Τρίτη 2 Νοεμβρίου 2021

Όσιος Γαβριήλ ο Ομολογητής - Σαλός

Όσιος Γαβριήλ ο Ομολογητής - Σαλός

Στίχοι.

Σῆς ὁμολογίας, Γαβριήλ, ἀρότρῳ
ψυχὰς ἐγεώργησας ἐν Γεωργίᾳ.

Συναξάριον.
Ὅσιος καὶ θεοφόρος Ἀρχιμανδρίτης, Γαβριήλ, τὸ νέον εὖχος τῆς Γεωργιανῆς Ὀρθοδόξου Ἐκκλησίας, ὁ τοὐπίκλην Γκορέτζι Οὐργκεμπάντζε (Goderzi Urgebadze), ἐγεννήθη τῇ 26ῃ Αὐγούστου τοῦ 1929 ἐν Τιφλίδι καὶ ἐκοιμήθη τῇ 2ᾳ Νοεμβρίου τοῦ 1995 ἐν Ματσχέτᾳ. Παιδιόθεν Θεὸν ἀγαπήσας πλουσίως ἔλαβεν ἐξ Αὐτοῦ τὸ χάρισμα τῆς θαυματουργίας καὶ δὴ αὐτὸ τῆς διοράσεως. Ἐν καιρῷ διωγμοῦ ὑπὸ τοῦ ἀθεϊστικοῦ τῆς Γεωργίας καθεστῶτος καὶ ἐν αὐτοῦ νεότητος χρόνοις ἰδίοις μόχθοις ἐδόμησε τετράτρουλλον Ναὸν παρὰ τὴν αὐτοῦ οἰκίαν. Ἐδιώχθη διὰ τὴν πίστιν καὶ βασάνους καὶ εἱρκτὴν πολύμηνον ὑπέμεινεν. Μωραῖς προσποιήσεσι καὶ τρόποις σαλότητος τῶν δυναστῶν τὴν ἰσχὺν κατηδάφισε καὶ πυρὶ παραδοὺς τὸ ἔκτυπον τοῦ τῆς ἀθεΐας καὶ τυραννίας τοῦ λαοῦ ἄρχοντος στέφος ὁμολογητοῦ ἀπείληφεν. Πλουσίως οὐρανόθεν ἐθαυμαστώθη καὶ διέλαμψεν ἀκτῖσιν ἰαμάτων, προοράσεως καὶ διοράσεως. Ἐν γήρᾳ ἠσκεῖτο ἐν τῇ Μονῇ τῆς τοῦ Χριστοῦ Θείας Μεταμορφώσεως Σαμτάβρο στὴ Ματσχέτα καὶ περιωρίσθη ἐν τῷ δομηθέντι ἐκεῖσε πύργῳ ὑπὸ τοῦ Ἁγίου βασιλέως Μύριαν δεχομενος τὰς ἐπισκέψεις πλήθους πιστῶν μεθ’ οὗ συνεδιελέγετο. Ἐν τοῖς κηρύγμασι τοῦ Ὁσίου Γέροντος ἐμφορουμένου ἐξ ἀγάπης πρὸς πάντας προειδοποίει τὸν λαὸν περὶ τῆς ἐλεύσεως τοῦ ἀντιχρίστου. Προγνοὺς τὰς ἐρωτήσεις τῶν πιστῶν ἐδίδου τὰς προσηκούσας ἀπαντήσεις αὐτοῖς δεικνὺς τὴν ἐν αὐτῷ οἰκοῦσαν χάριν τοῦ Παρακλήτου Πνεύματος. Ὢν αὐστηρὸς εἰς ἑαυτὸν καὶ ἐπιεικὴς τοῖς πλησίον ἐφήρμοζε τὸ Παύλειον· «Τὸ ἐπιεικὲς ὑμῶν γνωσθήτω πᾶσιν ἀνθρώποις» (Φιλιπ. δ΄ 5). Ὁ πάνσεπτος αὐτοῦ τάφος ἐν τῷ αὐλείῳ χώρῳ τῆς Μονῆς Μεταμορφώσεως ἀποτελεῖ πηγὴν ἰαμάτων καὶ τόπον προσκυνήματος πλήθους εὐσεβῶν ὁμολογούντων θεραπείας ἀνιάτων ἀσθενειῶν, καρκίνων, ἐγκεφαλικῶν ἐπεισοδίων καὶ καρδιακῶν προβλημάτων. Συνηριθμήθη τοῖς δήμοις τῶν Ἁγίων ὑπὸ τοῦ Πατριαρχείου Γεωργίας τῇ 20ῃ Δεκεμβρίου τοῦ σωτηρίου ἔτους 2012.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστέ, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Δεν υπάρχουν σχόλια:

Δημοφιλείς αναρτήσεις