Τετάρτη 1 Ιανουαρίου 2025

Ἐν τοῖς Ἀποδείπνοις ψάλλομεν τὸ παρὸν Τριῴδιον

 

 

Τῌ Β' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ

Προεόρτια τῶν Φώτων
Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Σιλβέστρου, Πάπα Ῥώμης. 
 
Ἐν τοῖς Ἀποδείπνοις ψάλλομεν τὸ παρὸν Τριῴδιον, οὗ ἡ Ἀκροστιχὶς
Τῇ δευτέρᾳ
 
ᾨδὴ α'
Ἦχος β'
Ὁ Εἱρμὸς 
«Τῷ τὴν ἄβατον, κυμαινομένην θάλασσαν, θείῳ αὐτοῦ προστάγματι, ἀναξηράναντι, καὶ πεζεῦσαι δι' αὐτῆς, τὸν Ἰσραηλίτην λαὸν καθοδηγήσαντι, Κυρίῳ ᾄσωμεν· ἐνδόξως γὰρ δεδόξασται».

ἀπόρρητος, τοῦ Κτίστου συγκατάβασις, πρὶν ἐκ Παρθένου λάμψασα, κόσμον κατηύγασεν, αὐτὸς πάλιν ὁ Χριστός, ἄλλο νῦν μυστήριον, τελέσων ἔρχεται, ἐν lορδάνῃ βροτῶν, εἰς ξένην ἀναγέννησιν.

Διακονήσων, ἔργῳ φρικτῷ προέρχεται, πρὸς Ἰορδάνην Πρόδρομος, νῦν ἡ τοῦ Λόγου φωνή, τὸν πτωχεύσαντα Ἀδάμ, ὁ πλουτῶν θεότητι· διὰ τοῦ Πνεύματος γάρ, πλουτήσων ἥκει Χριστός, τῷ δώρῳ τοῦ Βαπτίσματος.

ᾨδὴ η'
Ἦχος β'
Ὁ Εἱρμὸς 
«φριξε παίδων εὐαγῶν, τὸ ὁμόστολον ψυχῆς ἄσπιλον σῶμα, καὶ εἶξε τὸ τραφέν, ἐν ἀπείρῳ ὕλῃ ἀκάματον πῦρ, ἀειζώου δὲ ἐκμαρανθείσης φλογός, διαιωνίζων ὕμνος ἀνεμέλπετο· Τὸν Κύριον, πάντα τὰ ἔργα ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας».

μᾶς μου σκεύη ἐκλεκτά, ἐπιγνώσομαι, εἰ τῆς ἐμῆς δωρεᾶς, σφραγὶς ἐνσημανθῇ, ἐν ὑμῖν τρισσὸν φῶς ἀπαστράπτουσα, πρὸς τὸ Βάπτισμα Χριστός, ὁ Λόγος φησί, τοῖς ῥᾳθυμίας ὄκνῳ διαμένουσιν· ἐν τούτῳ γὰρ νέαν ὁδὸν σωτηρίας, καὶ ἐλευθερίας, ζωὴν ἥκω δωρούμενος.

Τάξεως ἔμπαλιν ἐν σοί, φυσικῆς ἐστι πρᾶγμα τελούμενον νῦν, τὸ ἔλαττον καὶ γάρ, γνώμῃ εὐλογεῖται τοῦ κρείττονος· ὅθεν δέδοικα σὴν χειραπτῆσαι κάραν, τῷ Λυτρωτῇ ἐβόησεν ὁ Πρόδρομος· οὐ θέμις γὰρ χόρτον πυρὶ προσεγγίζειν, σὺ με μᾶλλον, ἁγίασον σὸν δοῦλον.

