη­φό­τες Ἅ­γιοι, θαυ­μα­τουρ­γεῖτε ἀ­παύ­στως, ἅ­παντα, ἡ­μῶν τὰ πάθη τῇ χει­ρουρ­γίᾳ, τέ­μνον­τες, τῇ ἀ­ο­ράτῳ Κῦρε θέ­ο­φρον, σὺν τῷ θείῳ Ἰ­ω­άννῃ, ὑ­μεῖς γὰρ θεῖοι, ἰ­α­τροὶ ὑ­πάρ­χετε.

Με­γα­λυ­νά­ριον.

Χαί­ρετε πα­σχόν­των θε­ρα­πευ­ταί, Κρε θε­ο­φόρε, ­ω­άννη τε θαυ­μα­στέ· δω­ρεν γρ πσι, πα­ρέ­χον­τες ­ά­σεις, ε­ερ­γε­τετε πάν­τας, ς χρι­στο­μί­μη­τοι.


Δεν υπάρχουν σχόλια:

Δημοφιλείς αναρτήσεις