Τρίτη 1 Φεβρουαρίου 2022

ΜΑΡΤΥΡΙΟΝ ΠΕΡΠΕΤΟΥΑΣ



ΜΑΡΤΥΡΙΟΝ ΠΕΡΠΕΤΟΥΑΣ

Τὸ «Μαρτύριον Περπετούας», ἐκτὸς ἀπὸ σπουδαῖο μαρτυρολογικὸ κείμενο, ἀποτελεῖ καὶ πληροφοριακὴ πηγὴ περὶ ἀντιλήψεων καὶ νοοτροπιῶν ποὺ κυριαρχοῦν κατὰ τὴν Ὕστερη Ἀρχαιότητα. Ἔτσι, καθίσταται ταυτοχρόνως σημαντικὸ θεολογικὸ καὶ ἱστορικὸ ἔργο.
Μαρτύριον τῆς ἁγίας Περπετούας καὶ τῶν σὺν αὐτῇ τελειωθέντων ἐν Ἀφρικῇ· τῇ πρὸ τεσσάρων νονῶν Φευρουαρίων. Εὐλόγησον.

Ἐπὶ Οὐαλεριάνου καὶ Γαλιηνοῦ διωγμὸς ἐγένετο, ἐν ᾧ ἐμαρτύρησαν οἱ ἅγιοι Σάτυρος, Σατουρνῖλος, Ῥεουκάτος, Περπετούα, Φηλικητάτη, νόναις Φευρουαρίαις.

Εἰ τὰ παλαιὰ τῆς πίστεως δόγματα, καὶ δόξαν θεοῦ φανεροῦντα καὶ οἰκοδομὴν ἀνθρώποις ἀποτελοῦντα, διὰ τοῦτό ἐστιν γεγραμμένα, ἵνα τῇ ἀναγνώσει αὐτῶν ὡς παρουσίᾳ τῶν πραγμάτων χρώμεθα καὶ ὁ θεὸς δοξασθῇ, διατί μὴ καὶ τὰ καινὰ παραδείγματα, ἅτε δὴ ἑκάτερα ἐργαζόμενα ὠφέλειαν, ὡσαύτως γραφῇ παραδοθείη; ἢ γὰρ τὰ νῦν πραχθέντα οὐ τὴν αὐτὴν παρρησίαν ἔχει, ἐπεὶ δοκεῖ πως εἶναι τὰ ἀρχαῖα σεμνότερα; πλὴν καὶ ταῦτα ὕστερόν ποτε γενόμενα παλαιά, ὡσαύτως τοῖς μεθ᾿ ἡμᾶς γενήσεται καὶ ἀναγκαῖα καὶ τίμια. ἀλλ᾿ ὄψωνται οἵτινες μίαν δύναμιν ἑνὸς ἁγίου πνεύματος κατὰ τὰς ἡλικίας κρίνουσι τῶν χρόνων· ὅτε δὴ δυνατώτερα ἔδει νοεῖσθαι τὰ καινότερα, ὡς ἔχοντα αὐξανομένης τῆς χάριτος τῆς εἰς τὰ τέλη τῶν καιρῶν ἐπηγγελμένης. Ἐν ἐσχάταις γὰρ ἡμέραις, λέγει ὁ κύριος, ἐκχεῶ ἀπὸ τοῦ πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν· καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται, καὶ οἱ πρεσβῦται ὑμῶν ἐνυπνίοις ἐνυπνιασθήσονται. ἡμεῖς δὲ οἵτινες προφητείας καὶ ὁράσεις καινὰς δεχόμεθα καὶ ἐπιγινώσκομεν καὶ τιμῶμεν πάσας τὰς δυνάμεις τοῦ ἁγίου πνεύματος, ὡς χορηγεῖ τῇ ἁγίᾳ ἐκκλησίᾳ πρὸς ἣν καὶ ἐπέμφθη πάντα τὰ χαρίσματα ἐν πᾶσιν διοικοῦν, ἑκάστῳ ὡς ἐμέρισεν ὁ θεός, ἀναγκαίως καὶ ἀναμιμνήσκομεν καὶ πρὸς οἰκοδομὴν εἰσάγομεν, μετὰ ἀγάπης ταῦτα ποιοῦντες εἰς δόξαν θεοῦ, καὶ ἵνα μή πως ᾖ ἀβέβαιός τις καὶ ὀλιγόπιστος, ἢ καὶ τοῖς παλαιοῖς μόνον τὴν χάριν καὶ τὴν δύναμιν δίδοσθαι νομίσῃ, εἴτε ἐν τοῖς τῶν μαρτύρων εἴτε ἐν τοῖς τῶν ἀποκαλύψεων ἀξιώμασιν· πάντοτε ἐργαζομένου τοῦ θεοῦ ἃ ἀπηγγείλατο εἰς μαρτύριον μὲν τῶν ἀπίστων εἰς ἀντίληψιν δὲ τῶν πιστῶν. καὶ ἡμεῖς ἃ ἠκούσαμεν καὶ ἑωράκαμεν καὶ ἐψηλαφήσαμεν εὐαγγελιζόμεθα ἡμῖν ἀδελφοὶ καὶ τέκνα· ἵνα καὶ οἱ συμπαρόντες ἀναμνησθῶσιν δόξης θεοῦ, καὶ οἱ νῦν δι᾿ ἀκοῆς γινώσκοντες κοινωνίαν ἔχητε μετὰ τῶν ἁγίων μαρτύρων, καὶ δι᾿ αὐτῶν μετὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

Ἐν πόλει Θουρβιτάνων τῇ μικροτέρᾳ συνελήφθησαν νεανίσκοι κατηχούμενοι, Ῥεουκάτος καὶ Φηλικητάτη σύνδουλοι, καὶ Σατουρνῖλος καὶ Σεκοῦνδος· μετ᾿ αὐτῶν δὲ καὶ Οὐιβία Περπετούα, ἥτις ἦν γεννηθεῖσα εὐγενῶς καὶ τραφεῖσα πολυτελῶς γαμηθεῖσά τε ἐξόχως. αὕτη εἶχεν πατέρα καὶ μητέρα καὶ δύο ἀδελφοὺς, ὧν ὁ ἕτερος ἦν ὡσαύτως κατηχούμενος· εἶχεν δὲ καὶ τέκνον, ὃ πρὸς τοῖς μασθοῖς ἔτι ἐθήλαζεν· ἦν δὲ αὕτη ἐτῶν εἴκοσι δύο· ἥτις πᾶσαν τὴν τάξιν τοῦ μαρτυρίου ἐντεῦθεν διηγήσατο, ὡς καὶ τῷ νοῒ αὐτῆς καὶ τῇ χειρὶ συγγράψασα κατέλιπεν οὕτως εἰποῦσα.