Ἕτερον Διώδιον, Ἦχος ὁ αὐτὸς
Οὗ ἡ Ἀκροστιχὶς
Τρίτη τε
Τῷ δόγματι τῷ τυραννικῷ
 
ᾳθυμίας ὕπνον ψυχικόν, τινάξαντες καρδίας ἐγρηγόρσει, τῷ ἐρχομένῳ καθᾶραι ψυχὰς ἐν ῥείθροις βοήσωμεν· Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.

κανούσθω πρᾶξις ἐν ἡμῖν, ψυχῆς ἐν ὑψηλῇ θεωρίᾳ ὅπως κατ' ἄμφω φανέντες φαιδροί, τῷ πάντας καθαίροντι· Εὐλογεῖτε τὰ ἔργα, βοῶμεν τὸν Κύριον.

Τὸ τάλαντον λόγῳ πρακτικῷ, κοσμήσαντες ἐν διπλῇ ἐργασίᾳ, πίστει τῷ δόντι Δεσπότῃ πιστοί, ὡς δοῦλοι προσάξωμεν, βαπτισθῆναι μολοῦντι, ψυχῶν εἰς ἀνάπλασιν. 
Ὁ Εἱρμὸς 
«Τῷ δόγματι τῷ τυραννικῷ, οἱ Ὅσιοι τρεῖς Παῖδες μὴ πεισθέντες, ἐν τῇ καμίνῳ βληθέντες Θεόν, ὡμολόγουν ψάλλοντες· Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον». 
ᾨδὴ θ'
Ἦχος β'
Ὁ Εἱρμὸς 
«μεγάλυνας Χριστέ, τὴν τεκοῦσαν σε Θεοτόκον, ἀφ’ ἧς ὁ Πλάστης ἡμῶν, ὁμοιοπαθὲς περιέθου σῶμα, τὸ τῶν ἡμετέρων λυτήριον ἀμπλακημάτων, ταύτην μακαρίζοντες, πᾶσαι γενεαὶ σὲ μεγαλύνομεν».

ύπον πάντα ἐμπαθῆ, ἀπωσάμενοι ἐπαξίως, Βαπτίσματος τοῦ θείου, γνώμην ἀναλάβωμεν ἔμφρονα· ἥκει γὰρ ὁ Κτίστης, κάθαρσιν δωρήσασθαι ξένην, ῥείθροις βαπτιζόμενος, πᾶσί τε καινὴν δεῖξαι ἀλλοίωσιν.

φορῶντες εἰς Χριστόν, ταπεινούμενον ἑκουσίως, μέχρι καὶ δούλου μορφῆς, ὑπὸ τὴν αὐτοῦ χεῖρα τὴν κραταιάν, νῦν ταπεινωθῶμεν, πνεύματι συνεπαρθέντες, ὅπως βαπτιζόμενον, τοῦτον καθαροῖς ἔργοις τιμήσωμεν. 
Ἕτερος
Ἡ τὸν ἀχώρητον Θεὸν
 
Τῆς ἁμαρτίας τὸν βαρύν, ῥύπον ἀπορρίψαντες, καθαροὶ τῷ πάντας καθαίροντι, ῥείθροις θείοις, ἐποφθῶμεν Δεσπότῃ.

ν Ἰορδάνῃ ποταμῷ, βαπτισθῆναι ἥκοντι, τῷ Χριστῷ δεῦτε προσεγγίσωμεν, τῶν δακρύων, καθαρθέντες τοῖς ῥείθροις.

ν τῇ Γεννήσει σου Σωτήρ, ἡμᾶς ἑορτάσαντας, μετὰ Μάγων καὶ Ποιμένων, νῦν πρόσδεξαι, σὲ τιμῶντας, βαπτισθῆναι μολοῦντα.  
Ὁ Εἱρμὸς 
« τὸν ἀχώρητον Θεόν, ἐν γαστρὶ χωρήσασα, καὶ χαρὰν τῷ κόσμῳ κυήσασα, σὲ ὑμνοῦμεν, Παναγία Παρθένε».

Δεν υπάρχουν σχόλια:

Δημοφιλείς αναρτήσεις