Ἔτι, φησίν, ἡμῶν παρατηρουμένων ἐπεχείρει ὁ πατήρ μοι λόγοις πείθειν με κατὰ τὴν ἑαυτοῦ εὐσπλαγχνίαν τῆς προκειμένης ὁμολογίας ἐκπεσεῖν· κἀγὼ πρὸς αὐτόν· Πάτερ, ἔφην, ὁρᾶς λόγου χάριν σκεῦος κείμενον ἢ ἄλλο τι τῶν τοιούτων; κἀκεῖνος ἀπεκρίθη· Ὁρῶ. κἀγώ· Ἄλλο ὀνομάζειν αὐτὸ μὴ θέμις; οὐδὲ δύναμαι, εἰμὴ ὃ εἰμί, τουτέστι χριστιανή. τότε ὁ πατήρ μου ταραχθεὶς τῷδε τῷ λόγῳ ἐπελθὼν ἠθέλησεν τοὺς ὀφθαλμούς μου ἐξορύξαι· ἔπειτα μόνον κράξας, ἐξῆλθεν νικηθεὶς μετὰ τῶν τοῦ διαβόλου μηχανῶν. τότε ὀλίγας ἡμέρας ἀποδημήσαντος αὐτοῦ, ηὐχαρίστησα τῷ κυρίῳ, καὶ ἥσθην ἀπόντος αὐτοῦ· καὶ ἐν αὐταῖς ταῖς ἡμέραις ἐβαπτίσθημεν· καὶ ἐμὲ ὑπηγόρευσεν τὸ πνεῦμα τὸ ἅγιον μηδὲν ἄλλο αἰτήσασθαι ἀπὸ τοῦ ὕδατος τοῦ βαπτίσματος εἰ μὴ σαρκὸς ὑπομονήν. μετὰ δὲ ὀλίγας ἡμέρας ἐβλήθημεν εἰς φυλακὴν, καὶ ἐξενίσθην· οὐ γὰρ πώποτε τοιοῦτον ἑωράκειν σκότος· ὡς δεινὴν ἡμέραν καῦμά τε σφοδρόν· καὶ γὰρ ἀνθρώπων πλῆθος ἦν ἐκεῖ ἄλλως τε καὶ στρατιωτῶν συκοφαντίαις πλείσταις· μεθ᾿ ἃ δὴ πάντα κατεπονούμην διὰ τὸ νήπιον τέκνον. τότε Τέρτιος καὶ Πομπόνιος, εὐλογημένοι διάκονοι οἳ διηκόνουν ἡμῖν, τιμὰς δόντες ἐποίησαν ἡμᾶς εἰς ἡμερώτερον τόπον τῆς φυλακῆς μεταχθῆναι. τότε ἀναπνοῆς ἐτύχομεν, καὶ δὴ ἕκαστοι προσαχθέντες ἐσχόλαζον ἑαυτοῖς· καὶ τὸ βρέφος ἠνέχθη πρός με, καὶ ἐπεδίδουν αὐτῷ γάλα, ἤδη αὐχμῷ μαρανθέν· τῇ μητρὶ προσελάλουν, τὸν ἀδελφὸν προετρεπόμην, τὸ νήπιον παρετιθέμην· ἐτηκόμην δὲ ὅτι ἐθεώρουν αὐτοὺς δι᾿ ἐμὲ λυπουμένους· οὕτως περίλυπος πλείσταις ἡμέραις οὖσα, ᾔτησα καὶ τὸ βρέφος ἐν τῇ φυλακῇ μετ᾿ ἐμοῦ μένειν· κἀκεῖνο ἀνέλαβεν καὶ ἐγὼ ἐκουφίσθην ἀπὸ ἀνίας καὶ πόνου, καὶ ἰδοὺ ἡ φυλακὴ ἐμοὶ γέγονεν πραιτώριον, ὡς μᾶλλόν με ἐκεῖ θέλειν εἶναι, καὶ οὐκ ἀλλαχοῦ.

Τότε εἶπέν μοι ὁ ἀδελφός· Κυρία ἀδελφή, ἤδη ἐν μεγάλῳ ἀξιώματι ὑπάρχεις, τοσαύτη οὖσα ὡς εἰ αἰτήσειας ὀπτασίας ὀπτασίαν λάβοις ἂν εἰς τὸ δειχθῆναί σοι εἴπερ ἀναβολὴν ἔχεις ἢ παθεῖν μέλλεις. κἀγὼ ἥτις ᾔδειν με ὁμιλοῦσαν θεῷ, οὗ γε δὴ τοσαύτας εὐεργεσίας εἶχον, πίστεως πλήρης οὖσα, ἐπηγγειλάμην αὐτῷ εἰποῦσα· Ἄυριόν σοι ἀπαγγελῶ. ᾐτησάμην δέ, καὶ ἐδείχθη μοι τοῦτο· εἶδον κλίμακα χαλκῆν θαυμαστοῦ μήκους· ἧς τὸ μῆκος ἄχρις οὐρανοῦ· στενὴ δὲ ἦν ὡς μηδένα δι᾿ αὐτῆς δύνασθαι εἰ μὴ μοναχὸν ἕνα ἀναβῆναι· ἐξ ἑκατέρων δὲ τῶν τῆς κλίμακος μερῶν πᾶν εἶδος ἦν ἐμπεπηγμένον ἐκεῖ ξιφῶν, δοράτων, ἀγκίστρων, μαχαιρῶν, ὀβελίσκων· ἵνα πᾶς ὁ ἀναβαίνων ἀμελῶς καὶ μὴ ἀναβλέπων τοῖς ἀκοντίοις τὰς σάρκας σπαραχθείη· ἦν δὲ ὑπ᾿ αὐτῇ τῇ κλίμακι δράκων ὑπερμεγέθης, ὃς δὴ τοὺς ἀναβαίνοντας ἐνήδρευεν, ἐκθαμβῶν ὅπως μὴ τολμῶσιν ἀναβαίνειν. ἀνέβη δὲ ὁ Σάτυρος· ὃς δὴ ὕστερον δι᾿ ἡμᾶς ἑκὼν παρέδωκεν ἑαυτόν· αὐτοῦ γὰρ καὶ οἰκοδομὴ ἦμεν· ἀλλ᾿ ὅτε συνελήφθημεν ἀπῆν. ὡς οὖν πρὸς τὸ ἄκρον τῆς κλίμακος παρεγένετο, ἐστράφη, καὶ εἶπεν· Περπετούα, περιμένω σε· ἀλλὰ βλέπε μή σε ὁ δράκων δάκῃ· καὶ εἶπον· Οὐ μή με βλάψῃ, ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ. καὶ ὑποκάτω τῆς κλίμακος ὡσεὶ φοβούμενός με ἠρέμα τὴν κεφαλὴν προσήνεγκεν· καὶ ὡς εἰς τὸν πρῶτον βαθμὸν ἠθέλησα ἐπιβῆναι, τὴν κεφαλὴν αὐτοῦ ἐπάτησα. καὶ εἶδον ἐκεῖ κῆπον μέγιστον, καὶ ἐν μέσῳ τοῦ κήπου ἄνθρωπον πολιὸν καθεζόμενον ποιμένος σχῆμα ἔχοντα ὑπερμεγέθη, ὃς ἤλμευγε τὰ πρόβατα· περιειστήκεισαν δὲ αὐτῷ πολλαὶ χιλιάδες λευχειμονούντων· ἀπάρας δὲ τὴν κεφαλὴν ἐθεάσατό με καὶ εἶπεν· Καλῶς ἐλήλυθας, τέκνον. καὶ ἐκάλεσέν με, καὶ ἐκ τοῦ τυροῦ οὗ ἤλμευγεν ἔδωκέν μοι ὡσεὶ ψωμίον· καὶ ἔλαβον ζεύξασα τὰς χεῖράς μου καὶ ἔφαγον· καὶ εἶπαν πάντες οἱ παρεστῶτες· Ἀμήν. καὶ πρὸς τὸν ἦχον τῆς φωνῆς ἐξυπνίσθην ἔτι τί ποτε μασωμένη γλυκύ· καὶ εὐθέως διηγησάμην τῷ ἀδελφῷ καὶ ἐνοήσαμεν ὅτι δέοι παθεῖν· καὶ ἠρξάμην ἔκτοτε μηδεμίαν ἐλπίδα ἐν τῷ αἰῶνι τούτῳ ἔχειν.

Μετὰ δὲ ἡμέρας ὀλίγας ἔγνωμεν μέλλειν ἡμᾶς ἀκουσθήσεσθαι· παρεγένετο δὲ καὶ ὁ πατὴρ ἐκ τῆς πολλῆς ἀποδημίας μαραινόμενος, καὶ ἀνέβη πρός με προτρεπόμενός με καταβαλεῖν, λέγων· Θύγατερ, ἐλέησον τὰς πολιάς μου· ἐλέησον τὸν πατέρα σοθ, εἴπερ ἄξιός εἰμι ὀνομασθῆναι πατήρ σου· μνήσθητι ὅτι ταῖς χερσὶν ταύταις πρὸς τὸ τοιοῦτον ἄνθος τῆς ἡλικίας ἀνήγαγόν σε· καὶ προειλόμην σε ὑπὲρ τοὺς ἀδελφούς σου· ὅρα τὴν σὴν μητέρα καὶ τὴν τῆς μητρός σου ἀδελφήν, ἴδε τὸν υἱόν σου ὃς μετὰ σὲ ζῆν οὐ δύναται· ἀπόθου τοὺς θυμοὺς καὶ μὴ ἡμᾶς πάντας ἐξολοθρεύσῃς· οὐδεὶς γὰρ ἡμῶν μετὰ παρρησίας λαλήσει, ἐάν τί σοι συμβῇ. ταῦτα ἔλεγεν ὡς πατὴρ κατὰ τὴν τῶν γονέων εὔνοιαν· καὶ κατεφίλει μου τὰς χεῖρας καὶ ἑαυτὸν ἔρριπτεν ἔμπροσθεν τῶν ποδῶν μου καὶ ἐπιδακρύων οὐκέτι με θυγατέρα ἀλλὰ κυρίαν ἐπεκάλει· ἐγὼ δὲ περὶ τῆς διαθέσεως τοῦ πατρὸς ἤλγουν, ὅτι ἐν ὅλῳ τῷ ἐμῷ γένει μόνος οὐκ ἠγαλλιᾶτο ἐν τῷ ἐμῷ πάθει. παρεμυθησάμην δὲ αὐτὸν εἰποῦσα· Τοῦτο γενήσεται ἐν τῷ βήματι ἐκείνῳ [ὃ] ἐὰν θέλῃ ὁ κύριος· γνῶθι γὰρ ὅτι οὐκ ἐν τῇ ἡμετέρᾳ ἐξουσίᾳ, ἀλλ᾿ ἐν τῇ τοῦ θεοῦ ἐσόμεθα· καὶ ἐχωρίσθη ἀπ᾿ ἐμοῦ ἀδημονῶν.

Καὶ τῇ ἡμέρᾳ ἐν ᾗ ὥριστο ἡρπάγημεν ἵνα ἀκουσθῶμεν· καὶ ὥσπερ ἐγενήθημεν εἰς τὴν ἀγορὰν φήμη εὐθὺς εἰς τὰ ἐγγὺς μέρη διῆλθεν, καὶ συνέδραμεν πλεῖστος ὄχλος· ὡς δὲ ἀνέβημεν εἰς τὸ βῆμα ἐξετασθέντες οἱ λοιποὶ ὡμολόγησαν· ἤμελλον δὲ κἀγὼ ἐξετάζεσθαι· καὶ ἐφάνη ἐκεῖ μετὰ τοῦ τέκνου μου ὁ πατήρ· καὶ καταγαγών με πρὸς ἑαυτόν, εἶπεν· Ἐπίθυσον ἐλεήσασα τὸ βρέφος. καὶ Ἱλαριανός τις ἐπίτροπος, ὃς τότε τοῦ ἀνθυπάτου ἀποθανόντος Μινουκίου Ὀππιάνου ἐξουσίαν εἰλήφει μαχαίρας, λέγει μοι· Φεῖσαι τῶν πολιῶν τοῦ πατρός σου· φεῖσαι τῆς τοῦ παιδίου νηπιότητος· ἐπίθυσον ὑπὲρ σωτηρίας τῶν αὐτοκρατόρων. κἀγὼ ἀπεκρίθην· Οὐ θύω. καὶ εἶπεν Ἱλαρίανος· Χριστιανὴ εἶ; καὶ εἶπον· Χριστιανή εἰμι. καὶ ὡς ἐσπούδαζεν ὁ πατήρ μου καταβαλεῖν με ἀπὸ τῆς ὁμολογίας, κελεύσαντος Ἱλαριάνου ἐξεβλήθη· προσέτι δὲ καὶ τῇ ῥάβδῳ τῶν δορυφόρων τις ἐτύπτησεν αὐτόν· κἀγὼ σφόδρα ἤλγησα, ἐλεήσασα τὸ γῆρας αὐτοῦ· τότε ἡμᾶς πάντας πρὸς θηρία κατακρίνει. καὶ χαίροντες κατίημεν εἰς φυλακήν. ἐπειδὴ δὲ ὑπ᾿ ἐμοῦ ἐθηλάζετο τὸ παιδίον, καὶ μετ᾿ ἐμοῦ ἐν τῇ φυλακῇ εἰώθει μένειν, πέμπω πρὸς τὸν πατέρα μου Πομπόνιον διάκονον, αἰτοῦσα τὸ βρέφος· ὁ δὲ πατὴρ οὐκ ἔδωκεν· πλὴν ὡς ὁ θεὸς ᾠκονόμησεν οὔτε ὁ παῖς μασθοὺς ἐπεθύμησεν ἔκτοτε, οὔτε ἐμοί τις προσγέγονεν φλεγμονή· ἴσως ἵνα [μὴ] καὶ τῇ τοῦ παιδίου φροντίδι καὶ τῇ τῶν μασθῶν ἀλγηδόνι καταπονηθῶ.

Καὶ μετ᾿ ὀλίγας ἡμέρας προσευχομένων ἡμῶν ἁπάντων ἐξαίφνης ἐν μέσῳ τῆς προσευχῆς ἀφῆκα φωνὴν καὶ ὠνόμασα Δεινοκράτην. καὶ ἔκθαμβος ἐγενήθην, διότι οὐδέποτε εἰ μὴ τότε ἀνάμνησιν αὐτοῦ πεποιήκειν· ἤλγησα δὲ εἰς μνήμην ἐλθοῦσα τῆς αὐτοῦ τελευτῆς. πλὴν εὐθέως ἔγνων ἐμαυτὴν ἐξίαν οὖσαν αἴτησιν ποιήσασθαι περὶ αὐτοῦ, καὶ ἠρξάμην πρὸς Κύριον μετὰ στεναγμῶν προσεύχεσθαι τὰ πλεῖστα· καὶ εὐθέως αὐτῇ τῇ νυκτὶ ἐδηλώθη μοι τοῦτο. ὁρῶ Δεινοκράτην ἐξερχόμενον ἐκ τόπου σκοτεινοῦ, ὅπου καὶ ἄλλοι πολλοὶ καυματιζόμενοι καὶ διψῶντες ἦσαν, ἐσθῆτα ἔχοντα ῥυπαράν, ὠχρὸν τῇ χρόᾳ· καὶ τὸ τραῦμα ἐν τῇ ὄψει αὐτοῦ τελευτῶν ὅπερ περιὼν ἔτι εἶχεν. οὗτος δὲ ὁ Δεινοκράτης, ὁ ἀδελφός μου κατὰ σάρκα, ἑπταετὴς τεθνήκει ἀσθενήσας καὶ τὴν ὄψιν αὐτοῦ γαγγραίνῃ σαπεὶς ὡς τὸν θάνατον αὐτοῦ στυγητὸν γενέσθαι πᾶσιν ἀνθρώποις. ἐθεώρουν οὖν μέγα διάστημα ἀνὰ μέσον αὐτοῦ καὶ ἐμοῦ, ὡς μὴ δύνασθαι ἡμᾶς ἀλλήλοις προσελθεῖν. ἐν ἐκείνῳ δὲ τῷ τόπῳ ἐν ᾧ ἦν ὁ ἀδελφός μου κολυμβήθρα ἦν ὕδατος πλήρης· ὑψηλωτέραν δὲ εἶχεν τὴν κρηπῖδα ὑπὲρ τὸ τοῦ παιδίου μῆκος· πρὸς ταύτην ὁ Δεινοκράτης διετείνετο πιεῖν προαιρούμενος· ἐγὼ δὲ ἤλγουν διότι καὶ ἡ κολυμβήθρα ἦν πλήρης ὕδατος, καὶ τὸ παιδίον οὐκ ἠδύνατο πιεῖν διὰ τὴν ὑψηλότητα τῆς κρηπῖδος· καὶ ἐξυπνίσθην. καὶ ἔγνων κάμνειν τὸν ἀδελφόν μου· ἐπεποίθειν δὲ δύνασθαί με αὐτῷ βοηθῆσαι ἐν ταῖς ἀνὰ μέσον ἡμέραις, ἐν αἷς κατήχθημεν εἰς τὴν ἄλλην φυλακὴν τὴν τοῦ χιλιάρχου· ἐγγὺς γὰρ ἦν τῆς παρεμβολῆς οὗ ἠμέλλομεν θηριομαχεῖν· γενέθλιον γὰρ ἤμελλεν ἐπιτελεῖσθαι Καίσαρος. εἶτα προσευξαμένη μετὰ στεναγμῶν σφοδρῶς περὶ τοῦ ἀδελφοῦ μου ἡμέρας τε καὶ νυκτὸς δωρηθῆναί μοι αὐτὸν ἠξίωσα.

Καὶ εὐθὺς ἐν τῇ ἑσπέρᾳ ἐν ᾗ ἐν νέρβῳ ἐμείναμεν, ἐδείχθη μοι τοῦτο. ὁρῶ *τόπῳ* ἐν ᾧ ἑωράκειν τὸν Δεινοκράτην, καθαρῷ σώματι ὄντα, καὶ καλῶς ἠμφιεσμένον καὶ ἀναψύχοντα· καὶ ὅπου τὸ τραῦμα ἦν οὐλὴν ὁρῶ· καὶ ἡ κρηπὶς τῆς κολυμβήθρας κατήχθη ἕως τοῦ ὀμφαλίου αὐτοῦ· ἔρρεεν δὲ ἐξ αὐτῆς ἀδιαλείπτως ὕδωρ· καὶ ἐπάνω τῆς κρηπῖδος ἦν χρυσῆ φιάλη μεστή· καὶ προσελθὼν ὁ Δεινοκράτης ἤρξατο ἐξ αὐτῆς πίνειν· ἡ δὲ φιάλη οὐκ ἐνέλειπεν. καὶ ἐμπλησθεὶς ἤρξατο παίζειν ἀγαλλιώμενος ὡς τὰ νήπια· καὶ ἐξυπνίσθην. καὶ ἐνόησα ὅτι μετετέθη ἐκ τῶν τιμωριῶν.

Καὶ μετ᾿ ὀλίγας ἡμέρας Πούδης τις στρατιώτης ὁ τῆς φυλακῆς προιστάμενος μετὰ πολλῆς τῆς σπουδῆς ἤρξατο ἡμᾶς τιμᾶν καὶ δοξάζειν τὸν θεόν, ἐννοῶν δύναμιν μεγάλην εἶναι περὶ ἡμᾶς· διὸ καὶ πολλοὺς εἰσελθεῖν πρὸς ἡμᾶς οὐκ ἐκώλυεν εἰς τὸ ἡμᾶς διὰ τῶν ἐπαλλήλων παραμυθιῶν παρηγορεῖσθαι. ἤγγισεν δὲ ἡ ἡμέρα τῶν φιλοτιμιῶν καὶ εἰσέρχεται πρός με ὁ πατήρ, τῇ ἀκηδίᾳ μαρανθείς, καὶ ἤρξατο τὸν πώγωνα τὸν ἴδιον ἐκτίλλειν ῥίπτειν τε ἐπὶ γῆς· καὶ πρηνὴς κατακείμενος κακολογεῖν τὰ ἑαυτοῦ ἔτη κατηγορῶν καὶ λέγων τοιαῦτα ῥήματα ὡς πᾶσαν δύνασθαι τὴν κτίσιν σαλεῦσαι· ἐγὼ δὲ ἐπένθουν διὰ τὸ ταλαίπωρον γῆρας αὐτοῦ.

Πρὸ μιᾶς οὖν τοῦ θηριομαχεῖν ἡμᾶς, βλέπω ὅραμα τοιοῦτον. Πομπόνιος ὁ διάκονος, φησίν, ἦλθεν πρὸς τὴν θύραν τῆς φυλακῆς καὶ ἔκρουσεν σφόδρα· ἐξελθοῦσα ἤνοιξα αὐτῷ· καὶ ἦν ἐνδεδυμένος ἐσθῆτα λαμπρὰν καὶ περιεζωσμένος· εἶχεν δὲ ποικίλα ὑποδήματα καὶ λέγει μοι· Σὲ περιμένω, ἐλθέ. καὶ ἐκράτησεν τὰς χεῖράς μου, καὶ ἐπορεύθημεν διὰ τραχέων καὶ σκολιῶν τόπων· καὶ μόλις παρεγενόμεθα εἰς τὸ ἀμφιθέατρον· καὶ εἰσήγαγέν με εἰς τὸ μέσον καὶ λέγει μοι· Μὴ φοβήθῃς· ἐνθάδε εἰμὶ μετὰ σοῦ, συγκάμνων σοι· καὶ ἀπῆλθεν. καὶ ἰδοὺ βλέπω πλεῖστον ὄχλον ἀποβλέποντα τῇ θεωρίᾳ σφόδρα· κἀγὼ ἥτις εἶδον πρὸς θηρία με καταδικασθεῖσαν ἐθαύμαζον ὅτι οὐκ ἔβαλλόν μοι αὐτά. καὶ ἦλθεν πρός με Αἰγύπτιός τις ἄμορφος τῷ σχήματι μετὰ τῶν ὑπουργούντων αὐτῷ μαχησόμενός μοι. καὶ ἔρχεται πρός με νεανίας τις εὐμορφώτατος τῷ κάλλει ἐξαστράπτων, καὶ ἕτεροι μετ᾿ αὐτοῦ νεανίαι ὡραῖοι, ὑπηρέται τε σπουδασταὶ ἐμοί. καὶ ἐξεδύθην καὶ ἐγενήθην ἄρρην· καὶ ἤρξαντο οἱ ἀντιλήμπτορές μου ἐλαίῳ με ἀλείφειν, ὡς ἔθος ἐστὶν ἐν ἀγῶνι· καὶ ἄντικρυς βλέπω τὸν Αἰγύπτιον ἐκεῖνον ἐν τῷ κονιορτῷ κυλιόμενον. ἐξῆλθεν δέ τις ἀνὴρ θαυμαστοῦ μεγέθους, ὑπερέχων τοῦ ἄκρου τοῦ ἀμφιθεάτρου, διεζωσμένος ἐσθῆτα ἥτις εἶχεν οὐ μόνον ἐκ τῶν δύο ὤμων τὴν πορφύραν, ἀλλὰ καὶ ἀνὰ μέσον ἐπὶ τοῦ στήθους· εἶχεν δὲ καὶ ὑποδήματα ποικίλα ἐκ χρυσίου καὶ ἀργυρίου· ἐβάσταζεν δὲ καὶ ῥάβδον ὡς βραβευτὴς ἢ προστάτης μονομάχων· ἔφερεν δὲ καὶ κλάδους χλωροὺς ἔχοντας μῆλα χρυσᾶ· καὶ αἰτήσας σιγὴν γενέσθαι, ἔφη· Οὗτος ὁ Αἰγύπτιος ἐὰν ταύτην νικήσῃ ἀνελεῖ αὐτὴν μαχαίρᾳ· αὕτη δὲ ἐὰν νικήσῃ αὐτὸν λήψεται τὸν κλάδον τοῦτον· καὶ ἀπέστη. προσήλθομεν δὲ ἀλλήλοις καὶ ἠρξάμεθα παγκρατιάζειν· ἐκεῖνος ἐμοῦ τοὺς πόδας κρατεῖν ἠβούλετο· ἐγὼ δὲ λακτίσμασιν τὴν ὄψιν αὐτοῦ ἔτυπτον· καὶ ἰδοὺ ἐπῆρα ἀπὸ ἀέρος καὶ ἠρξάμην αὐτὸν οὕτως τύπτειν ὡς μὴ πατοῦσα τὴν γῆν. ἰδοῦσα δὲ ὡς οὐδέπω ᾔκιζον αὐτὸν ζεύξασα τὰς χεῖράς μου καὶ δακτύλους δακτύλοις ἐμβαλοῦσα τῆς κεφαλῆς αὐτοῦ ἐπελαβόμην· καὶ ἔρριψα αὐτὸν ἐπ᾿ ὄψει καὶ ἐπάτησα τὴν κεφαλὴν αὐτοῦ. καὶ ἤρξατο πᾶς ὁ ὄχλος βοᾶν· καὶ οἱ σπουδασταί μου ἐγαυρίων. καὶ προσῆλθον τῷ βραβευτῇ καὶ ἔλαβον τὸν κλάδον· καὶ ἠσπάσατό με καὶ εἶπεν· Εἰρήνη μετὰ σοῦ, θύγατερ· καὶ ἠρξάμην εὐθὺς πορεύεσθαι μετὰ δόξης πρὸς πύλην τὴν λεγομένην ζωτικήν. καὶ ἐξυπνίσθην· καὶ ἐνόησα ὅτι οὐ πρὸς θηρία μοι ἀλλὰ πρὸς τὸν διάβολόν ἐστιν ἡ ἐσομένη μάχη· καὶ συνῆκα ὅτι νικήσω αὐτόν. ταῦτα ἕως πρὸ μιᾶς τῶν φιλοτιμιῶν ἔγραψα· τὰ ἐν τῷ ἀμφιθεάτρῳ γενησόμενα ὁ θέλων συγγραψάτω.

Ἀλλὰ καὶ ὁ μακάριος Σάτυρος τὴν ἰδίαν ὀπτασίαν αὐτὸς δι᾿ ἑαυτοῦ συγγράψας ἐφανέρωσεν τοιαῦτα εἰρηκώς. Ἤδη, φησίν, ἦμεν ὡς πεπονθότες καὶ ἐκ τῆς σαρκὸς ἐξεληλύθειμεν, καὶ ἠρξάμεθα βαστάζεσθαι ὑπὸ τεσσάρων ἀγγέλων πρὸς ἀνατολάς, καὶ αἱ χεῖρες ἡμῶν οὐχ ἥπτοντο· ἐπορευόμεθα δὲ εἰς τὰ ἀνώτερα, καὶ οὐχ ὕπτιοι ἀλλ᾿ οἷον ὡς δι᾿ ὁμαλῆς ἀναβάσεως ἐφερόμεθα. καὶ δὴ ἐξελθόντες τὸν πρῶτον κόσμον φῶς λαμπρότατον εἴδομεν· καὶ εἶπον πρὸς τὴν Περπετούαν (πλησίον γάρ μου ἦν)· Τοῦτό ἐστιν ὅπερ ὁ κύριος ἡμῶν ἐπηγγείλατο· μετειλήφαμεν τῆς ἐπαγγελίας. αἰωρουμένων δὲ ἡμῶν διὰ τῶν τεσσάρων ἀγγέλων ἐγένετο στάδιον μέγα, ὅπερ ὡσεὶ κῆπος ἦν ἔχων ῥόδου δένδρα καὶ πᾶν γένος τῶν ἀνθέων· τὸ δὲ ὕψος τῶν δένδρων ἦν ὡσεὶ κυπαρίσσου μῆκος, ἀκαταπαύστως δὲ κατεφέρετο τὰ δένδρα τὰ φύλλα αὐτῶν. ἦσαν δὲ μεθ᾿ ἡμῶν ἐν αὐτῷ τῷ κήπῳ οἱ τέσσαρες ἄγγελοι, ἀλλήλων ἐνδοξότεροι, ὑφ᾿ ὧν ἐφερόμεθα· πτοουμένους δὲ ἡμᾶς καὶ θαυμάζοντας *καὶ ἀπέθηκαν, καὶ ἀνέλαβον· καὶ ὁδὸν* λαβόντες διήλθομεν τὸ στάδιον τοῖς ἡμετέροις ποσίν. ἐκεῖ εὕρομεν Ἰουκοῦνδον καὶ Σάτυρον καὶ Ἀρτάξιον, τοὺς ἐν αὐτῷ τῷ διωγμῷ ζῶντας κρεμασθέντας· εἴδομεν δὲ Κοΐντον τὸν μάρτυρα τὸν ἐν τῇ φυλακῇ ἀποθανόντα· ἐζητοῦμεν δὲ καὶ περὶ τῶν λοιπῶν ποῦ ἄρα εἰσίν· καὶ εἶπον οἱ ἄγγελοι πρὸς ἡμᾶς· Δεῦτε πρῶτον ἔσω ἵνα ἀσπάσησθε τὸν κύριον.

Καὶ ἤλθομεν πλησίον τοῦ τόπου ἐκείνου τοῦ ἔχοντος τοίχους ὡσανεὶ ἐκ φωτὸς ᾠκοδομημένους, καὶ πρὸ τῆς θύρας τοῦ τόπου ἐκείνου εἰσελθόντες οἱ τέσσαρες ἄγγελοι ἐνέδυσαν ἡμᾶς λευκὰς στολάς· καὶ εἰσήλθομεν καὶ ἠκούσαμεν φωνὴν ἡνωμένην λεγόντων· Ἅγιος, ἅγιος, ἅγιος, ἀκαταπαύστως. καὶ εἴδομεν ἐν μέσῳ τοῦ τόπου ἐκείνου καθεζόμενον ὡς ἄνθρωπον πολιόν· οὗ αἱ τρίχες ὅμοιαι χιόνος καὶ νεαρὸν τὸ πρόσωπον αὐτοῦ· πόδας δὲ αὐτοῦ οὐκ ἐθεασάμεθα. πρεσβύτεροι δὲ τέσσαρες ἐκ δεξιῶν καὶ τέσσαρες ἐξ εὐωνύμων ἦσαν αὐτοῦ· ὀπίσω δὲ τῶν τεσσάρων πολλοὶ πρεσβύτεροι. ὡς δὲ θαυμάζοντες εἰσεληλύθαμεν καὶ ἔστημεν ἐνώπιον τοῦ θρόνου, οἱ τέσσαρες ἄγγελοι ἐπῆραν ἡμᾶς, καὶ ἐφιλήσαμεν αὐτόν, καὶ τῇ χειρὶ περιέλαβεν τὰς ὄψεις ἡμῶν· οἱ δὲ λοιποὶ πρεσβύτεροι εἶπον πρὸς ἡμᾶς· Σταθῶμεν καὶ προσευξώμεθα. καὶ εἰρηνοποιήσαντες ἀπεστάλημεν ὑπὸ τῶν πρεσβυτέρων, λεγόντων· Πορεύεσθε καὶ χαίρεσθε. καὶ εἶπον· Περπετούα, ἔχεις ὃ ἐβούλου. καὶ εἶπεν· Τῷ θεῷ χάρις, ἵνα, ὡς ἐν σαρκὶ μετὰ χαρᾶς ἐγενόμην, πλείονα χαρῶ νῦν.

Ἐξήλθομεν δὲ καὶ εἴδομεν πρὸ τῶν θυρῶν Ὀπτάτον τὸν ἐπίσκοπον καὶ Ἀσπάσιον τὸν πρεσβύτερον πρὸς τὰ ἀριστερὰ μέρη διακεχωρισμένους καὶ περιλύπους. καὶ πεσόντες πρὸς τοὺς πόδας ἡμῶν ἔφασαν ἡμῖν· Διαλλάξατε ἡμᾶς πρὸς ἀλλήλους ὅτι ἐξεληλύθατε καὶ οὕτως ἡμᾶς ἀφήκατε. καὶ εἴπαμεν πρὸς αὐτούς· Οὐχὶ σὺ πάπας ἡμέτερος εἶ, καὶ σὺ πρεσβύτερος; ἵνα τί οὕτως προσεπέσατε τοῖς ἡμετέροις ποσίν; καὶ σπλαγχνισθέντες περιελάβομεν αὐτοὺς καὶ ἤρξατο ἡ Περπετούα Ἑλληνιστὶ μετ᾿ αὐτῶν ὁμιλεῖν, καὶ ἀνεχωρήσαμεν σὺν αὐτοῖς εἰς τὸν κῆπον ὑπὸ τὸ δένδρον τοῦ ῥόδου. καὶ λαλούντων αὐτῶν μεθ᾿ ἡμῶν ἀπεκρίθησαν οἱ ἄγγελοι πρὸς αὐτούς· Ἐάσατε αὐτοὺς ἀναψύξαι, καὶ εἴ τινας διχοστασίας ἔχετε μεθ᾿ ἑαυτῶν, ἄφετε ὑμεῖς ἀλλήλοις. καὶ ἐπέπληξαν αὐτοὺς καὶ εἶπαν Ὀπτάτῳ· Ἐπανόρθωσαι τὸ πλῆθός σου· οὕτω γὰρ συνέρχονται πρός σε, ὡσεὶ ἀπὸ ἱπποδρομιῶν ἐπανερχόμενοι καὶ περὶ αὐτῶν φιλονεικοῦντες. ἐνομίζομεν δὲ αὐτοὺς ὡς θέλειν ἀποκλεῖσαι τὰς πύλας. καὶ ἠρξάμεθα ἐκεῖ πολλοὺς τῶν ἀδελφῶν ἐπιγινώσκειν, ἀλλάγε καὶ τοὺς μάρτυρας· ἐτρεφόμεθα δὲ πάντες ὀσμῇ ἀνεκδιηγήτῳ ἥτις οὐκ ἐχόρταζεν ἡμᾶς· καὶ εὐθέως χαίρων ἐξυπνίσθην.

Αὗται αἱ ὁράσεις ἐμφανέσταται τῶν μαρτύρων Σατύρου καὶ Περπετούας ἃς αὐτοὶ συνεγράψαντο· τὸν γὰρ Σεκοῦνδον τάχειον ἐκ τοῦ κόσμου μετεπέμψατο [ὁ θεός]· ἐν γὰρ τῇ φυλακῇ τῆς κλήσεως ἠξιώθη σὺν τῇ χάριτι πάντως κερδάνας τὸ μὴ θηριομαχῆσαι· πλὴν εἰ καὶ μὴ τὴν ψυχὴν ἀλλοῦνγε τὴν σάρκα αὐτοῦ διεξῆλθεν τὸ ξίφος.

Ἀλλὰ καὶ τῇ Φηλικητάτῃ ἡ χάρις τοῦ θεοῦ τοιαύτη ἐδόθη. ἐκείνη γὰρ συλληφθεῖσα ὀκτὼ μηνῶν ἔχουσα γαστέρα, πάνυ ὠδύρετο, διότε οὐκ ἔξεστιν ἐγκύμονα θηριομαχεῖν ἢ τιμωρεῖσθαι, μήπως ὕστερον μετὰ ἄλλων ἀνοσίων ἐκχυθῇ τὸ αἷμα αὐτῆς τὸ ἀθῷον. ἀλλὰ καὶ οἱ συμμάρτυρες αὐτῆς περίλυποι ἦσαν σφόδρα οὕτω καλὴν συνεργὸν καὶ ὡσεὶ συνοδοιπόρον ἐν ὁδῷ τῆς αὐτῆς ἐλπίδος μὴ θέλοντες καταλείπειν. πρὸ τρίτης οὖν ἡμέρας τοῦ πάθους αὐτῶν κοινῷ στεναγμῷ ἑνωθέντες προσευχὴν πρὸς τὸν κύριον ἐποιήσαντο· καὶ εὐθὺς μετὰ τὴν προσευχὴν ὠδῖνες αὐτὴν συνέσχον, κατὰ τὴν τοῦ ὀγδόου μηνὸς φύσιν χαλεπαί. καὶ μετὰ τὸν τοκετὸν καμοῦσα ἤλγει. ἔφη δέ τις αὐτῇ τῶν παρατηρούντων ὑπηρετῶν· Εἰ νῦν οὕτως ἀλγεῖς, τί ἔχεις ποιῆσαι βληθεῖσα πρὸς θηρία, ὧν κατεφρόνησας ὅτε ἐπιθύειν κατεφρόνησας καὶ οὐκ ἠθέλησας θῦσαι; κἀκείνη ἀπεκρίθη· Νῦν ἐγὼ πάσχω ὃ πάσχω· ἐκεῖ δὲ ἄλλος ἐστὶν ὁ πάσχων ὑπὲρ ἐμοῦ· ἔσται ἐν ἐμοὶ ἵνα πάθῃ, διότι ἐγὼ πάσχω ὑπὲρ αὐτοῦ. ἔτεκεν δὲ κοράσιον, ὃ μία τῶν ἀδελφῶν συλλαβοῦσα εἰς θυγατέρα ἀνέθρεψεν αὑτῇ.

Ἡμῖν δὲ ἀναξίοις οὖσιν ἐπέτρεψεν τὸ ἅγιον πνεῦμα ἀναγράψαι τὴν τάξιν τὴν ἐπὶ ταῖς φιλοτιμίαις παρακολουθήσασαν· πλὴν ὡς ἐντάλματι τῆς μακαρίας Περπετούας μᾶλλον δὲ ὡς κελεύσματι ὑπηρετοῦντες ἀναπληροῦμεν τὸ προσταχθὲν ἡμῖν. ὡς δὲ πλείους ἡμέραι διεγίνοντο ἐν τῇ φυλακῇ ὄντων αὐτῶν, ἡ μεγαλόφρων καὶ ἀνδρεία ὡς ἀληθῶς Περπετούα, τοῦ χιλιάρχου ἀπηνέστερον αὐτοῖς προσφερομένου, τινῶν πρὸς αὐτὸν ματαίως διαβεβαιωσαμένων τὸ δεῖν φοβεῖσθαι μήπως ἐπῳδαῖς μαγικαῖς τῆς φυλακῆς ὑπεξέλθωσιν, ἐνώπιον ἀπεκρίθη λέγουσα· Διατί ἡμῖν ἀναλαμβάνειν οὐκ ἐπιτρέπεις ὀνομαστοῖς καταδίκοις Καίσαρος γενεθλίοις ἀναλωθησομένοις; μὴ γὰρ οὐχὶ σὴ δόξα ἐστίν, ἐφ᾿ ὅσον πίονες προσερχόμεθα; πρὸς ταῦτα ἔφριξεν καὶ ἐδυσωπήθη ὁ χιλίαρχος, ἐκέλευσέν τε αὐτοὺς φιλανθρωπότερον διάγειν, ὡς καὶ τὸν ἀδελφὸν αὐτῆς καὶ λοιπούς τινας δεδυνῆσθαι εἰσελθεῖν καὶ ἀναλαμβάνειν μετ᾿ αὐτῶν. τότε καὶ αὐτὸς ὁ τῆς φυλακῆς προεστὼς ἐπίστευσεν.

Ἀλλὰ καὶ πρὸ μιᾶς ὅτε τὸ ἔσχατον ἐκεῖνο δεῖπνον, ὅπερ ἐλεύθερον ὀνομάζουσιν, ὅσον δὲ ἐφ᾿ ἑαυτοῖς οὐκ ἐλεύθερον δεῖπνον ἀλλ᾿ ἀγάπην ἐπεκάλουν τῇ αὐτῶν παρρησίᾳ· πρὸς δὲ τὸν ὄχλον τὸν ἐκεῖσε παρεστῶτα ῥήματα ἐξέπεμπον μετὰ πολλῆς παρρησίας αὐτοῖς ἀπειλοῦντες κρίσιν θεοῦ, ἀνθομολογούμενοι τὸν μακαρισμὸν τοῦ πάθους ἑαυτῶν, καταγελῶντες τὴν περιεργείαν τῶν συντρεχόντων, Σατύρου λέγοντος· Ἦ αὔριον ἡμέρα ὑμῖν οὐκ ἐπαρκεῖ; τί ἡδέως ὁρᾶτε οὓς μισεῖτε· σήμερον φίλοι· αὔριον ἐχθροί; πλὴν ἐπισημειώσασθε τὰ πρόσωπα ἡμῶν ἐπιμελῶς ἵνα καὶ ἐπιγνῶτε ἡμᾶς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. οὕτως ἅπαντες ἐκεῖθεν ἐκπληττόμενοι ἐχωρίζοντο· ἐξ ὧν πλεῖστοι ἐπίστευσαν.

Ἐπέλαμψε δὲ ἡμέρα τῆς νίκης αὐτῶν· καὶ προῆλθον ἐκ τῆς φυλακῆς εἰς τὸ ἀμφιθέατρον ὡς εἰς οὐρανὸν ἀπιόντες, ἱλαροὶ καὶ φαιδροὶ τῷ προσώπῳ, πτοούμενοι εἰ τύχοι χαρᾷ μᾶλλον ἢ φόβῳ. ἠκολούθει δὲ ἡ Περπετούα πρᾴως βαδίζουσα, ὡς ματρώνα Χριστοῦ, ἐγρηγόρῳ ὀφθαλμῷ, καὶ τῇ προσόψει καταβάλλουσα τὰς πάντων ὁράσεις. ὁμοίως καὶ ἡ Φηλικητάτη χαίρουσα ἐπὶ τῇ τοῦ τοκετοῦ ὑγείᾳ ἵνα θηριομαχήσῃ, ἀπὸ αἵματος εἰς αἷμα, ἀπὸ μαίας πρὸς μονομαχίαν, μέλλουσα λούσασθαι μετὰ τὸν τοκετόν, βαπτισμῷ δευτέρῳ, τουτέστι τῷ ἰδίῳ αἵματι. ὅτε δὲ ἤγγισαν πρὸ τοῦ ἀμφιθεάτρου, ἠναγκάζοντο ἐνδύσασθαι σχήματα, οἱ μὲν ἄρρενες ἱερέων Κρόνου, αἱ δὲ θηλεῖαι τῆς Δημήτρας· ἀλλ᾿ ἡ εὐγενεστάτη ἐκείνη Περπετούα παρρησίᾳ ἠγωνίσατο ἕως τέλους· ἔλεγεν γάρ· Διὰ τοῦτο ἑκουσίως εἰς τοῦτο ἐληλύθαμεν, ἵνα ἡ ἐλευθερία ἡμῶν μὴ ἡττηθῇ· διὰ τοῦτο τὴν ψυχὴν ἡμῶν παρεδώκαμεν, ἵνα μηδὲν τῶν τοιούτων πράξωμεν· τοῦτο συνεταξάμεθα μεθ᾿ ὑμῶν. ἐπέγνω ἡ ἀδικία τὴν δικαιοσύνην· καὶ μετέπειτα ἐπέτρεψεν ὁ χιλίαρχος ἵνα οὕτως εἰσαχθῶσιν ὡς ἦσαν· καὶ ἡ Περπετούα ἔψαλλεν, τὴν κεφαλὴν τοῦ Αἰγυπτίου ἤδη πατοῦσα. Ῥεουκάτος δὲ καὶ Σατουρνῖλος καὶ Σάτυρος τῷ θεωροῦντι ὄχλῳ προσωμίλουν· καὶ γενόμενοι ἔμπροσθεν Ἱλαριάνου, κινήμασιν καὶ νεύμασιν ἔφασαν· Σὺ ἡμᾶς καὶ σὲ ὁ θεός. πρὸς ταῦτα ἀγριωθεὶς ὁ ὄχλος μαστιγωθῆναι αὐτοὺς ἐβόησεν· ἀλλὰ οἱ ἅγιοι ἠγαλλιάσθησαν ὅτι ὑπέμεινάν τι καὶ τῶν κυριακῶν παθῶν.

Ἀλλ᾿ ὁ εἰπὼν Αἰτεῖσθε καὶ λήψεσθε ἔδωκεν τοῖς αἰτήσασιν ταύτην τὴν δόξαν οἵαν ἕκαστος αὐτῶν ἐπεθύμησεν. εἴποτε γὰρ μεθ᾿ ἑαυτῶν περὶ τῆς εὐχῆς τοῦ μαρτυρίου συνελάλουν, Σατουρνῖλος μὲν πᾶσιν τοῖς θηρίοις βληθῆναι ἑαυτὸν θέλειν [ἔλεγεν] πάντως ἵνα ἐνδοξότερον στέφανον ἀπολάβῃ. ἐν ἀρχῇ γοῦν τῆς θεωρίας αὐτὸς μετὰ Ῥεουκάτου πάρδαλιν ὑπέμεινεν· ἀλλὰ καὶ ὕστερον ἐπὶ τῆς γεφύρας ὑπὸ ἄρκου διεσπαράχθη. Σάτυρος δὲ οὐδὲν ἄλλο ἣ ἄρκον ἀπεστρέφετο· καὶ ἑνὶ δήγματι παρδάλεως τελειοῦσθαι αὐτὸν ἐπεπόθει· ὥστε καὶ τῷ συῒ διακονούμενος ἐσύρη μόνον, σχοινίῳ προσδεθείς· ὁ δὲ θηρατὴς ὁ τῷ συῒ αὐτὸν προσβαλὼν ὑπὸ τοῦ θηρὸς κατετρώθη οὕτως ὡς μεθ᾿ ἡμέραν τῶν φιλοτιμιῶν ἀποθανεῖν. ἀλλὰ καὶ πρὸς ἄρκον διαδεθεὶς ὑγιὴς πάλιν διέμεινεν· ἐκ γὰρ τοῦ ζωγρίου αὐτῆς ἡ ἄρκος οὐκ ἐθέλησεν ἐξελθεῖν.

Ταῖς μακαρίαις δὲ νεάνισιν ἀγριωτάτην δάμαλιν ἡτοίμασεν ὁ διάβολος, τὸ θῆλυ αὐτῶν παραζηλῶν διὰ τοῦ θηρίου· καὶ γυμνωθεῖσαι γοῦν προσήγοντο· ὅθεν ἀπεστράφη ὁ ὄχλος, μίαν μὲν τρυφερὰν κόρην βλέπων, τὴν δὲ ἄλλην μασθοῖς στάζουσαν γάλα, ὡς προσφάτως κυήσασαν· καὶ ἀναληφθεῖσαι πάλιν, καὶ δικτύοις περιβληθεῖσαι, ἐνδιδύσκονται ὑποζώσμασιν· ὅθεν εἰσελθουσῶν αὐτῶν, ἡ Περπετούα πρώτη κερατισθεῖσα ἔπεσεν ἐπ᾿ ὀσφύος· καὶ ἀνακαθίσασα τὸν χιτῶνα ἐκ τῆς πλευρᾶς αὐτῆς συναγαγοῦσα, ἐσκέπασεν τὸν ἑαυτῆς μηρόν, αἰδοῦς μᾶλλον μνημονεύσασα ἢ πόνων· αἰδουμένη, μηδαμῶς φροντίσασα τῶν ἀλγηδόνων· καὶ ἐπιζητήσασα βελόνην τὰ ἐσπαραγμένα συνέσφιξεν, καὶ τὰς τρίχας τῆς κεφαλῆς περιέδησεν· οὐ γὰρ ἔπρεπεν τῇ μάρτυρι θριξὶν σπαραχθείσαις ὁρᾶσθαι· ἵνα μὴ ἐν τῇ ἰδίᾳ τιμῇ δοκῇ πενθεῖν. [καὶ κερατισθεῖσαν ἰδοῦσα τὴν Φηλικητάτην, προσῆλθεν αὐτῇ] καὶ κρατήσασα τῆς χειρὸς αὐτῆς ἤγειρεν αὐτήν. καὶ ἔστησαν ἅμα· τῆς δὲ σκληρότητος τοῦ ὄχλου ἐκνικηθείσης ἀνελήφθησαν εἰς τὴν πύλην τὴν ζωτικήν· ἐκεῖ ἡ Περπετούα ὑπό τινος κατηχουμένου ὀνόματι Ῥουστίκου, ὃς παρειστήκει αὐτῇ, ὡς ἐξ ὕπνου ἐγερθεῖσα (οὕτως ἐν πνεύματι γέγονεν ἔκστασιν παθοῦσα), καὶ περιβλεψαμένη θαμβούντων ἁπάντων ἔφη· Πότε βαλλόμεθα πρὸς τὴν δάμαλιν ἣν λέγουσιν; καὶ ἀκούσασα ὅτι ἤδη ἐξεληλύθει πρὸς αὐτήν, οὐ πρότερον ἐπίστευσεν πρὶν ἢ σημεῖά τινα τῆς βλάβης ἐν τῷ ἰδίῳ σώματι ἑωράκει· ἀναδειχθέντων δὲ καλέσασα τὸν ἴδιον ἀδελφὸν καὶ αὐτὸν τὸν κατηχούμενον παρεκάλει ἵνα ἐν πίστει διαμείνωσιν καὶ ἀλλήλους ἀγαπῶσιν, καὶ τοῖς παθήμασιν ἐκείνοις μὴ σκανδαλισθῶσιν τοιούτοις οὖσιν.

Καὶ ἐν ἑτέρᾳ πύλῃ ὁ Σάτυρος τῷ στρατιώτῃ Πούδεντι προσωμίλει, καθόλου λέγων ὅτι Κατὰ τὴν πρόλεξιν τὴν ἐμήν, ὡς καὶ προεῖπον, οὐδὲ ἓν θηρίων ἥψατό μου ἕως ἄρτι· ἰδοὺ δὲ νῦν, ἵνα ἐξ ὅλης καρδίας διαπιστεύσῃς, προσέρχομαι, καὶ ἐν ἑνὶ δήγματι παρδάλεως τελειοῦμαι· καὶ εὐθὺς ἐν τέλει τῆς θεωρίας πάρδαλις αὐτῷ ἐβλήθη, καὶ ἐν ἑνὶ δήγματι τοῦ αἵματος τοῦ ἁγίου ἐνεπλήσθη· τοσοῦτον αἷμα ἐρρύη, ὡς λογισθῆναι δευτέρου βαπτισμοῦ μαρτύριον· καθὼς καὶ ἐπεφώνει ὁ ὄχλος βοῶν καὶ λέγων· Καλῶς ἐλούσω, καλῶς ἐλούσω. καὶ μὴν ὑγιὴς ἦν ὁ τοιούτῳ τρόπῳ λελουμένος. τότε τῷ στρατιώτῃ Πούδεντι ἔφη· Ὑγίαινε καὶ μνημόνευε πίστεως καὶ ἐμοῦ· καὶ τὰ τοιαῦτα καὶ στερεωσάτω σε μᾶλλον ἢ ταραξάτω. καὶ δακτύλιον αἰτήσας παρ᾿ αὐτοῦ καὶ ἐνθεὶς αὐτὸ τῷ ἰδίῳ αἵματι ἔδωκεν αὐτῷ μακαρίαν κληρονομίαν, ἀφεὶς μνήμην καὶ ἐνθήκην αἵματος τηλικούτου. μετὰ ταῦτα λοιπὸν ἐμπνέων ἔτι ἀπήχθη μετὰ καὶ τῶν ἄλλων τῷ συνήθει τόπῳ· εἰς σφαγὴν δὲ ὁ ὄχλος ᾔτησεν αὐτοὺς εἰς μέσον μεταχθῆναι, ὅπως διὰ τῶν ἁγίων σωμάτων ἐλαυνόμενον τὸ ξίφος θεάσωνται· καὶ οἱ μακάριοι μάρτυρες ἑκόντες ἠγέρθησαν· ᾐσχύνοντο γὰρ ὀλίγους μάρτυρας ἔχειν ἐπὶ τῷ μακαρίῳ θανάτῳ αὐτῶν. καὶ δὴ ἐλθόντων αὐτῶν ὅπου ὁ ὄχλος ἐβούλετο, πρῶτον κατεφίλησαν ἀλλήλους ἵνα τὸ μυστήριον διὰ τῶν οἰκείων τῆς πίστεως τελειώσωσιν· καὶ μετέπειτα ἀσμένως ὑπέμειναν τὴν διὰ τοῦ ξίφους τιμωρίαν· πολλῷ δὲ μᾶλλον ὁ Σάτυρος, ὁ δὴ πρότερος τὴν κλίμακα ἐκείνην ἀναβάς, ὃς καὶ ἔπεισεν τὴν Περπετούαν ἀναβαίνειν. ἡ δὲ Περπετούα, ἵνα καὶ αὐτὴ γεύσηται τῶν πόνων, περὶ τὰ ὀστέα νυγεῖσα ἠλάλαξεν, καὶ πεπλανημένην τὴν δεξιὰν ἀπείρου μονομάχου κρατήσασα προσήγαγεν τῇ κατακλεῖδι ἑαυτῆς· ἴσως τὴν τοσαύτην γυναῖκα τοῦ ἀκαθάρτου πνεύματος φοβουμένου καὶ φονευθῆναι μὴ βουλομένου.

Ὦ ἀνδριώτατοι καὶ μακαριώτατοι μάρτυρες καὶ στρατιῶται ἐκλεκτοί, εἰς δόξαν Κυρίου Ἰησοῦ Χριστοῦ κεκλημένοι. πῶς μεγαλύνωμεν ὑμᾶς ἢ μακαρίσωμεν, γενναιότατοι στρατιῶται; οὐχ ἧσσον τῶν παλαιῶν γραφῶν, ἃ εἰς οἰκοδομὴν ἐκκλησίας ἀναγινώσκεσθαι ὀφείλει ἡ πανάρετος πολιτεία τῶν μακαρίων μαρτύρων δι᾿ ὧν δόξαν ἀναπέμπομεν τῷ πατρὶ τῶν αἰώνων, ἅμα τῷ μονογενεῖ αὐτοῦ υἱῷ τῷ κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ σὺν ἁγίῳ πνεύματι· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

Δεν υπάρχουν σχόλια:

Δημοφιλείς αναρτήσεις